Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία στους Ψαλμούς ΚΣΤ΄ έως Λ΄

Υπομνηματισμός των ψαλμών ΚΣΤ΄ έως Λ΄. Εξετάζεται η πνευματική ανδρεία, η θεία προστασία στη σκηνή του Κυρίου και η τεθησαυρισμένη αγαθότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 23

ΨΑΛΜΟΣ Κϛʹ. <Ψαλμὸς τῷ Δαβὶδ πρὸ τοῦ χρισθῆναι.> (A f. 145) Ἐφαρμοσθήσεται μὲν καὶ ὁ προκείμενος ἡμῖν ψαλμὸς τῷ προσώπῳ τοῦ νέου λαοῦ, τοῦ διὰ πίστεως ἐν Χριστῷ τετελειωμένου. Εἰσκομίζεται γὰρ ἐνταῦθα πνευματικῶς ἀνδριζόμενος, καὶ τὴν ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς ἐλπίδα πήξας ἐπὶ Χριστῷ, καὶ μελετῶν ὅτι μάλιστα τὸ ἄθραυστον εἰς πόνους, καὶ παρακαλῶν τοῖς παρὰ Χριστοῦ νόμοις ἰθύνεσθαι, καὶ πρὸς ὁδὸν εὐθεῖαν ἀποφέρεσθαι. Ἐφαρμοσθείη δ᾽ ἂν ὁ αὐτὸς ψαλμὸς, οὐκ ἔξω λόγου, καὶ τῷ προσώπῳ τοῦ θεσπεσίου Δαβὶδ, παρ᾽ οὖ καὶ συντέθειται πρὸ τοῦ χρισθῆναι εἰς βασιλέα. Προεγνωκὼς γὰρ τὰ ἐσόμενα διὰ τῆς τοῦ Πνεύματος φωταγωγίας, καὶ εὖ εἰδὼς ὅτι προχειρισθήσεται εἰς τὸ βασιλεύειν τῶν ἐξ Ἰσραὴλ, περιπεσεῖται δὲ πάντως καὶ ἀδοκήτοις πειρασμοῖς, πολέμοις τε καὶ μάχαις, καὶ τοῖς ἐκ τῶν περιστάσεων κύμασι (πολλοὶ γὰρ οἱ ἀνέδην τοῖς οὕτω λαμπροῖς ἐπιβουλεύοντες, μονονουχὶ προαναζώννυται τὴν ὀσφὺν), καὶ ὡς ἤδη παρόντα καὶ ἐνεστηκότα τὰ ἐσόμενα βλέπων, καὶ πρὸς τὸ παθεῖν ἑτοιμάζων τὴν ἑαυτοῦ καρδίαν, ὅπλον δὲ ποιούμενος ἀῤῥαγὲς τὴν παρὰ Θεοῦ ἐπικουρίαν, καὶ ὅτι πάντως περιγενήσεται τῶν αὐτῷ μαχομένων προσδοκῶν, ποιεῖται τὴν προσευχήν. <Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέ με, κ.τ.

λ.> (A f. 147) Προσαπτέον δὲ τοὺς στίχους καὶ τοῖς κεκλημένοις διὰ πίστεως, καὶ ῥητέον ὅτι ὅτ᾽ ἄν τινες αὐτοῖς θλίψεις καὶ διωγμοὺς ἐπισωρεύσωσι, τότε ὁ Θεὸς, καθ᾽ ἅ φησιν ὁ Μωσῆς, ὡς ἀετὸς σκεπάζει νοσσιὰν αὐτοῦ, οὕτω διεὶς τὰς πτέρυγας δέχεται αὐτοὺς, καὶ οὐκ ἐφίησι τοῖς ἐθελοκακοῦσι κατευμεγεθεῖν αὐτῶν. Τοῦτο γὰρ οἶμαι λέγειν σκηνὴν καὶ σκηνῆς ἀπόκρυφα. Οὐ μόνον δὲ, φησὶν, ἔκρυψέ με καὶ ἐσκέπασεν, ἀλλὰ καὶ ἐν πέτρᾳ ὕψωσέ με. Πέτραν δὲ εἶναί φαμεν ἐνταῦθα, ἢ τὴν ἀῤῥαγῆ καὶ ἄθραυστον τῆς διανοίας παράστασιν εἰς τὸ καρτερεῖν, ἢ τὸν Χριστὸν ἐφ᾽ ᾧ πάντες ἐρειδόμεθα· καὶ γάρ ἐστιν αὐτὸς ἡ πάντων ἰσχὺς, ἡ ἀκατάσειστος ὑποβάθρα. Ἐν αὐτῷ δὴ οὖν γεγονότες, διὰ πίστεώς τε καὶ ἁγιασμοῦ ὑψούμεθα. Χθαμαλὸν γὰρ οὐδὲν ἐν Χριστῷ· ἀποφέρει δὲ μᾶλλον ὑψοῦ τὰ αὐτοῦ θεσπίσματα τοὺς ἀνακειμένους αὐτῷ· ὑψοῦ δέ φημι κατ᾽ ἀρετὴν, καὶ ὅτι χαμαιριφὲς ἐν τοῖς ἁγίοις οὐδὲν, καθ᾽ ἃ γέγραπται, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.

ΨΑΛΜΟΣ ΚΖʹ. <Ψαλμὸς τῷ Δαβίδ.> (A f. 150 b) ᾌδει τὸν παρόντα ψαλμὸν ἐκ προσώπου τῶν πιστευσάντων εἰς Χριστὸν, διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Θεόν· ἅμα δὲ καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων ποιεῖται κατάῤῥησιν, καὶ τῆς πρὸς αὐτοὺς κοινωνίας ἀποφοιτᾷ, καὶ προσοικειοῦσθαι ζητεῖ τῷ Χριστῷ, πνευματικῶς δηλονότι. <Πρὸς σὲ, Κύριε, ἐκέκραξα.> (A f. 151) Τὴν δέ γε κραυγὴν ἐνταῦθά φαμεν, οὐχ ὑψηλὴν ἢ μεγάλην φωνὴν (ἀνάρμοστον γὰρ ἁγίοις τὸ οὕτω προσεύχεσθαι), ἀλλὰ τὸ τῆς διανοίας ἔντονον καὶ ἐρηρεισμένον ἀπερισπάστως πρὸς Θεόν.

Δέχεται γάρ πως τὰς τοιαύτας τῶν εὐχομένων φωνὰς, ὅταν ὁσίους ἐπαίρωσι χεῖρας ἐν καιρῷ προσευχῆς. Καὶ ἀσύνηθες μὲν Ἰουδαίοις τὸ χεῖρας ἐπαίρειν ἐν καιρῷ λιτῆς, ἐντριβὲς δὲ τοῖς ἐν Χριστῷ· δεικνύουσι γὰρ διὰ τῆς τῶν χειρῶν ἐκτάσεως τὸ τίμιον σχῆμα τοῦ σωτηρίου σταυροῦ· δι᾽ αὐτοῦ τοῦ πράγματος ὁμολογοῦντες, ὅτι Χριστῷ καθιεροῦνται, ποιούμενοι καύχημα τὸν σταυρὸν αὐτοῦ. Ὥσπερ γὰρ κοινωνοὶ τῶν παθημάτων αὐτοῦ γεγονότες, αἴροντες τὸν ἑαυτῶν σταυρὸν, καὶ ἀκολουθοῦντες αὐτῷ, καθ᾽ ἅ φησιν αὐτὸς, τὸ τοῦ σταυροῦ πλαττόμεθα σχῆμα. Πλὴν οὐκ ἐν γωνίαις τῶν πλατειῶν Ἰουδαϊκῶς προσευχόμεθα πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων, ἀλλ᾽ ἐν ναῷ ἁγίῳ Θεοῦ συνεσταλμένως χεῖρας ἐπαίρομεν, καὶ τὰς αἰτήσεις προσάγομεν· «Ὁ γὰρ οἶκός μου,» φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου, «οἶκος προσευχῆς κληθήσεται.»

Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ κζʹ ψαλμοῦ. μᾶλλον, ἢ ψυχὰς καθαγνίζουσα, τὸ εὐαγγελικόν ἐστι κήρυγμα· αὐτὸ δὲ εἶναί φαμεν καὶ τὴν εἰς εὐθὺ διακομίζουσαν τρίβον. Σκολιὸν γὰρ οὐδὲν ἐν αὐτῷ, ἀλλ᾽ οἷον εὐθεῖά τίς ἐστιν ὁδὸς καὶ βασιλικὴ καὶ ἁμαξιτὸς εὐτριβὴς, οὐδὲν ἔχουσα τὸ δρασὺ καὶ δυσχερὲς, ὀρθὴ δὲ μᾶλλον καὶ τοῖς εὐσεβεῖν ᾑρημένοις εὐήλατος· τὸ μὴ τοιούτοις οὐκέτι.

ΨΑΛΜΟΣ ΚΘʹ. <Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.> (A f. 163 b) Ἐν προσώπῳ μὲν σώματος τὸ κάλλος νοεῖται. Πλεῖστα δὲ αὐτοῦ τὰ μέρη συνεισφέροντα τοῦ ἑνὸς κάλλους τὸ ἀποτέλεσμα, οἷον ὀφθαλμὸς, ὀφρὺς, παρειαὶ, καὶ τὰ λοιπά. Κατὰ τὸν ἴσον τρόπον καὶ τὸ κάλλος ἐννοοῦμεν τὸ πνευματικόν· ἓν γάρ ἐστιν ἐκ πολλῶν ἀρετῶν συνηγμένον εἰς τὸ ἀρτίως ἔχειν. Καὶ ἐν τάξει μὲν ὀφθαλμοῦ τιθέμεθα τὴν πίστιν· ὡς ἐν τάξει δὲ στόματος τὸν ἐν προφορᾷ λόγον, καὶ τὰ ἄλλα ἀνάλογον. Πλὴν ἵνα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ καὶ δύναμις τῶν δεόντων ἐπιτελεστικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. Ὡς τοίνυν ἄνω εἴρηκεν, ὅτι ζωὴ ἐν τῷ θελήματι αὐτοῦ, οὕτως νῦν ὑψοῖ τὸν Θεὸν διὰ τῆς εὐχαριστίας λέγων, ὅτι «Ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Καλὸς ἤμην, φησὶ, κατὰ τὴν φύσιν, ἀσθενὴς δὲ γέγονα διὰ τὸ ἐξ ἐπιβουλῆς τοῦ ὅφεως νεκρωθῆναι τῷ παραπτώματι.

Τῷ οὖν κάλλει μου, ᾧ παρὰ σοῦ ἔλαβον ἐκ τῆς πρώτης κατασκευῆς, προσέθηκας δύναμιν τὴν τῶν δεόντων πρακτικήν. Καλὴ μὲν οὖν πᾶσα ψυχὴ ἡ ἐν συμμετρίᾳ τῶν οἰκείων δυνάμεων θεωρουμένη· ἐπεὶ καὶ σώματος κάλλος, ἡ τῶν μελῶν συμμετρία.

Καὶ ὁ αἰσθόμενος τῆς ἑαυτοῦ ἀρετῆς, τὴν εὐχαριστικὴν ταύτην ἀφίησι φωνήν. Προνοητέον τοίνυν ἡμῖν τοῦ κάλλους, ἵνα καὶ ὁ νυμφίος λόγος ἀποδεξάμενος ἡμᾶς εἴπῃ· «Ὅλη καλὴ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.» <Μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;> (A f. 165) Οἱ γὰρ ἅπαξ τεθνεῶτες, ἀποπαύσονται τάχα που καὶ τοῦ δοξολογεῖν, προσεπιθεῖεν δ᾽ ἂν οἶς εἰργάσαντο παντελῶς οὐδὲν, μένουσι δὲ μᾶλλον ἐν οἷς κατελήφθησαν, καὶ τὸν τῆς καθόλου κρίσεως ἐκδέχονται καιρόν. Οὐκοῦν οἱ ζῶντες, καὶ τοῦ δρᾷν ἔτι τὸ ἀγαθὸν ἔχοντες ἐξουσίαν, ἐπειδὰν εὖ πάθοιεν, εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ. Δέομαι οὖν ἀναχθῆναι ἐκτοῦ λάκκου, ἐπειδὴ «οὐκ ἐξομολογήσεταί σοι χοῦς·» ζώντων γὰρ ἴδιον τὸ ὑμνεῖν σε· οἱ δὲ εἰς χοῦν διαλυόμενοι, πῶς ἂν δυνηθεῖεν τοῦτο; Λέγοι δ᾽ ἂν καὶ Δαβὶδ πρὸς Θεὸν περὶ ἑαυτοῦ· Μαθεῖν βούλομαι τίς ὠφέλεια ἢ ἐμοὶ ἢ ἑτέροις ἐκ τοῦ αἵματός μου; ἢ τί πλέον ὑπάρξει ἐκ τοῦ ἐμὲ ἐλθεῖν εἰς διαφθοράν;

ΨΑΛΜΟΣ Λʹ. <Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.> (A f. 166 b) Πειραζομένου μὲν ἡ φωνὴ, πλὴν οὔπω κατεπτηχότος, ἤγουν κατενηνεγμένου πρὸς ἀνανδρίαν, ὑφορωμένου δὲ μᾶλλον μὴ ἄρα πως ἥττων γένοιτο τοῦ διώκοντος. «Ἐπὶ σοὶ, φησὶν, ἤλπισα·» σοῦ γὰρ μὴ βοηθοῦντος, ἀνόνητος εἰς τὸ σῶσαι περιβολή.

Μακάριος οὖν ὁ πάσης ἐλπίδος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας, καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον, οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπίς· οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ᾽ ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπικότι καὶ δόξῃ ἀνθρωπίνῃ καὶ δυνάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυτοῦ προβαλλομένῳ· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύεσθαι τῇ παρὰ Θεοῦ βοηθείᾳ, ὥστε λέγειν μετὰ τοῦ Δαβίδ· «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» ᾘσχύνθην, φησὶν, ἡμαρτηκὼς, ἱκετεύω δὲ μὴ μέχρι πολλοῦ τὴν αἰσχύνην ἐπιμεῖναί μοι, διὰ τὴν ἐπὶ σοί μοι γενομένην πεποίθησιν. Μὴ τοίνυν εἰς τὴν ἐμὴν ἀποβλέψῃς ἁμαρτίαν, ἀλλ᾽ εἰς τὴν τῶν διωκόντων με παρανομίαν. Εἰ γὰρ καὶ βασιλεὺς ἦν ὁ Δαβὶδ, καὶ πλούτῳ περιεῤῥεῖτο, καὶ νίκαις ἐκόμα ταῖς κατ᾽ ἐχθρῶν, ἀλλὰ τούτων οὐδὲν πρὸς ἀσφάλειαν αὐτῷ συμβαλεῖσθε ἐπέπειστο, μόνην δὲ τὴν ἐπὶ Κύριον ἐλπίδα· διὸ ἱκέτευε ταύτης μήποτε ἐκπεσεῖν.

Καὶ ὁ ἐλπίσας δὲ τυχεῖν τοῦ τέλους τοῦ ἀποκειμένου τοῖς ἁγίοις, οἶδε μὴ καταισχυνθήσεσθαι εἰς τὸν αἰῶνα. <Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦμαι> (C f. 60 b) Τουτέστιν ἐν τῷ Χριστῷ ῥῦσαί με ἀπὸ τῆς αἰχμαλωσίας τοῦ διαβόλου, καὶ ἐξελοῦμαι ἀπὸ τῆς ἐν γεέννῃ κολάσεως. Γέγονε γὰρ ἡμῖν δικαιοσύνη· οὐκ ἔστιν γὰρ ὄνομα ἕτερον τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ἔφη γάρ· «Ἐγώ εἰμι ἡ ὁδὸς, ἡ θύρα· καὶ χωρὶς ἐμοῦ οὐ δύνασθέ τι ποιεῖν ἀγαθόν.» <Καὶ ἕνεκεν τοῦ ὀνόματός σου, ὁδηγήσεις με καὶ διαθρέψεις με.> (A f. 167) Ἕπεται καὶ ταῦτα τῇ πρὸ αὐτῶν θεωρίᾳ.

Κραταίωμα γὰρ καὶ καταφυγὴν ὀνομάσας ἑαυτοῦ τὸν τῶν ὅλων Θεὸν, διατρανοῖ προστιθεὶς ὅτι ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τουτέστι τῆς δόξης, ὁδηγεῖ καὶ διατρέφει τοὺς ἐκ διανοίας εἰλικρινοῦς καὶ ἀγάπης βεβαίας ὑπ᾽ αὐτῶ[ν] γεγονότας, καὶ τὰ αὐτῷ δοκοῦντα φρονεῖν καὶ δρᾷν ᾑρημένους. Εὖ δὲ δὴ σφόδρα τὸ, «Ὁδηγήσεις με, φησὶ, καὶ διαθρέψεις με·» κατορθοῦται γὰρ οὐχ ἑτέρως ἀρετὴ, πλὴν ὅτι διὰ δύο πραγμάτων, γνώσεως, φημὶ, καὶ εὐσθενείας πνευματικῆς.

Μετριάζει δὲ μὴ δι᾽ ἑαυτὸν ἀξιῶν τυχεῖν, διὰ δὲ τὸ θεῖον ὄνομα. <Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.> (A f. 167 b) Κατὰ δὲ διάνοιαν, ἐφεδρεύσαντες αὐτοῦ τῇ ψυχῇ, συνελάβοντο αὐτὸν ἐν τῇ ἁμαρτίᾳ· πολλαὶ γὰρ αἱ τοῦ βίου παγίδες μέχρι τῆς ἐσχάτης ἀναπνοῆς. Ὡς τὴν ψυχὴν οὖν πολεμούμενος, σώματος γὰρ τοῖς ἁγίοις ὀλίγη φροντὶς, καὶ πρὸς τῶν ἀπατεώνων τρωθῆναι φοβούμενος, τὸ πνεῦμα παρατίθεται τῷ Θεῷ, τὰς προνοητικὰς αὐτοῦ δυνάμεις χεῖρας καλῶν. Τῷ δὲ παρόντι ῥητῷ καὶ ὁ Σωτὴρ ἐπὶ τοῦ σταυροῦ προσηλωμένος ἐχρήσατο. Πνεῦμα δὲ, ποτὲ μὲν τὴν διάνοιαν ἡ Γραφὴ καλεῖ· ὡς ὅταν λέγῃ ὁ Ἀπόστολος περὶ τῆς παρθένου· «Ἵνα ᾖ ἁγία πνεύματι καὶ σώματι·» ποτὲ τὴν ψυχὴν, ὡς παρ᾽ Ἰακώβῳ, «Ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι·» ποτὲ δὲ τὸ συνεζ[ε]υγμένον τῇ ψυχῇ συνειδὸς, ὡς τὸ, «Τίς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ;» Τὸ δὲ προκείμενον, κατὰ τοὺς τρεῖς νοηθήσεται τρόπους.

Ὁ μέντοι Δαβὶδ παρὰ τῶν πολεμίων ἁλοὺς, ὑπὸ Θεοῦ λελυτρῶσθαί φησι, καὶ ὡς μηδὲ ψευσθεὶς τῶν ἐλπίδων, οἰκείως Θεὸν ἀλήθειαν αὐτὸν ὀνομάζει. <Ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.> (A f. 168, C f. 61 b) Εἰ μὲν οὖν τὸ εὐρύχωρον ταυτόν ἐστι τῇ ὁδῷ τῇ πλατείᾳ, ἥτις ἐστὶν ἡ φιληδονία· εὐχαριστεῖ ὁ δίκαιος διότι ἐν τῷ περιγείῳ τόπῳ τυγχάνων, ἐν ᾧ διὰ τὰς ἐμφωλευούσας κακίας τὸ ζῇν ἐστιν ἐπισφαλὲς, στάσιν ἔσχε τοῦ μὴ τῇδε κἀκεῖσε πρὸς τῶν παθῶν περιφέρεσθαι. Εἰ δὲ ὡς ἐπαινετόν φησι τὸ εὐρύχωρον, ὁμολογεῖ χάριν ὅτι θλιβόμενος οὐ στενοχωρεῖται, πλατυνόμενος καὶ τοῖς πόνοις ἐγκαρτερῶν. <Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι.> (A f. 168, D f. 91) Δοκεῖ μέν πως οὐ σφόδρα συνᾴδειν τοῖς ἀνωτέρω στίχοις ἡ τοῦ προκειμένου διάνοια.

Ἐρεῖ γάρ τις ἴσως, ὅτι ὁ ἐν εὐρυχώρῳ λέγων τοὺς ἑαυτοῦ στῆναι πόδας, πῶς ἐνθάδε θλίβεσθαί φησιν, ὥσπερ εἰς λήθην ἐνεχθεὶς ὧν ἔφησε; Τί οὖν ἐροῦμεν; Αἰσθάνεται μὲν τῆς χάριτος τῆς διὰ Χριστοῦ, καὶ δὴ τεθαύμακε τῆς ἐπικουρίας τὸν τρόπον· ἀλλ᾽ οἷον οὔπω τυχὼν, ἀναμασσᾶται τὰ διηγήματα, καὶ τῶν πρὸ τῆς χάριτος διαμνημονεύει κακῶν, ἵνα καὶ ἔτι μειζόνως ὁ σώσας θαυμάζηται. Τίς δὲ ἡ θλίψις, διεξοδικώτερον ἐκφράζει. <Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, κ.τ.λ.> (A f. 168. b) Κἂν ἐπὶ τὸν ἐξομολογούμενον δὲ ἐν τῷ ψαλμῷ λαμβάνηται, τὴν πολλὴν αὐτοῦ τά τε πρὸ τούτων ῥητὰ καὶ τὰ νῦν παρίστησι κάκωσιν. Γέγονα γὰρ, φησὶν, ὄνειδος παρ᾽ ἐχθροῖς, ὡς ἐμαυτὸν κατακόπτων εἰκῆ, καὶ τοῖς γνωστοῖς καὶ γείτοσι φόβος, δεδιόσιν, οἶμαί που, μὴ ἄρα πως καὶ ἀπολοίμην διὰ τὴν ἐν τῇ πρὸς Θεὸν ἐξομολογήσει βλεπομένην ταλαιπωρίαν, καὶ τὴν ὑπερβολὴν ἧς ἐνεδεικνύμην μετανοίας· σάκκῳ καὶ σποδῷ κατατρυχόμενος, καὶ νυκτὸς καὶ ἡμέρας κλαίων, καὶ τοῖς οὕτως ἀνιαροῖς ἐκτηκόμενος πόνοις. Καὶ οἱ θεωροῦντες ἔξω ἀπ᾽ ἐμοῦ πεφεύγασιν, ἀπεγνωκότες μου τὴν σωτηρίαν ὡς ἤδη γεγονότος νεκροῦ· τάχα που μαίνεσθαι λέγοντες, καὶ οὐδὲ ὅλως ἐφίεσθαι τοῦ ζῇν. Ὥστε καὶ εἰς λήθην πέμψαι τὰ κατ᾽ ἐμὲ, οἰηθῆναί τε ὅτι σκεῦός εἰμι ἀχρεῖον καὶ ἀπολωλός. Φευγόντων γὰρ αὐτῶν ἐν λήθῃ γεγένημαι, ὥσπερ ἀμέλει καὶ νεκρός.

Ἐδόκουν δὲ καὶ παρεῤῥίφθαι ὥσπερ τῶν σκευῶν τὰ ἀτιμώτατα καὶ τοῦ μηδενὸς ἄξια, καὶ διὰ τοῦτο μὴ ἐπιζητούμενα. <Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας.> (D f. 91 b) Ἀπὸ καρδίας, τουτέστι ἀπὸ τοῦ νοὸς καὶ τῆς μνήμης. <Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν.> (A f. 169) Τάχα δὲ τὸ, Ἤκουσα ψόγον, αἰτία ἐστὶ τῶν ἀνωτέρω ῥηθέντων· ὡς ἂν εἰ λέγοι· Οὐ μάτην ἐμαυτὸν ἐκάκουν, ἀλλὰ διότι οἱ ἀφανεῖς ἐχθροὶ, περιπεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλλήλους, ὅπως τὴν ἐμὴν ψυχὴν διαρπάσωσι· διὸ τῇ πολλῇ κακώσει, τὸν Θεὸν ἐπεσπώμην εἰς ἔλεον. <Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.> (A f. 169) Ἢ οἱ παρὰ Θεῷ κλῆροι, περὶ ὧν ὁ θεῖός φησι Δαβίδ. Τὰ ἐν ἐλπίσιν εἰσὶν ἀγαθὰ τοῖς εὐσεβοῦσιν ἐπηγγελμένα· ἃ καὶ ἀποδώσει αὐτοῖς [κατὰ] καιρόν. <Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου.> (A f. 169 b) Ἐποπτείας μὲν ἀξιοῖ Θεὸς τὸν ἐπιεικῆ καὶ εὐήνιον καὶ τῷ θείῳ φόβῳ κατεσταλμένον· ἀποστρέφεται δὲ τὸν δυσάγωγόν τε καὶ δυσμαχῆ, καὶ ἐν οὐδενὶ τιθέμενον τὸ δοκοῦν αὐτῷ. Ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον, ὡς ἀμείνους ἔσονται παντὸς πειρασμοῦ καὶ τῆς τῶν πολεμούντων ἐπιβουλῆς, οἵπερ ἂν ἔχοιεν αὐτοῦ τὴν ἀντίληψιν.

Ὥσπερ γὰρ ἡλίου μὲν ἀνατείλαντος λύεται τὸ σκότος, ὑπὸ γῆν δὲ γενομένου διαδέχεται νὺξ, ἐν ᾗ προΐασιν ἐκ τῶν οἰκείων καταδύσεων θῆρες ἄγριοι, καὶ ἄνδρες κακουργίας ἐργάται· οὕτως ἀποστρεφομένου μέν τινα τοῦ Θεοῦ, οἱ τῆς ψυχῆς ἐχθροὶ ἐπανίστανται. Ἐπιλάμψαντος δὲ αὐτοῦ τὸ φῶς τῆς θεότητος, ὂ δὴ Θεοῦ πρόσωπόν φησιν ἡ Γραφὴ, ἀποτρέπονται πάντες οἱ τὰ σκότους ἄξια δρῶντες· οὗ δὴ τυχεῖν ἀξιοῖ καὶ ὁ προφήτης, οὐ διὰ πράξεις ἰδίας, δι᾽ ἔλεος δὲ τοῦ Θεοῦ.

Οὗτος γάρ μοι, φησὶ, μόνος τρόπος τῆς σωτηρίας, εἰ τὸ σὸν ἐπιφάνοις πρόσωπον. <Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε.> (A f. 169 b) Τοῖς ἀθέοις, οὐκ ἐμοὶ, προσῆκόν ἐστιν αἰσχύνεσθαι. Πάθοιεν δ᾽ ἂν τοῦτο δικαίως οἱ ἀσεβεῖς, τουτέστιν οἱ μὴ εἰδότες σε, μήτε μὴν τὴν σὴν ὁμολογοῦντες θεότητα καὶ ὑπεροχὴν, ἀνατιθέντες δὲ μᾶλλον τοῖς δαιμονίοις τὴν κυριότητα, καὶ τὸ κατάρχειν τῶν ὅλων ἐκνενεμηκότες τῷ Σατανᾷ, καὶ τοὺς ἑαυτῶν κλήρους ἀνατιθέντες ἐκείνοις. Αὐτῶν δ᾽ ἂν εἴη καὶ τὸ βαδίζειν εἰς ᾅδου, καὶ συνταρταροῦσθαι τοῖς αὐτόθι καθειργμένοις, οὓς καὶ ἰδίους θεοὺς ἐπεγράφοντο. <Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε· ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. (A f. 170, K f. 66 b) Δοκεῖ δέ πως ἀσυμφανὲς εἶναι τὸ ἔκρυψας, πρὸς τὸ ἐξειργάσω· εἰ γὰρ ἔκρυψε τὸ τῆς χρηστότητος πλῆθος, πῶς ἐξειργάσατο πάλιν αὐτὴν ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων; Οὐκοῦν τὸ ἔκρυψε νοητέον, ἀντὶ τοῦ ἀπόθετον, ἤγουν τεθησαυρισμένην, τοῖς οἰκείοις καὶ μόνοις τὴν χρηστότητα ἐποιήσατο, πλὴν ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων, τουτέστιν ἀγνοοῦντος οὐδενός. Τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀγαθός ἐστιν ὁ τῶν ὅλων Δημιουργὸς, οὐκ εἰς ἅπαντας ἁπλῶς, ἀλλ᾽ εἰς ἐκείνους μᾶλλον οἵπερ ἂν ἐν ἰδίαις ψυχαῖς τὸν θεῖον ἔχοντες φόβον;

Τούτοις γὰρ ἀπέκρυψε, τουτέστιν ἀπέθετο, ἰδικὸν ὥσπερ τινὰ κλῆρον τὸ τῆς χρηστότητος πλῆθος· καὶ οὐκ ἐν μόναις ἐλπίσι τὸ χρῆμα αὐτοῖς, ἀλλὰ γὰρ καὶ ἐξειργάσατο πλειστάκις, τουτέστι καὶ διὰ πραγμάτων αὐτῶν γέγονεν ἐμφανές.

Οἷον ἐπεπόλασέ ποτε σκότος τοῖς Αἰγυπτίοις βαθὺ καὶ τριήμερον, ἀλλ᾽ ἡ χρηστότης τοῦ σώζοντος τοὺς ἀνακειμένους αὐτῷ, τοῦ σκότους ἀπείρατον ἐτήρει τὸν Ἰσραήλ. Ἀπολώλασι τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἐν μιᾷ νυκτὶ, ἐν δέ γε τοῖς υἱοῖς Ἰσραὴλ οὐδὲ κύων ἔβρυξεν, ἀλλ᾽ ἦσαν ἐκτὸς πληγῆς παντελῶς, ἀπείργοντος Θεοῦ τὸν ὀλοθρευτήν. Ὁρᾷς ὅπως ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων, τουτέστι παῤῥησίᾳ καὶ φανερῶς ἐξειργάσατο τὸ τῆς ἑαυτοῦ χρηστότητος πλῆθος εἰς τοὺς ἐλπίζοντας ἐπ᾽ αὐτόν; ἣν καὶ οἷον ἔκρυψεν, ἐπεὶ μὴ πᾶσιν ἐξὸν μετασχεῖν αὐτῆς· τετήρηται γὰρ μόνοις, ὡς ἔφην, τοῖς φοβουμένοις αὐτόν. Καὶ οὐκ ἄμισθος ἡ εἰς Θεὸν ἐλπὶς, σωτηρίας δὲ μᾶλλον τῆς παρ᾽ αὐτοῦ προμνήστρια, καὶ πολλὴν τοῖς κεχρημένοις ἐμποιοῦσα τὴν ὄνησιν. Κρύπτεις οὖν, φησὶ, τὴν σὴν χρηστότητα, τουτέστι φυλάττεις τοῖς φοβουμένοις σε· ἐπεὶ καὶ εἰς τοῦτο αὐτὴν ἐξειργάσω, εἰς τὸ παρασχεῖν τοῖς ἐλπίζουσι εἰς σέ· καὶ παρέξεις γε αὐτὴν ἐνώπιον, ὥστε πάντας ἰδεῖν ἐν καιρῷ ἀμοιβῆς διδομένην τοῖς ἀξίοις.

Ἑτέρως δὲ τὸ πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κεκρυμμένην ἔχει τὴν ὠφέλειαν, καὶ οὔτω νῦν τηλαυγῶς καθορᾶται, ἀναμένει δὲ τοὺς ἐπερχομένους αἰῶνας, ὥστε ἐν αὐτοῖς ἀποκαλυφθῆναι. <Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.> (A f. 170 b, D f. 92 b) Τὴν πρὸς Θεὸν ἔντευξιν εἰς ἀγαθὸν κατέστρεψε τέλος, εὐλογῶν τὸν Θεὸν ἐφ᾽ οἷς εὖ πέπονθε. Δι᾽ ἐμοῦ γὰρ, φησὶν, ὁ Θεὸς ἐδοξάσθη, ὅτι μυρίων ἐπ᾽ ἐμὲ συστάντων πολέμων, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πειρωμένων, ὁ ἐμὸς φύλαξ φραγμόν μοι περιβαλὼν, τὸ ἔλεός σου θαυμαστὸν ἔδειξας· οὕτως με σώσας, ὡσεὶ καὶ πόλιν τείχει περιβεβλημένην ὀχυρῷ. Μᾶλλον δὲ πόλιν περιοχῆς αὐτὸν τὸν Υἱὸν ὀνομάζει, τὸν ἀποκρύπτοντα τοὺς ἁγίους καὶ οἷον καταπυκάζοντα καθάπερ ἐν σκηνῇ, ἔξω τε τιθέντα καὶ ἀνθρώπων ταραχῆς καὶ ἀντιλογίας γλωσσῶν. Ἢ τάχα που τὴν Ἐκκλησίαν αὐτοῦ, τὴν τῶν ἁγίων καλεῖ πόλιν, τὴν ἀπόρθητον τῷ Σατανᾷ, τὴν ἀνάλωτον παντελῶς, τὸ μέγα καὶ ἀσφαλὲς καὶ ἀκαταμάχητον τεῖχος. «Πύλαι γὰρ ᾅδου οὐ κατισχύουσιν αὐτῆς.» Πλὴν ὅτι τὸ ἔλεος οὐκ ἔξω τῆς ἁγίας πόλεως δίδοται μᾶλλον, ἀλλὰ τοῖς οὖσιν ἐν αὐτῇ· ἐν αὐτῇ γὰρ τεθαυμαστῶσθαί φησιν αὐτό. Ἦν πόλις περιοχῆς, ἤγουν τετειχισμένη, ἡ ἀπαθὴς ψυχὴ τοῦ Δαβίδ· ἀλλὰ τὸ τῆς ἀπαθείας τεῖχος καθελόντες οἱ ἐχθροὶ μετὰ τῆς Βηρσαβεὲ, εἰσῆλθον πρὸς τὸν Δαβίδ.

Διόπερ καὶ ἐν τῷ πεντηκοστῷ ψαλμῷ παρακαλεῖ τὸν Κύριον ἵν᾽ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλήμ.