Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στον Ψαλμό ΛΣΤ΄
Θεολογική ανάλυση του τριακοστού έκτου ψαλμού, με έμφαση στην υπομονή των αγίων, την παροδικότητα των πονηρών και την αιώνια κληρονομιά των πραέων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον Ψαλμό ΛΣΤ΄
Θεολογική ανάλυση του τριακοστού έκτου ψαλμού, με έμφαση στην υπομονή των αγίων, την παροδικότητα των πονηρών και την αιώνια κληρονομιά των πραέων.
ΨΑΛΜΟΣ Λϛ> <Ψαλμὸς τῷ Δαβίδ.> (A f. 190 b) Ἠθικός ἐστιν ὁ ψαλμὸς καὶ θεραπευτικὴν ἡμῶν τῆς ψυχῆς διδασκαλίαν περιέχων, εἰσηγούμενος τῷ νέῳ λαῷ ἀποχὴν μὲν τῶν πονηρῶν, ἐπιτήδευσιν δὲ τῶν ἀγαθῶν, ἐξ ἑκατέρων πείθων ἔκ τε τῆς τοῖς ἀγαθοῖς ἀποκειμένης ἐλπίδος, ἔκ τε τῆς τοῖς πονηροῖς τεταμιευμένης κολάσεως. Ἀνακείσεται μέν τοι τῷ Δαβὶδ μονονουχὶ κατεπᾴδοντι τοῖς ὀρθότητος ἐρασταῖς καὶ παροτρύνοντι αὐτοὺς εἰς τὸ μεταποιεῖσθαι προθύμως τῆς οὐκ ἀθαυμάστου ζωῆς.
Ποιεῖ δὲ τοῦτο ἐπὶ καιροῦ· ἐν μὲν γὰρ τῷ τετελεσμένῳ ψαλμῷ πλείστη γέγονε κατάῤῥησις παντὸς παρανόμου· ἐν δὲ τῷ προκειμένῳ νουθεσίαν ἡμῖν εἰσκομίζει, ἀποφέρουσαν μὲν τῆς πρὸς ἐκείνους ταυτοεργίας, ἀναβιβάζουσαν δὲ πρὸς τὸ ἄμεινον. [Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτα τοῖς ἐθέλουσι ζῇν ἁγιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν. Ἐννοεῖν δὲ χρὴ μᾶλλον, εἰς οἷον αὐτοῖς ἐκβήσεται πέρας, τὸ διαβιοῦν ἑλέσθαι κακῶς, καὶ ἀπᾴδειν τῷ Θεῷ] <Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν.> (A f. 191) Μήτε πάλιν μιμοῦ ἢ μακάριζε τοὺς τοιούτους εὐθηνοῦντας ὁρῶν· πρὸς ὀλίγον γὰρ ἀνθοῦντες, ξηραίνονται· πᾶσα γὰρ σὰρξ χόρτος. Τί οὖν ἔχουσι ζηλωτὸν οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες, αὔριον εἰς κλίβανον βάλλονται, καθ᾽ ἅ φησιν ὁ Σωτήρ;
Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτον τοῖς ἐθέλουσι ζῇν ἁγιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν· ἐννοεῖν δὲ χρὴ μᾶλλον, εἰς οἷον αὐτοῖς ἐκβήσεται πέρας τὸ διαβιοῦν ἑλέσθαι κακῶς, καὶ ἀπᾴδειν τῷ Θεῷ. Μὴ τοίνυν ζήλου τοὺς τοιούτους, φησὶν, μὴ δὲ κατερεθίζου πρὸς μίμησιν τῶν φιλαμαρτημόνων. Κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι βίῳ τρυφὰς, κἂν ἴδῃς ἀσεβῆ εὐπράττοντα, φεῦγε τὴν ἰσοτροπίαν, εἰς τὰ ἐσόμενα βλέπων· οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ πράγματα.
Διὸ ἐπάγει· <Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται.> (A f. 191 b) Παραινεῖ φεύγειν πονηρίαν, ἔκπτωσιν εἷναι παντὸς ἀγαθοῦ, ταύτης ὑπογράφων τὸ τέλος. Τί δὲ οὕτως εὐμάραντον ὡς χόρτος ἀγροῦ, καὶ λαχάνου φύσις; Βραχὺ γάρ πως ἀνθήσαντα τὰ τοιάδε μαραίνεται. Οὕτω πού φησι περὶ τῶν ἐν κόσμῳ λαμπρῶν· Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων· οἱ γὰρ ἐν δώμασι τικτόμενοι τῶν χόρτων, ῥίζαν οὐκ ἔχοντες, ἄκαρποί τέ εἰσι καὶ πρὸς μαρασμὸν ἑτοιμότεροι διὰ τοῦτο. —Οὐ δεῖ τοίνυν ταῦτα ζηλοῦν, ὧν τὰ μὲν ἐπ᾽ ἀτιμίᾳ ῥίπτεται, τὰ δὲ πυρὶ παραδίδοται, τῆς ἀκμῆς τῆς προσκαίρου παυσάμενα, ὡς τὰ τῆς χλόης λάχανα, ἃ τὴν χρῆσιν ἐν τῷ χλοάζειν ἔχουσι· τούτοις γὰρ ἡ τῶν ἀνθρώπων εὐπραγία, διὰ τὸ σαθρὸν καὶ πρόσκαιρον ἔοικε· καὶ ὅτι πῦρ αὐτὴν τὸ τῆς γεέννης ἐκδέχεται. Ἁγιοπρεπὲς δὲ ζηλοῦν ἐκείνους, οἷς ἂν ἕποιτο διηνεκὴς ἡ παρὰ Θεοῦ δόξα τῇ τῶν ἀνδραγαθημάτων φιλονεικοῦσα λαμπρότητι. <Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν.> (A f. 191 b, B f. 125 b, C f. 76 b) Τουτέστιν Ἀγάπησον τὸ εὐδοκιμεῖν, δίψησον τῶν ἱερῶν χαρισμάτων τὴν κτῆσιν, ἀγάπησον τὰ τοῖς ἁγίοις τετηρημένα καὶ παρὰ Θεῷ τεθησαυρισμένα.
Ἢ τὸ μὲν κατασκήνου τέθεικεν ἀντὶ τοῦ κατασκηνώσεις. Γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς πραέσιν ἐπηγγελμένην δηλονότι, ἐν ᾗ γεγονὼς ποιμανθήσῃ, φησὶν, ἐπὶ τῷ πλούτῳ αὐτῆς. Πλοῦτος δὲ τῆς τῶν πραέων γῆς, ἤτοι τῆς ἄνω πόλεως ἐν τοῖς οὐρανοῖς, ἡ τῶν θείων χαρισμάτων ἀμφιλαφὴς χορηγία, καὶ τὸ τελείως ἔχον ἐν τούτοις. Τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον βίον, καὶ βούλεται ἡμᾶς χρᾶσθαι αὐτῷ ὡς σκηνῇ κατὰ πάροδον, κυριεύοντας αὐτοῦ οὐ κυριευομένους ὑπ᾽ αὐτοῦ, καὶ πρὸς τὸ συμφέρον οὐ πρὸς ἡδονὰς ἀποχρωμένους· οὕτω γὰρ ποιμανθησόμεθα ὑπὸ ποιμένι καλῷ. Εἴ τις πλοῦτός ἐστιν ἐν ἀνθρώποις θείων δογμάτων, τοῦτον καρπούμενοι, ὥστε λέγειν· «Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.» <Κατατρύφησον τοῦ Κυρίου.> (B f. 126) Οἱ δὲ κατατρυφῶντες Χριστοῦ, καὶ τῶν παρ᾽ αὐτοῦ χαρισμάτων ἔμπλεω τὴν διάνοιαν ἔχοντες, εἰς πέρας ἐνηνεγμένων τῶν ἀγαθῶν θελημάτων αὐτοῦ, γυμνὴν καὶ ἀναμφίεστον τῷ Θεῷ τὴν ἑαυτῶν δεικνῦσιν ὁδὸν, τουτέστι τῆς πολιτείας τὸν τρόπον. [Τρυφὴ τοιγαροῦν, ὡς ἔφην, τὸ ἔνοικον ἔχειν τὸν τὰ πάντα ζωογονοῦντα τοῦ Θεοῦ Λόγον, τὸν ἄρτον τῆς ζωῆς, τὸν ἐξ οὐρανοῦ καταβάντα, καὶ ζωὴν διδοῦντα τῷ κόσμῳ. Αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, λήψονται πάντως τὰ αἰτήματα τῆς ἑαυτῶν καρδίας, τότε δυνήσονται καὶ ἀποκαλύπτειν αὐτῷ τὴν ὁδὸν αὐτῶν.
Ἐποπτεύει μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν τῶν σεβομένων αὐτὸν εὐαγῆ πολιτείαν, ἀποστρέφεται τὴν τῶν οὐκ ὀρθῶς διαζῇν ἑλομένων.] <Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ᾽ αὐτὸν, κ.τ.λ.> (A f. 192 b, C f. 76 b) Ἔσο, φησὶ, φανερὸς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδὸν, τουτέστι γυμνὴν καὶ ἀναμφίεστον τῷ Θεῷ τὴν σεαυτοῦ δεικνὺς πολιτείαν.
Αὐτὸς δὲ τί ποιήσει; Ἐν τῷ μέλλοντι αἰῶνι ἐμφανῆ καταστήσει. καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς σῆς εὐζωΐας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου δίκην φωτὸς ἀναλάμπουσα, φωτὸς μεσημβρινοῦ· μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον· καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ. <Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν.> (A f. 193, B f. 126) Αὐτὸς μέν σε ἄξιον φωτὸς ἀποδείξει ἐν τῷ μέλλοντι αἰῶνι, σὺ δὲ ἐνταῦθα ὑποτάγηθι αὐτῷ. Δύο δὲ ταῦτα τίθησιν ἁγιοπρεπῆ κατορθώματα καὶ οἷον ἀλλήλων ἐχόμενα, τὸ ὑποτάσσεσθαί φημι τῷ Κυρίῳ, καὶ τὸ ἱκετεύειν αὐτόν· ἑκάτερον δὲ αὐτῶν πρέποι ἂν ταῖς ὅτι μάλιστα τῶν ἁγίων ἱκετείαις, καὶ τοῖς τὴν χρηστότητα μελετᾷν εἰωθόσιν.
Ἐν μὲν γὰρ τῷ ὑποτάττεσθαι Κυρίῳ ἁπάσης ἐντολῆς νοεῖται πλήρωσις· ἥκει [al. cod. εἴκει] γὰρ τοῖς αὐτοῦ νόμοις καὶ τρυφερὸν, καὶ εὐήνιον ὑποφέρει τὸν αὐχένα, ὁ θελήμασι τοῖς δεσποτικοῖς ἐνευδοκῶν, ἀλλὰ μὴ ἀπειθείας καταδεχόμενος ὑπομένειν γραφήν. Ἐν δὲ τῷ ἱκετεύειν αὐτὸν, τὸ δοξολογεῖν ἐστι, καὶ τὰς εὐρύθμους ἀναφέρειν ᾠδὰς συμπεπλεγμένης εὐχῆς, καὶ οἷόν τινος νοητοῦ θυμιάματος τῆς τῶν ἔργων φαιδρότητος, συνευοδιαζούσης παρὰ Θεῷ. Ὑποταγὴν οὖν ἐνταῦθα λέγει, τὴν τῶν κακῶν ἀναχώρησιν· οὐδεὶς γὰρ ἁμαρτάνων ὑποτέτακται τῷ Κυρίῳ. <Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν.> (A f. 193 b, B f. 126 b) Ἐπωφελὲς τὸ παράγγελμα, καὶ τοῖς ὑποτεταγμένοις Θεῷ πρεπωδέστατον. Χρὴ γὰρ, φησὶ, πράους τε αὐτοὺς ὑπάρχειν καὶ εὖ μάλα καθεστηκότας, καὶ ἀταραξίαν ἔχοντας εἰς νοῦν, ἀγαπῶντάς τε διαπαντὸς τὴν ἀπό γε τῆς μακροθυμίας εὐδίαν, καὶ τῶν ἐξ ὀργῆς κυμάτων ἀποφοιτᾷν. Γέγραπται γὰρ ὅτι Ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους.
Καὶ πάλιν· «Ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.» Τῶν γὰρ παθῶν τινα μὲν οὐ πίπτει εἰς πολλοὺς, ἀλλὰ καὶ οἱ τυχόντες ἀπέβαλον αὐτὰ προκόπτοντες· τὸ δὲ μιαρὸν τοῦτο πάθος ἡ ὀργὴ, ἐκκαίει καὶ τοὺς δοκοῦντας εἶναι φρονίμους· καὶ ταράσσει, οὐ τινὰ μὲν, τινὰ δὲ οὒ, ἀλλὰ κινδυνεύω λέγειν πάντας ἀνθρώπους, παρὲξ τοῦ τελείου, ἐάν που εὑρεθῇ τις τέλειος. <Μὴ παραζήλου ὥστε πονηρεύεσθαι, ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται.> (A f. 193 b) Λεγέσθω καὶ παρὰ Δαβὶδ τὰ τοῦ Παύλου, ὅτι «Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Οὐ γὰρ ἔχει κόρον παρά γε τοῖς φιλομαθέσι, τὸ πλειστάκις εἰς νοῦν τοὺς περὶ τῶν αὐτῶν ὀνησιφόρους εἰσοικίζεσθαι λόγους. Τοῦτό τοι καὶ νῦν ὁ Ψάλλων ἐργάζεται, ἄνω τε καὶ κάτω ἀνακυκλῶν τὸ σοφὸν δὴ τοῦτο καὶ ἀξιάκουστον ἄκουσμα· τὸ Μὴ παραζήλου, φημὶ, ὥστε πονηρεύεσθαι, ἵνα μὴ ὁλόῤῥιζος ἐκ γῆς ἀπολῇ· καὶ γὰρ οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται ἐν τῷ αἰῶνι, δηλαδὴ τῷ μέλλοντι. Ἐξολοθρευθῆναι δέ ἐστι, τὸ ἐκπεσεῖν Θεοῦ.
Ἴδιον μέν τοι κακόν ἐστιν ἡ πονηρία παρὰ τὰς λοιπὰς ἁμαρτίας· ἔνθεν θαυμασίως ὁ λόγος, ἄλλον μὲν εἶπε τὸν ἁμαρτωλὸν, ἄλλον δὲ τὸν πονηρόν· «Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ.» Ὡρίσαντο δέ τινες τὴν πονηρίαν οὐκ ἀγεννῶς εἶναι ἑκούσιον κακοποιΐαν· ἄλλο γάρ ἐστι κατὰ ἄγνοιαν κακοποιεῖν καὶ οἱονεὶ νικώμενον, καὶ ἄλλο αὐτὸ τοῦτο θέλειν κακῶς ποιῆσαι· ὅπερ ἐστὶ καὶ πονηρία, δι᾽ ἢν καὶ ὁ διάβολος πονηρὸς λέγεται. <Οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομήσουσι τὴν γῆν.> (A f. 193 b, B f. 126 b) Ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν μὲν πονηρῶν ἀφίστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν παρὰ Θεοῦ χαρισμάτων συνελαύνεσθαι εἰς τὸ διαζῇν ἐννόμως, διὰ τοῦτο δείξας ὁ Ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπάγει ὅτι οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομονῆς τὸν εὐδόκιμον κατορθοῦντες βίον, κληρονομήσουσι τὴν γῆν· ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς τῆς ὑπὸ κατάραν γενομένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτὴν, ἀλλὰ γῆν ἐκείνην τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην. Κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἱερά τε καὶ ἄνω. Ἐκεῖ γὰρ τοῖς τῶν ἀγγέλων συνέσονται χοροῖς, δοξολογοῦντες ἀκαταλήκτως τὸν κληροδοτήσαντα Θεὸν, καὶ τῶν ὑπὲρ λόγον αὐτοῖς χαρισμάτων χορηγὸν γεγονότα.
Ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ, σοφία, λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. Γέγραπται γάρ· «Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος;» Ἀφ᾽ οὗ ἀρύεσθαι ἔστι καὶ λαμβάνειν πάντα ἃ λέγεται εἶναι κατὰ τὰς Γραφὰς ὁ Χριστός. Ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινόμεθα καὶ σοφοὶ καὶ εἰρηνεύομεν, οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν· ἡσύχαζε οὖν ὑπομένων καὶ ἐκδεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι. <Καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός.> (A f. 194) Ