Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς ΙΗ΄ έως ΚΔ΄
Ερμηνεία των ψαλμών ΙΗ΄ έως ΚΔ΄. Αναδεικνύεται η μαρτυρία της κτίσεως, η χριστολογική σημασία των θλίψεων, το πάθος του Σωτήρος και η ανάληψή Του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΙΗ΄ έως ΚΔ΄
Ερμηνεία των ψαλμών ΙΗ΄ έως ΚΔ΄. Αναδεικνύεται η μαρτυρία της κτίσεως, η χριστολογική σημασία των θλίψεων, το πάθος του Σωτήρος και η ανάληψή Του.
Οὐκ ἀγνοίας ἐστὶ σημαντικόν· ταῦτα γὰρ οἶδεν ὡς Θεός· ἀλλ᾽ ὅτι οἱ κατὰ καιροὺς τὴν οἰκειότητα τὴν εἰς ἐμὲ μὴ λαχόντες. (L f. 67.) Λέγοιτο δὲ ταῦτα καὶ ἐκ προσώπου Χριστοῦ καὶ Δαβὶδ, οὗπερ ἐκ σπέρματος αὐτοῦ γενομένου τὸ πρόσωπον ἀνείληφεν ὁ Χριστός. Εἰ δὲ μὴ τῶν ἐθνῶν ἐβασίλευσεν ὁ Δαβὶδ, ἐπὶ τὸν ἐξ αὐτοῦ Χριστὸν τὸν λόγον ἀνύσωμεν, τὸν ἀεὶ μὲν ὡς Θεὸν ἀπάντων δεσπόζοντα, μετὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπιστευκότων δουλείαν δεξάμενον. Διττὸν δὲ τὸ γινώσκει[ν] τὰς καρδίας ἡμῶν, ἢ τὸ ἐπίστασθαι ἢ τὸ ἡνῶσθαι γνωστῷ τὸ γινῶσκον. Κατὰ πρότερον σημαινόμενον, καὶ τοὺς φαύλους γινώσκει Θεὸς, πρὸς οὓς εἶπεν ὁ Σωτήρ· «Ὑμεῖς ἐστε ὡς δικαιοῦντες αὐτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν.» Καὶ ἐν τῷ προφήτῃ· «Διότι ἔγνω πάσας τὰς ἁμαρτίας ὑμῶν.» Κατὰ δὲ τὸ βʹ, μόνους λέγεται τοὺς δικαίους εἰδέναι· ἔγνω γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ.
Πρὸς γὰρ φαύλους ἔλεγεν ὁ Σωτήρ· «Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, ἐργάται ἀνομίας, οὐδέποτε ἔγνων ὑμᾶς.» Καὶ ὁ ἀπὸ τῶν ἐθνῶν τοίνυν λαὸς εἰδωλολατρῶν πάλαι καὶ ἁμαρτάνων, καὶ τούτου χάριν ὑπὸ τοῦ Σωτῆρος μὴ γινωσκόμενος, μεταβαίνων διὰ μετανοίας, εἴρηται δουλεύειν αὐτῷ. Διόπερ οὐκ εἶπεν· Ὃν οὐ γινώσκω (ὁ γὰρ ἔτι τὰ τῆς κακίας ἐνεργῶν, οὐ γινώσκεται), ἀλλ᾽ ὃν οὐκ ἔγνω πάλαι, νῦν δὲ δῆλόν ἐστι γινώσκειν. Ὁποῖον τὸ ἀποστολικόν· «Ἀλλὰ τότε μὲν οὐδ᾽ εἰδότες Θεὸν ἐδουλεύσατε, τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ᾽ αὐτοῦ.» Ἀγνοοῦντες γὰρ, ἠγνοοῦντο· γνόντες δὲ, ἐγνώσθησαν. <Υἱοὶ ἀλλότριοι.> (D f. 67, L f. 67.) Ὁ κληθεὶς υἱὸς πρωτότοκος Ἰσραὴλ, ἀλλότριος ἐκλήθη διὰ τὴν ἀπιστίαν υἱός. <Ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτοῦ.> (L f. 67.) Ἀντὶ δὲ τοῦ, Ἐπαλαιώθησαν καὶ ἐχώλαναν, Ἀτιμασθήσονται καὶ ἐντραπήσονται Σύμμαχος εἴρηκεν. <Ζῇ Κύριος.> (C f. 37.) Τὸ, «Ζῇ Κύριος,» ἀντὶ τοῦ, Μὰ τὸν ζῶντα Κύριον, ἔχει ἡ Γραφή· καθὼς καὶ ὁ Ἰώβ φησι· «Ζῇ Κύριος ὃς οὕτω με κέκρικεν, καὶ ὁ πικράνας μου τὴν ψυχήν· ᾗ μὲν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν.
ΨΑΛΜΟΣ ΙΗʹ. <Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.> (A f. 109 b.) Ἡ μὲν τῶν Ἑλλήνων πληθὺς τῷ μεγέθει καὶ τῷ κάλλει τῶν ὁρωμένων κτισμάτων οὐ προσβάλλουσα συνετῶς, ὑπέλαβον θεὸν εἶναι οὐρανὸν ἤγουν τὸ στερέωμα, καὶ προσεκύνησαν αὐτῷ. Καίτοι ἐδύναντο συνιδεῖν τὸν τεχνίτην ἀπὸ τοῦ θαυμαστῶς ἔχειν τὸ ποίημα. Εἰ γὰρ μέγα καὶ ἐξαίρετον τὸ ποιηθὲν, οὐ τὴν ἰδίαν μᾶλλον ἀλλὰ τὴν τοῦ τεχνίτου δόξαν διαβοήσειεν ἄν. Διηγοῦνται τοίνυν οἱ οὐρανοὶ τὴν τοῦ Θεοῦ δόξαν ἄνευ φωνῆς, καὶ τὸ στερέωμα μονονουχὶ βοᾷ ὅτι αἱ χεῖρες τοῦ Θεοῦ αὐτὸ ἐποίησαν. <Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.> (A f. 110 b.) Συμφώνως τῷ Μωϋσῇ, οὐρανοῦ μνημονεύσας πρῶτον, εἶτα στερεώματος, ἐφεξῆς καὶ περὶ τοῦ ποιοῦντος τὴν ἡμέραν φωτὸς διαλέγεται, καὶ δείκνυσιν ὅτι δυνατὸν καὶ ἐξ ἡμερῶν καὶ νυκτῶν καταθαυμάσαι τὴν οἰκονομίαν τοῦ τάξιν καὶ μέτρα καὶ ἀνακύκλησιν τὴν ἐξ ἀμοιβῆς ἐπιθέντος αὐτοῖς.
