Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία στον Ψαλμό ΛΔ΄

Εκτενής σχολιασμός του τριακοστού τετάρτου ψαλμού. Περιλαμβάνει προφητική αναφορά στο πάθος του Χριστού, τις συκοφαντίες των Ιουδαίων και τη λύτρωση της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 23

ΨΑΛΜΟΣ ΛΔʹ. [<Δίκασον, Κύριε.> Δικάζεται πρὸς τοὺς Ἰουδαίους ὁ τῶν ὅλων κριτὴς, καὶ οἷόν τινα μεσίτην τοῦ πράγματος γενέσθαι βούλεται τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ἀλλ᾽ ὅ γε θεσπέσιος Δαβὶδ δύσσοον ἀληθῶς τὸ χρῆμα εἰδὼς, προσέπιπτε Θεῷ λέγων· «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.» Νικᾷ γὰρ κρινόμενος, καὶ περιέσται ῥᾳδίως τῶν ἐγκαλουμένων, ἐνόχους ὄντας ἀποδεικνύς. Οἱ δὲ δὴ Χριστὸν ἀδικήσαντες, νοηθεῖεν ἂν, ὡς ἔφην, τῶν Ἰουδαίων οἱ δῆμοι. Ἀπέστειλεν μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ μετὰ τοὺς οἰκέτας, αἰτήσοντα παρ᾽ αὐτῶν τοὺς τοῦ ἀμπελῶνος καρπούς· οἱ δὲ καίτοι τὸν κληρονόμον ἰδόντες, πονηρὰ ἀντὶ ἀγαθῶν ἀπεδώκασιν αὐτῷ.] <Πολέμησον τοὺς πολεμοῦντάς με.> (B f. 113) Ἄθρει δὴ οὖν ὅπως πεπολεμήκασιν αὐτῷ, καὶ τοῦ εἶναι Θεὸν, καὶ Υἱὸν Θεοῦ, τό γε ἧκον εἰς αὐτοὺς, ἐκπέμποντες. Καὶ πρὸς τούτοις ἕτι τῶν ὑπερόγκων θαυμάτων ἀποτελεστὴν ὁρῶντες αὐτὸν διασύρειν ἀπετόλμων Ἐν Βεελζεβοὺλ, λέγοντες, ἄρχοντι τῶν δαιμόνων ἐκβάλλει τὰ δαιμόνια. Καὶ οὔτε πιστεύειν ἤθελον αὐτοὶ, γεγόνασι δὲ καὶ ἐμπόδιον ἑτέροις. Ἔφη γοῦν ὁ Χριστός· «Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, οὔτε ὑμεῖς εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.»

Ἔφασκον δήπου καὶ τοῖς ὄχλοις περὶ αὐτοῦ· «Δαιμόνιον ἔχει, καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ;» [<Ἔκχεον ῥομφαίαν.> Ὅτι γὰρ οὐκ ἔπεμψεν ἁπλῶς κατ᾽ αὐτῶν ῥομφαίαν, ἀλλ᾽ οἷον ἐξέχεεν ποταμίου νάματος δίκην, ἀνιδρωτὶ κατοψόμεθα, τὰς τῶν Ἰουδαίων ἀναμετρήσαντες συμφοράς. Μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, ἔργον γεγόνασι ῥομφαίας· δεδαπάνηνται γὰρ τοῖς ξίφεσι τῶν καταπιπράντων πόλεις τε ὁμοῦ καὶ κώμας. Καὶ τοῦτο αὐτοῖς προμεμήνυκεν ὁ Σωτὴρ λέγων· «Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ᾽ ἡμᾶς.» Εἰς τοσοῦτον γὰρ ἀθλιότητος καὶ ἀνηκέστου συμφορᾶς τὰ τῶν Ἰουδαίων κατηνέχθη πράγματα, ὥστε πολὺ δή τι τὸ ἄμεινον ἦν αὐτοῖς ὑπὸ πετρῶν καὶ ὀρῶν συνθραύεσθαι μᾶλλον, ἢ τοῖς ἀνημέροις ξίφεσι τῶν φονώντων περιπεσεῖν. Ὅτι δὲ καὶ συνεκλείσθησαν, τουτέστι πεπολιόρκηνται, πάλιν ἡμᾶς ὁ τῆς ἐπ᾽ αὐτοῖς ἱστορίας διδάξει λόγος. «Οὐκοῦν σύγκλεισον, φησὶν, ἐξ ἐναντίας τῶν καταδιωκόντων με.»] <Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.> (B f. 113 b) Τὴν οὕτω πικρὰν καὶ τό γε ἧκον εἰς αὐτοὺς ἀδιάφυκτον τῷ Σωτῆρι στήσαντες πάγην, οἷα τοῖς τοῦ θανάτου βρόχοις περιβαλόντες αὐτὸν, ᾐσχύνθησαν καὶ ἐνετράπησαν, ὅταν κατασείσας ὡς Θεὸς τοῦ θανάτου τὸ κράτος, ἤγειρεν τὸν ἑαυτοῦ ναόν.

Ἀνεβίω γὰρ ἐκ νεκρῶν, καὶ ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Τότε δὴ τότε κατῃσχύνθησαν μὲν καὶ ἐνετράπησαν, ὡς ἔφην· ἀπεστράφησαν δὲ καὶ εἰς τὰ ὀπίσω. <Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω.> (B f. 113 b) Ἑπεὶ δὲ οὐ προσήκαντο τὴν πίστιν, ἀλλ᾽ ἔκ τε τῶν ἐναντίων ἐζήτησαν αὐτοῦ τὴν ψυχὴν, ἀπεστράφησαν εἰς τὰ ὀπίσω· γεγόνασι γὰρ ἀπόβλητοι, καὶ θεοστυγεῖς ἐκπεπτώκασι τῆς πρὸς Θεὸν οἰκειότητος, ἄγευστοι τῶν τῆς ἐπιδημίας μεμενήκασιν ἀγαθῶν, καὶ πρὸς τούτοις πᾶν εἶδος ἀνηκέστου συμφορᾶς αὐτοῖς ἐπενήνεκται. Καὶ πεπλήρωτο τὸ γεγραμμένον ἐπ᾽ αὐτοῖς· «Καθὼς ἐποίησας, οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σοι·» καὶ πάλιν, «Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Ἃ γὰρ συνέβη παθεῖν αὐτοὺς, εἰδόσι λέγειν περιττὸν οἶμαί που. Αἰσχυνθῆναι δὲ καὶ ἐντραπῆναι συνέβη, καὶ μὴν καὶ ὀπίσω πεσεῖν καὶ αὐτοῖς τοῖς ἀκαθάρτοις πνεύμασιν καὶ πρό γε τῶν ἄλλων τῷ Σατανᾷ, οὗ τοῖς στρατηγήμασιν ἀκολουθήσαντες οἱ Ἰουδαῖοι, σταυρῷ παρέδοσαν τὸν ἀρχηγὸν τῆς ζωῆς. Φαίη δ᾽ ἂν, οἶμαι, τὶς καὶ οὐκ ἀπὸ σκοποῦ, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς πρέπον ὅτι μάλιστα, τὴν τῶν προκειμένων στίχων ἁρμόσαι δύναμιν. [Γενηθήτωσαν ὡσεὶ χνοῦς.

Εἴρηταί που παρὰ Θεοῦ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, ὅτι «Διασπερῶ αὐτοὺς εἰς πάντα ἄνεμον.» Οὐ γάρ τοι μεμενήκασιν ἐν ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις· ἐσκορπίσθησαν δὲ μᾶλλον, καὶ ἐπηλύται γεγόνασι ξένοι καὶ πάροικοι, καὶ διαριπτούμενοι πανταχοῦ. Οὐκοῦν εἶεν ἂν ὡς χνοῦς, ὁ παντὶ πνεύματι παράφορος καὶ εὐρίπιστος.

Οὕτω γάρ που καὶ ὁ Ψάλλων ἑτέρωθί που περὶ αὐτῶν φησιν· «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾽ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.»] <Καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς.> (B f. 114) Καὶ τὸ ἔτι τούτου φορτικώτερον· ἀγγέλου γὰρ ἐπιπίπτοντος, καὶ πᾶσαν αὐτῶν ἐπισωρεύοντος θλίψιν, ταῖς ἁπασῶν ἐσχάταις ὑποκείσονται συμφοραῖς. Οὕτως ἀνῃρῆσθαί φαμεν καὶ τὰ τῶν Αἰγυπτίων πρωτότοκα· καὶ μὴν καὶ τὰς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, ὅτε Ῥαψάκης παλιμφήμους ἠφίει φωνὰς, καὶ τῆς θείας ὑπεροχῆς ἀνοσίως κατεθρασύνετο. «Ἐξῆλθεν γὰρ ἄγγελος Κυρίου, φησὶν, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν ἀλλοφύλων ρπεʹ χιλιάδας.» <Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος.> (B. f. 114. b) Εὑρήσομεν πλεισταχοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τοῖς εὐαγγελικοῖς προστάγμασιν τῆς αὐτοῦ παρουσίας, τῆς ἐν τῷδε τῷ κόσμῳ φημὶ, τὴν ὄνησιν ἐναργῆ καθιστῶντα καὶ λέγοντα· «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα.» Ἀπειθήσαντες τοίνυν οἱ Ἰουδαῖοι τῷ ἀληθινῷ, καὶ τὸν τῆς ἑαυτῶν διανοίας καμμύοντες ὀφθαλμὸν μεμενήκασιν ἐν σκότῳ. Καὶ τοῦτο ἡμῖν προφητικῶς ἄνωθεν ἀνεκεκράγει λόγος· «Ὑπομεινάντων γὰρ αὐτῶν, φησὶν, φῶς ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρὶ περιεπάτησαν.»

Τὸ δὲ, ὑπομεινάντων, φησὶν ἀντὶ τοῦ, προσδοκησάντων. <Καὶ ἅγγελος Κυρίου καταδιώκων αὐτούς.> (B f. 114 b) Περιολισθαίνουσιν τοίνυν, καὶ ἐν σκότῳ βαδίζουσιν, συνελαύνοντος καὶ εἰς τοῦτο αὐτοὺς ἀγγέλου Θεοῦ. Οὐ γὰρ δὴ συμπράττουσιν αὐτοῖς, ὡς ἔφην, αἱ λογικαί τε καὶ ἅγιαι δυνάμεις· ἀντανίστανται δὲ μᾶλλον ὡς μεμισημένοις παρὰ Χριστοῦ, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος ἐκσεσοβημένοις. <Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθοράν.> (B f. 114 b) Ἐγκαλεῖν ἔχοντες μηδὲν, εἰς τοσοῦτο καὶ σκαιότητος ἐννοιῶν καὶ μὴν καὶ θράσους καὶ ἀνοσίων καθήκοντο τολμημάτων, ὥστε καὶ θανάτου καὶ φθορᾶς αὐτῷ διαπῆξαι πάγην· καίτοι λέγοντι σαφῶς· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;

Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Ἔνθα δὲ ὅλως οὐκ ἦν ἁμαρτίας εὕρεσις, ἐκεῖ που πάντως ἐστὶν τῶν διωκόντων τὸ μῖσος ἀπροφάσιστον παντελῶς. Ἕδραν δὲ καὶ βάσιν ἤγουν, ἀφορμὴν, τὸ φονᾷν οὐκ ἔχει. <Μάτην ὠνείδισαν τὴν ψυχήν μου.> (B f. 114 b) Ἆρ᾽ οὐ δωρεὰν, οὐ μάτην αὐτοῦ τὴν ψυχὴν ὠνείδιζον, ποτὲ μὲν Σαμαρείτην καὶ φιλοπότην εἶναι διαβεβαιούμενοι, ποτὲ δὲ καὶ δαιμόνιον ἔχειν λέγοντες, καὶ πλανᾷν τοὺς ὄχλους, καὶ μὴν καὶ ἐν τῷ Βεελζεβοὺλ ἐργάζεσθαι τὰς θεοσημείας; Οὐκοῦν ἁλοῖεν ἂν εἰκῆ καὶ μάτην ἐπ᾽ αὐτῷ θρασυστομήσαντες Ἰουδαῖοι, καὶ λαλήσαντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ἄραντές τε τὸ κέρας εἰς ὕψος, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. [<Ἐλθέτω αὐτῷ παγὶς ἢν οὐ γινώσκει.> Ἣν γὰρ οὐκ ἐγίνωσκον παγίδα, οὐκ ἃν πώποτε προσεδόκησαν, αὐτοῖς συμβήσεσθαι συμφορὰς, αὗται κατέλαβον αὐτούς. Ἐκβέβληνται γὰρ τοῦ καθηγεῖσθαι λαῶν, μᾶλλον δὲ συνδιολώσασιν αὐτοῖς, ἔργον γεγονότες ἐχθρῶν ἥλωσαν, καὶ πεπόρθηνται, καὶ[τί] γὰρ οὐχὶ τῶν ἐσχάτων αὐτοῖς συνέβη κακῶν;] <Καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς.> (B f. 115) Ἡ θήρα ἣν ἔκρυψαν τῷ Χριστῷ, αὕτη συνέλαβεν αὐτοὺς, καὶ τῇ ἰδίᾳ παγίδι συνεπεπτώκασιν.

Τεθήρανται γὰρ, ὡς ἔφην, ὑπενηνεγμένοι ταῖς δίκαις, καὶ πεπτώκασιν ὑπὸ τὸ λίνον τῆς θείας ὀργῆς· ὡς γάρ φησιν ὁ Παροιμιαστὴς, «Οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς· αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά· ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή.» Γέγραπται δὲ πάλιν· «Ὁ κυλίων λίθον, ὑφ᾽ ἑαυτῷ κυλίει.» <Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ.> (B f. 115) Χρῆναί φημι διαμεμνῆσθαι τῶν λόγων ὧν ἐποιησάμην ἐν ἀρχαῖς τοῦ ψαλμοῦ. Ἔφην γὰρ ὅτι τὸ Χριστοῦ πρόσωπον εἰσκεκόμισται τῆς Ἰουδαίων ἀνοσιότητος, μονονουχὶ κατακεκραγὸς, πλὴν τοὺς τῇ κακώσει πρέποντας οὐ παραιτούμενον λόγους, ἀνθρωπίνως δὲ μᾶλλον ἢ θεοπρεπῶς διαλεγόμενον πλεισταχοῦ διὰ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον.

Ἰδοὺ γὰρ ἰδοὺ κἀνθάδε ἐπὶ τῷ σωτηρίῳ τοῦ Πατρὸς εὐφραίνεσθαί φησιν, ὡς παρ᾽ αὐτοῦ δηλονότι σεσωσμένος. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους, οἲ καὶ αὐτόπται καὶ ὑπηρέται γεγόνασι τοῦ Λόγου, καὶ ταμίαι γνήσιοι τῶν ἱερῶν κηρυγμάτων, ἐγηγέρθαι λέγοντες αὐτὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δόξαν τε καὶ κυριότητα λαβεῖν, ὑποταγέντων αὐτῷ τῶν ἐχθρῶν αὐτοῦ. <Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, κ.τ.λ.> (B f. 115) Ὅταν τί λέγῃ Χριστὸν ἀνθρωπίνως, τοῦτο ἡμεῖς ἁρπάζομεν εἰς ὄνησιν ἑαυτῶν. Τί δὲ δὴ καί φησιν; «Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι;» Ὅμοιον ὡσεὶ καὶ ἔφη τυχόν· Ἐξ ὅλης δυνάμεως καὶ ἰσχύος καὶ ἐξ αὐτῶν ὥσπερ τῶν ἐκ βάθους μυελῶν ποιήσομαι τὴν ὁμολογίαν· ἀπαράβλητον εἰς ἡμερότητα καὶ φιλανθρωπίαν ἀνατίθησιν [οἱ] τῷ τῶν ὅλων κρατοῦντι καὶ βασιλεύοντι. <Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ.> (B f. 115 b, C f. 73) Γενικὸς ὁ λόγος καὶ ἀληθὴς κατὰ πάντων. Τὸν γὰρ πτωχὸν τῷ πνεύματι. καὶ συνεσταλμένον ἔχοντα τὸ φρόνημα, καὶ πᾶσαν ἐπὶ Θεῷ θέμενον τὴν ἐλπίδα, καταβιάζονταί τε καὶ διαρπάζουσιν, βαρβάρων ἀγρίων ἐπιπηδῶντες δίκην, ἄνδρες ἀλιτήριοι καὶ διαβολικῶν σκεμμάτων ὑπουργοὶ, καὶ δαιμονιώδους μανίας ἐκμεμεστωμένοι· καὶ προσέτι τούτοις καὶ αὐτὴ τῶν ἀκαθάρτων πνευμάτων ἡ ἀπηνεστάτη πληθύς.

