Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς

Κύριλλος Ἀλεξανδρείας

Προοίμιον και ερμηνεία στους Ψαλμούς Α΄ έως Ε΄

Εισαγωγή στον σκοπό της συγγραφής και ερμηνευτικός σχολιασμός των πρώτων πέντε ψαλμών, με αναφορές στη θεία δικαιοσύνη, την προσευχή και τη λύτρωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 23

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. ΠΡΟΟΙΜΙΟΝ. Ἱεροὶ μὲν λόγοι καὶ θείων ἄθροισις μαθημάτων, εὐκλεᾶ τοῖς εἰρηκόσιν περιποιοῦσι τὴν ὄνησιν· «Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.» Χρῆναι δὲ οἶμαι πονεῖν, καὶ μάλα προθύμως, ἔν γε δὴ τοῖς οὕτως ὀνησιφόροις, ὄκνου τε εἶναι καὶ ῥᾳθυμίας κρείττονα τῶν ἀξιαγάστων ἐρῶντα πραγμάτων· οὐ γὰρ τοῖς εἰωθόσιν ἀναπίπτειν εἰς ῥᾳθυμίαν, ἁλώσιμα γένοιτ᾽ ἂν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ τοῖς ἱδροῦν ἐθέλουσιν περὶ αὐτῶν. Ἔνθεν τοι κἀγὼ παρατέθηγμαι καὶ νῦν ἐπί γε τὸ δεῖν ὀλίγα ἄττα κατὰ δύναμιν καὶ εἰς τὴν τῶν ψαλμῶν ἀφηγήσασθαι βίβλον. Σφόδρα γὰρ αὐτῇ ἐν Ἐκκλησίᾳ Κυρίου ταῦτα ψάλλουσιν εἰς ὑπακοὴν τοῦ λαοῦ· δύνανται δὲ οἱ περὶ τὸν Ἀσὰφ προφῆται δείκνυσθαι καὶ ἀρχηγοὶ καὶ διδάσκαλοι κατασταθέντες ὑπὸ τοῦ Δαβὶδ εἰς τοὺς λαοὺς εἰς τὸ αἰνεῖν τὸν Κύριον καὶ ἐξομολογεῖσθαι αὐτῷ. Καὶ ταῦτα μὲν οὕτως ἡμῖν εἴρηται. Περὶ δὲ τῶν λοιπῶν τῶν εὑρισκομένων, εἰ τύχοι, διαψάλματος, ἢ ὀβέλου, ἢ λημνίσκου, ἤ τινος ἑτέρου μνήμην ἑκάστου ψαλμοῦ, τῇ τοῦ Κυρίου χάριτι ὁδηγούμενος καὶ συμβιβαζόμενος τῇ ἐκείνου δυνάμει, λέξω καὶ πάλιν.

Καὶ περὶ αὐτῶν δὲ τῶν προλεχθέντων ἐν τοῖς ἑξῆς πλατύτερον τὸν λόγον διηγήσομαι τῇ τοῦ Κυρίου χάριτι.

ΨΑΛΜΟΣ Αʹ. <Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται> (Cod. B. f. 3 b.) Πρὸ μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἦν οὐκ ἄτραχυ τοῖς ἐπὶ τῆς γῆς τὸ δύνασθαι κατευμεγεθεῖν τῆς ἐκτόπου φιληδονίας, καὶ ὑπερφέρεσθαι κοσμικῶν ἐπιθυμιῶν. Ἐπειδὴ δὲ ἐπέφανεν ἡμῖν Θεὸς ὢν ὁ Κύριος, λεία καὶ ὁμαλὴ καὶ οὐδὲν ἔχουσα τὸ ἄναντες ἢ τραχὺ γέγονεν ἡ εἰς ἀρετὴν ἡμᾶς ἀποφέρουσα τρίβος. <Οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει.> (A f. 10 b, B f. 4, E f. 1 b.) Ἕπεται δέ τις αὐτοῖς ἔσθ᾽ ὅτε καὶ οἰκτιρμὸς, ὡς μὴ ταῖς ἴσαις τοῖς ἀσεβέσιν κολάσεσι περιπεσεῖν. —Ἀναστήσονται δὲ καὶ οἱ ἁμαρτωλοὶ, ἀλλ᾽ οὐκ ἔσονται ἐν τῇ βουλῇ καὶ τῷ τάγματι τῶν δικαίων· βουλὴν δὲ δικαίων φησὶν οἷον τὴν τάξιν καὶ τὸ ἀξίωμα. Εἰ γὰρ καὶ εἶέν τινες τῶν ἡμαρτηκότων ἐλέους [B. E. addunt ἢ συγγνώμης] ἄξιοι, ἀλλ᾽ οὐκ ἂν τοῖς τῶν ἁγίων ἐναριθμηθεῖεν χοροῖς· ἕτερος γὰρ ἐκείνων κλῆρος, καὶ ἀνεστηκότα τὰ αὐχήματα, περίοπτός τε ἡ χάρις, καὶ ἀτελεύτητος ἡ τρυφή. Τετρυγήκασι γὰρ καρπὸν ἀνδραγαθημάτων, καὶ τῆς εἰς πᾶν ἀγαθὸν εὐανδρίας καταπλουτοῦσι τὰς ἀμοιβάς. Σὺ δὲ σημείωσαι ὅτι πρῶτος Δαβὶδ ἀνάστασιν καὶ κρίσιν καὶ ἐπαγγελίαν ζωῆς μελλούσης σαφῶς ἐδίδαξε, Μωσέως μηδὲν παραδεδωκότος.

ΨΑΛΜΟΣ Βʹ. <Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;> (A f. 12.) Καὶ ἐνταῦθα δὲ σαφέστερον τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶδες ἐν λογισμοῖς, μονονουχὶ καταιτιᾶται λέγων· «Ἵνα τί ἐφρύαξαν ἔθνη; —Καὶ ἑτέρως δὲ μάτην ἐμελέτησαν τὰ τῶν προφητῶν βιβλία, τὸν ὑπ᾽ αὐτῶν κηρυττόμενον Σωτῆρα τοῦ γένους μὴ παραδεξάμενοι. <Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ.> (B f. 6, 7, E f. 4, K f. 27.) Ἀνενδεὴς δὲ κατὰ φύσιν ὑπάρχων, ὅσα λέγεται λαμβάνειν, ἵνα ἡμεῖς μετάσχωμεν, εἴληφεν. —Κεχειροτόνημαι, φησὶν, εἰς βασιλέα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὥστε διαγγέλλειν τὸ πρόσταγμα αὐτοῦ, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐν Σιών. Καὶ τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Χριστός· »Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Ἐπειδὴ γὰρ αὐτοῖς τῆς ἐπαγγελείας ὠφείλετο χάρις, αὐτοῖς καὶ πρώτοις τὸ τῆς εὐαγγελικῆς ἀφηγήσεως ἐχαρίζετο λόγον, καὶ τὴν διὰ πίστεως τῆς εἰς αὐτὸν δικαίωσιν. <Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε.> (A f. 13 b.) Οἶδεν οὖν ὁ Δαβὶδ τὸν Χριστὸν καὶ προαιώνιον ἔχοντα τὸν τῆς θεότητος θρόνον, διὰ τὴν ἐκ Πατρὸς ἀπόῤῥητον γέννησιν· «Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα.» Οἶδεν αὐτὸν καὶ βασιλείαν δεχόμενον ἀνθρωπίνως ἐν χρόνῳ, διὰ τὸ τῆς οἰκονομίας νεώτερον.

Καὶ πάλιν τὴν προαιώνιον αὐτοῦ δηλοῖ γέννησιν εἰπών· «Υἱός μου εἶ σύ.» Ἦν γὰρ ἀεὶ Υἱός. Καὶ τὴν κατὰ σάρκα δὲ αὖθις δεικνύει ἐπενεγκών· «Ἐγὼ σήμερον γεγέννηκά σε·» τὸ γὰρ σήμερον, χρόνου ἐστίν. Ἐχαρίσατο δὲ αὐτῷ ὁ Θεὸς ὡς ἀνθρώπῳ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ τῆς υἱότητος δηλαδή. (I f. 8.) Τὸ σήμερον, καιροῦ τοῦ ἐνεστηκότος, καθ᾽ ὃν καὶ γέγονε σὰρξ, ποιεῖται τὴν δήλωσιν, ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος· μεμαρτύρηκεν γὰρ Ἰωάννης περὶ αὐτοῦ, ὅτι εἰς τὰ ἴδια ἦλθεν, ἴδια λέγων αὐτοῦ τὸν κόσμον. Ὡς εἰς δόξαν συνήθη τὴν τῆς βασιλείας καλούμενος, ἔφασκεν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ,» δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Ἠνέσχετο δὲ τῶν τοιούτων, ἵν᾽ ὡς ἄνθρωπος υἱοποιηθεὶς, καίτοι κατὰ φύσιν ὑπάρχων Υἱὸς, ὁδοποιήσῃ δι᾽ αὐτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μέθεξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννουμένους.

Ὥσπερ γὰρ οἷά τινα κλῆρον, ἐκ πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διῆκον γένος τὰς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά. Δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὲ πάντως ὁ Μονογενής· πλήρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεός· δεῖται δὲ ὅλως οὐδενός· καταπλουτίζει δὲ μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν. <Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη.> (A f. 13 b. B f. 8. K f. 27 b.) Ἑνὸς ἔθνους παροιστρήσαντος τοῦ ἐξ Ἰσραὴλ, καὶ διὰ τοῦτο ἀποβληθέντος, πάντα τὰ ἔθνη δίδοται τῷ Χριστῷ πιστεύσαντα εἰς αὐτόν. Αὐτὸς γὰρ ἡ τῶν ἐθνῶν προσδοκὴ, καὶ ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ ἀντὶ μιᾶς γῆς τῆς τῶν Ἰουδαίων, τὰ τῆς οἰκουμένης πέρατα [A. πληρώματα] ᾠκειώσατο. <Καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.> (C f. 4.) Τέθειται γὰρ ὡς ἄνθρωπος κληρονόμος πάντων, ἵνα λοιπὸν ὡς ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ γῆς διηρπασμένους ὑπὸ τῶν ἀντικειμένων δυνάμεων.

Οὗ δὴ πρὸς πέρας ἀχθέντος, ἔφη πρὸς τὸν Πατέρα ὁ Υἱός· «Οὓς δέδωκάς μοι, ἐκ σοῦ ἦσαν, κἀμοὶ αὐτοὺς δέδωκας.» Εἰ δὲ τοῦ Πατρὸς ἦσαν, καὶ τοῦ συμβασιλεύοντος αὐτῷ κατὰ φύσιν Λόγου, εἰς τὸν ὑπάρχοντα αὐτοῦ πλοῦτον ἄνεισιν καὶ μετὰ σαρκός. Τοιγαροῦν ἔφασκε· «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Οὐκοῦν ἂν εἰ λέγοιτο λαβεῖν καὶ τεθεῖσθαι κληρονόμος, διὰ τὸ ἀνθρώπινον λέγεται. Γέγονε γὰρ ἄνθρωπος ἵνα κηρύξῃ αἰχμαλώτοις ἄφεσιν τοῖς ἀποσκιρτήσασι τοῦ Θεοῦ· ἀλλ᾽ ἔμεινεν οὐδὲν ἧττον Θεὸς, καίτοι πτωχεύσας καθ᾽ ὃ γέγονεν ἄνθρωπος. Διὸ καὶ πρὸς τοὺς Ἑβραίους ἔφασκε Παῦλος· «Δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.» (C f. 4, D f. 39.) Οὐκ ἐν χρείᾳ δόξης ἢ ἑτέρου τινὸς καθεστηκὼς ὁ Υἱὸς, ὃς Λόγος ἐστὶν, αἰτεῖν παρὰ τοῦ Πατρὸς ἢ καὶ λαμβάνειν λέγεται· οἰκονομικῶς δὲ τοῦτο ποιεῖ. Δέχεται μὲν γὰρ ἀνθρωπίνως διὰ τὸ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιώσεως· ἔστι δὲ πλήρης ὡς Θεός. Καὶ μετ᾽ ὀλίγα· Αἰτεῖ τοίνυν καὶ δέχεται παρὰ τοῦ Πατρὸς δι᾽ ἡμᾶς, ἅπερ ἔχει μὲν φυσικῶς ὡς Θεός. Ἐπειδὴ σάρκα τοῦ δοξάζεσθαι χρῄζουσαν ἀνέλαβεν, καὶ οὐχ ἑτέρου τινὸς, ἀλλ᾽ αὐτοῦ γέγονεν, εἰκότως ἰδιοποιεῖται τὰ εἰς αὐτὴν ἢ περὶ αὐτὴν γινόμενα· καὶ ὡς ἄνθρωπος μὴ ἔχων, δέχεται παρὰ τοῦ Πατρὸς ἅπερ ἔχει φυσικῶς ὡς Υἱὸς καὶ Θεός. <Καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.> (K f. 27 b.)

Τοῦτο δείκνυσιν, ὅτι οὔτε ἐπὶ τοῦ Ζοροβάβελ, ὡς Ἰουδαῖοί φασιν, ἔχει λόγον· ποῖα γὰρ ἔλαβεν, ἢ ποίαν κατάσχεσιν περάτων γῆς; ἐπὶ δὲ τοῦ Κυρίου τοῦ πάντα τὸν κόσμον ὑπαγομένου εἰς τὴν ἑαυτοῦ δεσποτείαν. <Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.> (A f. 14.) Ἕως μὲν γὰρ ἐλπίδα εἶχον ἀναπλάσεως, πηλὸς ἤκουον· «Μὴ γὰρ, φησὶ, καθὼς ὁ κεραμεὺς οὐ δυνήσομαι ὑμᾶς ἀναπλάσαι, οἶκος Ἰσραήλ;» Ὅτε δὲ ἐξοπτηθέντες πρὸς τὸ κακὸν γεγόνασιν ὄστρακα, συντριβὴν αὐτοῖς ἀπειλεῖ ἀδιόρθωτον. Ποιμαίνει δὲ καὶ τὰ ἔθνη Χριστὸς ὡς ἐν ῥάβδῳ τῷ σταυρῷ, καὶ τῇ ἀῤῥαγεῖ καὶ ἰσχυρᾷ αὐτοῦ βασιλείᾳ. Ἡ γὰρ ῥάβδος καὶ βασιλείας ἐστὶ σύμβολον, ὡς τὸ, «Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Καὶ συντρίβει ταῦτα οὐχ ὥστε ἀπολέσαι καὶ ἀναλῶσαι, ἀλλ᾽ ὥστε ἀναπλάσαι.

Πρὸς τοῦτο γὰρ σκοπὸς τῷ κεραμεῖ συντρίβειν τὰ οἰκεῖα σκεύη, ὅταν μὴ ἀκέραιον σώζῃ τὴν διάπλασιν οὐδέπω πυρὶ προσωμιληκότα. <Δράξασθε παιδείας.> (C f. 5.) Τὸ Δράξασθε, τὸ Ἐν τάχει ἀποδοτέον, καθ᾽ ὑπέρβατον εἰρημένον. Δράξασθε παιδείας ἐν τάχει, καὶ ἔτι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀλλοτριώσῃ ὑμᾶς τῆς χαρᾶς τῶν δικαίων. Ἀπρὶξ ἡμᾶς ἔχεσθαι τῆς τοῦ Κυρίου διδασκαλίας βουλόμενος, εἰκότως τῇ τοῦ δράξασθαι φωνῇ κέχρηται.

ΨΑΛΜΟΣ Γʹ. <Κύριε, τί ἐπληθύνθησαν;> (A f. 16 b, B f 11, D f. 59 b.) Φησὶ γοῦν· «Τί ἐπληθύνθησαν;» τὸ τί ἀντὶ τοῦ σφόδρα λέγων. Καταπλήττεται γὰρ ἀναριθμήτους ὁρῶν τοὺς ἀρτύοντας αὐτῷ τὰς ἐπιβουλάς· καὶ δέδιε μὲν ὡς ἄνθρωπος, πλὴν οὐχ ἡττᾶται τοῖς δείμασιν, ἀλλ᾽ ἐῤῥωμένην ἔχων ἐπὶ Θεῷ τὴν καρδίαν, προσδοκᾷ ὅτι τῶν ἐπιβουλευόντων περιγενήσεται. Ἔθλιβον δὲ τὸν Δαβὶδ πληθυνόμενοι οἱ προστιθέμενοι τῷ Ἀβεσσαλὼμ διακόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ, ὅτε αὐτῷ καὶ Ἀχιτόφελ καὶ Θεκὼν προσετέθησαν, καὶ σύστρεμμα ἰσχυρὸν καὶ λαὸς πολὺς σὺν αὐτῷ. Οὗτοι γὰρ πάντες ἔθλιβον τὸν Δαβίδ· ἐν οἷς καὶ ὁ Σεμεεὶ, ὃς ἐκπορευομένῳ κατηρᾶτο τῷ Δαβίδ. <Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ.> (A f. 17 b.) Τὴν γενομένην ἐκ τῆς τῶν ἐχθρῶν ἐπαναστάσεως αὐτῷ συνοχήν τε καὶ ἀμηχανίαν προειπὼν ὁ Δαβὶδ, νῦν διαστέλλει τὸ μέλος τῷ διαψάλματι, καὶ τῷ κατὰ τὸ ἀπόῤῥητον αὐτῷ ἐνηχήσαντι ἐπιθαρσήσας, τὴν σωτήριον ταύτην φωνὴν φθέγγεται· «Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ.» Ἐκεῖνοι μὲν, φησὶν, ὅπλα κινοῦσι, καὶ περιέσεσθαί μου προσδοκῶσι, διὰ τὸ τῆς σῆς γεγυμνῶσθαί με χάριτος· ἐγὼ δὲ οἶδα τὸν ἐμαυτοῦ Σωτῆρα καὶ Λυτρωτήν.

Οὐκ ἐπὶ τόξῳ ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· ἀλλὰ τεῖχος ἄῤῥηκτον ἐμοὶ καὶ δορυφόρων πλῆθος οὐκ εὐκαταγώνιστον τὸ σὸν εὐμενὲς, ὦ Δέσποτα, καὶ ἡ παρὰ σοῦ ἀντίληψις· δεηθήσομαι δὲ οὐδενὸς, τῆς σῆς ἡμερότητος ἐμοὶ καὶ δόξαν νεμούσης, καὶ τὴν ἐμὴν ὑψούσης κεφαλὴν, τουτέστιν ἐν περιφανείᾳ τιθείσης, καὶ οἷον ἐπέκεινα τῶν ἐχθρῶν. Ἢ κεφαλὴν τὴν ἀρχὴν λέγει τὴν ἑαυτοῦ, ἣν πρὸς βραχὺ ταπεινωθεῖσαν, πάλιν ὑψωθεῖσαν ἀνέλαβεν. Εἴποι δ᾽ ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος, ὅτι Σὺ ἀντιλήπτωρ μου εἶ, καὶ οὐκ ἐγκαταλιμπάνων τὴν ψυχήν μου εἰς ᾅδην, καὶ δόξα μου, εἰπών· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω,» καὶ τὴν ἐμὴν κεφαλὴν τὴν θεότητα ὕψωσας, τουτέστι διὰ τῶν θεοσημειῶν φανερὰν ἐποίησας. Τὰ γὰρ ἐπὶ τῷ σταυρῷ θαύματα, τῆς τοῦ Μονογενοῦς θεότητος σαφὴς ὄντως ἀπόδειξις. Ὑψοῖ δὲ καὶ ἡμῶν τὴν κεφαλὴν ὁ Θεὸς, ἤγουν τὸν νοῦν καὶ τὸ ἡγεμονικὸν, ὅταν ἄνω βλέπωμεν, πᾶν σωματικὸν ὑπερκύπτοντες. <Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, κ.τ.λ.> (A f. 18) Τὰ οἰκεῖα πάθη διηγούμενος ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰ συμπίπτοντα γενναίως, διὰ τοῦ καθ᾽ ἑαυτὸν ὑποδείγματος διδασκαλίαν ἡμῖν ἐναργεστάτην τῆς ὑπομονῆς καταλιμπάνει, καὶ διδάσκει ὡς ἐν ταῖς περιστάσεσιν οὐκ ἄλλῳ ἢ Θεῷ προσιέναι δεῖ, καὶ ὅτι ὁ καρπὸς τῆς τοιαύτης προσόδου, τὸ εἰσακούεσθαι.

Νῦν μέν τοι ἀποστρέφει τὸ πρόσωπον πρὸς ἡμᾶς, καὶ διηγεῖται πῶς εὐξάμενος ἐπηκούσθη, καί φησι· «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.» <Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα.> (A f. 18, B f. 12 b, D f. 40.) Ὕπνον ἐνταῦθα τὸν περὶ τὸν νοῦν φησι, δι᾽ οὗ καὶ εἰς τὴν ἁμαρτίαν κατέπεσε. [Codd. B. D. Ὁμολογεῖ τὸ πλημμέλημα, καὶ ὕπνου τοῦ κατὰ νοῦν συμβάντος ἔγκλημα ποιεῖται τὸ γεγονός. Νοῦ μὲν γάρ, etc.] Νοῦ μὲν γὰρ ἐγρηγορότος ἔργον ἂν γένοιτο καὶ σπουδὴ τὸ παραιτεῖσθαι τὸ φαῦλον, καὶ ἀποφοιτᾷν ἐπείγεσθαι τοῦ πεφυκότος ἀδικεῖν· ῥέγχοντος δὲ καὶ ἠῤῥωστηκότος τὸ ῥᾴθυμον, τὸ ἡττᾶσθαι παθῶν καὶ τοῦτο σαρκικῶν. Οὐκοῦν ἐν ταυτῷ καὶ τῆς ἁμαρτίας ποιεῖται τὴν μνήμην, καὶ ᾠδὴν ἀναφέρει χαριστήριον τῷ Θεῷ, λέγων· Ἐγὼ μὲν ὕπνωσα τῇ ῥᾳθυμίᾳ εἰς ἁμαρτίαν, τῇ Βηρσαβεὲ συμφθαρεὶς καὶ τὸν Οὐρίαν ἀπεκτονώς. Οὐκ ἂν δὲ ἐξηγέρθην τῇ μετανοίᾳ, εἰ μὴ Κύριος ἀντελάβετό μου. Τοῦτο δέ ἐστιν ὁμολογοῦντος μὲν ἐναργῶς τῆς ἀνθρωπίνης διανοίας τὸ ἀσθενὲς, στεφανοῦντος δὲ ταῖς εὐφημίαις τὸν ἀεὶ σώζοντα καὶ ἐπικουροῦντα Θεὸν, καὶ τὴν τοῦ διαβόλου παγίδα συνθραύοντα, καὶ ἐξέλκοντα αὐτῆς τοὺς ἁλόντας αὐτῇ. Ἀλλὰ καὶ τοῦ Ἀβεσσαλὼμ, φησὶν, ἐπιβουλεύοντος, Ἐγὼ ἐῤῥᾳθύμουν καὶ οἷον ἐκάθευδον· νῦν δὲ ἀνέστην καὶ οἶδα, ὅτι Κύριος ἀδικουμένου μου ἀντιλήψεται.

Ἐκτινάξομαι καὶ τὸν ὕπνον τὸν ἐξ ἀθυμίας, ὃν ἡ νύξ μοι τῆς συμφορᾶς ἐπήνεγκε· καὶ διεγερθήσομαι πρὸς εὐθυμίαν, λευκὴν ὥσπερ ἰδὼν ἡμέραν τὴν φαιδροτέραν τῶν πραγμάτων κατάστασιν. Ἡ γὰρ προσδοκία τῆς τοῦ Θεοῦ ἀντιλήψεως οὐκ ἐᾷ με καθεύδειν καὶ ἀναπίπτειν. <Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ.> (A f. 18 b.) Ἐπειδὴ, φησὶν, ὁ Κύριος ἀντελάβετό μου, διεγήγερμαι, καὶ οὕτω νεανικὸν πεπλούτηκα φρόνημα, ὡς κατὰ μηδένα δεδιέναι τρόπον, κἂν μυριάδες λαῶν τῶν μετὰ τοῦ Ἀβεσσαλὼμ περιστοιχίζοιντό με. Καλὴ τοιγαροῦν τῶν ἁγίων ἡ πίστις· δεδίασι γὰρ οὐδαμῶς κατατεθηγμένης αὐτῶν ἀναριθμήτου πληθύος ἐχθρῶν, ὅταν ἐπαμύνῃ Θεός. Ἀρκεῖ γὰρ καὶ μόνος παρὼν τὰς πολλὰς μυριάδας διασκεδάσαι.

Οὐκ ἐφοβήθη οὐδὲ ὁ Κύριος τοὺς κατὰ τὸν καιρὸν τοῦ πάθους κυκλοῦντας αὐτῷ Ἰουδαίους καὶ ἐθνικούς· διὸ καὶ λεγεῶνας ἀγγέλων παρῃτήσατο. <Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου.> (A f. 19.) Χρῆμα μὲν οὐκ ἀζήμιον τοῖς κάμνουσιν ἡ σιγή· χρήσιμον δὲ καὶ σωτήριον τὸ λέγειν· «Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου.» Πλὴν οὐχ ἅπασιν οἶμαι πρέπειν αὐτό. Οἱ γὰρ τῶν θείων μὲν καταφρονοῦντες θελημάτων, ταῖς δὲ ἰδίαις ἡδοναῖς ὥσπερ ὅλας ἀνέντες ἡνίας, πῶς ἢ πόθεν ἂν σχοῖεν πρὸς Θεὸν παῤῥησίαν; Τοῖς γε μὴν εὐάγωγον τοῖς παρὰ Θεοῦ νόμοις ὑπέχουσι τὸν αὐχένα, παῤῥησία πολλὴ πρὸς αὐτόν· φαῖεν δ᾽ ἂν εἰκότως τὸ, Ἀνάστα, σῶσόν με τὸν σὸν γνήσιον οἰκέτην. Καὶ ὁ Δαβὶδ οὖν Κύριον ἑαυτοῦ τὸν Θεὸν ὀνομάζει, ὡς ποιῶν αὐτοῦ τὸ θέλημα, καί φησι· «Σῶσόν με, ὁ Θεός μου·» μετὰ πολλῆς διαθέσεως τὸν τῶν ἁπάντων Θεὸν ἰδιοποιούμενος, καὶ ἀναστῆναι παρακαλῶν εἰς βοήθειαν. Ἀξία δὲ τῆς πραότητος αὐτοῦ ἡ προσευχή· οὐ γὰρ εἶπεν· Ἀπόλεσον τοὺς ἐχθρούς μου· ἀλλὰ τί; «Σῶσόν με.» Τοῦτο, φησὶ, μόνον ζητῶ ἵνα ἐγὼ σωθῶ, οὐ μὴν ἵνα οἱ ἐχθροί μου ἀπόλωνται. Τάχα καὶ ὡς Προφήτης εἰδὼς ὅτι τὴν ψυχὴν αὐτοῦ ἐν ᾅδου κατασχεθεῖσαν ὁ Χριστὸς ἐκεῖθεν ἐλευθερώσει ἐκ νεκρῶν ἀναστὰς, προλέγει τὸ μέλλον· καὶ τοῦ Κυρίου ἐπιταχῦναι εὔχεται τὴν ἀνάστασιν, ὅπως δι᾽ αὐτῆς τύχοι καὶ αὐτὸς σωτηρίας.

Τέως μέντοι κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς ὑπνοῦν λέγεται ὁ Θεὸς, ὅταν μακροθυμεῖ· ὡς τὸ, «Ἵνα τί ὑπνοῖς, Κύριε;» ἀνίστασθαι δὲ πάλιν, ὅταν ἐκδικῇ καὶ ἐπισκέπτηται. Καὶ ἐνταῦθα οὖν, Ἀνάστα, φησὶ, Κύριε· τουτέστιν, Ἀπόθου τὴν πολλὴν μακροθυμίαν, καὶ ἐξεγέρθητι εἰς ἐμὴν ἀντίληψιν. Ὅτε δὲ καὶ ὁ Σωτὴρ ὑπὲρ ἡμῶν παρεδίδοτο, οἱονεὶ ἐκοιμᾶτο αὐτῷ ὁ Πατὴρ ἀνεχόμενος. Πρὸς ὃν καὶ ἔλεγε· «Σῶσόν με ἐκ τῆς ὥρας ταύτης.» Τὸ αὐτὸ δὲ καὶ ἡμεῖς ἐν πειρασμοῖς λέγειν δυνάμεθα. Πλὴν ὅρα ὅτι, ὅταν ἐκνήψωμεν, τότε καὶ ὁ Θεὸς πρὸς τὴν ἡμῶν σωτηρίαν ἀνίσταται. Καὶ ὁ Δαβὶδ οὖν αὐτὸς πρότερον τὸν ὕπνον τῆς ῥᾳθυμίας ἀπέθετο, εἶτα καὶ τὸν Θεὸν ἀναστῆναι παρακαλῶν εἰς βοήθειαν. <Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως.> (A f. 19 b, B f. 12 b, E f. 7.) Σκόπει δὲ τοῦ λόγου τὸ ἀσφαλές· οὐ γὰρ ἁπλῶς εἶπε τοὺς ἐχθραίνοντας, ἀλλὰ τοὺς τοῦτο δρῶντας ματαίως, τουτέστιν εἰκῆ καὶ περιττῶς καὶ ἐπ᾽ οὐδενὶ πλημμελήματι. Ἐχθραίνει δέ τις ματαίως, ὅταν μὴ προαδικηθῇ, μηδέ τι πάθοι τῶν εἰωθότων λυπεῖν καὶ παροξύνειν. Κἀκεῖνος ἔχει ματαίως ἐχθροὺς, ὁ μὴ παρέχων πρόφασιν ἔχθρας καὶ μίσους, ὁποῖοι πάντες οἱ διωκόμενοι διὰ τὸ ζῇν εὐσεβῶς. Πρὸς οὕς φησιν ὁ Σωτήρ· «Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ,» καὶ τὰ ἐξῆς.

Καὶ ὁ Δαβὶδ πολλοὺς εἶχε μάτην ἐχθραίνοντας, τὸν Σαοὺλ καὶ τὸν Ἀβεσσαλὼμ, καὶ τοὺς σὺν αὐτοῖς· αὐτοῦ γὰρ πολλὴν πρὸς αὐτοὺς ἐπιδεικνυμένου πραότητα, μάτην ἦσαν ἐχθροί. <Ὀδόντας ἀμαρτωλῶν συνέτριψας.> (A f. 19 b.) Τὸ δὲ, «Ὀδόντας συνέτριψας,» ὡς ἐπὶ θηρίων ἀγρίων εἶπε· μιαιφόνοι γὰρ ὡς ἐπίπαν οἱ φιλαμαρτήμονες καὶ ταῖς τῶν ἁγίων εὐδοκιμήσεσιν ἐπιτρίζοντες τοὺς ὀδόντας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ θηρίοις ἐξομοιοῦν τοὺς ἀγρίως τισὶν ἐπιφύεσθαι μεμελετηκότας. Τὸ οὖν Συνέτριψας ὀδόντας, ἀντὶ τοῦ Πάσης ἰσχύος αὐτοὺς ἐγύμνωσας εἴρηται, ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερούμενα, εὐκαταφρόνητα λίαν ἐστὶ καὶ εὐκαταγώνιστα.

Ἐρεῖ δὲ καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα, ὅτι Σὺ ἐπάταξας μὲν Ἡρώδην τὸν βρεφοκτόνον ἐχθραίνοντά μοι ματαίως· πατάξεις δὲ καὶ τοὺς Ἰουδαίους, Ῥωμαίοις αὐτοὺς παραδούς· καὶ τοὺς ὀδόντας αὐτῶν συντρίψεις, διότι εἶπον· «Οὐκ ἔχομεν βασιλέα·» καὶ, «Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς.» Πατάσσονται δὲ ὑπὸ Κυρίου καὶ οἱ δαίμονες, διότι μηδὲν παρ᾽ ἡμῶν ἀδικηθέντες, μάτην ἡμῖν διὰ τὴν ἑαυτῶν κακίαν ἐπιβουλεύουσι· καὶ οἱ νοητοὶ ὀδόντες αὐτῶν, τὰ πάθη φημὶ, δι᾽ ὧν κατεσθίουσι τοὺς ἁπλουστέρους, συντρίβονται. Σὺ γὰρ, φησὶ, «συνέθλασας τὰς κεφαλὰς τῶν ἐμφωλευόντων δρακόντων τοῖς ὕδασιν,» ὁ τὸ μέγα κῆτος διὰ τῆς ἀναστάσεως χειρωσάμενος, ὁ ᾄδην καθελὼν καὶ θάνατον πατήσας, καὶ καταργήσας διάβολον. Σὺ δέ μοι ὅρα, ὅτι οἱ ἀδικοῦντες ἐκεῖνοί εἰσιν οἱ βλαπτόμενοι, πατάσσονται γὰρ ὑπὸ Θεοῦ· οἱ δὲ ἀδικούμενοι, οὗτοι καὶ προσωφέληνται· σώζονται γάρ. <Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.> (A f. 20.) Ἁγιοπρεπὲς δὲ τὸ καὶ τοῖς ἄλλοις ὑπάρξαι παρακαλεῖν, ὅπερ ἑαυτῷ συμβῆναι βούλεται· οὐ γὰρ μόνος τῶν θεοσδότων ἀγαθῶν ἐν μεθέξει γενέσθαι ζητεῖ, ἀλλὰ κοινὴν ἅπασι τοῖς ἀγαπῶσι τὸν Θεὸν τὴν ἐπὶ τούτοις προκεῖσθαι φιλοτιμίαν.

Καὶ μὴ θαυμάσῃς εἰ τοιοῦτος ἔνεστι τοῖς ἁγίοις σκοπὸς, ὅπου καὶ συναλγοῦσι τοῖς πάσχουσι, καὶ συνδακρύουσι τοῖς κλαίουσι, καὶ τὴν τοῖς φιλαμαρτήμοσιν ὀφειλομένην ὀργὴν ποιοῦνται κοινήν. Τάχα δὲ καὶ θεολογεῖ ἐνταῦθα ὁ Δαβὶδ λέγων, ὅτι Παρὰ σοῦ τοῦ Κυρίου καὶ Πατρὸς ἀποσταλήτω ὁ Σωτὴρ Ἰησοῦς, ἡ σωτηρία τῆς ἀνθρωπίνης φύσεως, καὶ ἡ τοῦ ἁγίου Πνεύματος εὐλογία ἐπὶ τὸν λαόν σου καταπεμφθήτω, τουτέστιν ἐπὶ τὰ ἔθνη· ἂ καὶ εὐλόγησον πάσῃ εὐλογίᾳ πνευματικῇ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ εὐλογηθήσονται πάντα τὰ ἔθνη, Ἰουδαῖοι δὲ ἐξωσθήσονται.

Καὶ ὁ Χριστὸς δὲ τὴν ἑαυτοῦ σωτηρίαν, ἣν ἐσώθη ἐκ νεκρῶν ἀναστὰς, τοῦ Πατρὸς εἶναι λέγει, ὁμοίως καὶ τὴν ἐπὶ τοὺς πιστεύοντας εὐλογίαν αὐτῷ ἀνατίθησι. Διὸ λέγει· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε.» Δικαίως δὲ ὁ ψαλμὸς καὶ τῇ ἀνθρωπίνῃ φύσει προσαρμοσθήσεται, ἣν ἔθλιβον μὲν οἱ δαίμονες πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας· ἐπατάχθησαν δὲ τῇ ἀληθεῖ τοῦ Χριστοῦ δυνάμει ἐνανθρωπήσαντος· ἡ δὲ ὑπ᾽ αὐτῶν πολεμηθεῖσα φύσις καὶ σωτηρίας καὶ εὐλογίας ἀπέλαυσεν.

ΨΑΛΜΟΣ Δʹ. <Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ Δαβίδ.> (A f. 20.) Τὸν μὲν τρίτον ψαλμὸν συνέταξεν ὁ μακάριος Δαβὶδ, ἔτι τοῦ πρὸς τὸν Ἀβεσσαλὼμ συνεστῶτος πολέμου, ὅθεν καὶ ὀλοφυρμοὺς περιεῖχε· τὸν δὲ τέταρτον τοῦτον, μετὰ τὸ νικῆσαι τὸν πόλεμον, ἀνατίθησι τῷ νικοποιῷ Θεῷ εὐχαριστήριον. Διὸ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ Εἰς τὸ τέλος, Τῷ νικοποιῷ ἤγουν ἐπινίκιον ἀναγράφουσι τὴν ᾠδήν. Εἰς τὸ τέλος μὲν οὖν ἐπιγέγραπται, ὅτι ἐπὶ καταλύσει τῆς τυραννίδος ὁ ψαλμὸς συνετέθη· Ἐν ὕμνοις δὲ, ὅτι οὐκ ἔτι δακρύει ὁ Δαβὶδ, ἀλλ᾽ ὑμνεῖ τὸν τῆς νίκης δοτῆρα Θεόν· ψαλμὸς δὲ ᾠδῆς, ὅτι πανηγυρίζων, ᾠδικώτερον ᾄδει τὸ ἐπινίκιον. [<Ἐν τῷ ἐπικαλεῖσθαί με.> Ἄτοπόν ἐστι σιγῇ καταχωννύναι τὸν τῆς εὐεργεσίας τρόπον, ὅπερ οἱ ἐν Εὐαγγελίοις ἐννέα λεπροὶ ὀνειδίζονται. Ἢ τοίνυν τὴν θείαν καταθαυμάζει φιλοτιμίαν, οὐκ ἐν παρατάσει χρόνου τὰ αἰτήματα πληρώσασαν· ἢ τάχα διδάσκει, ὡς οὐκ ἐν τῷ σιγᾷν, ἀλλ᾽ ἐν τῷ μᾶλλον ἐπικαλεῖσθαι, σέσωσται. Δείκνυται δὲ διὰ τοῦτο, μέγα καὶ ὀνησιφόρον τὸ ἀδιαλείπτως προσεύχεσθαι.] <Ὁ Θεὸς τῆς δικαιοσύνης μου.> (A f. 21.) Εὑρήσομεν δὲ αὐτὸν, τὸν ἐνθάδε χρησίμως δίκαιον ἑαυτὸν εἶναι λέγοντα, καὶ πλημμελείαις ἔνοχον ὁμολογοῦντα ὑπάρχειν. Εἶτα πῶς ἂν εἴη, φησὶν, ἀληθὲς, ὅτι δίκαιος ὁ αὐτὸς καὶ πλημμελείαις ἔνοχος;

Ὅτι παρέπεται τοῖς δικαίοις καὶ ὀλισθήματα, κατὰ τὸ, «Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται.» Ἕτερον τοίνυν ἐστὶ τὸ ἀκαταλήκτως πλημμελεῖν, καὶ ἕτερον τὸ ἐν τῷ πειρᾶσθαι κατορθοῦν τὴν δικαιοσύνην, ὀλιγάκις ἔσθ᾽ ὅτε τὴν κοινὴν τῆς φύσεως ὑπομένειν ἀσθένειαν. «Παραπτώματα γὰρ τίς συνήσει;» κατὰ τὸ γεγραμμένον. «Τίς δὲ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;» <Ἐν θλίψει ἐπλάτυνάς με.> (A f. 21 b.) Ἐπειδὴ εἶπεν ὅτι Εἰσήκουσέ μου ὁ Θεὸς, ὡσανεί τινος αὐτὸν ἐρωτήσαντος, Κατὰ τί εἰσηκούσθης, ὦ προφήτα; τί δέ σοι καταθύμιον εἰς πέρας ἐκβέβηκε; διαλευκαίνει τῆς ἐπικουρίας τὸν τρόπον, καί φησιν, ὅτι «Ἐπλατύνθην ἐν θλίψει·» τουτέστιν, οὐκ ἀπήλλαγμαι μόνον τῶν περιστάσεων καὶ τοῦ ἐν μοχθηροῖς εἶναι πράγμασιν, ἀλλὰ γὰρ ἰδοὺ καὶ πρὸς εὐθυμίαν κατευρύνομαι. Εἰσήκουσέ μου γὰρ, οὐκ ἐν χρήμασιν, οὐδ᾽ ἵνα ἐχθρῶν κρατήσω (οὐ γὰρ ταῦτα ᾔτησα), ἀλλ᾽ ἐν ἀνέσει τῇ ἐν μέσῳ τῆς θλίψεως γενομένῃ. (A f. 22.) Παῦλός γ᾽ οὖν ἤκουσεν· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Καὶ οἱ διελάσαντες δὲ τῆς ἁμαρτίας τοὺς βρόχους, καὶ οἱ ἐν πίστει τελειωθέντες καὶ θλίψεις ὑπὲρ Χριστοῦ καὶ αἰκίας ἀναδεξάμενοι, τοῖς ἄνωθεν ἐντρυφήσουσιν ἀγαθοῖς. Ἔλθοι δ᾽ ἂν ὁ λόγος καὶ ἐπὶ τὸν Σωτῆρα, δεικνὺς καὶ αὐτὸν διὰ παθημάτων τελειωθέντα, καὶ ἐκ τοῦ παθεῖν γενόμενον ὑψηλότερον.

Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὰ περιστατικὰ ἐπὶ μὲν τῶν ἁγίων θλίψεις ὀνομάζει ἡ θεία Γραφὴ, διότι γυμνασίου ἕνεκεν αὐτοῖς συμβαίνουσιν· ὡς τὸ, «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων·» ἐπὶ δὲ τῶν ἁμαρτωλῶν, μάστιγας· ὡς τὸ, «Πολλαὶ αἱ μάστιγες τῶν ἁμαρτωλῶν.» Μαστίζονται γὰρ, διὰ τὰς ἁμαρτίας αὐτῶν παιδευόμενοι. <Καὶ εἰσάκουσον τῆς προσευχῆς μου.> (A f. 22 b.) Ἀλλὰ πῶς ὁ εἰσηκοῦσθαι λέγων, ἀκουσθῆναι πάλιν παρακαλεῖ; Ἢ χρόνος ἐστὶν ἀντὶ χρόνου· ἀντὶ γὰρ τοῦ, ᾨκτείρησάς με καὶ εἰσήκουσας, εἴρηται τὸ, «Οἰκτείρησον καὶ εἰσάκουσον·» ἢ τάχα που καὶ διηνεκῶς ἀκούεσθαι παρακαλεῖ· ἐπειδὴ τοὺς ζῇν εὐσεβῶς ἐθέλοντας οὐκ ἐνδέχεται μὴ οὐχὶ πάντως ταῖς κατὰ τόνδε τὸν βίον ὁμιλεῖν θλίψεσιν.

Εἰ οὖν καὶ κατὰ πάντα εἰσηκούσθη ὅσα προσηύξατο, ἀλλ᾽ ὅμως δέδοικε περὶ τοῦ μέλλοντος· διὸ καὶ πάλιν προσεύχεται, τὸ κέρδος τῆς προσευχῆς ἐπιστάμενος. Εἰ γὰρ καὶ ἀπηλλάγη τῶν ἀλγηδόνων καὶ τῆς ἀθυμίας, ἀλλ᾽ ἄνθρωπος ὢν καὶ πρὸς τὸ μέλλον ἀγωνιῶν, μὴ οὐκ ἰσχύσῃ διὰ παντὸς ἐπικειμένων τῶν πειρασμῶν, πλατύνεσθαι αἰτεῖται, καὶ αὐτὰ ταῦτα τὰ ποιητικὰ τῶν ἀλγηδόνων παρελθεῖν. Διὸ καὶ, Οἰκτείρησόν με, φησὶ, τουτέστι Λῦσον τὸν ἀγῶνα, δὸς παντελῶς ἀπαλλαγῆναι. <Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;> (A f. 23.) Κατὰ μὲν τὴν ἱστορίαν, ὡς πρὸς τοὺς οἰομένους τῷ πλήθει τοῦ στρατοῦ ἑλεῖν τὸν δίκαιον, ταῦτα εἴρηται. Διὰ πείρας γὰρ αὐτῆς μαθὼν ὅσην ἔχει τὴν ὄνησιν τὸ ἐπὶ Θεῷ πεποιθέναι, καὶ παρ᾽ αὐτοῦ μόνου σώζεσθαι ζητεῖν, κοινωφελὲς μάθημα προτίθεται τὸ συμβεβηκὸς αὐτῷ, καί φησιν· Ὦ τυφλοὶ τὰς φρένας, τὸν νοῦν τε παχεῖς, μέχρι τίνος οὐκ ἀποβαλεῖσθε τὴν ἀῤῥωστίαν; ἕως τίνος οὐ γνώσεσθε, ὅτι ἡ ἐπ᾽ ἀνθρώποις ἐλπὶς ματαιότης ἐστὶ καὶ ψεῦδος; Γίγας γὰρ οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Καὶ ἁπλῶς δὲ ὁ Δαβὶδ υἱοὺς ἀνθρώπων καλεῖ τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς πρὸς ἀσέβειαν ἐπιῤῥεπεῖς· ἐπεὶ οἱ μὴ τοιοῦτοι, τῇ φύσει μὲν ἀνθρώπων υἱοὶ, τῇ χάριτι δὲ οὐκ ἔτι, ἀλλ᾽ υἱοὶ Θεοῦ. <Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ.> (A f. 24.)

Ἡ μὲν γὰρ τῶν ἐπιγείων ἀπόλαυσις κατ᾽ οὐδὲν, οἶμαι, διαφέρει τῶν ἐν ὁράμασι τερπνῶν, ἃ μόνον ὀφθέντα καταλήγει πρὸς τὸ μηδὲν, τὸν τοῦ ῥέγχοντος νοῦν διαπαίξαντα· τὰ δέ γε λαμπρὰ τῆς δικαιοσύνης αὐχήματα, καὶ τὰ ἐπ᾽ αὐτῇ παρὰ τοῦ Θεοῦ γέρα, μακρὰν καὶ ἀκράδαντον ἔχει τὴν μέθεξιν καὶ περιφανὲς τὸ ἀξίωμα. Δέχεται γὰρ ὁ Θεὸς τὰς τῶν ὁσίων φωνὰς, καὶ ἀποπεραίνει τὰ αἰτήματα· οὗ τί γένοιτ᾽ ἂν τὸ ἰσοστατοῦν; <Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε.> (A f. 24.) Ἄπασι μὴν ἀνθρώποις συμβαίνει τὸ τῆς ὀργῆς πάθος, μητέρα ἔχον λύπην ἢ μικροψυχίαν ἢ πλεονεξίαν ἢ τὴν παρά τινων λοιδορίαν. Ἔξεστι δὲ ταύτην ἀνακόπτειν, καθάπερ καὶ τὰς σωματικὰς ὀρέξεις. Τὸ μὲν γὰρ μηδόλως αὐτὰς ἐν ἡμῖν κινεῖσθαι, τάχα που καὶ ἀνέφικτον καὶ οὐκ ἐφ᾽ ἡμῖν. Ἐν ἡμῖν δὲ τὸ ἐπιτιμᾷν τοῖς κινήμασιν· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς· δριμὺ μὲν γὰρ ἐν ἡμῖν ἐστιν, ὅτε ποιεῖται τὸ κίνημα, πλὴν ὥσπερ τισὶ χαλινοῖς ἀνακόπτεται, τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισμοῖς. Καὶ ἕως μὲν ἀδρανές ἐστι ἔτι τὸ πάθος ἐν ἡμῖν, συγγνώμης ἀξιοῦται παρὰ τοῦ Θεοῦ· ἐπειδ᾽ ἂν δὲ τὰ ἐξ αὐτοῦ ἐμφαίνηται κακὰ, τότε τὰς δίκας ὑφέξομεν. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν σαρκικῶν ὀρέξεων· ἀπρακτούσης γὰρ ἐν ἡμῖν τῆς φαύλης ἡδονῆς, συνηρεμήσει πάντως καὶ αὐτῇ ὁ κολάζων νόμος· ἐνηνεγμένης δὲ ἤδη πρὸς πέρας, τὰ τῆς δίκης συνεκτείνεται.

Φησὶν οὖν καὶ νῦν ὁ Δαβὶδ, ὅτι Κἂν ἀπροαιρέτως ὀργισθῆτε, ὅπερ οὐχ ἁμάρτημα τέλειον, μὴ προσθῆτε καὶ τὴν πρᾶξιν, ἵνα μὴ τέλειον ᾖ τὸ ἁμάρτημα. Εὐφυῶς γὰρ συγχωρεῖ τὸ ἔλαττον ὡς ἀσθενεστέροις, τὴν ὀργὴν λέγω, ἵνα κωλύσῃ τὸ μεῖζον, τουτέστι τὸν φόνον καὶ ὅσα ἐκ τοῦ θυμοῦ μὴ κολαζομένου τίκτεται. <Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.> (A f. 25 b.) Τίθησι δὲ τὰ καθ᾽ ἑαυτὸν εἰς παράδειγμα ὁ Δαβίδ· καὶ ὅτι τοῖς θύουσι τῷ πανάγνῳ Θεῷ τοὺς ἐκ τῆς δικαιοσύνης καρποὺς οὐκ ἄμισθος ἡ εἰς αὐτὸν ἐλπὶς, πειρᾶται διδάσκειν. Καὶ γὰρ μονονουχὶ, φησὶ, τέθυκα τὴν δικαιοσύνην, ἐποιησάμην δὲ καὶ ἐπ᾽ αὐτῷ τὴν ἐλπίδα, καὶ κεκράτηκα τῶν ἐχθρῶν, εἰ καὶ τεθρήνηκα πεσόντα τὸν νεανίαν. Λέγων δὲ, «Θύσατε θυσίαν δικαιοσύνης,» οὐ τὴν ἐν σκιαῖς ἀποδέχεται ταῖς κατὰ τὸν νόμον, τὴν ἐν Χριστῷ δὲ μᾶλλον καὶ εὐαγγελικήν. Ὁ μὲν γὰρ ἀρχαῖος ἐδίδασκε νόμος τὰς δι᾽ αἱμάτων ποιεῖσθαι προσαγωγὰς, ἀλλ᾽ οὐκ ἦν ἐν αὐταῖς τελειοῦσθαι τὸν ἄνθρωπον κατὰ συνείδησιν· προσεκομίζοντο γὰρ τῆς ἀληθοῦς λατρείας προανατυποῦσαι τὴν εὐοσμίαν, καὶ ἦσαν μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι. Τοιγάρτοι καὶ ἐν Χριστῷ κατηργήθη μὲν ἡ σκιά· περιαστράπτει δὲ λοιπὸν τὰς τῶν πιστευσάντων καρδίας τῆς ἀληθείας τὸ φῶς.

Λέγοι δ᾽ ἂν καὶ Ἰουδαίοις ὁ Κύριος, ὅτι Αἱ διὰ τῶν θυμάτων θυσίαι καὶ αἱμάτων ὑμᾶς εἰς οὐρανὸν οὐκ ἀναβιβάσουσιν· ἀλλ᾽ ὁ ἐξ οὐρανοῦ καταβὰς ἐγὼ, ἐφ᾽ ὃν μόνον ἐλπίζετε, μηδένα τοῦ γράμματος ποιούμενοι λόγον. <Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν ἀγαθὰ;> (A f. 25 b.) Οἱ μὲν γὰρ ὀλίγοι, φησὶ, καὶ δόκιμοι καὶ φιλοσοφεῖν εἰδότες, ἀκατάσειστον ἐπὶ Θεῷ τὴν ἐλπίδα ἔχουσι· τεθαρσήκασι γὰρ ἐπαγγελλομένῳ τὰ ὑπὲρ νοῦν ἀγαθά· οἱ δὲ πολλοὶ, τουτέστι τὸ κεχυμένον πλῆθος, τὸ ἀδιάκριτον, τὸ ἀνοίᾳ προσηλωμένον, τὴν παραυτίκα μέθεξιν τῶν σαρκικῶν ἀκαθαρσιῶν τῶν ἐν ἐλπίδι ἀγαθῶν προτιμήσαντες, φασί· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Ταῦτα τῶν περὶ τὰς διοικήσεις τοῦ Θεοῦ ὀλιγωρούντων τὰ ῥήματα· Ποῦ τοῦ Θεοῦ πρόνοια, τοσαύτης συγχύσεως ἐν τῷ βίῳ οὔσης;

Καὶ ἄλλων μὲν τρυφώντων, ἡμῶν δὲ ἐν πτωχείᾳ καὶ τοῖς ἐσχάτοις ὄντων κακοῖς, τί τεκμήριον τῆς θείας κηδεμονίας; <Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.> (A f. 26.) Κρυφιωδέστερον δὲ καὶ μυστικώτερον, πρόσωπον μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, φῶς δὲ τὸ ἐξ αὐτοῦ πεμπόμενον Πνεῦμα εἰς ἡμᾶς· δι᾽ οὗ κατεσφραγίσμεθα, εἰς εἰκόνα τὴν πρώτην ἀναμορφούμενοι· δι᾽ οὗ καὶ δεδιδάγμεθα τὰ ὄντως ἀγαθὰ, δι᾽ ἃ καὶ τὴν νοητὴν εὐφροσύνην ἐσχήκαμεν τὴν εἰς νοῦν καὶ καρδίαν, βεβαιούμενοι πρὸς ἐλπίδα τὴν ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς. (C f. 8.) Οἱ μὲν ἄγγελοι βλέπουσι διὰ παντὸς τὸ πρόσωπον τοῦ Θεοῦ, οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσώπου αὐτοῦ. Πρόσωπον δὲ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς· φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν· εἴπερ, κατὰ τὴν σοφὴν Θεκωΐτιδα, ὡς ἄγγελος Θεοῦ ἦν ὁ Δαβὶδ εἰδὼς τὰ ἐπὶ τῆς γῆς πάντα. (K f. 31.) Καὶ ποῖον ἄρα ἐστὶν τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὗ τὸ φῶς ἐφ᾽ ἡμᾶς σεσημείωται;

Ὁ τοῦ Θεοῦ Υἱὸς, ἡ ἀπαράλλακτος εἰκών· καὶ διὰ τοῦτο λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου.» Ἐσημάνθη δὲ ἡμῖν, συμμόρφους ἡμᾶς ἀποδείξας ἑαυτῷ, καὶ τὸν διὰ πνεύματος τοῦ ἰδίου φωτισμὸν ἐγχαράξας ὡς θείαν εἰκόνα τοῖς πιστεύουσιν εἰς αὐτόν. <Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.> (A f. 26 b.) Οὕτως τεθαύμακα, φησὶ, τοὺς τολμῶντας λέγειν· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» καίτοι παρὸν ἀπὸ τῶν ἐν χερσὶ βεβαιοῦσθαι πρὸς τὰ μέλλοντα. Ἐσχήκαμεν γὰρ ἐνέχυρα τῆς μελλούσης ἡμερότητος ἔσεσθαι πλουσίως, τὴν ἐν τῷδε τῷ κόσμῳ φειδώ τε καὶ πρόνοιαν τοῦ Δημιουργοῦ. Χαρίζεται γὰρ τῇ φιλοτίμῳ δεξιᾷ τὰ ἀναγκαῖα πρὸς τὸ ζῇν· καὶ καθίησι μὲν ὑετοὺς, τὰς δὲ ἐξ ἀγρῶν εὐκαρπίας ἀνίησι κατὰ καιρούς. Ὁ τοίνυν ἀμφιλαφῶς χορηγήσας τὰ ζωαρκῆ, πῶς ἂν διαψεύσαιτο χαριεῖσθαι λέγων τὰ μετὰ τόνδε τὸν βίον; Ἐμοὶ οὖν ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν. <Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ᾽ ἐλπίδι κατῴκισάς με.> (A f. 27 b, C f. 8 b.) Κατὰ δὲ τὸν θεῖον Κύριλλον, ἐπὶ τὸ αὐτὸ καὶ ὁμοῦ τοῖς ἄλλοις ἁγίοις τὸν ὕπνῳ ἐοικότα δέξομαι θάνατον· πλὴν ἐν εἰρήνῃ, μὴ ἔχων τὴν ἁμαρτίαν, ἡ ἐστιν ἔχθρα εἰς Θεόν· καὶ οὕτω καταλύσας τὸν βίον, κατοικισθήσομαι παρὰ Θεοῦ καὶ ἐπ᾽ ἀγαθαῖς ἐλπίσι, τουτέστι βεβαίαν καὶ ἀκράδαντον τὴν ἐλπίδα ἕξω.

Τὸ δὲ κατὰ μόνας ὑπεμφήνειεν ἂν, ὅτι ἰδικὸς καὶ ἐξαίρετός ἐστι τῶν ἁγίων ὁ κλῆρος· οὐ γὰρ ἀναμὶξ ἔσονται τοῖς πονηροῖς, ἀλλ᾽ οἷον ἐξῃρημένοι καὶ κατὰ μόνας. Ἐκείνοις μὲν γὰρ πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ τοῦ ποτηρίου μερὶς, τούτοις δὲ τὸ βασιλεύειν ἡτοίμασται καὶ ἀκαταλήκτως ἐντρυφᾷν τοῖς ἄνωθεν ἀγαθοῖς.

ΨΑΛΜΟΣ Εʹ. <Σύνες τῆς κραυγῆς μου.> (D f. 42 b, E f. 8 b.) Τὸ σύνες ἐνταῦθα ἀντὶ τοῦ Κατεξέτασον καὶ βασάνισον τῆς ἐμῆς κραυγῆς τὸν σκοπόν. Οὐ γὰρ αἰτῶ τι τῶν ἀνθρωπίνων ἢ τῶν ἀπᾳδόντων τοῖς σοῖς, ὦ Δέσποτα, νόμοις· ἐκεῖνα δὲ μᾶλλον, ἃ καὶ τοῖς λαβοῦσι χρήσιμά τε καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, καὶ τῇ σῇ φιλοτιμίᾳ χαρίζεσθαι πρέπει. <Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου.> (A f. 95) Εἴη δ᾽ ἂν πρωΐα καὶ ὁ τῆς τοῦ Σωτῆρος ἐπιδημίας καιρός· τότε γὰρ δεκταὶ γεγόνασιν αἱ πάντων εὐχαί. (C f. 9.) Μέγα εἰς ἁγνείαν καύχημα τὸ ἐκ πρωΐας τῆς αὐτῆς παρίστασθαι τῷ Θεῷ, καὶ φθάνειν ἐν εὐχαριστίᾳ τὸν ἥλιον· Οὕτω γὰρ, φησὶν, ἐπόψομαι τὰ θεῖα καὶ ἅγιά σου μυστήρια, ἃ ἡτοίμασας τοῖς ἀγαπῶσί σε. <Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, κ.τ.λ.> (C f. 9.) Τοὺς μὲν ἐν τῇ πολιτείᾳ πταίοντας, ἐργαζομένους τὴν ἀνομίαν ὠνόμασεν· τούτους δὲ μισεῖ ὁ Θεὸς τοὺς ἀποπεσόντας τῆς ἀληθείας. Ἑτεροδόξους, λαλοῦντας ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός· καὶ τήρει διαφορὰν τοῦ Ἐμίσησας καὶ Ἀπολεῖς· πρῶτον μὲν εἰ χεῖρον τοῦ Ἀπολεῖς τὸ Ἐμίσησας· δεύτερον δὲ, διὰ τί τὸ μὲν εἰς παρεληλυθότα ἔκλινε χρόνον, τὸ δὲ εἰς μέλλοντα. <Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου, κ.τ.λ.> (C f. 9 b.)

Ἐγὼ, φησὶν, ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου· οὕτω γὰρ λέγειν δυνήσομαι, τὸ Πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι, καὶ ὡς ἠλεημένος σὺν εὐλαβείᾳ προσκυνήσω σοι ἐν πνεύματι καὶ ἀληθείᾳ.

Καὶ γὰρ ἀμελούμενα, μείζονα γίνεται τῶν ἁμαρτημάτων τὰ τραύματα· καὶ οὐ μέχρι τραυμάτων ἵσταται τὰ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ θάνατον τίκτει τὸν ἀθάνατον.