Αὐτὸς γάρ ἐστιν ὁ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν, τουτέστιν ὁ μεθιστὰς εἰς ὄρθρον καὶ φῶς τὴν νύκτα, καὶ ποιῶν ὄρθρον καὶ ὁμίχλην, ἤγουν ἡμέραν καὶ νύκτα. Αὐτὸς προστάττει ἡμέρας μὲν ἡμέραις παραχωρεῖν τὰ τῶν ὡρῶν διαστήματα, νύκτας δὲ νυξίν· ὡς ποτὲ μὲν εἶναι μείζους αὐτὰς, ποτὲ δὲ ἐλάττους· καὶ γὰρ μονονουχὶ λέγει ἡ ἡμέρα ἐν θέρει τυχὸν τῇ ἐν χειμῶνι· Παραχώρει μοι τὸ πλέον ἐν διαστήματι τῶν ὡρῶν. Τοῦτο γὰρ τῷ πατριάρχῃ δοκεῖ. Ἡ νὺξ δὲ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν περὶ τοῦ ποιήσαντος δηλαδή· ἢ ὅτι χρὴ πάντως τὰς ἐν τῷ χειμῶνι νύκτας μακροτέρας εἶναι, ἥττους γε μὴν τὰς ἐν θέρει. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἡμέραν μὲν τῇ ἡμέρᾳ ἐρεύγεσθαι ῥῆμα, καὶ μονονουχὶ φωνὴν ἀφιέναι, τὸ περιττὸν ἐν διαστήματι τῶν ὡρῶν ἀπαιτοῦσαν· νύκτα δὲ νυκτὶ τὴν αὐτὴν ἀπαγγέλλειν γνῶσιν. <Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.> (A f. 111 b.) Ὁ δὲ ἅγιος Κύριλλος καὶ ὁ πάμμεγας Ἀθανάσιος, ἐν ἐρωτήσει ἀναγινώσκουσι τὸ, »Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·» τουτέστιν, Ἆρα οὐκ εἰσὶ καὶ τῶν ἀφώνων ἢ πραγμάτων ἢ ἔργων φωναὶ χωρὶς λόγου καὶ γλώττης;
Ναὶ, φαίη ἄν τις· ὥσπερ γὰρ τοῦ ὑφάντου τὴν τέχνην ἡ παμποίκιλος ἐσθὴς ἀναβοᾷ, καὶ τὸν ναυπηγὸν ἡ ἀδιαβλήτως ἔχουσα ναῦς ἀνακηρύττει, καὶ τὸν σιδηρέα τὸ ἔργον αὐτοῦ· οὕτω καὶ ἡ κτίσις, ἧς ἀρτίως διεμνημονεύσαμεν, ἄφωνος μὲν, ἤγουν ἄλογος· λαλιαὶ δὲ ὥσπερ αὐτῆς τὸ θαῦμά ἐστι, καὶ οἷον φωνὴ τὸ κάλλος καὶ ἡ εὐταξία. Τὸ γὰρ διήγημα τὸ οὐράνιον, καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον, φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν, οὔτε λαλιὰ διὰ στόματος, διδασκαλία δὲ θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς. Πλὴν ἄφωνον τὴν κτίσιν εἰπὼν ὁ Δαβὶδ ἀπέφηνεν, ὅτι μήτε ἔμπνους μήτε λογικὴ κατὰ τὸ δοκοῦν τοῖς Ἑλλήνων σοφοῖς· ζῶον γὰρ εἶναί φασιν ἒν τὸν σύμπαντα τοῦτον κόσμον· ζῶα δὲ ὁμοίως καὶ τὰ μέρη, ἐξ ὧν συμπληροῦται. <Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ.> (A f. 112.) Διαμέμνηται χρησίμως ὁ Δαβὶδ τῆς εὐτάκτου πορείας τοῦ ἡλίου, καὶ ὅτι ἀναφοιτᾷ ὥσπερ ἀπὸ παστοῦ τῆς ἐσχατιᾶς, οἷά τις νυμφίος εὖ μάλα διαπρεπής· εἶτα καθάπερ ἀπὸ βαλβίδος τὸ τοῦ δρόμου σύνθημα λαβὼν, ὀξεῖάν τε καὶ εὐσθενῆ ποιεῖται τὴν πτῆσιν, καὶ ἀμογητὶ διατρέχει. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. <Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς> (A f. 113.)
Οὐκ ἀνόνητος τοῖς νουνεχεστέροις ἡ φυσικὴ γίνεται θεωρία παριστῶσα τοῖς ὁρᾷν ἐθέλουσι τὴν τοῦ Θεοῦ δόξαν, ὡς ἀπό γε τῆς τῶν κτισμάτων καλλονῆς τε καὶ εὐταξίας· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται.
Ἀλλ᾽ ὧδε τούτων ἐχόντων, καὶ αὐτὸς ἐπέφανεν ἡμῖν ὁ Χριστὸς, καὶ τῷ Πατρὶ ἡμᾶς προσεκόμισεν, οὐ διὰ νομικῆς λατρείας, διὰ νουθεσίας δὲ μᾶλλον εὐαγγελικῆς. Οὐκοῦν πρὸς τῇ φυσικῇ θεωρίᾳ, τουτέστι τῇ ἀπό γε τῆς τῶν κτισμάτων ποιήσεώς τε καὶ εὐταξίας, καὶ τὸ δι᾽ αὐτοῦ πεπλουτήκαμεν κήρυγμα. Ἀπέχρη μὲν καὶ ἡ κτίσις δεῖξαι τοῖς ἀνθρώποις τὸν Ποιητὴν, ἀλλ᾽ ὅμως καὶ νόμον ἔδωκεν εἰς βοήθειαν, ἐπιστρέψαι τοὺς πλανωμένους δυνάμενον. Τῷ μὲν οὖν ἀπερισκέπτως ἐξετάζοντι τὰ τοῦ ψαλμοῦ ῥήματα, δοκεῖ μὴ ἀκολουθεῖν τοῖς προλαβοῦσιν ὁ περὶ τοῦ νόμου καὶ τῶν δικαιωμάτων οὑτοσὶ λόγος. Ἔστι δὲ πολλὴ μᾶλλον ἡ συμφυΐα. Καὶ ὅπως, ἔνθεν ἐρῶ· Τρεῖς εἰσιν οὗτοι θεῖοι σύμπαντες νόμοι· εἷς μὲν ὁ φυσικὸς ὁμοῦ καὶ δημιουργικὸς, καθ᾽ ὃν ἐκ τῆς συνειδήσεως καὶ ἐκ τῶν κτισμάτων, τὸ δέον γινώσκομεν, καὶ τὸν Δημιουργὸν ἐπιγινώσκομεν· ἕτερος δὲ ὁ γραπτὸς, ὁ διὰ Μωσέως δοθείς· καὶ τρίτος ὁ πνευματικὸς καὶ εὐαγγελικός.
Ἐπεὶ οὖν περὶ τοῦ νόμου τοῦ ἐκ τῆς δημιουργίας ἱκανῶς διέλαβεν ὁ Δαβὶδ, καὶ ἔδειξεν ὅτι καὶ ὁ οὐρανὸς καὶ τὸ στερέωμα καὶ ἡμέρα καὶ νὺξ καὶ ἥλιος τὸν ποιήσαντα καταγγέλλουσι, συμπεριέλαβε δὲ καὶ τὸν φυσικὸν νόμον διὰ τῆς κτίσεως (ἓν γάρ ἐστι τῶν κτισμάτων καὶ ἡ φύσις), μεταβαίνει λοιπὸν ἐπὶ τοὺς λοιποὺς τόν τε γραπτὸν καὶ τὸν πνευματικὸν, καὶ ἑκάτερον ὑποδιαιρεῖ εἰς ἐντολὰς, καὶ νόμους, καὶ κρίματα, καὶ μαρτυρίας, καὶ δικαιώματα. (A f. 114.) Πρῶτα τοίνυν τὸ εὐαγγελικὸν κήρυγμα, νόμον Κυρίου λέγει· οὐ γὰρ δι᾽ ἑνὸς ἐξεφωνήθη τῶν προφητῶν, ἀλλὰ δι᾽ αὐτοῦ τοῦ πάντων Δεσπότου.
Ἔπειτα ἄμωμον ὀνομάζει· ὁ γὰρ διὰ Μωσέως νόμος, οὐκ ἦν ἄμεμπτος, ὡς ὁ πάνσεπτος Παῦλος γράφει· οὐδένα γὰρ ἐτελείωσεν. Ἔφη δέ που καὶ ὁ Θεὸς περὶ τῶν Ἰουδαίων, ὅτι «Ἐγὼ δέδωκα αὐτοῖς νόμιμα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.» Ἀντιπαραθέσει γὰρ τῶν εὐαγγελικῶν θεσπισμάτων, οὐ καλὸς ὁ νόμος· ἄμωμα δὲ ὁμολογουμένως τὰ Χριστοῦ παιδεύματα, ἃ καὶ ἐπιστρέφει ψυχὰς ἐκ φαυλότητος πρὸς ἀρετὴν, ἐκ πλάνης Ἑλληνικῆς πρὸς εὐσέβειαν, ἐξ ἀγνοίας καὶ σκότου εἰς φῶς καὶ σύνεσιν.
Νόμος δὲ ὠνόμασται τὸ Εὐαγγέλιον, διὰ τὸ ἀπονέμειν ἑκάστῳ τὰ ταῖς αὐτοῦ πράξεσι πρεπωδέστατα, ἐπαίνους μὲν τοῖς ἀγαθοῖς, ποινὰς δὲ τοῖς καταφρονηταῖς. <Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος.> (A f. 114 b, Κυρίλλου καὶ Ὑπατίου.) Καθαρὸς μὲν οὐδεὶς ἀπὸ ῥύπου, οὐδ᾽ ἂν ᾖ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Πλὴν ὥσπερ τὴν πόαν σμηκτικὴν εἶναί φασι τοῦ ῥύπου τῶν ἱματίων, οὕτως ὁ τοῦ Θεοῦ φόβος ὁ ἁγνὸς, τουτέστιν ὁ ἁγνοποιὸς, εἰς νοῦν εἰ γένοιτο τὸν ἀνθρώπινον, πᾶσαν αὐτοῦ διασμήχει κηλίδα.
Τηρήσει δὲ καὶ εἰς μακραίωνα βίον τὸν τοιοῦτον· ὁ γὰρ ἐν ἁγνείᾳ διαπεράνας τὸν βίον, τοιοῦτος ἔσται καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. <Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό.> (A f. 115.) Κρίματα πάλιν καλεῖ τὰς ἐφ᾽ ἑκάστῳ πράγματι θείας ψήφους καὶ ἀποφάσεις· ταῦτα δὲ ἀληθινὰ καὶ δίκαιά εἰσιν ἐπὶ τὸ αὐτὸ, τουτέστιν οὐκ ἀσύμφωνα καὶ ἀλλήλοις μαχόμενα, ἀδελφὰ δὲ μᾶλλον καὶ ἀλλήλοις συμβαίνοντα. Οὐδὲ μία γὰρ ἐναντιότης ἐν τοῖς τοῦ Σωτῆρος εὑρίσκεται νόμοις. Διττῶς δὲ κρίνει ὁ Θεὸς, ἢ φιλαγάθως ἢ δικαίως· καὶ φιλανθρώπως μὲν ὡς ὅτε τῷ περὶ ἑνδεκάτην ὥραν κληθέντι εἰς τὸν ἀμπελῶνα, ἴσον μισθὸν ἀπονέμει τοῖς προκεκμηκόσι· δικαίως δὲ ὡς ἐν τῇ στάσει τῶν προβάτων καὶ ἐρίφων, τοῖς μὲν λέγων· «Δεῦτε, κληρονομήσατε τὴν βασιλείαν·» τοῖς δὲ, «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον.» <Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.> (A f. 115 b.)
Ὁμολογήσας ὁ προφήτης ὅτι καὶ τὸν ἰσχνὸν νομοφύλακα πολλὰ παριππεύει, φησὶν ὅτι, Ὦ Δέσποτα, τὰ κρύφιά τε καὶ ἀλλότριοι μή μου κατακυριεύσωσι, σοῦ τοῦ κρίνοντος μὴ ἱστῶντος αὐτὰ, μηδὲ εἰς ἁμαρτίαν ἐμοὶ καταγράφοντος· ἢ, Ὅταν οἱ πονηροὶ λογισμοὶ, οὓς ὁ διάβολος τῷ νῷ ἐνίησι, μὴ κατακυριεύσωσί μου, ὥστε συγκαταθέσθαι αὐτοῖς, τότε καὶ ἄμωμος ἂν εἴην, καὶ ἀπὸ τῆς κατ᾽ ἐνέργειαν ἁμαρτίας καθαρισθήσομαι, ἥτις μεγάλη ἐστὶν, ὡς πρὸς σύγκρισιν τῆς κατὰ διάνοιαν. Προφητικῶς δὲ καὶ ἡ φύσις πᾶσα βοᾷ πρὸς τὸν Θεόν· Ὁ μὲν νόμος, ὦ Δέσποτα, τὸ σῶμα μόνον προσκαίροις ἥγνιζε ῥαντισμοῖς· σὺ δὲ καὶ ἐκ τῶν κρυφίων καθάρισόν με διὰ τοῦ βαπτίσματος, καὶ φεῖσαί μου ἀπὸ τῶν ἀλλοτρίων δαιμόνων· ἐὰν γὰρ οὗτοι μή μου κατακυριεύσωσι, τότε ἀληθῶς ἄμεμπτος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ τῆς ἀπιστίας, ἢ καὶ τῆς παραβάσεως, ἥτις ἁμαρτία ἐστὶ μεγάλη. (C f. 38.) Ἁμαρτίαν μεγάλην τὴν ἀποτελεσματικὴν λέγει, ἣν ὁ τῶν κρυφίων κωλύει καθαρισμός.
ΨΑΛΜΟΣ ΙΘʹ. <Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως.> (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται πρὸς Θεὸν ὁ σκοπὸς, καὶ πρὸς μόνον αὐτὸν ἀποβλέποντες, τὴν παρ᾽ αὐτοῦ ζητοῦσι βοήθειαν, κἄν πού τι σαλεύηται κῦμα, καὶ χαλεπὸς ἐκ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ἐγείρηται χειμών. Τοῦτο καὶ Ἱερεμίας ἐπιστάμενος ἔλεγε· «Κύριε, ἰσχύς μου, καὶ βοηθέ μου, καὶ καταφυγή μου, ἐν ἡμέρᾳ κακῶν μου.» Ἡ μὲν γὰρ ἐξ ἀνθρώπων ἐπικουρία σαθρὰ, ἀσφαλὴς δὲ ἡ ἄνωθεν βοήθεια. Διά τοι τοῦτο καὶ οἱ ἅγιοι ταλαίπωρον εἶναί φασι τὸν ἄνθρωπον, μᾶλλον δὲ κεκατηραμένον, τὸν τὴν ἐλπίδα ἔχοντα ἐπ᾽ ἄνθρωπον, καὶ ἀπὸ Κυρίου τὴν ἑαυτοῦ καρδίαν ἀποστήσαντα. Ἔοικε δὲ νῦν ὁ Δαβὶδ ἡμέραν θλίψεως λέγειν, ἱστορικῶς μὲν καθ᾽ ἣν ὁ Σεναχηρεὶμ τοῦ Ῥαψάκου τὰ ἀτάσθαλα ἐκεῖνα ἔπεμψε γράμματα· «Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Ἀλληγορικῶς δὲ τὴν τοῦ πάθους ἡμέραν, ὅτε ἔλεγεν ὁ Σωτήρ· «Περίλυπός ἐστιν ἡ ψυχή μου.» Εὔχονται οὖν καὶ οἱ περὶ τὸν Ἐζεκίαν ἐπακοῦσαι αὐτοῦ τὸν Θεὸν, θλιβομένου ἐφ᾽ οἷς ἐβλασφήμησε ὁ Σεναχηρείμ· καὶ οἱ μαθηταὶ τοῦ Σωτῆρος, ἵνα ἐπακούσῃ αὐτοῦ ὁ Θεὸς καὶ Πατήρ. Μανθάνομεν δὲ καὶ ἡμεῖς ἐν καιρῷ θλίψεως μὴ καταπίπτειν, ἀλλ᾽ εὔχεσθαι, καὶ μὴ ἀνθρώποις πιστεύειν τὴν σωτηρίαν ἡμῶν, τῷ Θεῷ δὲ τῷ πάντα ἰσχύοντι. <Μνησθείη πάσης θυσίας σου.> (C f. 38 b.)
Λέγοι δ᾽ ἂν ταῦτα καὶ πρὸς τὴν τοῦ ἀθυμοῦντος παραμυθίαν, ἢ ὁ ἐνυπάρχων τῇ ψυχῇ λόγος, ἢ τὸ ἅγιον Πνεῦμα. Εὐχῆς δὲ δεῖ τῷ θλιβομένῳ, καὶ τοῦ μὴ καταβαλεῖν τὰς ἐλπίδας· οὕτω γὰρ Θεὸς ὑπήκοος γίνεται.
Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ ιθʹ ψαλμοῦ. Ἀλλ᾽ ἦν οὐ δυσεύρετος ἡ ὁδὸς ἡ ἀγαθή· προσεφώνει γὰρ λέγων ὁ Χριστός· «Ἐγώ εἰμι ἡ ὁδός.»
ΨΑΛΜΟΣ Κʹ. <Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.> (A f. 119.) Παραταξάμενος ὁ Δαβὶδ πρὸς Ἀμμανίτας νενίκηκε, καὶ εἷλεν αὐτοὺς κατὰ κράτος, καὶ ἔλαβε τὸν στέφανον τοῦ Μολχώμ· τοῦτο δὲ εἴδωλον ἦν τῶν Ἀμμανιτῶν, καὶ εὑρὼν ἐν τῷ στεφάνῳ λίθον πολύτιμον, ἐνέθηκε τῷ ἰδίῳ στεφάνῳ. Ταύτης τῆς ἱστορίας νῦν μνημονεύει, καί φησι πρὸς τὸν Θεὸν, ὅτι Ταῖς φιλοτιμίαις φθάνεις, ὦ Δέσποτα, καὶ αὐτήν μου τὴν αἴτησιν· οὐ γὰρ ἱκέτευσα περὶ λίθου τιμίου, ἀλλὰ σὺ καὶ τοῦτον δέδωκας, προλαβών μου τὴν αἴτησιν.
Καὶ ἄλλως δὲ πρὸ τῆς χειροτονίας εὐλόγησας, τουτέστιν ἐπῄνεσας λέγων· «Εὗρον Δαβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, καὶ ἔσται μοι εἰς βασιλέα.» Καὶ ἔτι· Ἐγὼ μὲν σωτηρίαν παρὰ τῶν ἐχθρῶν ἐκ σοῦ ἐζήτησα, σὺ δὲ ἐν εὐλογίαις, τουτέστιν ἐν δαψιλείᾳ καὶ πλεονασμῷ ἀγαθότητος, καὶ νίκην μοι δέδωκας, καὶ βασιλείαν, καὶ προφητείαν, καὶ τὸ μέγιστον, θεοπατορίαν.
Ἀλλὰ καὶ ὁ Ἐζεκίας ἐλευθερίαν μόνον ᾔτησεν, εὕρατο δὲ νίκην τοσαύτην καὶ τῶν ἐχθρῶν πανολεθρίαν· καὶ τὴν βασιλείαν δὲ μὴ αἰτήσας, ἔλαβε. Λίθοι δὲ τίμιοι καὶ οἱ Χριστοῦ μαθηταὶ, καὶ ἁπλῶς οἱ πιστοὶ, κόσμος ὄντες αὐτοῦ καὶ δόξα καὶ οἱονεὶ στέφανος τῇ κεφαλῇ ἐπικείμενος. Ἐν μὲν οὖν τῷ Εὐαγγελίῳ ὁ πατὴρ λέγεται ποιεῖν τῷ υἱῷ τοὺς γάμους, ἐνταῦθα δὲ ὁ προφήτης πρὸς τὸν Θεὸν λέγει· «Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον.» Στέφανος δὲ Χριστῷ ἡ Ἐκκλησία γίνεται, διὰ τῶν ἐμψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα.
Λίθον ἂν εἴποις πολύτιμον καὶ αὐτὸν τὸν Χριστὸν, ὡς ἐκλεκτὸν δηλονότι καὶ ἀξιάγαστον μαργαρίτην, ὃν δέδωκεν ἡμῖν στέφανον δόξης ὁ Θεὸς καὶ Πατὴρ, εὐλογῶν ἡμᾶς εὐλογίᾳ ἁγιασμοῦ καὶ χρηστότητος.— (C f. 39 b.) Ἐκ τῶν ἔργων καὶ τῶν ἐπιτηδευμάτων αὐτοῦ τις στεφανοῦται. Ἀμέλει ὁ δικαστὴς τὸ δίκαιον διώξας, ἀπολήψεται τὸν τῆς δικαιοσύνης στέφανον. <Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου.> (C f. 40.) Ἄλλως τοῖς ἐπιμένουσι τῇ ἁμαρτίᾳ, καὶ ἄλλως τοῖς μετανοοῦσιν εὑρίσκεται· τοῖς μὲν γὰρ κριτὴς, τοῖς δὲ λυτρωτὴς εὑρίσκεται. Πλὴν ὅτι πρῶτον ἡμᾶς τὸν Θεὸν εὑρεῖν ὁ προφήτης, καὶ τότε παρ᾽ αὐτοῦ εὑρεθήσεσθαι [λέγει,] σαφῶς οὖν τοῦτο δηλοῖ ὅτι ἐν ἡμῖν ἡ σωτηρία. <Ὅτι θήσεις αὐτοὺς νῶτον.> Εἰς δὲ τὸν Χριστόν τινες ἐξειληφότες τὸν παρόντα ψαλμὸν, εἰς τοὺς Ἰουδαίους τὰς τιμωρίας ἐξέλαβον, ἀπὸ τοῦ, «Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. »Ταῦτα γὰρ ἐπενεχθήσεται, φασὶν, αὐτοῖς εἰς τὸν καιρὸν τῆς τοῦ προσώπου σου παρουσίας, δι᾽ ἅπερ ἐμηχανήσαντο κατὰ σοῦ, νομίσαντες ἀδυνάτως τὸν τῆς δόξης Κύριον θανάτῳ περιβάλλειν. Διὸ καὶ τέθεινται νῶτον τοῖς ἐξ ἐθνῶν πιστοῖς. Πρῶτον μὲν υἱοὶ Θεοῦ καὶ λαὸς χρηματίσαντες, ὕστερον δὲ ἄλλοις τῆς υἱοθεσίας παραχωρήσαντες τοῖς ἐπ᾽ ἐσχάτων κληθεῖσιν ἐθνικοῖς, οἵτινες καὶ πρῶτοι γεγένηνται, κατὰ τὸ, «Ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.»
Ἐν δὲ τοῖς περιλοίποις φησὶν, ἐπείπερ ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται.
ΨΑΛΜΟΣ ΚΑʹ. <Εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ Δαβίδ.> (A f. 122 b.) Τινὲς δὲ ἀντίληψιν ἑωθινὴν λέγουσι τὸν τῆς ἀναστάσεως τοῦ Σωτῆρος καιρόν· ἐγήγερται γὰρ ὄρθρου βαθέος πατήσας τὸν θάνατον. Ἀντίληψις οὖν ἡ ἀνάστασις, ὡς ἀποσοβοῦσα μὲν τῶν σωμάτων τὴν φθορὰν, καθαίρουσα δὲ τῇ πίστει τοὺς ἐπὶ τῆς γῆς. Ἐὰν γὰρ εἴπῃς, φησὶν, ἐν τῷ στόματί σου, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Ἀλλ᾽ ἴδωμεν ὁποῖα πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος ὁ Κύριος φθέγγεται, μεσιτεύων ὑπὲρ τῆς ἀνθρωπότητος, καὶ πληροφορῶν ὅτι παράκλητος ἡμῶν ἐστιν. <Ὄνειδος ἀνθρώπων, καὶ ἐξουθένημα λαοῦ.> (A f. 125 b.) Τοῦτο δὲ λέγοντες, κατὰ τοῦ Θεοῦ τὸν ὀνειδισμὸν ἀπέῤῥιπτον, ὡς ἀδυνατοῦντος σῶσαι τὸν Υἱὸν αὐτοῦ ὃν θέλει, τουτέστιν ὃν ἀγαπᾷ. Θαυμάσειε δ᾽ ἄν τις τὴν ἀμέτρητον τῶν Ἰουδαίων νωθείαν, πῶς ταῦτα ἀναγινώσκοντες τὰ ὡς ἐκ προσώπου Χριστοῦ λεγόμενα κατ᾽ αὐτῶν, οὐ συνίεσαν ὁρῶντες αὐτὸν σταυρούμενον, καὶ τοῖς ἑαυτῶν τολμήμασι συμφωνοῦσαν τὴν προφητείαν. <Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου.> (C f. 43.) Διδασκάλου φωνὴ ὅταν ἴδῃ τοὺς ἑαυτῷ γεννηθέντας συμφορὰν ὑπομένοντας, ὁποίαν ὁ Σωτὴρ περὶ τοὺς μαθητὰς συμπαθητικὴν ἐξ ἀγάπης ἔσχεν διάθεσιν, ἐν μέσῳ τῆς κοιλίας συμπαθοῦσαν οἷς ἔτεκεν.
Ἀλλὰ καὶ τὸ γλυκὺ τῆς καρδίας, ὥς τε κηρὸς ὑπῆρχεν ἐτάκη, ὅτε τροφὴ γέγονεν, εἰς γαστέρα κεχώρηκε. Λέγει δὲ τὰς νοήσεις διὰ συνεχοῦς μελέτης λεπτυνομένας, ὥστε πρὸς τὴν τοῦ τραφέντος ἀναδίδοσθαι σύστασιν. <Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.> (A f. 125 b.) Ὄνομα ἐνταῦθα τὴν δόξαν λέγει, κατὰ τὸ, «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Κατέστησε γὰρ ἐναργῆ τὴν δόξαν αὐτοῦ, οὐχ ὅτι μόνον Πατήρ ἐστιν, εἰπὼν καὶ διδάξας, ἀλλ᾽ ἐμφανῆ καθιστὰς τήν τε ἡμερότητα καὶ τὴν δόξαν αὐτοῦ ἡμῖν τοῖς γενομένοις αὐτοῦ ἀδελφοῖς καθ᾽ ὃ γέγονε καθ᾽ ἡμᾶς. Ἔφη γὰρ, ὅτι «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.» Πεφανέρωκε δὲ καὶ ἑτέρως ἡμῖν τὴν τοῦ Πατρὸς δόξαν· ὅσοι γὰρ τεθέανται τὸν Υἱὸν τοῖς τῆς διανοίας ὄμμασι, θεοπρεπεστάτην ἔχοντα τὴν ἐξουσίαν καὶ τὸ ἐφ᾽ ἅπασι παναλκὲς, τεθέανται τὸν Πατέρα καὶ ἐγνώκασιν αὐτόν.
Ἔφη γοῦν καὶ αὐτὸς, ὅτι «Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα.» Ἀλλὰ καί· «Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Ἐκκλησίας δὲ ποίας, ἢ ἐκείνης πάντως ἢν αὐτὸς ἑαυτῷ παρέστη ὁ Υἱὸς, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ καὶ ἄμωμον; Ὑμνεῖ γε μὴν τὸν Πατέρα, τὴν δόξαν αὐτοῦ καθιστὰς φανεράν· τοῦτο γὰρ δηλοῖ τὸ ὄνομα.
ΨΑΛΜΟΣ ΚΒʹ. <Ψαλμὸς τῷ Δαβίδ.> (A f. 128.) Ὁ ἐν χερσὶ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν τοῖς λεχθεῖσιν ἐν τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ. Οἱ γὰρ ἐξ ἐθνῶν πιστεύσαντες, διδακτοὶ Θεοῦ γεγονότες, κατὰ τὸ γεγραμμένον, φαγόντες καὶ ἐμπλησθέντες πνευματικῶς, τὸν τῆς σωτηρίου τροφῆς χορηγὸν ἐπιγινώσκουσι, καὶ ποιμένα καὶ τροφέα καλοῦσι, καὶ δὴ καί φησιν, ὡς ἒν ὄντες διὰ τὴν πίστιν καὶ εἰς μίαν τελοῦντες ἀγέλην. <Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.> (A f. 128.) Μέγα φρονοῦσιν οἱ διὰ Χριστοῦ ταῖς θείαις αὐλαῖς ἐνσεσηκασμένοι, ποιμανθέντες τε παρ᾽ αὐτοῦ· καὶ οὐχ ἕνα τινὰ τῶν ἁγίων ἁπλῶς λαχόντες καθηγητὴν, ὥσπερ ὁ Ἰσραὴλ τὸν Μωσέα, ἀλλὰ τῶν ποιμένων τὸν ἀρχιποίμενα, καὶ τῶν διδασκόντων τὸν παιδευτὴν, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Καὶ τοῦτο εἰδότες φασὶ τὸ, Οὐδέν με ὑστερήσει· παναλκὴς γὰρ ὁ Χριστὸς καὶ ἀμφιλαφῆ ποιεῖται τὴν χορηγίαν τῶν ἑαυτοῦ χαρισμάτων τοῖς ἐπεγνωκόσιν αὐτοῦ τὴν ἐπιφάνειαν.
Δίδωσι γὰρ ἐξ οἰκείου πληρώματος, καὶ χορηγεῖ τὰς παρὰ Πατρὸς εὐλογίας, καὶ ἔστιν αὐτὸς ἀγαθοῦ παντὸς καὶ πηγὴ καὶ πρύτανις. <Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν.> (A f. 128.) Ἐπειδὴ φωνὴ πρέπουσα προβάτοις ἐστὶ τὸ, «Κύριος ποιμαίνει με,» ἐπιμένουσι τῇ τοῦ λόγου τροπῇ οἱ παρὰ Χριστοῦ ποιμαινόμενοι, καὶ προσεπάγουσι τὰ ἐκ τῆς ποιμενικῆς εὐτεχνίας ἐκβεβηκότα αὐτοῖς ἀγαθὰ, χλόην καὶ ὕδωρ αὐτὰ ὀνομάζοντες.
Νοηθείη δ᾽ ἂν τόπος μὲν χλόης, τὰ τοῦ Θεοῦ ἀειθαλῆ λόγια, ἡ ἁγία καὶ θεόπνευστος Γραφὴ πρὸς εὐανδρίαν τρέφουσα πνευματικὴν τὰς τῶν πιστευόντων καρδίας· ὕδωρ δὲ τὸ ζῶν καὶ ζωοποιὸν, ἡ τοῦ ἁγίου Πνεύματος χορηγία. (A f. 128 b) Ἢ τάχα κυριώτερον τόπος χλόης, ὁ παράδεισός ἐστιν οὗ ἐκπεπτώκαμεν, εἰς ὃν ἡμᾶς ἐπανάγει Χριστὸς καὶ κατασκηνοῖ, διὰ τοῦ ὕδατος τῆς ἀναπαύσεως, τουτέστι διὰ τοῦ βαπτίσματος. «Ἐὰν γὰρ μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» <Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου.> (A f. 128 b) Ἐπεὶ δὲ εἰς τὸν θάνατον Χριστοῦ βαπτιζόμεθα, λεχθήσεται καὶ τὸ βάπτισμα σκιὰ θανάτου καὶ μίμημα, ὃν οὐ χρὴ φοβεῖσθαι. Νοοῖτο δ᾽ ἂν σκιὰ θανάτου καὶ ὁ φυσικὸς καὶ κοινὸς θάνατος, πρὸς ἀντιδιαστολὴν τοῦ προαιρετικοῦ θανάτου, τοῦ τῆς ψυχῆς, φημὶ, ὃς οὐκ ἔστι σκιὰ θανάτου, ἀλλὰ θάνατος ἀληθής. <Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με.> (A f. 129 b) Γευσάμενοι οἱ ἐξ ἐθνῶν πιστεύσαντες τῆς εὐαγγελικῆς τραπέζης, λέγουσι πρὸς τὸν παρατεθεικότα ταύτην Χριστὸν, ὅτι Ἡ τράπεζα ἣν ἡμῖν ἡτοίμασας, ἐναντίως ἔχει πρὸς τὴν τῶν Ἐλλήνων τράπεζαν. Οἱ γὰρ παρ᾽ Ἕλλησι σοφοὶ, οὐδὲν τῶν ἀναγκαίων ἡμᾶς ἐδίδαξαν· ἀλλ᾽ ἐπίεζόν τε καὶ ἔθλιβον ἐν λιμῷ καὶ σπάνῃ παντὸς ὀνησιφόρου μαθήματος.
Ἡ δὲ θεία τε καὶ ἱερὰ τράπεζα, ἡ θεόπνευστος Γραφὴ, ἐναντίως ἔχει πρὸς τὴν τῶν θλιβόντων ἡμᾶς ἐκείνην τὴν φθοροποιὸν καὶ ἄτροφον, πλουσία οὖσα καὶ πολυτελὴς, καὶ ὄψων, ἤγουν ἐδεσμάτων, ποικιλίαν ἔχουσα πολλὴν καὶ παράθεσιν. Νουθεσίαι γὰρ ἐν αὐτῇ πλεῖσται καὶ σωτηριώδεις, καὶ τῆς ἀληθοῦς εὐζωΐας παραδεικτικαὶ, καὶ εἰς εὐεξίαν πνευματικὴν φέρουσαι. Τάχα δὲ καὶ τοῦτό ἐστιν ὃ λέγουσιν οἱ πιστεύσαντες, ὅτι Ἡτοίμασας ἡμῖν πνευματικὴν τράπεζαν, ἵνα φαγόντες καὶ ἰσχύσαντες, δυνηθῶμεν ἐλθεῖν ἀπεναντίας τῶν ποτε θλιβόντων ἡμᾶς. Ἡ γὰρ πνευματικὴ εὐτροφία, τὴν ψυχὴν εὖ ῥώσασα, ἀνθίστασθαι αὐτὴν ποιεῖ καὶ ἀκαθάρτοις πνεύμασι καὶ τοῖς ἐν πλάνῃ διδασκάλοις. Ἀλλὰ καὶ ἡ μυστικὴ τράπεζα, ἡ σὰρξ τοῦ Κυρίου, ἰσχυροὺς ἡμᾶς κατὰ παθῶν καὶ κατὰ δαιμόνων ἐργάζεται. Φοβεῖται γὰρ ὁ Σατανᾶς τοὺς μετ᾽ εὐλαβείας τῶν μυστηρίων μεταλαμβάνοντας <Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.> (A f. 130 b) Ἔψεται πάντως τοῖς ἡγιασμένοις ἐν Χριστῷ καὶ ἠξιωμένοις τῶν παρ᾽ αὐτοῦ χαρισμάτων, ὥστε καὶ τραπέζης ψαῦσαι τῆς ἱερᾶς, καταλιπανθῆναι δὲ καὶ ἐλαίῳ τὴν κεφαλὴν, καὶ μὴν καὶ ἐκ τοῦ κρατίστου ποτηρίου πιεῖν εἰς μέθην, τὸ ἐν μεθέξει πλουσίᾳ γενέσθαι διηνεκοῦς εὐθυμίας. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ, τὸ οἷον διώκεσθαι διὰ παντὸς καὶ ἐν πάσαις ταῖς ἡμέραις τοῦ αἰῶνος ὑπὸ ἐλέους Θεοῦ.
Ἀναφαίρετος γὰρ ἡ δοθεῖσα παρὰ Χριστοῦ τοῖς ἁγίοις χάρις, καὶ ἀμεταμέλητα τὰ χαρίσματα αὐτοῦ καὶ ἡ κλῆσις. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς οὔτω τετιμημένοις, ὅτι βασιλείαν ἀσάλευτον παραλαμβάνουσιν· οὐ γὰρ ἔστιν ἀποπεσεῖν τῶν δοθησομένων ἀγαθῶν· ἑδραιότατος γὰρ καὶ ἀκράδαντος ἡ τῶν ἁγίων ἐλπίς. Καὶ ὁ πάλαι δὲ νόμος, καίτοι σκιὰν ἔχων καὶ τύπους, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, τὸ ἀμετάστατον τῆς τῶν ἁγίων ἐλπίδος ὑπεδήλου πλαγίως· προσέταττε γὰρ ἐν Σαββάτῳ μηδένα τῆς ἑαυτοῦ προϊέναι σκηνῆς, ἐμφιλοχωρεῖν δὲ μᾶλλον αὐτῇ, καὶ εἴσω μένοντα τοῖς ἤδη πεπορισμένοις ἐντρυφᾷν· αἴνιγμα δὲ ἦν τοῦτο τοῦ, ὅτι ἐν ταῖς ἄνω μοναῖς διηνεκῶς ἀπομενοῦσιν οἱ ἅγιοι· ἐκεῖθεν γὰρ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰκότως οὖν ἄρα φασὶν οἱ τῆς εἰς Χριστὸν ἐλπίδος ἀπηρτημένοι, καὶ εἰς τὰς ἄνω γενέσθαι προσδοκῶντες μονὰς, ὅτι πάντως ἕψεται τὸ ἔλεος αὐτοῖς εἰς μακραίωνα χρόνον.
Τινὲς δὲ ἔλεος Θεοῦ αὐτὸν τὸν Χριστὸν ἐνόησαν, ὃς διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ διώκει, ἕως ἂν πάντας καταλάβῃ τοὺς σωθησομένους. Ἁπλῶς δὲ ἐπεὶ οὐ τοσοῦτον ἐξ ἔργων ἔστιν ἡμᾶς δικαιοῦσθαι, ὅσον ἐκ χάριτος καὶ ἐλέους Θεοῦ· διὰ τοῦτο οἱ πιστεύσαντες εἰκότως τὸ ἔλεος τοῦ Θεοῦ ἐπικαλοῦνται, καὶ ἐπὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ καταφεύγουσι.
ΨΑΛΜΟΣ ΚΓʹ. <Ψαλμὸς τῷ Δαβὶδ ὑπὲρ τῆς μιᾶς τῶν Σαββάτων.> (A f. 131) Ἐν μὲν τῷ προλαβόντι ψαλμῷ, οἱ ἐξ ἐθνῶν εἰσήγοντο χαίροντες καὶ οἷον μέγα φρονοῦντες, ὅτι ἐκλήθησαν παρὰ Χριστοῦ διὰ τῆς πίστεως, καὶ ὅτι μέτοχοι τῶν παρ᾽ αὐτοῦ χαρισμάτων γεγόνασιν· ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ πρόσωπον εἰσφέρεται μυσταγωγῶν ἁγίων, ἢ καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος, περιαγγέλλον, ὅτι σεσαγήνευται διὰ τῆς εἰς Χριστὸν πίστεως ἡ ὑπ᾽ οὐρανόν. Εἰδέναι δὲ χρὴ ὡς τὴν Δεσποτικὴν ἀνάστασιν προλέγει διὰ «τῆς μιᾶς Σαββάτων·» οὕτω γὰρ τὰ Εὐαγγέλια τὴν Κυριακὴν ὀνομάζουσι. Προφητεύει δὲ καὶ περὶ τῆς ἀντιλήψεως, καὶ μέντοι καὶ διδασκαλίαν εἰσφέρει, πῶς ἂν καὶ οἱ πιστεύσαντες ἄξιοι γένωνται τῶν ἐπουρανίων σκηνῶν. Ἀλλ᾽ ἴδωμεν τί τὸ μέγα καὶ ἱερὸν καὶ ἀξιάγαστον κήρυγμα. <Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.> (A f. 132) Τὸ δὲ, Ἡτοίμασεν, ἐπὶ ποταμῶν, τὸ διεκόσμησε δηλοῖ· ἔδει γὰρ ἅπαξ γενομένην τὴν γῆν, καὶ ταῖς ἀβύσσοις παραδόξως ἐπικρεμαμένην, πλήρη ποτίμων ὑδάτων γενέσθαι παρὰ Θεοῦ, ὥστε δύνασθαι τρέφειν τὰ ἐν αὐτῇ. Πνευματικῶς δὲ νοηθεῖεν ἂν οἱ ἀπόστολοι ποταμοὶ, οἵτινες νοητοῖς ῥεύμασι τὴν ὑπ᾽ οὐρανὸν [cod. αὐτὸν] ἐπικλύζουσι, καὶ τὸν ἐξ οὐρανοῦ καὶ ἄνωθεν λόγον τοῖς ἐπὶ τῆς γῆς διακομίζουσι.
Δυνατὸν δὲ ἀλληγορῆσαι οἰκουμένην μὲν τὴν Ἐκκλησίαν, θαλάσσας δὲ τοὺς πειρασμοὺς, καὶ ποταμοὺς τὰ γλυκέα τοῦ Πνεύματος χαρίσματα, καὶ εἰπεῖν ὅτι τὴν Ἐκκλησίαν, ἐν ᾗ κατοικεῖ ὁ Θεὸς, ταύτην ἐν τοῖς πειρασμοῖς μάλιστα συνεστήσατο ἐν τῇ πίστει, καὶ ἐθεμελίωσε, καὶ εὐτρεπῆ ἐποίησε δέξασθαι Πνεῦμα ἅγιον, ἀφ᾽ οὗ ὡς ἐκ πηγῆς ποταμοὶ τὰ ποικίλα χαρίσματα ῥέουσι. <Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ.> (A f. 132 b) Πρὸς τὴν ἐρώτησιν ἀποκρίνεται τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι ὁ μέλλων ἀναβῆναι εἰς τὸ νοητὸν ὄρος Κυρίου, ἄμωμος ἔστω καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἀθῶος μὲν χερσὶ, τουτέστιν ἀνεύθυνος ἐν τῇ πρακτικῇ· ἔργου γὰρ σημεῖον ἡ χείρ. Ἀμόλυντος δὲ τῇ καρδίᾳ, σύμφωνον ἔχων τῇ κατὰ τὸ ἐμφανὲς πρακτικῇ τὴν ἔσω καὶ εἰς νοῦν πνευματικὴν φαιδρότητα.
Τὸν γὰρ διὰ πάντων καθαρὸν, τοῦτον ἐπὶ τὸ τοῦ Θεοῦ ὄρος ὁ λόγος ἀνάγει, ὃς μήτε γνώσει, μήτε ἐννοίᾳ, μήτε ταῖς πράξεσιν εἰς τέλος κατεμίανε τὴν ψυχὴν, ἐμμείνας τοῖς κακοῖς. <Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός.> (A f. 134) Καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπότητος. Ἐντεῦθεν συνίεμεν, ὅτι οὐ πάσαις ἦν ταῖς ἄνω δυνάμεσι φανερὸν τὸ κατὰ Χριστὸν μυστήριον, πλὴν ἐκείναις αἵτινες πρὸς τὴν τοῦ πράγματος διακονίαν παρελήφθησαν, ὡς ὁ Γαβριὴλ καὶ οἱ ἐν τῇ γεννήσει λέγοντες· «Δόξα ἐν ὑψίστοις Θεῷ·» ἐλειτούργουν γὰρ καὶ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Μονογενεῖ, ἐπειδὴ δὲ συμπεπερασμένης τῆς οἰκονομίας ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα μετὰ τῆς ἑνωθείσης σαρκὸς αὐτῷ, κατεπλήττοντο τὸ τοῦ πράγματος ξένον αἱ λογικαὶ δυνάμεις, μηδέ ποτε ἑωρακυῖαι τοῦτο τὸ θέαμα. Ἐπεὶ δὲ καὶ τοῦ Πνεύματος ἤκουον λέγοντος, «Ἄρατε πύλας, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης,» τάχα που διελογίζοντο, τίς οὗτος εἴη καὶ ποταπὸς, ἄνθρωπος μὲν ὁρώμενος τό γε ἧκον εἰς τὴν τῆς σαρκὸς φύσιν, βασιλεὺς δὲ τῆς δόξης εἶναι λεγόμενος. Τί οὖν τὸ Πνεῦμα πρὸς αὐτάς;
Ἐνδυάζετε, φησὶ, καὶ τίς οὗτος, βούλεσθε μαθεῖν; Ἀκούετε τοίνυν, ὅτι οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.
ΨΑΛΜΟΣ ΚΔʹ. <Ψαλμὸς τῷ Δαβίδ.> (A f. 135) Εἰσηγεῖται δὲ καὶ παραίνεσιν πᾶσιν ἀνθρώποις ὠφέλιμον· ἁρμόζει δὲ μάλιστα ὁ προκείμενος ψαλμὸς τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ πολλὴν ἀκολουθίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ. Ἐν μὲν γὰρ ἐκείνῳ κλῆσις ἦν ἐθνῶν καὶ μυσταγωγία, διὰ τοῦ ἁγίου Πνεύματος διδάσκουσα τίσιν ἄρα γένοιτο βάσιμος ἡ ἄνω πόλις, ὅτι τοῖς ἀθώοις χερσὶ καὶ καθαροῖς τῇ καρδίᾳ, καὶ ὅτι Χριστὸς ὁδοποιήσει τῇ ἀνθρώπου φύσει τὴν εἰς τὸ ἄνω βάδισιν, πρόδρομος ὑπὲρ ἡμῶν εἰς οὐρανοὺς ἀναβάς· ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ, τὸ τῶν κεκλημένων εἰσφέρεται πρόσωπον, ἤγουν ἁπάντων τῶν συνειλεγμένων ἐν πίστει πρὸς ἐνότητα πνευματικήν. Καὶ ἀπευθύνεσθαι ζητεῖ παρὰ τοῦ καλέσαντος Θεοῦ πρὸς τὴν τοῦ χρησίμου τε καὶ ἀναγκαίου θήραν, καὶ καθυπισχνεῖται τὸ γνήσιον. Ἄκουε γὰρ οἷα, μετὰ τὸ ἐπιστρέψαι ἐκ πλάνης, χορὸς εἷς οἱ πάντες γενόμενοι λέγουσι. <Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου [δίδαξόν με].> (A f. 135 b) «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.» Οἱ γὰρ πάλαι τὰς τοῦ διαβόλου τρέχοντες ὁδοὺς, νῦν τὰς ὁδοὺς τοῦ Κυρίου περιεργάζοντες, τουτέστι τὰ εὐαγγελικὰ θεσπίσματα, καὶ τοὺς τρόπους τῆς ἁγιοπρεποῦς πολιτείας· αὗται γάρ εἰσιν αἱ τρίβοι τοῦ Κυρίου.
Καὶ ὁ μὲν νόμος σκιὰν ἔχει καὶ μόρφωσιν τῆς ἀληθείας· τὸ δὲ Εὐαγγέλιον, αὐτή ἐστιν ἡ ἀλήθεια, εἰς ἣν ὁδηγεῖσθαι παρακαλοῦσιν ὑπὸ Θεοῦ.
Καὶ ὁ Χριστὸς δὲ ἀλήθειά ἐστι, καὶ φέρει ἐπ᾽ αὐτὸν ὁ Πατὴρ τοὺς ἐπιζητοῦντας αὐτὸν διὰ πίστεως. Οὕτω γάρ που πρὸς Ἰουδαίους φησίν· Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Τάχα δὲ καὶ ἡ τοῦ νόμου παιδαγωγία, ὁδὸς καὶ τρίβος τοῦ Κυρίου λέγεται ἄγουσα ἐπὶ τὴν ἀλήθειαν, τουτέστιν ἐπὶ τὸν Χριστόν· περὶ αὐτοῦ γὰρ ἔγραψεν ὁ Μωσῆς· Γνώρισον οὖν μοι τὰς ἐν τῷ νόμῳ σκιὰς, αἵτινες εἰκονίζουσι τὴν ἀλήθειαν. Παρακαλεῖ δὲ καὶ ὁ Δαβὶδ μαθεῖν τὰς ὁδοὺς τοῦ Θεοῦ, τουτέστι τὰς οἰκονομίας καὶ τὰς διοικήσεις καθ᾽ ἂς ἄγει τὰ πάντα· καὶ ὁδηγηθῆναι εἰς αὐτὴν τὴν ἀλήθειαν εὔχεται, ἵνα μὴ τὸ ψεῦδος ἀντ᾽ αὐτῆς λαθὼν προτιμήσῃ. <Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς.> (A f. 136 b) Ἤκουσαν γὰρ οἱ ἐξ ἐθνῶν κληθέντες λέγοντος τοῦ Κυρίου· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς·» καὶ διὰ τοῦτο προσέρχονται ὁμολογοῦντες ὅτι νεότητος ἔχουσιν ἁμαρτήματα, εἴτε σωματικῆς, εἴτε νοητῆς, τουτέστιν ἀφροσύνης· πᾶσα γὰρ ἁμαρτία ἐξ ἀφροσύνης· κἄν τις γηραιὸς ὢν ἁμαρτάνῃ, αὐτὸ τοῦτο νεωτερικὸν ποιεῖ καὶ ἀφρονέστατον ὅτι ἁμαρτάνει· διὸ καὶ νέος ὁ τοιοῦτος λέγεται, ὡς ἐκεῖνος ὁ ἐν Εὐαγγελίοις ἄσωτος· νεώτερος γὰρ υἱὸς κἀκεῖνος ὠνόμασται. Ἐπιλήσθητι οὖν, φασὶν, ὦ Δέσποτα, ὧν ἡμάρτομεν ἐν τῷ τῆς εἰδωλολατρείας καιρῷ, ὃς ἀφροσύνη σαφὴς ἦν.
Καὶ ὑπευθύνους ὄντας κολάσει καὶ δίκῃ διὰ τὰ πολλὰ ἡμῶν πταίσματα, τῆς παρὰ σοὶ μνήμης ἡμᾶς ἀξίωσον· οὐ διὰ τὰ ἔργα ἡμῶν, διὰ ταῦτα γὰρ δικαίως ἂν ἐκολάσθημεν, ἀλλὰ διὰ μόνην τὴν σὴν χρηστότητα καὶ τὸ σοὶ πρέπον, ὅτι ἐλεεῖς τοὺς ὑποπίπτοντας, καὶ τὴν παρὰ σοῦ ζητοῦντας φιλανθρωπίαν. Σὺ γὰρ ἔφης· «Οὐ δι᾽ ὑμᾶς ἐγὼ ποιῶ, ἀλλ᾽ ἢ διὰ τὸ ὄνομά μου.» Ὅρα δὲ ὅτι ἁλισκόμεθα πλημμελοῦντες, ἤτοι διὰ τὸ τὸν θεῖον οὐκ εἰδέναι νόμον, ἢ διὰ τὸ ἀνεθελήτως ἐκβεβιάσθαι εἰς τὰ μὴ δοκοῦντα Θεῷ. Ταύτῃτοι καὶ Δαβὶδ ἡμῖν ἐφώνει· «Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς.» Ὁ δὲ Ἰὼβ, ὡς ἀγαθὸν ὄντα τὸν Θεὸν, καὶ τῆς ἡμετέρας φύσεως οὐκ ἀγνοήσαντα τὴν ἀσθένειαν, μονονουχὶ καὶ αἰτιᾶται, μέλλοντα καὶ ἀναδυόμενον περὶ τὸ ἀνεῖναι αὐτῷ τὰς ἁμαρτίας· οὕτω τέ φησιν· «Ἵνα τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου;» <Πᾶσαι αἱ ὁδοὶ Κυρίου, ἔλεος καὶ ἀλήθεια.> (A f. 137) Οἱ μὲν πιστεύοντες καὶ τὰ κεκρυμμένα συνιέναι δύνανται, κατὰ τὸ, «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν.» Περὶ δὲ τῶν μὴ πιστευόντων εἴρηται· «Ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε·» οὕτως ἀδίδακτοι οἱ Ἰουδαῖοι ἀπέμειναν. Κάλυμμα γοῦν κεῖσθαι ἐπὶ τὴν καρδίαν αὐτῶν φησιν ὁ ἱερώτατος Παῦλος, ἡνίκα ἀναγινώσκεται Μωσῆς.
Οἱ τοίνυν ἐξ ἐθνῶν κεκλημένοι διὰ τῆς πίστεως, ὡς ἤδη σοφισθέντες διὰ τῆς τοῦ Πνεύματος ἐλλάμψεως, καὶ τὰ εὐαγγελικὰ συνιέντες θεσπίσματα, φασὶν ὅτι πᾶσαι αἱ ὁδοὶ Κυρίου, ἔλεός εἰσι καὶ ἀλήθεια· οὐ κατὰ τὸν Μωσέως νόμον, ἀποτομία καὶ σκιά. Οὔτε γὰρ ἔλεος ἦν τοῖς τὰς Μωσέως παραβαίνουσιν ἐντολάς· ἀπέθνησκον γὰρ ἄνευ οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν.
Οὔτε μὴν ἦσαν ἀλήθεια τὰ νομικά· σκιὰ γὰρ καὶ τύπος ὁ νόμος ἦν. Οὐκοῦν οἱ ἐξ ἐθνῶν, ἀντιδιαστέλλοντες ὥσπερ τῷ νόμῳ τὰ διὰ Χριστοῦ, αὐτοῦ τὰς ὁδοὺς ἔλεος εἶναί φασι καὶ ἀλήθειαν· πῶς γὰρ οὐκ ἔλεος, εἰ καλοῦσι πρὸς ἄφεσιν ἁμαρτιῶν αἱ τοῦ Χριστοῦ ἐντολαὶ, καὶ λύτρωσιν ἔχουσι τῶν τετυραννημένων ὑπό τε τῆς ἁμαρτίας καὶ τοῦ Σατανᾶ;
Ἀληθείᾳ δὲ λατρεύουσιν οἱ εἰς Χριστὸν πιστεύσαντες, οὐ κατὰ τὰς ἐν νόμῳ θυσίας τὰς δι᾽ αἱμάτων καὶ καπνοῦ προσάγοντες· τελοῦντες δὲ μᾶλλον τὴν πνευματικὴν καὶ εὐάρεστον τῷ Θεῷ πολιτείαν, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν προσκομίζοντες εὐοσμίαν.
Ἀλλὰ τίσιν ἂν γένοιντο αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, διατρανοῦσι λέγοντες, ὅτι τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ, τουτέστι τοῖς ἀντεχομένοις αὐτοῦ, καὶ ἀγαπᾷν αὐτὸν ᾑρημένοις, διὰ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, οὐ μὴν τοῖς ἀπειθοῦσι καὶ τὰς παρὰ Χριστοῦ δοθείσας ἀποσειομένοις ἐντολάς· ἀλλ᾽ οὐδὲ τοῖς παθοῦσι τοιοῦτον, ὁποῖον Γαλάται πρὸς τὰς τοῦ νόμου σκιὰς, ἀνόπιν ἰόντες μετὰ τὴν πίστιν. Πρὸς οὓς γράφει Παῦλος· «Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.» Καὶ πάλιν· «Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ· οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε τοῖς τοιούτοις.» Οὐκ ἃν εἶεν αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, οὐδὲ γένοιτο ἐντεῦθεν ὄνησις. <Ὅτι ὑπέμεινά σε, Κύριε.> (Cod. M f. 38 b) Ἀντὶ τοῦ, Προσεδόκησα, βοηθὸν ἔσεσθαί μοι δηλαδή. Δέχεται γὰρ οὕτω τὴν λέξιν ἡ θεία Γραφή.
ΨΑΛΜΟΣ ΚΕʹ. <Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην.> (A f. 141) Τὸ μέν τοι ἐνταῦθα εἰσφερόμενον πρόσωπον, κρίνεσθαι ζητεῖ, οὐκ ἐπί γε τοῖς πεπλημμελημένοις. Οὐ γὰρ εἰκὸς, ἄνθρωπον ὄντα καὶ πολλὴν ἀῤῥωστοῦντα τὴν εἰς τὸ πλημμελεῖν ἀσθένειαν, καὶ ὀλισθημάτων οὐκ ἐλεύθερον παντελῶς, ἐκ παῤῥησίας εἰπεῖν τὸ, «Κρῖνόν με, Κύριε.» Οὐ τοίνυν ἐπὶ τοῖς πλημμελήμασι κριθῆναι ἀξιοῖ, ἀλλ᾽ ἐπὶ μόνῳ τῷ κατὰ μηδένα τρόπον Ἰουδαίοις συμφρονῆσαι δεδυσσεβηκόσι κατὰ Χριστοῦ. Ἅτε γὰρ ἀγαθῷ συνειδότι μαρτυρούμενος, ὅτι καὶ γνήσιον ἔχει τὸ φρόνημα, καὶ τῆς Ἰουδαίων σκαιότητος εἰς ἅπαν ἀπηλλαγμένον, φησί· Κρῖνόν με, Κύριε· πεπόρευμαι γὰρ ἐν ἀκακίᾳ· ἀκακίαν λέγων τὸ μὴ μετασχεῖν τῆς φαυλότητος καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων. Δεῖ γὰρ τοὺς πιστεύοντας εἰς Χριστὸν, μὴ πονηροὺς εἶναι ζητητὰς, ὁποῖοι ἦσαν οἱ λέγοντες περὶ Χριστοῦ· Πόθεν τούτῳ τὰ σημεῖα καὶ ἡ σοφία αὕτη; καὶ πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἢ καὶ, «Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» Ἀλλ᾽ οὗτος ἐν ἁπλῇ τῇ πίστει τὸν ἐπ᾽ αὐτῷ παραδεξάμενος λόγον, Ἐν ἀκακίᾳ πεπόρευμαι, φησίν. Οὕτω καὶ γέγραπται· «Φρονήσατε περὶ τοῦ Κυρίου ἀληθῆ, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν.» Ἐμφανῆ γὰρ τοῖς τοιούτοις ἑαυτὸν καθίστησιν, ὡς τῷ ἐκ γεννητῆς τυφλῷ.
Οὐκοῦν τὸ ἐν ἀκακίᾳ καὶ ἁπλότητι καρδίας πιστεύειν αὐτῷ, τοῦ παντὸς ἂν εἴη πρόξενον ἀγαθοῦ. <Ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω> (C f. 50) Οὐ κατοκνήσω, οὐ περιπατήσομαι· βεβαίαν δὲ ἕξω τὴν αἴτησιν, εἰς σὲ τὰς ἐλπίδας ἀπογραψάμενος· ἔχω γὰρ σὲ τὸν δυναμοῦντά με. Ὁ μὲν ἐφ᾽ ἑαυτῷ ἢ ἄλλῳ τινὶ ἔχων τὰς ἐλπίδας, ἀσθενήσεται ἄν· ὁ δὲ ἐπὶ τῷ Κυρίῳ, οὐδὲν σαλευθείη. Εἰ ἐτάσεις, φησὶ, τῆς ψυχῆς μου τὰ πάθη, ἐπὶ τῷ σῷ εὑρήσεις ἐλέει μόνῳ πάντα με τῆς διανοίας πόνον ἔχοντα· τοῦτο δὲ ποιῶν, εὐάρεστος ἔσομαι παρὰ σοὶ, τὴν σὴν ἀγαπήσας ἀλήθειαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.