Ἐπιτρίζουσι γὰρ τοὺς ὀδόντας τοῖς εὐδοκιμεῖν ἐθέλουσιν, καὶ τοῖς θείοις νόμοις εὐήνιον ὑπέχουσι τὸν αὐχένα. Πλὴν οὐ κατὰ τὸ αὐτοῖς δοκοῦν πάντως τὸ τῶν πραγμάτων ἔρχεται πέρας· σώζει γὰρ τοὺς δικαίους ὁ πανσθενὴς τοῦ Θεοῦ Λόγος. <Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἂ οὐκ ἐγίνωσκον ἠρώτων με.> (B f. 115 b) Ἐνταῦθα σαφῶς τῆς Ἰουδαϊκῆς ἀνοσιότητος διαμνημονεύει Χριστὸς, καὶ τῶν εἰς αὐτὸν πεπαρῳνημένων ποιεῖται κατάλογον. Σεσυκοφαντήκασιν μὲν γὰρ αὐτὸν Πιλάτῳ προσάγοντες οἱ τῶν Ἰουδαίων καθηγηταί. Εἰσεκόμισαν γὰρ ψευδομαρτυροῦντάς τινας· «Οὗτος ἔφη, ὅτι Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῆσαι αὐτόν.» Καὶ αὐτοὶ δὲ τὰς αἰτίας εἰπεῖν ἐξαιτούμενοι δι᾽ ἃς ἐπεφωνοῦντο, «Ἆραι, ἆραι, σταυροῦ αὐτὸν,» κατεψεύδοντο λέγοντες, ὅτι «Κωλύει φόρους διδόναι Καίσαρι, καὶ ὅτι ἀνασείει τοὺς ὄχλους.» Σεσυκοφαντήκασι δὲ καὶ πρὸ τοῦ τιμίου σταυροῦ, καὶ καθ᾽ ἑτέρους τρόπους· ἔφασκον γὰρ τοῖς ὑπὸ χεῖρα λαοῖς· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυεν τὸ Σάββατον.» Διετείνοντο δὲ ὅτι καὶ δαιμόνιον ἔχει καὶ μαίνεται, φάγον τε καὶ οἰνοπότην, ἐνεργοῦντά τε διὰ τοῦ Βεελζεβοὺλ, ὠνόμαζον αὐτόν. [Ἀνταπεδίδοσάν μοι πονηρά.

Εὐεργετοῦντα γὰρ ἐλοιδόρουν, παρακαλοῦντα πρὸς σωτηρίαν, λίθοις ἔβαλλον αὐτὸν, νουθετοῦντα πανσόφως, καὶ ἐμβιβάζοντα ταῖς εἰς εὐσέβειαν ἀποκομιζούσαις τρίβοις, ὕβριζον οἱ τάλανες, καὶ προσέτι καὶ ἐπεβουλεύοντο, ὥστε καὶ ἀτεκνίαν αὐτῷ κατασκευάζειν.] Καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. (B f. 116 b) Ἔθος τῇ θείᾳ Γραφῇ υἱοὺς ὀνομάζειν κατὰ μαθητείαν τῶν μυσταγωγεῖν εἰωθότων τοὺς μυσταγωγουμένους. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλων τισίν· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ, φησὶν, διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα·» καὶ μὴν καὶ Γαλάταις· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ὠνομάζοντο δὲ καὶ υἱοὶ τῶν ἁγίων προφητῶν, οἱ κατὰ διάθεσίν τε καὶ μάθησιν οἰκεῖοι καὶ προσεδρεύοντες αὐτοῖς. Ὅτι γὰρ οὐ συνεχώρουν ὑπὸ Χριστοῦ μαθητεύεσθαί τινας οἱ καθηγεῖσθαι λαχόντες τῶν Ἰουδαϊκῶν ταγμάτων, σαφὲς ἂν γένοιτο κἀντεῦθεν ἀκονιτί. Προσεφώνουν μὲν γὰρ, ὡς ἔφην, τοῖς ὄχλοις, ὅτι «Δαιμόνιον ἔχει καὶ μαίνεται;» τί ἀκούετε αὐτοῦ, Ἔτυπτον δὲ καὶ τοὺς ἁγίους ἀποστόλους ἐν συνεδρίῳ πολλάκις, ἐγκαλοῦντες αὐτοῖς τὴν μυσταγωγίαν. [<Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν.> Ὁποῖος δέ ἐστιν ὁ πένθους τρόπος, παρά γε τοῖς τὴν ἁγίαν κατορθοῦν εἰωθόσι ζωὴν, οὗτος ὁ στίχος εὗ μάλα διατρανοῖ. «Ἐταπείνουν γὰρ ἐν νηστείᾳ τὴν ψυχήν μου,» φησί.

Καὶ ἐντεῦθεν τὸν τοῦ πένθους παραχρῆμα δεικνύει καρπὸν, καὶ τῶν ἁγιοπρεπῶν ἱδρώτων τὴν ὄνησιν.] <Ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.> (B f. 117) «Ἡ προσευχή μου γὰρ, φησὶν, εἰς κόλπον μου ἀποστραφήσεται, τουτέστιν οὐκ ἄπρακτος οὐδὲ ἀνήνυτος γέγονεν παρὰ Θεῷ, δεκτὴ δὲ μᾶλλον, καὶ οἷον εἰς κόλπον δοθεῖσα τοὺς ἐμούς. Εἰθίσμεθά πως ἐν κόλπῳ δέχεσθαι τὰ παρ᾽ ὅτου οὖν προσφερόμενα δῶρα. Ὅτι γὰρ τὰς τῶν ὁσίων ἱκετηρίας προσίεται Θεὸς, πῶς ἂν ἐνδοιάσειέ τις; αὐτοῦ λέγοντος ἐναργῶς ποτὲ μὲν, ὅτι, »Κέκραξον πρός με καὶ εἰσακούσομαί σου·» ποτὲ δὲ πάλιν ἑκάστῳ τῶν προσαγόντων τὰς ἱκετηρίας· Ἔτι σοῦ λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. (Cod. M. f. 55) Ἀντὶ τοῦ, Προσευχόμενος, ἐδεχόμην παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις, καὶ τὸν κόλπον μου ἐπλήρουν. Τοῦτο σημαντικὸν ἂν εἴη τοῦ ἐναπομεῖναι ἐκείνους τῇ ἁμαρτίᾳ· οὐδὲν γὰρ ὠφελήθησαν, φησὶ, τῇ ὑπερβολῇ τῆς ἀνοίας τὴν προσευχὴν ὥσπερ εἰς ἑαυτὸν ἐπανακάμψαι ποιήσαντες. [<Ὡς πλησίον, καὶ ὡς ἀδελφόν.> Ἑκάστῳ, φησὶν, οὕτως ἀρέσειν ἐσπούδαζον, ὥστε δοκεῖν εἶναί τινα τῶν ἀγχιστέων καὶ τῶν τεταγμένων εἰς ἀδελφούς.] <Διεσχίσθησαν, καὶ οὐ κατηνύγησαν.> (B f. 117 b) Τουτέστιν ἀκαμπὴς ἀπομεμένηκεν καὶ ἀφιλοικτίρμων ὁ νοῦς αὐτοῖς. Πλὴν ἐγὼ, φησὶν, οὐκ ἔγνων. Τί δὲ οὐκ ἔγνων; Τὴν αἰτίαν δηλονότι δι᾽ ἣν αἱ μὲν μάστιγες κατεῤῥήγνυντο· οἱ δὲ οὐ κατηνύγησαν.

Οὐδὲν γὰρ, ὡς ἔφην, ἐγκαλεῖν ἔχοντες, ἐπεμαίνοντο τῷ Χριστῷ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Οὐκοῦν ἁμαρτίαν ἐμαυτοῦ, φησὶν, οὐδεμίαν ἔγνων. <Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν.> (B f. 117 b) Ὁ τοῖς εὐαγγελικοῖς συγγράμμασιν ὁμιλῶν, εὑρήσει καὶ τοῦτο τολμήσαντας Ἰουδαίους κατὰ τοῦ καλέσαντος εἰς ζωὴν, δῆλον δὲ ὅτι Χριστοῦ.

Μυρίας γὰρ καὶ πικρὰς ἐπεσώρευον αὐτῷ τὰς θλίψεις· καὶ προσεῖσαν πλεισταχοῦ, διδάσκαλον μὲν ἀποκαλοῦντες αὐτὸν, ἀρτύοντες δὲ παγίδας καὶ βρόχους. Ἐπέπεμψαν γὰρ ὁμοῦ τοῖς ἰδίοις μαθηταῖς τοὺς Ἡρωδιανοὺς λέγοντες· «Οἴδαμεν ὅτι ἐν ἀληθείᾳ τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου.

Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;» Ποτὲ δὲ καὶ νομικὰς προτάσεις προσάγοντες καὶ φιλομαθείας δόκησιν ἑαυτοῖς περιπλάττοντες ἐζήτουν τι θηρεῦσαι ἐκ τοῦ στόματος αὐτοῦ, καθ᾽ ἃ γέγραπται. Ἀλλ᾽ ἤκουον τότε· «Τί με πειράζετε, ὑποκριταί;» Οὐ γὰρ ἦν δύνασθαι λαθεῖν τὸν εἰς καρδίαν ὁρῶντα καὶ νεφροὺς, καὶ εἰδότα τὰ κεκρυμμένα.

Ὅτι δὲ καὶ ἐξεμυκτήρισαν αὐτὸν, χαλεπὸν οὐδὲν ἐκ τῶν περὶ αὐτοῦ γεγραμμένων ἰδεῖν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος· «Ἀμὴν, ἀμὴν, φησὶν, λέγω ὑμῖν· ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον·» προσετίθει δὲ ὅτι «Θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα.» Οἱ δὲ ὑπήντουν σκληροὶ καὶ ἀγέρωχοι, καὶ ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οὐ συνιέντες τὸ εἰρημένον, ἀντανίσταντο λέγοντες· «Ἀβραὰμ ἀπέθανεν, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου ἀκούσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα; τίνα σεαυτὸν ποιεῖς;» [Οὐκοῦν ποτὲ μὲν ἐπείραζον, ποτὲ δὲ καὶ ἐξεμυκτήριζον ἐπιβρύχοντες αὐτῷ τοὺς ὀδόντας, καὶ μανίας διαβολικῆς, καὶ δαιμονιώδους ὠμότητος ἐκμεμεστωμένην ἔχοντες τὴν καρδίαν. Ἀλλ᾽, ὦ Κύριε, φησὶ, πότε ἐπόψῃ;

Ἄθρει δέ μοι πάλιν κἀν τούτῳ τὸ τῆς ἀνθρωπότητος σχῆμα, καὶ τὸ τῆς κενώσεως μέτρον, εὖ μάλα τετηρημένον· ἵνα πάλιν ὑποτύπωσις ἐπιεικείας αὐτὸς εὑρίσκηται Χριστός· καίτοι γὰρ δυνάμενος ὡς Θεὸς τὴν ἰσοπαλῆ τοῖς Ἰουδαϊκοῖς τολμήμασιν ἐπιμετρῆσαι δίκην, τὸ χρῆναι τοῦτο δρᾷν ἀνατίθησι τῷ Πατρὶ, ἵνα καὶ εἰς ἡμᾶς ὀρθῶς λέγηται τὸ διὰ τοῦ θεσπεσίου Παύλου· «Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον ὀργῇ.»] <Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν.> (B f. 118) Τῆς Ἰουδαίων ἀνοσιότητος διαμνημονεύσας πανταχοῦ, πλεῖστά τε ὅσα περὶ τοῦ σωτηρίου πάθους εἰπὼν, εἰσκεκόμικεν ἀναγκαίως διὰ τῆς τῶν προκειμένων ἐννοίας καὶ τὸν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἐπ᾽ αὐτοῦ λόγον. Χάριτι μὲν γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, κατὰ τὸ γεγραμμένον.

Πλὴν οὐ μεμήνηκεν τῷ θανάτῳ κάτοχος. Οὐκοῦν κἂν εἰ ὁ Πατὴρ ἀποκατασταθῆσαι λέγοιτο, ἀλλ᾽ ἐν Υἱῷ καὶ τοῦτο πεπρᾶχθαι φαμέν· σοφία γάρ ἐστι Θεοῦ καὶ δύναμις τοῦ Πατρός. <Ἀπὸ λεόντων τὴν μονογενῆ μου.> (B f. 118 b) Λέοντας φησὶν ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, αἱ μονονουχὶ κατεβρυχήσαντο τοῦ Χριστοῦ· ἢ τάχα που καὶ αὐτοὺς τοὺς τῶν Ἰουδαίων καθηγητάς. Οὕτω γὰρ αὐτῶν διαμνημονεύει λέγων διὰ φωνῆς Ἡσαΐου· «Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν φωνὴν αὐτῆς· διὰ τοῦτο ἐμίσησα αὐτήν.» Μονογενῆ γε μὴν τὴν ἑαυτοῦ ψυχὴν ὀνομάζει, τὸ μονογενῆ τιθὲν ἀντὶ τοῦ ἠγαπημένην· ἀεὶ γάρ πώς ἐστιν ἐν ἀγάπῃ πλείστῃ τὸ μονογενὲς ἐν τέκνοις. <Ἐξομολογήσομαί σοι ἐν Ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.> (B f. 118 b) Ἐκκλησίαν ἐν τούτοις μεγάλην τὴν ἐξ ἐθνῶν ὀνομάζει· καὶ μάλα εἰκότως, ὡς ἀναριθμήτῳ πληθύϊ κομῶσαν, καὶ τὸ τῶν Ἰουδαίων ἔθνος καὶ κατὰ τοῦτο ὑπερκειμένην. Μεγάλη δὴ καὶ ἑτέρως, ὡς τὴν ἐν Χριστῷ δικαιοσύνην ἔχουσα, καὶ διὰ πολιτείας εὐαγγελικῆς τελειουμένη πρὸς ἁγιασμόν.

Ἐν ὑπεροχῇ δὲ τῆς ἐν νόμῳ λατρείας ἡ πνευματικὴ, καὶ τῶν ἐν σκιαῖς ἡ ἀλήθεια· οὐκοῦν τὸ μέγα κατά τε πληθὺν νοοῖτ᾽ ἂν εἰκότως, καὶ πρός γε τοῦτο κατὰ τὴν ἀρετήν. —Βαρὺς δὲ λαὸς ὀνομάζεται, ἅτε δὲ καὶ ἀπηλλαγμένος κουφότητος Ἰουδαϊκῆς, καὶ τὸ εὐπαράφορον οὐκ ἔχων, οὔτε μὴν παντὶ ἀνέμῳ περιφερόμενος, βεβηκὼς δὲ μᾶλλον, καὶ τὸ ἀκράδαντον ἐν πίστει τηρῶν· οὐκοῦν καὶ τὸν μέχρις αἵματος ἀγῶνα διήνεγκαν μαρτυροῦντι Χριστῷ, καὶ τετηρήκασιν τὸ γεγραμμένον· «Ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας.» <Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως.> (B f. 119) Πῶς ἂν ἐπέχαιρον Ἰουδαῖοι Χριστῷ, ἢ ποίας ἂν ἐσχήκασιν ἀφορμὰς τῆς κατ᾽ αὐτοῦ θυμηδίας, εἰ μεμένηκεν ἐν νεκροῖς; Δηλονότι εἰ καὶ αὐτὸς ἐν ἴσῳ τοῖς ἄλλοις κάτοχος ἐγεγόνει ταῖς ᾅδου πύλαις, καὶ μηδεὶς ἦν αὐτοῦ λόγος ἔτι μετὰ τὸ παθεῖν ὑπὲρ ἡμῶν τὰ ἐπὶ τῷ σταυρῷ πάθη. <Οἱ μισοῦντές με δωρεὰν, καὶ διανεύοντες ὀφθαλμοῖς.> (B f. 119) Ἑπ᾽ οὐδενὶ γὰρ ἐδίωκον τὸν Κύριον, τουτέστιν ἀφορμὴν οὐδεμίαν ἐσχηκότες κατ᾽ αὐτὸν, δι᾽ ἣν ἐχρῆν ὁρᾶσθαι μεμισηκότας τοὺς διανεύοντας τοῖς ὀφθαλμοῖς.

Περιτυγχάνοντες γὰρ, ὡς ἔφην, αὐτῷ καὶ διδάσκαλον ὀνομάζοντες, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκειν ἐν ἀληθείᾳ λέγοντες, διέλεγον ἀλλήλοις κατειρωνευόμενοι πάντως που, καὶ τὴν ὑπόκρισιν ὑπεμφαίνοντες, εἰς ἀπολογίαν τοῦ μὴ δοκεῖν ἀληθές τι λέγειν περὶ αὐτοῦ, ὅτι διδάσκαλον ὀνομάζειν ἤθελον. <Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν.> (B f. 119) Προσιόντες γὰρ, ὡς ἔφην, τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τῶν Φαρισαίων τινὲς, καὶ φιλομαθείας ὑπόληψιν περιτιθέντες ἑαυτοῖς, εὐφημεῖν ὑπεκρίνοντο, καὶ προσηνεστάτους αὐτῷ προσεκόμιζον λόγους, οὐκ εὐλογοῦντες κατ᾽ ἀλήθειαν, ἀλλ᾽ ἵνα παγιδεύσωσιν αὐτὸν καὶ θηρεύσωσίν τι ἐκ τοῦ στόματος αὐτοῦ, κατὰ τὸ γεγραμμένον· ἀλλ᾽ ἠλέγχοντο λέγοντος τοῦ Χριστοῦ· «Τί με πειράζετε, ὑποκριταί;» <Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· Κύριε, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ.> (B f. 119) Αἰτεῖ παρὰ τοῦ Πατρὸς κατὰ τῶν εἰς αὐτὸν πεπαρῳνημένων γενέσθαι τὴν κίνησιν. Καὶ μονονουχὶ διαμαρτύρεται λέγων· «Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς.» Βούλεται γὰρ οὐκ ἕτι μὲν ἐπ᾽ αὐτοῖς ἀνεξικακῆσαι τὸν Θεὸν καὶ Πατέρα, κατεξαναστῆναι δὲ ὥσπερ, καὶ συστείλαντα τὴν μακροθυμίαν, αἰτῆσαι δίκας αὐτοὺς τῶν εἰς αὐτὸν οὐχ ὁσίως πλημμελημένων.

Καὶ ταῦτά φησιν οὐκ ἀεργὴς ὢν αὐτός· οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ Υἱῷ.—(B f. 119 b) Λέγων δὲ τὸ Μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, διαδείκνυσιν ἐναργῶς ὅτι πάμμεγα πρὸς σωτηρίαν ἐφόδιον τὸ μόνον ἔχειν παρεστηκότα καὶ συνασπίζοντα τὸν τῶν ὅλων Θεόν. Οἱ γὰρ τούτου λαχόντες τὴν μέθεξιν, πάντη τε καὶ πάντως περιέσονται τῶν ἐχθρῶν, καὶ τὰς τῶν πολεμούντων αὐτοῖς ἐφόδους διακρούσονται γεννικῶς, καὶ οὐκ ἀνελοῖεν πώποτε γεγονότες ὑπ᾽ αὐτοῖς. <Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου.> (B f. 119 b) Ἐξήνεγκεν ὁ Θεὸς καὶ Πατὴρ ὅσιον ἐφ᾽ Υἱῷ τὸ κρῖμα· οὐ γὰρ συγκεχώρηκεν ἀκαταλήκτως ἐπιχειρεῖν αὐτῷ τοὺς εἰς αὐτὸν δυσσεβήσαντας, ἔσβεσε δὲ μᾶλλον αὐτῶν τὸν γέλωτα. —Ὡς κρῖμα δίκαιον αἰτεῖ τῇ τοῦ Πατρὸς δικαιοσύνῃ πρεπωδέστατον τὸ μὴ ἀφεῖναι τοῖς ἀποκτείνασιν αὐτὸν ταῖς κατ᾽ αὐτοῦ θυμηδίαις ἐντρυφᾷν, μήτε μὴν ἐπιγάννυσθαι πεπονθότι, καὶ τοῦτο μέχρι παντός. <Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποισαν· Κατεπίομεν αὐτόν.> (B f. 119 b) Διὰ τοῦτο ἔσβεσε τῶν Ἰουδαίων ὁ Θεὸς καὶ Πατὴρ τὸν γέλωτα, ἵνα μὴ λέγοιεν ἐν ταῖς ἑαυτῶν καρδίαις· «Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν.» Εἰ γὰρ μεμένηκεν ὁ Χριστὸς ἐν μόνῳ τῷ σταυρωθῆναι καὶ ἀποθανεῖν, ἔφασαν ἂν εἰκότως οἱ ἀποκτείναντες αὐτόν· «Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν,» καὶ προσέτι τοῦτο τὸ, «Κατεπίομεν αὐτόν.»

Ἐπειδὴ δὲ αὐτοὶ μὲν γεγόνασιν ἐν παντὶ κακῷ, κατεμπρησθείσης αὐτῶν ἁπάσης τῆς χώρας καὶ πολέμου δαπανήσαντος τοὺς ἐν αὐτῇ· ὁ δὲ πεπονθὼς δοξάζεται λέγοντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός· «Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·» ἔτι τε πρὸς τοῦτο· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·» πέπτωκεν ἡ τῶν Ἰουδαίων ὀφρὺς, εἰς γῆν κατηνέχθη τὸ φρόνημα, καὶ οὐκ ἐπέχαρον αὐτῷ, οὔτε μὴν ἴσχυσαν εἰπεῖν· «Κατεπίομεν αὐτόν.» <Ἀγαλλιάσθωσαν καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου.> (B f. 120) Οὐδὲν ἧττον τῶν ἐννοιῶν ἡ δύναμις κατὰ παντὸς ὁτουοῦν ἔρχεται τοῦ θέλοντος αὐτοῦ τὴν δικαιοσύνην, καὶ τὴν πρὸς αὐτὸν ἀγαπῶντες εἰρήνην· οἷς καὶ ἀγαλλίασιν καὶ εὐφροσύνην δοθῆναι βούλεται, χορηγουμένην δηλονότι δι᾽ αὐτοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Γέγραπται γὰρ περὶ δικαίου παντός· «Ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλήψεται αὐτούς.» Πλὴν ὁποία τίς ἐστιν ἡ δικαιοσύνη περὶ ἧς νῦν ὁ λόγος αὐτῷ, ζητητέον. Ἐδόκει μὲν γὰρ ὁ δι᾽ ἀγγέλων τοῖς ἀρχαιοτέροις λαληθεὶς νόμος, μεσιτεύοντος τοῦ πανσόφου Μωσέως, διδάσκαλος ἡμῖν δικαιοσύνης, πλὴν οὐ τῆς τελεωτέρας.

Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος οὐκ ἄμεμπτον εἶναί φησιν αὐτὴν δευτέρας τύπον, τῆς ἐν Χριστῷ δηλονότι, ἣ διά γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσφέρεται, καὶ ἔστιν τελεωτάτη. Ταύτην οὖν ἄρα τὴν δικαιοσύνην οἱ θέλοντες ἀγαλλιάσαιντο, φησὶν, καὶ εὐφρανθήτωσαν. <Οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.> (B f. 120 b) Εἰ μὲν ἐξ αἵματος Ἰσραὴλ τίοιντό τινες τὴν πρὸς αὐτὸν εἰρήνην, οὗτοι τοὺς τύπους ἀπολελοιπότες καὶ τὰς ἐν τῷ νόμῳ σκιὰς, μετακεχωρήκασιν εἰς ἀλήθειαν, ἤτις ἐστὶν ἡ δικαιοσύνη. Τοῦτο διδάσκει λέγων ὁ ἱερώτατος Παῦλος· «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» Εἰ δὲ ἐξ ἐθνῶν νοοῖντο τυχὸν οἱ κεκλημένοι διὰ τῆς πίστεως, καί τοι τὴν εἰρήνην ἠσπάσαντο τὴν πρός γε μὴν, φησὶ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὴν διιστῶσαν αὐτοῦ ἀπάτην διαπηδήσαντες καὶ καταλύσαντες τὴν ἔχθραν, καὶ ἐκ μέσου ποιήσαντες τὸ μεσολαβοῦν, οἷς καὶ ὁ πάνσοφος Παῦλος προσπεφώνηκεν λέγων· «Δικαιωθέντες οὖν ἐκ πίστεως.»

Εἰ δὲ δοῦλον ἑαυτὸν ὀνομάζει Χριστὸς, ταρασσέσθω μηδεὶς, ἐννοήσας ὅτι μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὢν ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν. <Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.> (B f. 120 b) Ἄθρει δή μοι πάλιν ἐν τούτοις τὸ τῆς ἀνθρωπότητος πρόσωπον εὖ μάλα διαμορφούμενον ἐν Χριστῷ. Ἐπειδὴ γὰρ γέγονεν καθ᾽ ἡμᾶς, ταύτῃ τοι καὶ σφόδρα εἰκότως ὡς μέτροις ἐμβεβηκὼς τοῖς δουλοπρεπέσιν, ἀνθρωπίνην δικαιοσύνην πληροῦν ἐπαγγέλλεται.

Ἔργον δὲ δικαιοσύνης τῆς καθ᾽ ἡμᾶς τὸ μελέτην ποιεῖσθαι καὶ τοῦτο διηνεκῆ τῷ Θεῷ πρέπουσαν καὶ ὀφειλομένην δοξολογίαν. —Ἐπαγγέλλεται Χριστὸς καὶ καθάπερ τινὰ θυσίαν πνευματικὴν ἀνακομίζειν τῷ Πατρὶ τὴν δοξολογίαν, κατὰ πᾶσαν ἡμέραν τὸν ἔπαινον αὐτοῦ. Καί τοι τοῖς ἐξ αἵματος Ἰσραὴλ, εἰ τελεῖν ἕλοιντο χαριστήρια, βουθυτὴν ἐκέλευεν ἡ τοῦ νόμου σκιὰ, ἢ μηλοσφαγίαις κεχρῆσθαι τυχὸν, ἢ τρυγόνας προσάγειν, ἢ δύο νεοττοὺς περιστερῶν, λάγανά τε καὶ σεμίδαλιν ἐλαιόδευτον· ἀλλ᾽ οὐκ ἐν Χριστῷ τοὺς τύπους ἔδει κρατοῦντας ὁρᾶσθαι.