Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς ΛΑ΄ έως ΛΓ΄
Αναλύονται οι ψαλμοί ΛΑ΄ έως ΛΓ΄. Γίνεται αναφορά στην άφεση των αμαρτιών, τη δημιουργική ενέργεια του Λόγου, το καινό άσμα και τη διαφύλαξη των αγίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΛΑ΄ έως ΛΓ΄
Αναλύονται οι ψαλμοί ΛΑ΄ έως ΛΓ΄. Γίνεται αναφορά στην άφεση των αμαρτιών, τη δημιουργική ενέργεια του Λόγου, το καινό άσμα και τη διαφύλαξη των αγίων.
ΨΑΛΜΟΣ ΛΑʹ. <Ψαλμὸς τῷ Δαβὶδ συνέσεως. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.> (A f. 171 b) Τὴν κακοπάθειαν αὐτοῦ τὴν πολλὴν ὁ Δαβὶδ προβαλλόμενος, ἣν ἐν τῇ μετανοίᾳ ὑπέμεινε, μακαρίζει τοὺς ἀταλαιπώρως ἀφέσεως τετυχηκότας διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. Συνέσεως δὲ ἐπιγέγραπται ὁ ψαλμὸς, διὰ τὸ ταύτης μάλιστα δεῖσθαι τοὺς ἀνθρώπους· ὅτι δὴ σφόδρα ἐκνενευκότες ἐπὶ τὰ πάθη, ἵπποις καὶ ἡμιόνοις ἀπεικάσθησαν. Ἢ ἐπὶ σύνεσιν προτρέπεται, ἐπεὶ πολλὰ κεκρυμμένα ὁ ψαλμὸς ἔχει, καὶ χρεία συνέσεως τῷ ἐντυγχάνοντι. <Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.> (A f. 171 b) Τρίτη τις αὔτη τάξις τῶν ἁμαρτανομένων, ὧν ἡ μὲν πρᾶξις οὐκ ἐπαινετὴ, τὸ δὲ τῆς γνώμης ἀνεύθυνον. Ὁ μὲν οὖν πρῶτος στίχος ἁρμόσειεν ἂν τοῖς ἠλεημένοις διὰ τοῦ ἁγίου βαπτίσματος· ἐκείνων γὰρ ἀφέθησαν αἱ ἀνομίαι. Ὁ δεύτερος δὲ τοῖς ἐθέλουσι μετανοεῖν· ἐπικαλύπτονται γὰρ αὐτῶν αἱ ἁμαρτίαι διὰ τῆς μετανοίας, καταχωννύντος ὥσπερ αὐτὰς ταῖς ἀμνηστίαις τοῦ φιλαγάθου Θεοῦ, ὡς μηκέτι βούλεσθαι μηδὲ ὁρᾷν αὐτάς. Τοῖς γὰρ ἁμαρτοῦσι μετὰ τὴν ἄφεσιν, οὐκέτι δευτέραν ἄφεσιν, ἀλλ᾽ ἐπικάλυψιν ἁμαρτιῶν παρέχει. Διὰ γὰρ τῶν δευτέρων κατορθωμάτων, καλύπτειν τὰ προημαρτημένα συνεχώρησεν.
Ὁ δὲ τρίτος τοῖς σφαλεῖσι μὲν, πλὴν οὐκ ἀπὸ γνώμης ἐθελοκάκου καὶ πονηρᾶς. <Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με.> (A f. 172 b) Μέγα τὸ μὴ φρονεῖν ἐφ᾽ ἑαυτῷ, εἰδέναι δὲ μᾶλλον τὸν ἐξελέσθαι δυνάμενον, ὅταν ἡμῶν κατατρέχωσι λογισμοὶ καὶ θλίψεις αἱ δι᾽ εὐσέβειαν σκηπτοῦ δίκην ἐμπίπτουσαι καὶ θορυβοῦσαι. <Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.> (A f. 172 b) Ταῦτά φησιν ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν διὰ Χριστοῦ σωτηρίαν, δι᾽ οὗ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς διεκρουσάμεθα δυσθυμίαν· μετημφιασάμεθα δὲ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἄνωθεν καταπλουτήσαντες ἀγαθῶν; Κυκλοῦσι δὲ τοὺς ἁγίους οὐκ ἄνθρωποι μόνον δυσσεβεῖς καὶ ἀλιτήριοι, ἀλλὰ γὰρ καὶ αὐτὰ τὰ φιλοκάκουργα τῶν δαιμόνων στίφη. <Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ μου ταύτῃ ᾗ σὺ πορεύσῃ.> (A f. 173) Εὐξαμένῳ λύτρωσιν ἐχθρῶν, ἀντιφθέγγεται Θεὸς ὁδηγήσειν ἐπαγγελλόμενος ἐν εὐθείᾳ ὁδῷ· Συνετίσω σε γὰρ, φησὶ, καὶ ὑποδείξω σοι ὁδὸν ἣν ὁδεύσεις ἐπὶ τὸ τρισμακάριον ἄγουσαν τέλος, καὶ ἔσομαι πάντως τε ἐποπτεύων τὰ κατὰ σὲ, ὅπως ἐκ τῶν φωτιστικῶν αὐγῶν φωτιζόμενος, τὴν ὁδὸν βλέπειν ἔχῃς τὴν ἐπηγγελμένην σοι. <Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις.> (A f. 173 b, C f. 66 b) Ὡς πρὸς τὸν Θεὸν ἀποστρέφει τὸν λόγον.
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοὺς μὴ βουλομένους μετανοεῖν, οἷά τινι χαλινῷ τῇ παιδείᾳ ἐπίστρεψον πρὸς ἑαυτὸν, καὶ τὸ σκιρτητικὸν καὶ ἀφηνιαστικὸν ἀποθεμένους, τό τε ἀπειθὲς καὶ σκληρόστομον, τῷ σῷ ζυγῷ τούτους ὑπόβαλον· καὶ μὴ ἐάσῃς τὸν χαλινὸν τούτους ἐνδακόντας ὁρμῆσαι ἐπὶ τὸν κρημνὸν ἢ τὸ βάραθρον· ἀλλὰ περιαγαγὼν τὸν αὐχένα τῇ χειρὶ, ἐπὶ τὴν σώζουσαν ὁδὸν κατεύθυνον.
Εἰ γάρ τις ἀπόσχοιτο τοῦ κακοῦ, καὶ εἰς σύνεσιν ἀναδραμὼν τὴν ἀνθρώπῳ πρέπουσαν ἀποσκευάσοιτο μὲν φρόνημα τὸ κτηνοπρεπὲς, γένοιτο δὲ σοφὸς καὶ ἀρτίφρων ἀνὴρ, τότε δὴ ἐλπίδα καὶ καταφυγὴν ἑαυτοῦ ποιήσει τὸν συνετίσαντα Θεόν· τότε κυκλωθήσεται καὶ αὐτὸς ἐλέῳ καὶ οἰκτιρμοῖς, καὶ ὑπὸ χεῖρα γενήσεται τοῦ σώζειν εἰδότος καὶ δυναμένου Θεοῦ. <Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε, δίκαιοι.> (A f. 173 b, C f. 66 b) Ὡς ἄγαν σοφὸν τῆς ᾠδῆς τὸ συμπέρασμα! Ἀποτρέπει γὰρ ἐπί τινι τῶν κοσμικῶν ἐπαγάλλεσθαι, ἐπὶ Θεῷ δὲ μᾶλλον χαίρειν παραινεῖ.
Εἶεν δ᾽ ἂν ταῦτα χαρισμάτων δηλονότι πνευματικῶν διανομαὶ, καὶ γερῶν ἐλπίς. Πλὴν οὐχ ἅπασιν ἃν πρέποι χαίρειν ἐπὶ Θεῷ, ἁρμόσοι δ᾽ ἂν μᾶλλον τοῖς δικαιοσύνης ἐρασταῖς. Τούτων ἐστὶ τὸ ἐπὶ μόνῳ Θεῷ ἀγαλλιᾶσθαι, καὶ ἐπ᾽ αὐτῷ καυχᾶσθαι, κατὰ τὸν θεῖον Ἀπόστολον, «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω,» παρεγγυώμενον.
ΨΑΛΜΟΣ ΛΒʹ. <Ψαλμὸς τῷ Δαβὶδ ἀνεπίγραφος παρ᾽ Ἑβραίοις.> (A f. 174 b, C f. 66 b) Καί γε ᾄδεσθαί φαμεν τὸν μετὰ χεῖρας ψαλμὸν ὡς ἐκ προσώπου τοῦ μακαρίου Δαβὶδ, εἴτουν εἰς τιμὴν καὶ δόξαν Χριστοῦ, ὃς καὶ ὠνομάσθη Δαβὶδ διὰ τὴν κατὰ σάρκα γέννησιν· ἐξέφυ γὰρ ἐξ αἵματος Ἰεσσαὶ καὶ Δαβίδ. Περιέχει δὲ τῆς προκειμένης ᾠδῆς ἡ δύναμις πρῶτον μὲν πρόκλησίν τινα καὶ προτροπήν· ἁγίοις γὰρ χρῆναι δοξολογεῖν, καὶ ᾠδὰς τὰς χαριστηρίους ἀνάπτειν Θεῷ σώσαντι τὴν ὑπ᾽ οὐρανὸν, ἀνακεφαλαιωσαμένῳ τε τὰ πάντα ἐν Χριστῷ τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὃς πάντας ἡμᾶς ἐξείλετο τῆς τοῦ διαβόλου τυραννίδος καὶ σκαιότητος. Εἶτα πρὸς τοῦτο, λόγος εὐθὺς εἰσκομίζεται μυσταγωγικὸς, δι᾽ οὗ μανθάνομεν ὡς ἄμαχον ἔχει τὴν χεῖρα Χριστὸς καὶ τὸ νεῦμα παναλκὲς, καὶ μὴν καὶ τὸ κατὰ πάντων κράτος, καὶ δόξαν θεοπρεπῆ, καὶ ὑπερκόσμιον ὑπεροχήν. Ἀποφαίνει γὰρ αὐτὸν Δημιουργὸν τῶν ὅλων· «Τῷ γὰρ Λόγῳ, φησὶ, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Διδάσκει δὲ πρὸς τούτοις ὡς ἔστι καὶ πανεπίσκοπος, καὶ πανδερκὲς τοῖς ἐπὶ τῆς γῆς ἀφίησιν ὄμμα, καὶ ἑκάστου τροχιὰς περισκέπτεται.
Ἐπιφέρει δὲ ὥσπερ χρήσιμόν τι καὶ ἀναγκαῖον τῇ προτεθείσῃ μυσταγωγίᾳ τὸ συμπέρασμα· καταδείκνυσι γὰρ ὅτι σαθρὰ μὲν καὶ εὐδιάκλαστος ἡ ἐπ᾽ ἀνθρώποις ἐλπίς· καὶ οὐκ ἂν ἀρκέσειέ τις τῶν ἐπὶ τῆς γῆς εἰς τὸ δύνασθαι σώζειν ἑαυτὸν, εἰ μὴ ἐπαμύνοι Θεός. Διακεῖσθαί τε οὕτω παρασκευάζει τοὺς ἀγαπῶντας αὐτὸν, ὡς τὰ αὐτοῦ φρονεῖν, καὶ τοῖς αὐτοῦ νεύμασιν ἐπείγεσθαι κατακολουθεῖν, καὶ ἐπ᾽ αὐτῷ πεποιθέναι, εἰδέναι τε βεβαίως ὅτι παντὸς ἔξω τίθησι πειρασμοῦ, καὶ ἀμογητὶ διασώζει τοὺς ἐπ᾽ αὐτῷ πεποιθότας. Ἄρχεται οὖν τῆς ᾠδῆς καί φησιν. <Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ.> (A f. 175) Ἐν αὐτῷ οὖν γενόμενοι τῷ Κυρίῳ, καὶ καθ᾽ ὅσον ἐσμὲν δυνατοὶ κατοπτεύοντες αὐτοῦ τὰ θαυμάσια, οὕτως συναγάγωμεν ἐκ τῆς θεωρίας ταῖς καρδίαις ἡμῶν εὐφροσύνην.
Καὶ ἵνα συνελὼν εἴπω, τοῦτό ἐστι τὸ ἀγαλλιᾶσθαι τοὺς δικαίους ἐν Κυρίῳ, τὸ φρονεῖν ἑλέσθαι μόνα τὰ αὐτῷ θυμήρη καὶ φίλα, καὶ γλίχεσθαι μὲν τῶν ἀρίστων ἐπιτηδευμάτων, ἀποφοιτᾷν δὲ τῶν κοσμικῶν ἐπιθυμιῶν καὶ τῆς ἐν τῷδε τῷ βίῳ τύρβης. <Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ.> (A f. 175 b) Ἐν ἑτέροις γέγραπται ψαλμοῖς, πῆ μὲν, ὅτι «Ἑκουσίως θύσω σοι·» πῆ δὲ αὖ, «Ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ·» δι᾽ ὦν σημαίνει τὸ μὴ ἀβουλήτως μηδὲ οἷον ἐν κατηφείᾳ καὶ ὀκνηρῶς ποιεῖσθαι δεῖν τὰς εὐχὰς, ἀλλ᾽ ἐκ διανοίας ἀγαθῆς καὶ ἐκ φρονήματος ἱλαροῦ. Τοῦτο κἀνθάδε παραδηλοῦσθαί φαμεν, ὡς ἐν τάξει παραδείγματος παρενεγκόντος τοῦ λόγου τοὺς κιθάρᾳ καὶ ψαλτηρίῳ κεχρῆσθαι κατειθισμένους. Οὐ γάρ τοι τὸ διὰ χορδῶν ἀνακρούειν μέλος ἐπιτάττει τὸ Πνεῦμα, οὔτε μὴν κοσμικῶν ἀθυρμάτων ἅπτεσθαι κελεύει τοὺς τῆς νοητῆς εὐθύτητος ἐπιμελητὰς, ἀλλὰ μετὰ τῆς ἁγιοπρεποῦς θυμηδίας ποιεῖσθαι κελεύει τὰς δοξολογίας.
Εἰκὸς δὲ ὅτι τοῖς ἀρχαίοις ἔθεσιν ἀκολουθῶν ὁ Ψάλλων, ἐνταῦθα διαμέμνηται τῶν ὀργάνων. Ἔθος γὰρ Ἰουδαίοις καὶ λυροκτυπεῖν ἔσθ᾽ ὅτε, κυμβάλοις τε καὶ νάβλαις καὶ ἑτέροις τισὶ κεχρῆσθαι τοιούτοις, καὶ ὑμνολογεῖν ἐν τῷ παρ᾽ αὐτοῖς ὄντι ναῷ. (B f. 97) Ἄθρει ὅπως οὐ βουθυτεῖν τοῖς ἁγίοις, εἴτουν τοῖς εὐθέσιν, ἐπιτάττει μᾶλλον, οὔτε μὴν καπνοῖς κεχρῆσθαι καὶ λιβάνῳ· τὸ ὑμνολογεῖν δὲ μᾶλλον, καὶ ἀναιμάκτους προσάγειν θυσίας, ὅπερ ἐστὶν τῆς ἐν Χριστῷ πολιτείας σύμβολον. Ἀποφήσας γὰρ τὰς δι᾽ αἱμάτων θυσίας, διὰ τοῦ φάναι ὡς τὸν Ἰσραὴλ, «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδ᾽ ἐκ τῶν ποιμνίων σου χιμάρους,» εἰς ᾠδὰς καὶ μέλη προτρέπει λέγων «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως.» <ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ.> (A f. 176 b) Ἴδοι τις ἂν κἀντεῦθεν, ὅτι μὴ τοῖς τὴν ἐν νόμῳ τελοῦσι λατρείαν προσδιαλέγεται νυνὶ τὸ Πνεῦμα διὰ τοῦ Ψάλλοντος, ἀλλὰ τοῖς ἐρασταῖς τῆς ἐν Χριστῷ πολιτείας, καὶ τὴν ἐν πίστει δικαίωσιν παρ᾽ αὐτοῦ πεπλουτηκόσιν. Εἶεν δ᾽ ἂν οὗτοι, περὶ ὧν ἔλεγεν ἐν ἀρχῇ τοῦ προλαβόντος ψαλμοῦ· «Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.» Τίσι γὰρ ἀφῆκε τὰς ἁμαρτίας, εἰ μὴ τοῖς εἰς καινότητα ζωῆς ἀναμορφωθεῖσι δι᾽ ἁγιασμοῦ ἐν πνεύματι, οἳ καὶ πάντα μολυσμὸν ἀπελούσαντο διὰ τοῦ ἁγίου βαπτίσματος;
Τούτοις ᾄδειν κελεύει, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατά τινα τρόπον τὸν ἀσυνήθη τάχα τοῖς πρὸ ἡμῶν. Δεῖν γὰρ εἶναί φησι τὸ ᾆσμα καινὸν, ὅπερ σαφῶς δηλοῖ ὅτι διὰ Μωσέως νόμος τέλος ἔσχηκε. Ψάλλειν δὲ καλῶς, τουτέστιν ἐμφρόνως ὡς ἐν ἀλαλαγμῷ. Τὸν δὲ ἀλαλαγμὸν, κραυγὴν ἐπινίκιον εἶναί φαμεν ἀναφωνουμένην ὑπὸ στρατιᾶς ἐπὶ πεσοῦσιν ἐχθροῖς. [<Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου.> Ἐπεὶ, φησὶν, εὐθύς ἐστιν ὁ λόγος τοῦ Κυρίου, καὶ ἐν πίστει δὲ τὰ ἔργα αὐτοῦ, ἀγαλλιᾶσθε ἐν τῷ Κυρίῳ.
Εὐθὺν δὲ τὸν λόγον τοῦ Κυρίου λέγων, διαμεμνῆσθαί μοι δοκεῖ τῶν εὐαγγελικῶν θεσπισμάτων, ὡς οὐδὲν ἐχόντων σκολιὸν, ἢ αἰνιγματῶδες, ἢ δυσκάτοπτον ὅλως, καὶ τῇ τοῦ γράμματος ἀσαφείᾳ κατημφιασμένον, καθὰ καὶ ὁ νόμος ὁ διὰ Μωσέως. Διὰ κύκλου γὰρ μακροῦ, καὶ περιόδου δυσχεροῦς, ἀμυδρῶς καὶ μόλις συνίεμεν τὰ Μωσέως. «Ὁ δὲ τοῦ Κυρίου λόγος,» τουτέστι τὸ μάθημα τὸ εὐαγγελικὸν, εὐθύς ἐστι, καὶ εὐσύνοπτος, καὶ ἀπευθύνειν δυνατὸς εἰς πᾶν εἶδος ἀρετῆς.] <Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.> (B f. 100) Οὕτω που περὶ τῆς θαλάσσης φησίν· «Ἐθέμην αὐτῇ ὅρια, ἐπιθεὶς κλεῖθρα καὶ πύλας, εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ᾽ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.» Ἔφη δέ που καὶ πρός τινας τῶν ἀρχαιοτέρων δι᾽ ἐνὸς τῶν ἁγίων προφητῶν· «Μὴ ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος, ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε, τὸν τάξαντα ἄμμον ὄριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό;» Ὅτι γὰρ ὑποβρύχιον οὖσαν τὴν γῆν, νεῦμα θεῖον ἐξεκάλυψεν ἐν ἀρχαῖς, διεσάφησεν ὁ Μωσῆς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ λέγων· «Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.»
Οὐκοῦν δυναμένην τὴν ἄβυσσον ὅλην καταχῶσαι τὴν γῆν, θεῖα περιέχουσα δύναμις, δίκην ἀσκοῦ συνέχει· καὶ οἷον ἀνασειράζουσα, τοὺς ἐκνεμηθέντας αὐτῇ τόπους ὑπεραίρειν οὐκ ἐᾷ. <Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ.> (B f. 100, A f. 180, C f. 68) Ὅτι μὴ μάτην, ὀνησιφόρως δὴ μᾶλλον, καὶ ὑπέρ γε τοῦ πᾶσι χρησίμου καὶ ἀναγκαίου πρὸς σωτηρίαν, τοὺς περὶ τῆς θείας δόξης, καὶ τῆς κατὰ πάντα ὑπεροχῆς πρὸς ἡμᾶς πεποίηται λόγους, ἡ τῶν προκειμένων ἡμῖν σαφηνιεῖ δύναμις. Συμβουλεύει γὰρ ἅπασαν τὴν ὑπ᾽ οὐρανὸν μηκέτι τοῖς δαιμονίοις προσάγειν τὸ σέβας, ἀλλὰ τῷ θείῳ κατακαλλύνεσθαι φόβῳ, καὶ εἰσοικίσασθαι κατὰ νοῦν τὴν περὶ τοῦ πάντων κρατοῦντος ἔννοιαν, ὃς λόγῳ μὲν παρήγαγε τὰ πάντα εἰς ὕπαρξιν, ἐστερέωσε δὲ οὐρανοὺς, καὶ συνέχει πρὸς τὸ εὖ εἶναι καὶ ὑφεστάναι τὰ γεγονότα, διὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος. Διὰ τοῦτο γὰρ τοὺς περὶ τῆς θείας δόξης πεποίηται λόγους ὁ Δαβὶδ, ἵνα τῆς ἐνούσης ὑπεροχῆς τὸ μέγεθος τῇ θείᾳ καὶ ἀποῤῥήτῳ φύσει μανθάνοντες, ἀποπεμψώμεθα μὲν ὡς ὀλέθριον χρῆμα τὸ ῥᾴθυμον εἰς ἀγαθουργίαν· ἐμβάλλοντες δὲ ταῖς ἑαυτῶν καρδίαις τὸν τοῦ Θεοῦ φόβον, ἀντεχώμεθα παντὸς ἀγαθοῦ, καὶ οὕτως ἀναβαίνωμεν εἰς οἰκειότητα τὴν πρὸς αὐτόν.
Ὅτι γὰρ σωτήριος τοῖς ἀγαπῶσιν αὐτὸν ὁ θεῖός ἐστι φόβος, διδάξει τὸ Γράμμα τὸ ἱερόν· «Φόβος γὰρ Κυρίου, φησὶ, τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. <Ἀπ᾽ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.> (A f. 180 b, B f. 100 b, C f. 68) Ἀκούοντες, φησὶν, αὐτοῦ οἱ τὴν οἰκουμένην οἰκοῦντες ἄνθρωποι, ἀπὸ τῆς προτέρας στάσεως ἧς εἶχον, εἰδωλολατροῦντες δηλονότι, σαλευθήτωσαν, τῷ ἰδίῳ δημιουργῷ ὑπακούοντες. Τὸ γὰρ σαλευθῆναι ἐνταῦθα ὑποδηλοῖ οὐ κίνησίν τινα σωματικὴν ἢ κλόνον τοιοῦτον· ἐκεῖνο δὲ μᾶλλον ἔθος καὶ τῇ θεοπνεύστῳ Γραφῇ καὶ ἡμῖν αὐτοῖς ἐπὶ τῶν ἐπισήμως δρωμένων λέγειν, ὅτι ἐσαλεύθη.
Οἷον ὅτε ἐποχούμενος τῷ πώλῳ μειρακίων ὑμνολογούντων αὐτὸν, ἀνέβη εἰς Ἱεροσόλυμα, τότε τὸ ἐπίσημον τῆς εἰσβολῆς διερμηνεύων ὁ εὐαγγελιστὴς γέγραφεν, ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις· ἀντὶ τοῦ, ἔγνω, καὶ ἔλαθεν οὐδένα, καὶ τεθαύμαστο παρὰ πάντων. Οὔτω καὶ ἐνθάδε νοήσεις τὸ σαλευθῆναι πάντας τοὺς κατοικοῦντας τὴν οἰκουμένην, καταπληττομένους οἱονεὶ καὶ θαυμάζοντας, ὡς ἀγνοῆσαι παντελῶς οὐδένα τὴν τοῦ Θεοῦ δόξαν, καὶ τὸ ὑπερφερὲς ἀξίωμα τῆς ἐνούσης αὐτῷ δυνάμεως καὶ ὑπεροχῆς. <Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίθησαν.> (A f. 180 b, C f. 68) Ἦν μὲν καὶ ἔστιν αὐτὸς, ἡμεῖς δὲ ἐκτίσμεθα διὰ τοῦ ζῶντος αὐτοῦ καὶ ἐνυποστάτου Λόγου, ὅς ἐστιν αὐτοῦ καὶ σοφία καὶ δύναμις.
Τὸ δὲ ἐνετείλατο μὴ νομίσῃς ἀνθρωποπρεπῶς, ἐννόει δὲ μᾶλλον ὅτι καὶ τῶν βαναυσικῶν τεχνῶν οἱ ἐπιστήμονες, ὅταν τι διατεκτήνασθαι βούλωνται τῶν ἐγνωσμένων αὐτοῖς, μονονουχὶ καὶ ἐντέλλονται τῇ ἑαυτῶν ἐπιστήμῃ καὶ τέχνῃ διά γε τοῦ ἐθέλειν ἐργάσασθαί τι· καὶ ἡ τοῦ νοῦ πρὸς τὰ ἔργα ῥοπὴ, δύναμιν ἔχει προστάγματος καὶ αὐτοκελεύστου φορᾶς.
Ἀλλ᾽ ἐπὶ μὲν ἀνθρώπων, ἀνυπόστατος αὐτὴ καθ᾽ ἑαυτὴν ἥ τε σοφία καὶ ἡ δύναμις αὐτῶν· ἐπὶ δὲ Θεοῦ οὐκέτι. Ὑφέστηκε γὰρ ὁ Λόγος δι᾽ οὗ τὰ πάντα ἐργάζεται, διά γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεως καὶ σοφίας. (A f. 181) Ὅρα δὲ ὅτι πρὸς δύο ταῦτα προάγοντα, τὸ »Φοβηθήτω πᾶσα ἡ γῆ,» καὶ τὸ «Σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,» δύο ἐπήγαγε· τὸ, «Αὐτὸς εἶπε καὶ ἐγενήθησαν·» καὶ τὸ, «Αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.» Ἐπειδὴ γὰρ σύνθετος ὁ ἄνθρωπος ἔκ τε τοῦ γηΐνου πλάσματος καὶ ἐκ τῆς ἐνοικούσης ψυχῆς τῷ σώματι, γῆ μὲν λέγεται τὸ ἐκ τῆς γῆς πεπλασμένον· κατοικῶν δὲ τὴν οἰκουμένην, ἡ τὴν ἐν σώματι διαγωγὴν λαχοῦσα ψυχή. Καταλλήλως οὖν τῇ μὲν γῇ, ἤγουν τῷ πλάσματι ἡμῶν τῷ ἀπὸ τῆς γῆς, τὸ ἐγενήθη ἀποδέδοται· ἐπὶ δὲ τῆς κατ᾽ εἰκόνα Θεοῦ κτισθείσης ψυχῆς, τὸ ἐκτίσθη. Ἐπειδὴ δὲ ἡ κτίσις ἐπὶ τῆς μετακοσμήσεως καὶ βελτιώσεως πολλάκις λαμβάνεται, ὡς τὸ, «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·» καὶ τὸ, «Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον·» τάχα τὸ μὲν ἐγενήθη ἐπὶ τῆς πρώτης τοῦ ἀνθρώπου οὐσιώσεως λέγεται, τὸ δὲ ἐκτίσθη ἐπὶ τῆς δευτέρας διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀναγεννήσεως.
Ὅσον δὲ λόγου ψιλοῦ ἐντολὴ Θεοῦ διαφέρει, τοσοῦτον κτίσεως πρὸς γένεσίν ἐστι τὸ διάφορον. <Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει.> (A f. 181 b) Ἀναπηδᾷ τοίνυν ἐνταῦθα εἰς ἔννοιαν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς, καὶ οἷα κατώρθωται δι᾽ αὐτῆς περιαθρεῖ. Ὁ μὲν γὰρ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, καὶ τὰ τῶν δαιμονίων ἔθνη, πικρὰ καθ᾽ ἡμῶν ἐσκέπτοντο· πλείστη γὰρ ἦν ἡ τοῦ θανάτου πάγη πανταχοῦ, καὶ οἱ τῆς ἁμαρτίας βρόχοι διεῤῥιμμένοι. «Ἐν ὁδῷ γὰρ, φησὶ, ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι·» καὶ οὐκ ἦν διαφυγεῖν τῆς ἐκείνων σκαιότητος τὰ ἐπιτηδεύματα.
Προσεκύνουν μὲν γὰρ οἱ ἄνθρωποι αὐτοῖς τε τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ μὴν καὶ ξύλοις, καὶ λίθοις, καὶ τοῖς τοῦ κόσμου στοιχείοις· καὶ οὐκ ἦν ἐν αὐτοῖς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἐν ταῖς οὕτω δειναῖς ἀῤῥωστίαις πεπιεσμένων ἁπάντων, καὶ ἰσχύοντος οὐδενὸς τῆς ἐκείνων πλεονεξίας ἀπολῦσαι τὸν αὐχένα· ἤθελον γὰρ ἡμῶν κατάρχειν αὐτοί.
Διεσκέδασε δὲ αὐτῶν τὰς βουλὰς τῶν ἀρχόντων· ἐξείλετο γὰρ καὶ σέσωκεν, αἰχμαλώτους ὄντας ἐλυτρώσατο, καὶ τυραννικῶν ἀπαλλάξας βρόχων, τοῖς ἰδίοις ἐγκατέδησε ζυγοῖς. Ἀνεκεφαλαιώσατο γὰρ ἐν Χριστῷ τὰ πάντα, καὶ τῆς κατὰ πάντων ἀρχῆς ἀπεσόβησε τὸν Σατανᾶν. Καὶ οὐ μέχρι τινὸς, ἤτοι χρόνων μεμετρημένων, ἐν τούτοις ἐσόμεθα, ἀλλ᾽ εἰς αἰῶνας παρατείνει μακρούς τε καὶ ἀπεράντους ἡ παρ᾽ αὐτοῦ χάρις. «Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, φησὶ, τίς διασκεδάσει;» Οὐκοῦν «ἡ βουλὴ τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα, καὶ οἱ λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.» Οὐ γὰρ ὑφ᾽ ἑτέρῳ πάλιν ἐσόμεθα, ἀλλ᾽ αὐτὸς καὶ μόνος ἡμῶν κατάρξει Χριστός· βασιλεύσει γὰρ εἰς τοὺς αἰῶνας· καὶ, ὡς ὁ Ψάλλων φησὶν, «Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς αἰῶνας.» <Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ.> (G f. 68 b) Μακάριος ὁ λαὸς, ὁ μηδένα μὲν τῶν ψευδωνύμων θεῶν εἰδὼς ἢ ὀνομάζων ἔτι, Κύριον δὲ καὶ Θεὸν ἐπιγραψάμενος τὸν φύσει καὶ ἀληθῶς, καὶ αὐτῷ τὴν οἰκείαν καταζεύξας ψυχήν· οὕτω τε ἐξειλεγμένος, ὥστε καὶ κλῆρον γενέσθαι καὶ μερίδα Θεοῦ <Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος.> (B f, 102, C f. 68 b) Τοῦτο, οἶμαι, ἔστιν τὸ καὶ ἑτέρωθί που δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον, ὡς πρὸς ἡμᾶς τοὺς ἐν Χριστῷ κεκλημένους εἰς δικαίωσιν, «καὶ ἐπισκέψαι ἡμᾶς ἀνατολὴ ἐξ ὕψους.»
Ἀκούω δὲ πάλιν καὶ τοῦ θεσπεσίου Δαβὶδ ψάλλοντός τε καὶ λέγοντος πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου.
Σωτήριον δὲ τοῦ Θεοῦ καὶ Πατρὸς ὠνόμασταί τε καὶ ἔστιν ἀληθῶς ὁ Υἱός. Ἀλλ᾽ ἔπεμψεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ καθάπερ τι φῶς καὶ λαμπάδα τὴν δικαιοσύνην καὶ τὸ σωτήριον ἑαυτοῦ, τουτέστιν τὸν Υἱόν· δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὸ θεῖόν τε καὶ νοητὸν τεθεάμεθα φῶς. Οὐκοῦν ἡ ἐνανθρώπησις τοῦ Λόγου νοοῖτ᾽ ἂν εἰκότως ἐπίσκεψις εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς, ἤγουν ἐπίβλεψις ἐνθάδε λεγομένη. [Ἐπιτήρει δὲ ὅτι γενέσθαι δεῖ, φησὶ, τὴν ἐπίβλεψιν τὴν ἐξ οὐρανῶν οὐκ ἐπὶ μόνον τὸν Ἰσραὴλ, καθὰ καὶ πάλαι μεσιτεύοντος τοῦ πανσόφου Μωϋσέως, ἀλλ᾽ ἐπὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοὺς κατοικοῦντας τὴν οἰκουμένην. Κέκληται γὰρ εἰς σωτηρίαν διά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατὰ πᾶσαν οὖσα τὴν γῆν· γενικωτάτη γὰρ, καὶ κατὰ παντὸς ἔθνους τε καὶ γένους ἀνθρώπων, ἡ διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κεχώρηκε χάρις.] <Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.> (B f. 102) Ἕτοιμον δὲ κατοικητήριον ἡ θεία Γραφὴ τὸν οὐρανὸν εἴωθεν ὀνομάζειν, ἤτοι τοὺς ἐν τῷ οὐρανῷ κατοικοῦντας ἁγίους ἀγγέλους· διά τοι, καθάπερ ἐγᾦμαι, τὸ μὴ πόνῳ καθαίρεσθαι τὰς ἄνω δυνάμεις, καθάπερ ἡμεῖς, εἶναι δὲ μᾶλλον ἁγίας, ὥστε αὐταῖς καὶ ἐπαναπαύεσθαι τὸν Θεόν.
Γεγόναμεν γὰρ καὶ ἡμεῖς κατοικητήριον τοῦ Θεοῦ· ναοὶ γοῦν αὐτοῦ χρηματίζομεν, πλὴν οὐχ ἑτοίμως πρὸς τοῦτον ἐρχόμεθα, ἀλλ᾽ ἢ χάριτι καὶ δωρεᾷ Θεοῦ δικαιούμενοι· ἤγουν πόνῳ καὶ ἱδρῶτι τὸν οἰκεῖον διασμήχοντες νοῦν· ὥστε καὶ ἁγίους γεγονότας, ἔναυλον ἔχειν τὸν πάναγνόν τε καὶ ἄγιον ἀληθῶς. (B f. 102 b) Ἐπιτήρει δὲ, ὅτι γενέσθαι φησὶ τὴν ἐπίβλεψιν ἐξ οὐρανοῦ οὐκ ἐπὶ μόνον τὸν Ἰσραὴλ, καθ᾽ ἃ καὶ πάλαι μεσιτεύοντος τοῦ πανσόφου Μωσέως, ἀλλ᾽ ἐπὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων τοὺς κατοικοῦντας τὴν οἰκουμένην. Κέκληται γὰρ εἰς σωτηρίαν διά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατὰ πᾶσαν οὖσα τὴν γῆν. Γενικωτάτη γὰρ, καὶ κατὰ παντὸς ἔθνους τε καὶ γένους ἀνθρώπων, ἡ διὰ τοῦ πάντων ἠμῶν Σωτῆρος Χριστοῦ κεχώρηκε χάρις. <Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.> (B f. 102 b, C f. 68 b) Θεὸς οὖν ἄρα κατὰ ἀλήθειαν ὁ Υἱὸς, ὁ καὶ τὰς καρδίας ἡμῶν εἰδὼς, ὁ πλάσας αὐτὰς κατὰ μόνας· καὶ πάντα τὰ ἔργα συνιεὶς τῶν ἐπὶ τῆς γῆς, οὐ μαρτυροῦντός τινος, ἤγουν ἀπαγγέλλοντος, ἀλλ᾽ ὡς ἐπόπτης διανοιῶν, καὶ εἰς καρδίας ὁρῶν, καὶ γινώσκων τὰ ἐγκεκρυμμένα.
Τὸ γὰρ φῶς μετ᾽ αὐτοῦ ἐστιν, καθάπερ γέγραπται, μᾶλλον δὲ αὐτός ἐστιν τὸ φῶς. [<Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν.> «Οὐ σώζεται, φησὶ, βασιλεὺς διὰ πολλὴν δύναμιν,» τουτέστι, διὰ πολυχειρίαν τῶν ὑπ᾽ αὐτῷ δορυφόρων.
Ἀλλ᾽ οὐδ᾽ ἂν εἴ τις εἴη γίγας ἰσχυρὸς, δῆλον ὅτι καὶ μέγα πεφρονηκὼς ἐπ᾽ εὐσθενείᾳ πολλῇ, καὶ ῥώμῃ σώματος, οὐδ᾽ ἂν οὕτω σωθείη, καὶ κρείττων ἔσται χειρὸς τῆς τῶν μαχομένων αὐτῷ, μὴ οὐχὶ Θεοῦ κατανεύοντος τὸ νικᾷν.] <Ψευδὴς ἵππος εἰς σωτηρίαν.> (B f. 103 b) Ἔσται δὲ ψευδὴς εἰς σωτηρίαν ἵππος, τουτέστιν ἱππικὴ παράταξις. Σφάλλεται γὰρ ἔσθ᾽ ὄτε τῆς ἐλπίδος ὁ ἐπ᾽ αὐτῇ πεποιθὼς, καὶ προέσεσθαι προσδοκῶν, ὑπὸ χεῖρα πέπτωκεν ἐχθρῶν. Ἐν γὰρ τῷ πλήθει τῆς δυνάμεως αὐτοῦ σωθήσεται τίς· οὐ σωθήσεται ὁ βασιλεὺς, ἤγουν ἡ παράταξις, ὡς ἔφην, ἡ ἱππική. Ἐφαρμόσεις γὰρ εὐτέχνως, ὅπερ ἂν ἕλοιο τῶν ὠνομασμένων, τοῦ στίχου τὴν δύναμιν. Θεὸς οὖν ἄρα ἐστὶν ὁ τῶν δυνάμεων Κύριος, καὶ παρ᾽ αὐτοῦ τὸ νικᾷν ἐστιν· ἐκρύεται δὲ καὶ ἀνασώζει ῥᾳδίως τοὺς ἐπ᾽ αὐτῷ πεποιθότας· οἷς καὶ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν ὧδέ πή φησι· «Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.» <Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.> (B f. 103 b. C f. 69) Ἀποδείκνυσιν ὅτι κήδεται Θεὸς τῶν τὴν πρὸς αὐτὸν οἰκειότητα πεπλουτηκότων, πνευματικὴν δηλονότι· καὶ μὴν ὅτι τὴν ἐξ ἀγάπης αὐτοῖς ἐποπτείαν ἐπιδιδοὺς, παντὸς ἐπέκεινα τίθησι κακοῦ. «Ἰδοὺ» γὰρ, φησὶν, τόδε· Ἰδοὺ λέγων, μονονουχὶ καταδείκνυσιν ἀληθὲς ὂν τὸ χρῆμα, καὶ διὰ πείρας αὐτῆς ἐγνωσμένον. «Οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.»
Εἶτα τί τοῦτο τὸ ἰσοστατοῦν εἰς εὐημερίαν; Ἢ πῶς οὐκ ἁπάσης ἂν εἶεν ἔμπλεῳ θυμηδίας, οἷς ἂν ὑπάρχοι τὸ ἐποπτεύεσθαι παρὰ Θεοῦ; Καὶ γοῦν τὸ μὴ τούτου τυχεῖν δεδίασιν ἀναγκαίως οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀπηρτημένοι· οἳ καὶ τεθαρσήκασιν οὐκ ἐφ᾽ ἑαυτοῖς μᾶλλον, ἀλλ᾽ ἐπὶ τῶ κατοικτείροντι Θεῷ, ἐλπίδα τιθέντες τὸ ἔλεος αὐτοῦ. <Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν.> (B f. 103 b, C f. 69) Ἐφορᾷ γὰρ, φησὶν, ὥστε καὶ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ οὐ πάντως σαρκικοῦ, νοητοῦ δὲ μᾶλλον. Ψυχῆς δὲ θάνατον εἶναί φαμεν, τὸ ἁλῶναι βρόχοις διαβολικοῖς, καὶ τοῖς τῆς ἁμαρτίας τέλμασιν περιπεσεῖν· καὶ πρός γε δὴ τούτοις, τὸ ἀσθενεῖν ἐν πειρασμοῖς, καὶ ὀκλάζειν ἐν δοκιμασίαις. Σκοπὸς οὖν ἄρα τῷ ἐπόπτῃ τῶν ἁγίων θεῷ, καὶ ἐκ θανάτου ῥύσασθαι τὰς τῶν φοβουμένων αὐτὸν ψυχὰς, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. <Καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.> (B f. 104, C f. 69) Ἐμπίπλησι γὰρ αὐτὰς νοητῶς τε καὶ ἱερῶς, ἄρτον αὐταῖς ἐπιδιδοὺς τὸν ἐξ οὐρανοῦ, τουτέστιν τὸ ζωοποιὸν ἀληθῶς καὶ σωτήριον μάθημα, καὶ παράκλησιν τὴν διὰ τοῦ ἁγίου Πνεύματος, δι᾽ ἧς πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν νευρούμεθα. Οὐ γὰρ λιμοκτονήσῃ Κύριος ψυχὴν δικαίαν.
Ἔφη γοῦν, τὴν πνευματικὴν ἡμῖν ἁπλώσας τράπεζαν· «Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε, οἱ πλησίον.» <Ἡ δὲ ψυχή μου ὑπομένει τῷ Κυρίῳ.> (B f. 104) Τὸ ὑπομένειν τῷ Κυρίῳ, οὐδὲν ἕτερον εἶναί φαμεν, πλὴν ὅτι τὸ ἑλέσθαι τληπαθεῖν ὑπέρ γε τῆς εἰς αὐτὸν ἀγάπης, καὶ ὀνησιφόροις ἱδρῶσιν ὁμιλεῖν, ἵνα τὸ αὐτῷ δοκοῦν κατορθώσειαν. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, φησὶν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. <Ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν.> (B f. 104) Ἆρ᾽ οὖν ταῖς ἰδίαις δυνάμεσιν ψιλαῖς τε καὶ μόναις ἐπιθαῤῥήσαντες τὰ τοιάδε φασὶν, καὶ μέγα φρονοῦσιν ἐφ᾽ ἑαυτοῖς; Οὐ μὲν οὖν· ἴσασι δὲ μᾶλλον ὅτι συνασπίζει Θεὸς, καὶ ὅτι συμπαραστάτην ἔχουσιν αὐτὸν ἐνισχύοντά τε καὶ σώζοντα. Τοιγάρτοι καὶ προσεπάγουσιν· «Ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. Οὐκοῦν ὑπομενοῦμεν διὰ τοῦτο, φασὶν, καὶ διὰ πάσης καρτερίας δοκιμωτάτους ἑαυτοὺς παραστήσομεν, καὶ τὸν τῆς γνησιότητος ἀναδησόμεθα στέφανον, ὡς ἐπίκουρον καὶ προασπιστὴν ἔχοντες αὐτόν. <Γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφ᾽ ἡμᾶς.> (C f. 69) Ἀκολουθείτω τὸ σὸν ἔλεος, ἤγουν ὑπαρξάτω τοῖς ἐλπίζουσιν ἐπὶ σέ. Γνησιότητος δὲ τοῦτο σημεῖον γένοιτο καὶ μάλα σαφές. Ὡς γὰρ ἐν αὐτῷ προσοικειωθέντες, καὶ ἐπ᾽ αὐτῷ χαίροντες μόνῳ, καὶ τὰς ἐλπίδας ἔχοντες ἐπ᾽ αὐτῷ, ζητοῦσι τὸ κατοικτείρεσθαι.
ΨΑΛΜΟΣ ΛΓʹ. Τῷ Δαβὶδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθε. (B f. 105, C f. 69) Τῶν ἐξ ἔθους οὐδὲν ἐπιγέγραπται τοῖς προκειμένοις· οὔτε γὰρ ᾨδὴν, οὔτε Ψαλμὸν ὠνόμασεν αὐτά. Ἔοικε τοίνυν χαριστηρίου τρόπον ἐπέχειν ἀνακομισθέντος Θεῷ, ὡς ἐκ προσώπου μὲν τοῦ θεσπεσίου Δαβὶδ, ὄντος γε μὴν οὐκ ἀνωφελοῦς καὶ ἑτέροις οἵπερ ἂν διὰ Θεοῦ ῥυσθεῖεν ἐκ πειρασμῶν, καὶ ἀπεκρούσαντο διὰ Θεοῦ τὰς τῶν διωκόντων αὐτοὺς καὶ τὰς λίαν ἀφορήτους οὔσας ἐπιβουλάς.
Πότε δὲ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ, καὶ τίς ὁ Ἀβιμέλεχ, ἢ πῶς ἀπέλυσεν αὐτὸν, εἰπεῖν ἀναγκαῖον, ἐκ τῶν ἱερῶν Γραμμάτων ἐξυφαίνοντας τὴν ἀφήγησιν. Ἐδιώκετο τοίνυν κατὰ καιροὺς ὑπὸ τοῦ Σαοὺλ ὁ τρισμακάριος Δαβίδ· ἀντιφέρεσθαι δὲ οὔπω δυνάμενος, διὰ τὸ ἕπεσθαι τέως τοῖς ἐκείνου νεύμασιν τὸ μάχιμον ἅπαν τὸ ἐξ Ἰσραὴλ, ἐβουλεύσατο φυγεῖν πρὸς Ἀγχοῦν βασιλέα Γὲθ, ἤτοι τῶν ἀλλοφύλων, συμβούλῳ τῷ Ἰωνάθαν χρησάμενος. Εἶτα τῆς ὁδοιπορίας ἐχόμενος, περιέτυχεν τῷ ἱερεῖ Ἀβιμέλεχ ἐν τῇ πόλει Νομβάν· καὶ ἔκρυψε μὲν τὴν φυγὴν, ἀπεστάλθαι δὲ εἴρηκεν ὑπὸ τοῦ βασιλέως, ὡς καὶ τὴν ῥομφαίαν αἰτῆσαι τοῦ Γολιάθ. Καὶ οὐχ ὡμολόγησεν μὲν ὡς αὐτὸς εἴη Δαβὶδ ὁ κεχρισμένος εἰς βασιλέα διὰ χειρὸς τοῦ θεσπεσίου προφήτου Σαμουὴλ, ἀλλ᾽ ὡς εἷς τις τῶν ἀγελαίων, ἄρτους ἐζήτει παρ᾽ αὐτοῦ· ὁ δὲ ἔφασκεν ἑτέρους οὐκ εἶναι παρ᾽ αὐτῷ πλὴν μόνους τοὺς τῆς προθέσεως κατὰ τὸν Μωσέως νόμον.
Αἰτοῦντος δὲ καὶ αὐτοὺς τοῦ μακαρίου Δαβὶδ, καὶ τοῦ ἱερέως φάσκοντος μὴ ἄρα πώς ἐστιν ἐν μολυσμοῖς τὰ παιδάρια, ἔφασκεν ὅτι γυναικὸς ἀπέσχοντο τρίτην ταύτην ἡμέραν οἱ σὺν αὐτῷ πάντες τῆς ὁδοιπορίας ἐχόμενοι. Λαβὼν οὖν τοὺς ἄρτους ἔφαγεν.
Ἐπεὶ τοίνυν ἄλλα μὲν εἶπεν, ἕτερα δὲ ἐφρόνει, ἠλλοιωκέναι αὐτὸν τὸ πρόσωπον αὐτοῦ φασιν. Εἶτα γεγονὼς ἐν Γὲθ, καὶ φοβηθεὶς τὰς τῶν ἐναντίων ἐπιβουλὰς, ὑπεπλάττετο μωρίαν, ὅτε, καθ᾽ ἃ γέγραπται, καὶ σίελον κατέῤῥει κατὰ τοῦ πώγωνος, καὶ περιεφέρετο βαδίζων, ἔξω φρενὸς γεγονὼς καὶ κορυβαντιῶν.
Καὶ τούτῳ τῷ τρόπῳ τῆς σωτηρίας τετύχηκεν. Ταυτησὶ τῆς ἱστορίας ποιεῖται μνήμην ἡ προγραφή. Ἰστέον δὲ ὅτι καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔφη πρός τινας τῶν Φαρισαίων κατηγοροῦντας τῶν μαθητῶν, ὅτι περιτρίβοντες στάχυας ἤσθιον ἐν Σαββάτῳ· »Οὐ κατέγνωτε τί ἐποίησεν Δαβὶδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;» Σεσωσμένος δὴ οὖν ὁ θεσπέσιος Δαβὶδ, καὶ πάντα πόλεμον διαφυγὼν, ἀνακομίζει τὸ χαριστήριον, καί φησιν· <Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου.> (C f. 69 b) Οὐδεὶς τῶν κατὰ σάρκα ζώντων, ἀλλ᾽ εἴ τίς ἐστι τῶν πνευματικῶν καὶ ζωῆς τῆς τεθαυμασμένης ἔγκριτος ἐραστὴς, ἐρεῖ· «Τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου.» Οἱ γὰρ ψυχικόν τε καὶ γεῶδες ἔχοντες φρόνημα, «τὴν δόξαν ἔχουσιν ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Οὐ γὰρ τοῦ βουλομένου τὸ ἔργον, ἀλλὰ τοῦ κατευθύνοντος ἡ χάρις. <Ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν.> (C f. 69 b) Εὐφρανθήτωσαν οἱ πραεῖς ἐπὶ τοῖς ψυχωφελέσι λόγοις, καὶ δὴ χαιρέτωσαν ἐπ᾽ αὐτοῖς.
Οἱ γὰρ σοφοὶ τὴν καρδίαν, σοφῶν ῥημάτων εἰσὶν ἐρασταὶ, καὶ προβλήσεις δέχονται τὰς ἐπ᾽ ἀγαθοῖς, μελισμοῦ τινος δίχα. <Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί.> (C f. 70) Ἐπεὶ δὲ εἷς νοῦς, καὶ ἑνὸς ἀνδρὸς μελέτη, οὐδὲ πρὸς βραχὺ αὐταρκεῖ πρὸς τὴν τῶν μεγαλείων τοῦ Θεοῦ κατάληψιν, πάντας ὁμοῦ τοὺς πραεῖς εἰς τὴν κοινωνίαν ταύτης τῆς ἐνεργείας παραλαμβάνει. <Προσέλθατε πρὸς αὐτὸν, καὶ φωτίσθητε.> (C f. 70) Οἱ θέλοντες λέγειν τι περὶ τῆς θείας τε καὶ ἀνωτάτης φύσεως, οὐδὲν τῶν κατεῤῥιμμένων, ἤτοι ἀνθρωποπρεπῶν ἢ καὶ ἑτέρως ἐοικότων, τῇ γενητῇ καὶ πεποιημένῃ φύσει φρονοῦσι περὶ αὐτῆς ἢ λέγουσι, ἀλλ᾽ ὅσα μᾶλλόν ἐστιν ὑψοῦ τε ἠρμένα, καὶ οὐδενὶ τῶν ἄλλων ἐνόντα. —Ζητεῖται ὁ Θεὸς οὐ τοπικῶς, ἐπεὶ μὴ ἐν τόπῳ [τὸ] Θεῖον, ἔξω δὲ πάσης περιγραφῆς, πληροῦν τὰ πάντα, κατὰ διάθεσιν δὲ δηλονότι, καὶ κατὰ τῆς λατρείας τὸν τρόπον· εὑρίσκεται γὰρ διά τε πρακτικῆς ἀρετῆς, καὶ δογματικῆς ὀρθότητος, κατὰ τὸ κρῖμά τε καὶ δικαιοσύνην ποιεῖν.— Ἔως τίς ἐστιν ἐν τοῖς τῆς φαυλότητος τρόποις καὶ βορβόροις ἐμβεβηκὼς τῶν σαρκικῶν ἐπιθυμιῶν, οὔπω πρόσεισι τῷ Θεῷ· ἀποφοιτᾷ γὰρ αὐτοῦ.
Ἐπ᾽ ἂν δὲ γένηται λάτρης Θεοῦ, καὶ διψήσῃ τὸ ἀγαθὸν, καὶ πάσης ἀρετῆς ἐπιστήμονα τὸν νοῦν ἀποφήνῃ, τότε πρόσεισι Θεῷ. —Τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου παρακελεύεται προσελθεῖν τῷ Κυρίῳ, καὶ ἐγγίσαι αὐτοῦ ταῖς ἀκτῖσι τῆς θεότητος, ἵνα ἐκ τοῦ προσεγγισμοῦ ἐλλαμφθέντες, χάριτι τῶν φωτισμῶν αὐτοῦ εἰς ἑαυτοὺς χωρήσωσιν. <Ὁ Κύριος εἰσήκουσεν αὐτοῦ.> (C f. 70 b) Εἴ τίς ἐστι μετριόφρων, τούτῳ ὁ Θεὸς ἀνευρύνει τὸ οὖς· χαρίζεται δὲ καὶ λίαν ἑτοίμως αὐτοῦ τὰ αἰτήματα, ὥστε ἐκ πασῶν αὐτὸν ῥύεσθαι τῶν αὐτοῦ θλίψεων. <Παρεμβαλεῖ ἄγγελος Κυρίου, κ.τ.λ.> (C f. 70 b) Πειραζομένοις τοῖς ἁγίοις παρίστησιν ἀγγέλους ἀκονῶντας εἰς εὐανδρίαν, καὶ τὰς τῶν πλεονεκτούντων ἐφόδους ἀποσοβεῖν δυναμένους· οὐ γὰρ ἂν ἡ ἀνθρώπου διάνοια μόνη ἀντέσχε πρὸς τοσαύτην ἔφοδον ἐχθρῶν. [<Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.> Ὥσπερ τῶν ὄψων αἱ γεύσεις σαφῶς παριστῶσι τῆς ἐνούσης αὐτοῖς ποιότητος μετ᾽ αὐτοῦ ἡδέος τὸ γλυκὺ, οὕτω καὶ τῶν θείων χαρισμάτων ψιλαὶ οὐ μᾶλλον ἐπαγγελίαι τὴν δύναμιν ἑρμηνεύουσιν· ἀλλ᾽ εἰ γένοιτό πώς τινας καὶ εἰς πεῖραν ἐλθεῖν, τότε δὴ μᾶλλον εἴσονται, καὶ μάλα σαφῶς τῆς ἐνούσης αὐτοῖς χάριτος τὴν ἐνέργειαν.
Οὐκοῦν τοῖς ἀγεύστοις ἔτι τῆς τοῦ Θεοῦ γαληνότητος εὖ μάλα προσφωνητέον· «Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.»] <Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ᾽ αὐτόν.> (B f. 108) Τί οὖν ἄρα τὸ ἐπέκεινα πρὸς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ παντάπασιν ὀρέγοντος τοῖς ἀγαπῶσιν αὐτόν; Ὁ γὰρ ἐπ᾽ αὐτῷ θέμενος τὴν ἐλπίδα, πάντη τε καὶ πάντως τρισμακάριος εἴη. «Ἀγαθὸν γὰρ τὸ ἐλπίζειν ἐπὶ Κύριον, φησὶν, ἢ ἐλπίζειν ἐπ᾽ ἄρχοντας, οἷς οὐκ ἔστιν σωτηρία.» Σαθρὰ μὲν καὶ εὐδιάκλαστος ἡ ἐπ᾽ ἀνθρώπου ἐλπίς· ἀσφαλὴς δὲ καὶ μένουσα πάντη τε καὶ πάντως ἡ ἐπὶ τῷ τῶν ὅλων Θεῷ. <Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ.> (B f. 108 b, C f. 70 b) Τοῖς ἁγίοις ἤδη καὶ ἀγαθοῖς τὴν φρένα, καὶ τὸν τῶν ὅλων εἰδόσι Θεὸν, εἰκότως ἐπιφωνεῖ τὸ, «Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ.» Ἀλλ᾽ ἴσως ἐκεῖνο ἐρεῖ τις· Εἶτα πῶς, εἰπέ μοι, τοῖς ἡγιασμένοις ἤδη τὸ, «Φοβήθητε τὸν Κύριον,» ἐπιφθέγγεται; Ἔστιν γὰρ ὅλως ἐφικτὸν ἁγίοις εἶναί τισιν, οὔπω τὸν θεῖον ἐν ἑαυτοῖς ἐσχηκόσι φόβον;
Εἶτα πῶς τοῦτο οὐκ ἀμαθές; Πεφόβηνται γὰρ πρῶτον, εἶθ᾽ οὕτω γεγόνασιν ἅγιοι. Καὶ ἡ τῶν πραγμάτων τάξις ἀναγκαῖον ἔχει τουτονὶ τὸν λόγον. Τί οὖν ἄρα φαμέν; Τὸ, Φοβήθητε, τέθεικεν ἐν τούτοις ἀντὶ τοῦ Θαυμάσατε, ἤγουν καταπλάγητε. Καθάπερ ἀμέλει ὁ προφήτης Ἀμβακοὺμ τὰς τοῦ Σωτῆρος ἡμῶν θαυμάζων οἰκονομίας, «Κύριε, φησὶν, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» <Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν.> (C f. 70 b) Διαπίπτει ἐνίοτε τὰ ἀνθρώπινα, καὶ ἀδοκήτους δέχεται τὰς μεταβολὰς, ὡς τὸν χθὲς πλούσιον, ἐσχάτῃ πτωχείᾳ περιπεσεῖν· καὶ τὸν τρυφῶντα, ἄρτου λείπεσθαι στενοῦ. Ἀσφαλὲς γὰρ ἢ βέβαιον ἐν ἀνθρωπίνοις οὐδέν. [«Οἱ ζητοῦντες τὸν Θεὸν,» τουτέστιν, οἱ ἀγαπῶντες αὐτὸν, καὶ τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάζοντες, καὶ κατορθοῦν ἐθέλοντες τὰ, οἷς αὐτὸς ἐπιγάννυται (δῆλον δὲ ὅτι πάντα τρόπον ἀρετῆς), οὐκ ἂν δεηθεῖεν πώποτε τῶν ἀναγκαίων εἰς ζωήν.
Ἕψεται γὰρ αὐτοῖς, ὡς ἀγαθουργεῖν ᾑρημένοις, τὰ παρὰ Θεοῦ, καὶ χαρισμάτων τῶν ἄνωθεν πλουσία διανομὴ, καὶ τῶν ἐπιγείων ἡ μέθεξις· οὐκ εἰς τρυφὰς ἀποφέρουσα κοσμικὰς, ἐπιμετροῦσα δὲ μᾶλλον ταῖς τοῦ σώματος χρείαις τὸ ἀποχρὼν εἰς ζωήν.] <Δεῦτε, τέκνα, ἀκούσατέ μου.> (C f. 71) Διδασκαλίαν ἐθνῶν περιτίθεται, ἧς πρῶτον, τὸν φόβον τοῦ Θεοῦ εἶναί φησι· δεύτερον, τὸ μὴ καταλαλεῖν τῶν ἀδελφῶν· τρίτον, δόλου παντὸς παύειν τὰ χείλη· τέταρτον, ἀποχὴν παντὸς κακοῦ, καὶ ἐπιτήδευσιν ἀγαθοῦ· ἐπὶ πᾶσι τούτοις, εἰρήνης ἀντέχεσθαι· εἰρήνη δὲ ὁ Χριστός. Τούτων δὲ τὴν ἐπιτήδευσιν, ζωὴν εἶναι λέγει καὶ ἡμέρας ἀγαθάς. <Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν;> (B f. 109 b) «Τίς ἄρα, φησὶν, ἔστιν ἄνθρωπος,» τουτέστιν λογικός τε καὶ συνετὸς, ὃς δὴ καὶ βούλεται τὴν εἰς ἀπεράντους αἰῶνας ἀποκερδᾶναι ζωὴν, καὶ τυχεῖν εὐημερίας ἀκαταλήκτου καὶ μακρᾶς;
Ἡκέτω τῶν ἐμῶν ἀκροασόμενος λόγων, ἁπλούτω τὸν νόμον, εἰσοικιζέσθω μάθημα τὸ σωτήριον. Ηὐτρέπισται γὰρ τοῖς τῆς ἐννόμου ζωῆς ἐρασταῖς ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Μόνον ἔστω ποιητὴς ἔργων ὁ διδασκόμενος. Ὁ γάρ τοι μεμαθηκὼς, εἶτα δρὰς τῶν ἀρίστων οὐδὲν, ἔοικε φαύλῃ τε καὶ ἁλμάδι γῇ, δεχομένῃ μὲν παρὰ τῶν γηπόνων σπέρματα, τικτούσῃ δὲ παντελῶς οὐδέν. Ὁ δὲ λόγων ἀκροατὴς καὶ ποιητὴς ἔργων, παρεικάζοιτο ἂν εἰκότως εὐκάρπῳ τε καὶ γονιμωτάτῃ γῇ. (C f. 71) Τίς ἐστιν ἄνθρωπος οὐρανικός τε καὶ συνετὸς, ὁ θέλων ζωὴν, οὐ τὴν κοινὴν ταύτην, ἢν καὶ τὰ ἄλογα ζῇ, ἀλλὰ τὴν ὄντως ζωὴν, τὴν θανάτῳ μὴ διακοπτομένην; Ἔστι δὲ ἡ ὄντως ζωὴ, ὁ Χριστός· οὐκοῦν καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ, ζωή ἐστιν ἀληθινή. <Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ.> (C f. 71) Τὸ μὲν οὖν θύραν ἐπιθεῖναι τῇ γλώττῃ, καὶ μὴ ἐᾷν ἀσχημόνως τοὺς πρὸς ἡμῶν ἰέναι λόγους, κατόρθωμά ἐστι καὶ εὐκαρπία σοφῆς καὶ ἁγίας ψυχῆς. (B f. 110) Χρὴ δὲ παραιτεῖσθαι καὶ πρό γε τῶν ἄλλων δυσφημίας τε καὶ ψευδορκίας, ψιθυρισμοὺς, καταλαλιὰς, λοιδορίας, αἰσχρολογίας, εἰκαιομυθίας, εὐτραπελίας· εὐλογεῖν δὲ μᾶλλον, καὶ μὴ καταρᾶσθαι, καὶ ταῖς εἰς Θεὸν ὑμνῳδίαις μονονουχὶ καταρυθμίζειν τὴν γλῶτταν, λαλεῖν ἀλήθειαν πρὸς τὸν πλησίον, ἀποπαύειν δὲ τὰ χείλη τοῦ μὴ λαλῆσαι δόλον.
Δόλος δέ ἐστιν τὸ ψεῦδος, καὶ ἡ ἀπάτη, καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι. <Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.> (C f. 71) Ἐπειδὴ ἀρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν, ἔστιν ὅτε οὐ κακοποιεῖ μέν τις, οὐ μὴν οὐδὲ ἀγαθοποιεῖ. <Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.> (B f. 110 b, C f. 71 a, b) Ἐφορᾷ μὲν τοὺς δικαίους ὁ Κύριος, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀξιοῖ τοὺς τὰ αὐτοῦ [cod. αὐτῷ] φρονεῖν ᾑρημένους.
Ἀνευρύνει δὲ καὶ τὸ οὖς ταῖς παρ᾽ αὐτῶν ἱκετείαις. Ἐπιφέρει τε τὸ πρόσωπον ἐπὶ τοὺς τῶν φαύλων ἐργάτας, οὐχ ἵνα μᾶλλον ὠφελῇ διὰ τῆς ἐποπτείας αὐτοὺς, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν δικαίων ἐλέγομεν, ἀλλ᾽ ἵν᾽ ἐκ γῆς ἐξολοθρεύσειεν αὐτῶν τὸ μνημόσυνον· γῆς δὲ οὐχὶ πάντως τῆς ὑπὸ πόδας ἡμῖν κειμένης, ἐκείνης δὲ μᾶλλον περὶ ἧς φησιν ὁ Σωτήρ· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.» Οὐ γὰρ βάσιμος τοῖς πονηροῖς ἡ ἄνω πόλις, οὔτε μὴν τῶν ἁγίων ὁ κλῆρος ἐκνεμηθήσεταί τινι τῶν φιλαμαρτημόνων· μερὶς γὰρ οὐδεμία πιστῷ μετὰ ἀπίστου, καθ᾽ ἃ γέγραπται. Ἐφορᾷ τοίνυν, φησὶν, τοὺς δικαίους ὁ Κύριος ἱλαρῷ δηλονότι βλέμματι, καθ᾽ ἃ καὶ φιλόπαις πατὴρ ἐπιτηρῶν πανταχοῦ μὴ ἄρα πως περιπταίσειαν σκανδάλοις βιωτικοῖς [al. cod. διαβολικοῖς], ἤγουν ἁλώσιμοι γένοιντο τοῖς ἐκείνου βρόχοις· διανευρούμενοι δὲ μᾶλλον τῇ παρ᾽ αὐτοῦ χάριτι, ὡς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀμογητὶ διατρέχωσιν. Ἐπιφέρει δὲ τὸ πρόσωπον τοῖς πονηροῖς, ὡς ἂν νοοῖτο Δεσπότης πλημμελοῦσιν οἰκέταις καὶ προσκεκρουκόσιν αὐτῷ πολυτρόπως, σκληρόν τε καὶ ἀμειδὲς ἐνερείδων τὸ ὄμμα καὶ οἷον ἀπειλοῦν αὐτοῖς, ὡς ὅσον οὐδέπω, ἤγουν παραυτίκα, τὰς ἐσχάτας ὑπομένουσι δίκας. [Ὅτι καὶ ἑτοιμότατα κατανεύει Θεὸς ταῖς τῶν ἀγαπώντων αὐτὸν ἱκετ[ε]ίαις, καὶ εἰς πέρας αὐτοῖς τὸ πολύευκτον ἐκβιβάζει τὰ αἰτήματα, διαδείκνυσι σαφῶς.
Δύο γὰρ τίθησιν ἰσάμιλλά τε καὶ ἰσοπαλῆ δωρήματα, τό τε εἰσακοῦσαί φημι τὸν Θεὸν τῆς δικαίων εὐχῆς, καὶ τὸ ἀπαλλάττειν αὐτοὺς οὐκ ἐκ μιᾶς ἁπλῶς, ἀλλ᾽ ἐξ ἁπάσης θλίψεως, αἵπερ ἂν αὐτοῖς συμβαίνουσιν. Ὀνίνησι δὲ διὰ τούτου σφόδρα. Καθίστησι γὰρ εἰς ἀγαθουργίαν εὐτολμωτάτως καὶ νεανικῶς, οὐ παρέργως ἰόντας εἰς τοῦτο, οὔτε μὴν ἀτημελῶς καὶ ῥᾳθύμως, ἀλλὰ σπουδῆς τῆς προθυμοτάτης ἀξιοῦντας τὸ σῶμα, καὶ πρὸς ἔφεσιν ἀναβαίνοντας τοῦ χρῆναι τληπαθεῖν ὑπέρ γε τοῦ κατορθοῦν ἅπερ ἂν ἀρέσκει Θεῷ.] <Ἐκ πασῶν τῶν θλίψεων ἐῤῥύσατο αὐτούς.> (C f. 71 b) Οὐκ ἐκ μιᾶς ἀλλ᾽ ἐξ ἁπάσης αὐτῶν θλίψεως αὐτοὺς ἐῤῥύσατο. Καθίστησι γὰρ εἰς ἀγαθουργίαν εὐτολμωτάτους, πρὸς ἔφεσιν ἀναβαίνοντας τοῦ τληπαθεῖν. <Ἐγγὺς ὁ Κύριος.> (C f. 71 b) Πειρᾶται ἐνταῦθα δεικνύειν, ὅτι οὐκ ἄπεστι τῶν ἁγίων ὁ Θεὸς, σύνεστι δὲ μᾶλλον αὐτοῖς διαπαντός. «Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι,» λέγει. <Πολλαὶ αἱ θλίψεις τῶν δικαίων.> (C f. 71 b) Ἀεὶ οἱ τῶν φαύλων ἐργάται τοὺς ὀδόντας ἐπιτρίζουσι τοῖς εὐαγγελικὴν κατορθοῦσι ζωὴν, καὶ θηριοπρεπῶς ἐπιμαίνονται. Παροτρύνει δὲ καὶ ὁ Σατανᾶς κατασωρεύειν τὰς τῶν ἁγίων θλίψεις· πλὴν ἐξ αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. <Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν.> (C f. 71 b) Ὀστᾶ τὰς τῆς ψυχῆς δυνάμεις λέγει, τὰς ἐπὶ παντὶ πράγματι καλῷ τε καὶ ἀγαθῷ.
Ὡς γὰρ ὀστῶν δίχα τῶν αἰσθητῶν, οὐκ ἂν συσταίη τὸ ἀνθρώπινον σῶμα, οὕτως οὐδ᾽ ἀνθρώπου ψυχὴ κατορθώσειέ τι τῶν ἀγαθῶν, μὴ τὰς ἑαυτῆς ἐνεργείας ἐῤῥωμένας ἔχουσα, καὶ κατ᾽ οὐδένα τρόπον συντεθραυσμένας. (B f. 112) Ἐν μὲν τοῖς φιλαμαρτήμοσιν καὶ φιληδόνοις καὶ ταῖς τοῦ παρόντος βίου τύρβαις ἐνειλημμένοις [καὶ] συντετριμμένοις, πῶς ἔστιν ἤδη τὰ τῆς ψυχῆς ὀστᾶ; Τὰ δέ γε τῶν ἁγίων ὁ Κύριος φυλάττει, ὡς μηδ᾽ ὁτιοῦν ἐξ αὐτῶν ὑπομεῖναί τινα συντριβήν· ἢ τῆς τοῦ διαβόλου σκαιότητος ἐπενεχθείσης αὐτοῖς, ἢ ἀνθρώπων πονηρῶν κατεξανιστάντων αὐτοῖς θορύβους καὶ περιστάσεις καὶ διωγμούς. «Οὐαὶ γὰρ τῷ κόσμῳ, φησὶν ὁ Σωτὴρ, ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ τοῦ ἐλθεῖν τὰ σκάνδαλα.» <Καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾽ αὐτόν.> (B f. 112 b, C f. 71 b) Τὸ μηδ᾽ ὅλως πλημμελεῖν, οὐδενὶ τῶν ἐπὶ γῆς ἁρμόσειεν ἄν· «Πολλὰ γὰρ πταίομεν ἅπαντες·» καὶ, «Ἀπὸ ῥύπου καθαρὸς οὐδεὶς, οὐδ᾽ ἂν μία ἡμέρα ᾖ ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Τετήρηται δὲ μόνῳ τῷ πάντων Σωτῆρι Χριστῷ· Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς. Ἔξω γε μὴν καὶ ἡμεῖς ἐσόμεθα τοῦ πλημμελεῖν, παραιτούμενοι τὰ φορτικὰ καὶ δύσοιστα καὶ πρὸς θάνατον ἄγοντα τῶν πλημμελημάτων.
Οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον (cod. B. addit κατὰ τὴν ἁγίου φωνήν).
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.