Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία στον Ψαλμό ΛΕ΄

Εξήγηση του τριακοστού πέμπτου ψαλμού, αντιπαραβάλλοντας την ανομία των ασεβών με το άπειρο μέγεθος της θείας πρόνοιας και τη φιλανθρωπία του ενσαρκωθέντος Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 23

ΨΑΛΜΟΣ ΛΕʹ. <Εἰς τὸ τέλος, τῷ δούλῳ Κυρίου τῷ Δαβίδ.> (A f. 186, C f. 74 b) Καὶ οὕτω μὲν ἱστορικώτερον, ὑψηλότερον δὲ κατηγορίαν ὁ ψαλμὸς περιέχει τῆς ὑπερηφανίας τοῦ λαοῦ Ἰουδαίων, καὶ τῆς κακίας ἔλεγχον, καὶ μὴν ὑμνολογίαν τῶν δικαίων κριμάτων, δι᾽ ὧν ἔσωσε τὴν ὑπ᾽ οὐρανὸν ὁ Κύριος· πρὸς δὲ τούτοις εὐχαριστίαν πρὸς τὸν Πατέρα ὑπὲρ ὧν εὐηργέτησε διὰ τοῦ Υἱοῦ· ἐφ᾽ ἅπασι δὲ τούτοις εὐχὴν ἀσφαλιζομένην τοῦ μὴ πεσεῖν εἰς ὑπερηφανίαν. Τὸ μὲν οὖν εἰς τέλος, ὅ τί ποτέ ἐστι, πολλάκις εἴρηται, καὶ φορτικὸν ἴσως τὸ ταυτολογεῖν. Τό γε μὴν ἐπιγεγράφθαι «Τῷ δούλῳ Κυρίου τῷ Δαβὶδ,» διαδείκνυσιν ὅτι πρέποι ἂν τὴν ᾠδὴν ἀνακεῖσθαι τῷ προσώπῳ τοῦ θεσπεσίου Δαβὶδ, ἅτε δὴ καὶ ἁγίῳ γεγονότι καὶ τῆς ἑαυτοῦ διανοίας τὸν αὐχένα τοῖς θείοις ὑποτιθέντι ζυγοῖς. Ἔφη γὰρ περὶ αὐτοῦ πρὸς τὸν Σαμουὴλ ὁ Θεός· «Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Εἰ δὲ δή τις εἴη καὶ ἕτερος δοῦλος Θεοῦ, καὶ πολιτείαν ἔχων ἁγιοπρεπῆ, κεχρήσεται καὶ αὐτὸς τῇ τοιᾷδε προσευχῇ πρὸς τὸν Θεόν· περιέχει γὰρ αὐτῆς ἡ δύναμις ψόγον μὲν τῶν ὁλοτρόπως κεκλικότων εἰς τὸ πλημμελεῖν. Εἶτα τὴν τοῦ Θεοῦ γαληνότητα τοῖς αὐτῇ πρέπουσιν ἐπαίνοις στεφανοῖ, καὶ καθίστησιν ἐραστὰς τῆς παρ᾽ αὐτοῦ μεγαλοδωρεᾶς τοὺς μονοτρόπως αὐτῷ δουλεύοντας καὶ τὴν οἰκείαν αὐτῷ ζωὴν ἀνατεθεικότας.

Πρὸς δὲ τῷ τέλει, τὰ τοῖς παρανόμοις συμβησόμενα δηλοῖ· συνελαύνων πανταχόθεν ἑαυτόν τε καὶ τοὺς ἐντευξομένους, εἰς ὁσίαν καὶ ἀβέβηλον ζωήν. Ἄρχεται δὲ οὕτως τῆς προσευχῆς. <Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ.> (A f. 186 b, B f. 121, C f. 75) Τουτέστιν ἡγεῖται μηδένα βλέπειν αὐτοῦ τὰ βουλεύματα· ἅπαξ δὲ προθέμενος τοῦ παρανομεῖν, ἔξω τῶν ὀφθαλμῶν αὐτοῦ τὸν τοῦ Θεοῦ τίθεται φόβον. Φαμὲν δὲ εἶναι παράνομον τὸν τοῖς θείοις νόμοις εἰς ἅπαν ἀπειρηκότα, ὡς μηδὲ εἶναι θέλειν αὐτοὺς, ἀγέρωχον δὲ παντελῶς καὶ ἐξίτηλον διαβιῶναι ζωὴν, καὶ οἷον ἀμεταστρεπτὶ τρέχουσαν εἰς πέταυρον ᾅδου, καὶ εἰς παγίδα θανάτου. Τῶν οὕτω βιοῦν εἰωθότων μέμνηταί που τὸ Γράμμα τὸ ἱερὸν, οὕτω τέ φησιν περὶ ἑκάστου· «Λέγει δὲ Κυρίῳ· Ἀπόστα ἀπ᾽ ἐμοῦ, εἰδέναι ὁδούς σου οὐ βούλομαι.» Ὁ τοιοῦτος τετύφλωται, φησὶ, καὶ τοῖς τῆς διανοίας ὄμμασι τὸν τοῦ Θεοῦ φόβον οὐχ᾽ ὁρᾷ, δι᾽ οὗπερ ἂν γένοιτο θερμὴ μὲν ἔφεσις εἰς ἀγαθουργίαν, ἄμαχος δέ τις καὶ δυσάντητος προθυμία πρός γε τὸ χρῆναι βιῶναι λαμπρῶς. Οἱ γὰρ ἀφοβίαν Θεοῦ νοσοῦντες, οὐδὲν μὲν εἶδος κακίας ὀκνοῦσι· κρύπτουσι δὲ ὑπὸ φόβου πολλάκις ἢ αἰσχύνης τῷ πλησίον κωλυόμενοι ταύτην ἐξαγαγεῖν. <Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ.> Ἑτέραν ἀποδίδωσι πρόφασιν τῆς ἀρτίως ἡμῖν εἰρημένης νόσου.

Οὐ γὰρ πεπόρευται, φησὶ, μετὰ ἀληθείας ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Τοῦτο γὰρ, «Ἐδόλωσε,» κατασημαίνειεν ἂν, οἶμαί που. Ἀκολουθεῖ δὲ πλειστάκις τοῦ παρανομεῖν εἰωθόσι, καὶ βούλεσθαί τινα δόξαν ἔχειν ἐπιεικείας ἐν ὀφθαλμοῖς ἀνθρώπων, καὶ ὑποκρίνεσθαι μὲν τὸ εἶναι χρηστοὶ, δόλον δὲ ὥσπερ καὶ ἀπάτην ἐργάζεσθαι, οὐχ ὅπερ εἰσὶ κατὰ ἀλήθειαν ὁρᾶσθαι ζητῶντες, ὑποκλέπτοντες δὲ μᾶλλον τῆς ἐπιεικείας τὴν δόξαν. Ἴδοι δ᾽ ἄν τις τοιοῦτον καὶ δι᾽ ὧν αἰσχύνεται τὸ δοκεῖν εἶναι κακὸς, τῆς ἑαυτοῦ ζωῆς τὸ ἀτερπὲς καθορίζοντα. Εἰ γὰρ οἶδεν ὅτι κοσμεῖ ἡ ἁμαρτία, πῶς αὐτὴν ἡγεῖται φευκτήν; Εἰ δὲ τοῖς ἰδίοις τρόποις ἐπερυθριᾷ, ψηφοφορεῖ καθ᾽ ἑαυτοῦ τῆς παρανομίας τὰ ἐγκλήματα.

Δεῖ δὴ οὖν ἄρα βιοῦν ἡμᾶς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ δίχα δόλου παντὸς, ἵν᾽ εὑρεθῶμεν κατὰ τὸν μακάριον Ναθαναὴλ, περὶ οὗ φησιν ὁ Σωτήρ· «Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.» <Τοῦ εὐρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.> (B f. 121 b) Εἰ ἔσχεν ἐν ὀφθαλμοῖς τὸν τοῦ Θεοῦ φόβον, εὗρεν ἂν τὴν ἀνομίαν ἑαυτοῦ, καὶ ἐμίσησεν αὐτὴν, ὥστε καὶ ἀποφοιτῆσαι μὲν τῆς εἰς τὰ φαῦλα ῥοπῆς, μεθορμισθῆναι δὲ πρὸς ἀγαθουργίαν, καὶ οἷον ἐκ βυθοῦ κακῶν ἀνενεγκεῖν δύνασθαι πρὸς ἀγαθὴν καὶ φιλάρετον ἕξιν τε καὶ ζωήν. <Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι.> (B f. 121 b) Πάμμεγα πρὸς ἐγκλήματος δύναμιν τὸ μηδὲ ἀνασχέσθαι μαθεῖν τίνα τρόπον χρηστὸς ἂν καὶ ἀγαθουργός· καὶ ἀπόδειξις ἂν εἴη σαφὴς τοῦ κατολισθῆναι εἰς πυθμένα φαυλότητος τὸν κατώτατον, μηδὲ ὅσον εἰπεῖν κἂν γοῦν ἄκρῳ δακτύλῳ θέλειν ἀποθίγειν μαθημάτων τῶν ἱερῶν, δι᾽ ὧν ἄν τις ἐν ἑαυτῷ συλλέξαιτο τὴν ἐφ᾽ ἅπασιν τοῖς ἀρίστοις ἡμᾶς ἀποκομίζουσαν ἐπιστήμην.

Ἀπαίδευτος οὖν ὁ παράνομος, καὶ μαθημάτων τῶν εἰς σωτηρίαν καὶ ζωὴν ἀμέτοχος παντελῶς. <Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος.> (C f. 75) Οὐ γλώσσῃ κέχρηται σοφῇ τε καὶ ἐπιστήμονι, καὶ θύρας ἐχούσῃ καὶ μοχλὸν, ἀθυροστομεῖ δὲ οὕτως καὶ κίβδηλον πανταχοῦ ποιεῖται τὸν λόγον, ὡς ἐπίμεστον ὁρᾶσθαι καὶ ἀνομίας καὶ δόλου· ἀνομίας μὲν, ὡς ἐπὶ τῶν Ἰουδαίων δι᾽ ἃς ἐπήγαγον ὕβρεις Χριστῷ· δόλου δὲ, ὅτι καὶ παγιδεύειν αὐτὸν βουλόμενοι, χρηστοῖς προσῄεσαν λόγοις. <Ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ.> (B f. 121 b) Οἱ μὲν γὰρ τοῖς ἱεροῖς εἴκοντες νόμοις, οἱ καυχήμασιν ἁγιοπρεπέσιν ἐνιδροῦν εἰωθότες, οἱ τὴν εὐκλεᾶ καὶ ἀκατάψεκτον διαβιοῦντες ζωὴν, καὶ ταῖς καθηκούσαις δοξολογίαις τὸν ἁπάντων Σωτῆρα καταγεραίρουσιν· «Μεσονύκτιον γὰρ, φησὶν, ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου,» ἤγουν ταῖς θείαις περιτυγχάνοντες Γραφαῖς, εὐωδίας πάσης πνευματικῆς τὸν οἰκεῖον ἀναπιμπλῶσι νοῦν, καὶ τὰς ἐφ᾽ ἅπασιν τοῖς ἀγαθοῖς περιεργάζονται τρίβους, καὶ ἀναζητοῦσι λεπτῶς τίνα δὲ τρόπον γένοιντ᾽ ἂν ἑαυτῶν ἀμείνους, τρέχοντες εἰς εἴδησιν ἐπιεικείας τε ὁμοῦ καὶ λαμπρότητος ἁγιοπρεποῦς.

Οἱ δέ γε φαῦλοι καὶ παράνομοι τὸν τῆς ἡσυχίας καιρὸν δαπανῶσιν εἰς πονηρίας, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν φαύλων διασκέψεσιν τὴν ἑαυτῶν καρδίαν καταμολύνοντες, τὸν τῶν ἐκτόπων ἐννοιῶν καρπὸν, μονονουχὶ διαυγαζούσης αὐτοῖς ἡμέρας, ἐκφέρουσιν· παρίστανται γὰρ ὁδῷ οὐκ ἀγαθῇ. <Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ.> (B f. 122) Προήκει δὲ φαυλότητος εἰς τοῦτο αὐτοῖς ὁ νοῦς, ὥστε μηδὲ προσοχθῆσαι τῇ κακίᾳ πώποτε. Οὐ γὰρ γεγόνασιν μισηταὶ τῶν ἐκτόπων οἱ παρανομεῖν εἰωθότες· οὐ γὰρ ἂν ἔδρασαν αὐτὰ μισεῖν εἰρημένοι. <Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.> (A f. 188, B f. 122, C f. 75) Τινὲς δὲ ἀκούσαντες ὅτι «Ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν,» καὶ ἀπατηθέντες ἐντεῦθεν, ἀπρονόητα τὰ ὑπὸ σελήνην ἀπεφῄναντο· ὧν ἐστι καὶ Ἀριστοτέλης. Ἀλλ᾽ οὕτω μέν τινες τὸ τῆς ἱστορίας φεύγοντες πάχος, εἰς τροπολογίας ἀναβαίνουσιν, οὐρανοὺς μὲν λέγοντες τοὺς ἐν οὐρανοῖς ἀγγέλους, νεφέλας δὲ τοὺς προφήτας, ὄρη δὲ Θεοῦ λογικὰς καὶ ὑψηλὰς δυνάμεις, ἢ τοὺς ἠρμένους ὑψοῦ κατ᾽ ἀρετὴν ἀνθρώπους. Ἀλλ᾽ ἔν γε τοῖς προκειμένοις, οὐκ ἐπὶ καιροῦ τὰ τοιάδε νοηθεῖεν. Οὐ γὰρ ἐν μόνοις τοῖς ἁγίοις ἀγγέλοις ἐστὶ τὸ ἔλεος τοῦ Θεοῦ, οὔτε μὴν ἐν μόνοις τοῖς ἐν ὕψει γενομένοις κατ᾽ ἀρετὴν ἡ τοῦ Θεοῦ δικαιοσύνη γίνεται, ἀλλ᾽ εἰς πάντας ἀνθρώπους ἡ τῆς θείας ἡμερότητος ἐκτείνεται χάρις.

Ἐν δὲ τῷ οὐρανῷ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ ἕως τῶν νεφελῶν τὴν ἀλήθειαν ᾖρθαί φησιν, ἐοικέναι δὲ καὶ ὄρεσι τὴν δικαιοσύνην αὐτοῦ, ἵνα τὸ ὑψηλὸν καὶ ὑπερηρμένον καὶ ὑπερκείμενον νοῶμεν διὰ τῶν ὠνομασμένων.

Τί γὰρ ὑψηλότερον οὐρανοῦ καὶ νεφῶν καὶ ὁρῶν; Ὃ δὲ κατασκευάζει, τοιοῦτόν ἐστιν· Ὁ ἐλεήμων, φησὶ, καὶ ἀληθινὸς καὶ δίκαιος οὐ κατοικτείρειν ἐπίσταται μόνον, ἀλλὰ γὰρ καὶ ὡς ἀληθινὸς μισεῖ τοὺς δόλον ἔχοντας εἰς νοῦν, καὶ ἀπάτῃ συντεθραμμένους.

Καὶ ὡς δικαιοσύνην ἔχων, ἥτις φιλονεικεῖ τοῖς λίαν ἠρμένοις τῶν ὀρῶν, ἐποίσει πάντως τοῖς μὲν ἀγαθοῖς τὴν αὐτοῖς πρέπουσαν τῶν χαρισμάτων διανομὴν, τοῖς δ᾽ αὗ πονηροῖς τὴν ἰσόῤῥοπον δίκην. <Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.> (A f. 188 b, C f. 75 b) Καὶ ἐνταῦθα δέ τι ὅμοιόν ἐστι τοῦ Παύλου· ἐπειδὴ γὰρ ἔμελλε τῶν δύο λαῶν τὴν σωτηρίαν διηγήσασθαι, οἳ καὶ σημαίνονται διὰ τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν, ἀνθρώπων μὲν τῶν ἐξ Ἰσραὴλ ὡς κατηχουμένων ἐκ τοῦ νόμου καὶ νοούντων τὰ διαφέροντα, κτηνῶν δὲ ὡς ἀλογωτέρων τῶν ἐξ ἐθνῶν. Παιδευθέντες γὰρ οἱ ἐξ Ἰουδαίων τὸ μυστήριον διὰ νόμου καὶ προφητῶν, ἐξέπεσον· οἱ δὲ οὐδέποτε ἀκηκοότες οἱ ἐξ ἐθνῶν, προελήφθησαν. Τούτου χάριν εἴρηκεν ὁ Δαβίδ· «Τὰ κρίματά σου ἄβυσσος πολλὴ,» ἤγουν ἀκατάληπτα καὶ ἀζήτητα παντελῶς· τὸ γάρ τοι πολυπραγμονεῖν ἑλέσθαι τὰ ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἐπισφαλὲς καὶ ἐπιζήμιον. Γέγραπται γοῦν· «Βαθύτερά σου μὴ ζήτει·» καὶ πάλιν· «Μὴ σοφίζου περιττὰ, μήποτε ἐκπλαγῇς.» (B f. 123) Τῆς τοῦ Θεοῦ γαληνότητος τὸ ὑπερφερὲς, καὶ τῆς ἡμερότητος τὴν ἀπαράβλητον ὑπεροχὴν κὰν τούτῳ δὴ πάλιν ἔνεστιν ἰδεῖν. Καὶ γοῦν τὴν παρ᾽ ἑαυτοῦ φειδὼ νέμειν ἀξιοῖ πᾶσι τοῖς παρ᾽ αὐτοῦ γεγονόσιν, καὶ οὐχὶ μόνον ἀνθρώποις, ἀλλὰ γὰρ καὶ αὐτοῖς ἀλόγοις τῶν ζώων.

Ἔφη γάρ που καὶ πρὸς τὸν θεσπέσιον Ἰωνᾶν· «Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας οὐδὲ ἐκοπίασας, ἣ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ οὐ φείσομαι ὑπὲρ Νινευῆ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;» Θαυμάζεται δὲ καὶ διὰ τῆς τοῦ ψάλλοντος λύρας, ὡς ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

Ναὶ μὴν τὸν ἐπὶ τῷ Σαββάτῳ τιθεὶς νόμον, καὶ τὴν τοῦ χρῆναι παντελῶς ἐργάζεσθαι μηδὲν, διατρανῶν αἰτίαν, Ἵνα ἀναπαύσηται, φησὶν, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου. Εἰ δὲ δοκεῖ πως τοῖς εἰρημένοις ἀντιφέρεσθαι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;» φαμὲν, ὅτι τὰς ἐν τῷ νόμῳ σκιὰς ἀναιρεῖν ἀκόλουθον ὠδινούσας τὴν ἀλήθειαν, οὔτε μὴν ἀφιλοικτίρμονα νομίζειν εἶναι τὸν τῶν ὅλων Δημιουργόν. <Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός.> (B f. 123) Ὅτε Θεὸς ὢν ὁ Λόγος ἐπέλαμψεν τοῖς ἐπὶ τῆς γῆς ἐν ὁμοιώματι ἀνθρώπων, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπέμεινε θάνατον, δῆλον δὲ ὅτι τὸν κατὰ σάρκα, τότε καὶ πεπλήθυνται τὸ ἔλεος τοῦ Θεοῦ. Οὐ γὰρ ἔτι μόνον ἐλυτρώσατο τὸν Ἰσραὴλ καθὰ πάλαι διὰ Μωσέως, ἀλλ᾽ εἰς πάντας ἀνθρώπους ἡ τῆς σωτηρίας ἐκτέταται χάρις, σαγηνεύουσα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας καὶ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ, καὶ προσοικειοῦσα δι᾽ ἁγιασμοῦ τῷ Θεῷ καὶ Πατρί. <Ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν.> (B f. 123) Γεγόναμεν τοίνυν ὑπὸ πτέρυγας, ἤτοι σκέπην τὴν ὑπὸ Χριστῷ, ὥστε λέγειν ἡμᾶς τὸ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα.» Καὶ αὐτὸς δή πού φησιν ὁ Σωτήρ· «Ἐγὼ ὡς ἄρκευθος πυκάζουσα.» Γεγόνασί γε μὴν ὑπὸ πτέρυγας αὐτοῦ.

Πεπλήθυνται καὶ τὸ ἔλεος κατὰ τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. <Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.> (A f. 190) Εἰ φῶς ἐστιν ἐκ φωτὸς τοῦ Πατρὸς ὁ Υἱὸς, πότε οὐκ ἦν ἐν τῷ Πατρὶ τὸ φῶς αὐτοῦ; Ὡς γὰρ ἀχώριστον τοῦ πυρὸς τὸ φωτίζειν, οὔτω καὶ τοῦ Πατρὸς τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς. <Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.> (A f. 190, B f. 124) Λιτὴν ἀνατείνει τὴν ὑπὲρ τῶν ἀγαπώντων τὸν Κύριον καὶ τὴν αὐτοῦ ἐπεγνωκότων ἐπιφάνειαν. Οἷς καὶ πρέποι ἂν τὸ ἐν παντὶ γενέσθαι καλῷ καὶ τοῖς παρ᾽ αὐτοῦ χαρίσμασιν ἐντρυφᾷν· τοῖς μὲν οὗν γινώσκουσιν αὐτὸν, παρατείνεσθαι τὸ ἔλεος παρακαλεῖ· τοῖς δὲ τὴν καρδίαν εὐθέσι, τὴν δικαιοσύνην αὐτοῦ καθ᾽ ἣν αὐτοῖς τὰ πρὸς ἀξίαν ἀπονεμηθήσεται. Εἶεν δ᾽ ἂν οὐχ᾽ ἕτεροι παρὰ τοὺς πρώτους οἱ δεύτεροι· τουτέστι παρὰ τοὺς γινώσκοντας οἱ εὐθεῖς. Ἕπεται γὰρ τῇ παρὰ Θεοῦ γνώσει τὸ καὶ εὐθῆ τὴν διάνοιαν ἔχειν, τουτέστι κατ᾽ οὐδένα τρόπον διεστραμμένην. (C f. 76) Οἱ μὲν τὴν γνῶσιν μόνην ἔχοντες, τουτέστι τὴν πίστιν, ἐλέῳ δικαιοῦνται καὶ σώζονται· οἱ δὲ καὶ τὸ εὐθὲς ἐν ταῖς πράξεσι, τὸν τῆς δικαιοσύνης ἀπολαμβάνουσι στέφανον, ἤτοι τῆς ὁσίας ψήφου. <Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανείας.> (A f. 190 b) Ἔξω τοῦ πάθους ἀξιοῖ γενέσθαι.

Ὅμοιον ὡσεὶ λέγοι· Παρατείνοντός σου τὸ ἔλεος εἰς ἐμὲ τὸν γινώσκοντά σε, καὶ τὴν δικαιοσύνην ἤτοι τὴν ὁσίαν ψῆφον ὀρέγοντος, μὴ κατολισθήσαιμί ποτε πρὸς τοῦτο σκαιότητος ἐννοιῶν, ὡς μέγα φρονεῖν ἑλέσθαι καὶ βαδίζειν ἐν ὑπεροψίᾳ, καὶ τὴν οὕτως ἐπισφαλῶς ἔχουσαν ἰέναι τρίβον. Μὴ δὲ παρακινησάτω με τῆς παρὰ σοὶ στάσεως πρᾶξις ἄτοπος. <Καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσοι με.> (B f. 124 b) Χεὶρ ἁμαρτωλοῦ διαβολικὴ ἐνέργεια· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ πλεονέκτου· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ δῶρα διδόντος ἐπὶ φθορᾷ καὶ λαμβάνοντος· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ ἱερέως τοὺς ἀναξίους τῷ θυσιαστηρίῳ προσάγοντος. Ὑπὸ ταύτης τῆς χειρὸς μὴ σαλευθῆναι, τουτέστι μὴ παρατραπῆναι, καὶ ἡμεῖς προσευξώμεθα· χρὴ γὰρ ἑδραίους καὶ ἀσαλεύτους ἐν τῇ δικαιοσύνῃ, κἂν παρανομῶσιν ἄλλοι, τοὺς νήφοντας κτᾶσθαι. <Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.> (A f. 190 b, C f. 76, Κυρίλλου καὶ Χρυσοστόμου.) Τὸ ἐκεῖ εἶπεν ἀντὶ τοῦ Ἀπὸ τούτου τοῦ πράγματος, τουτέστι τῆς ὑπερηφανίας· ἢ καὶ ἀντὶ τοῦ Ὅπου, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Μὴ γενοίμην ἐκεῖ ἔνθα οἱ σαλευθέντες πίπτουσι, καὶ πεσόντες ἐξωθοῦνται, καὶ ἐξωσθέντες οὐκέτι ἐπανελθεῖν δυνήσονται.

Ἢ ἐκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, κατὰ τό· «Ἐκεῖ ἔσται ὁ κλαυθμός.» <Ἐξώσθησαν, καὶ οὐ μὴ δύνωνται στῆναι.> (B f. 124 b) Δεῖ δὴ οὖν ἅρα προσιόντας Θεῷ τῶν μὲν ἀγαθῶν ποιεῖσθαι τὴν αἴτησιν, παραιτεῖσθαι δὲ καὶ τὸ ἁλῶναι ψυχικοῖς ἀῤῥωστήμασιν, καὶ τὸ ὑπὸ χεῖρα γενέσθαι δαιμονικὴν τὴν ἀεὶ σαλεύουσαν καὶ τοὺς ἑστάναι δοκοῦντας εἰ ῥᾳθυμοῦντες εὑρίσκοιντο, καὶ οὐκ ἐῶσαν στῆναι τοὺς διὰ πλείστην ὅσην ἀσέβειαν ἐξωσθέντας παρὰ Θεῷ· ὃ δὴ πέπονθεν ὁ κατὰ σάρκα Ἰσραὴλ πεπαρῴνηκεν γὰρ ἀφορήτως εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν.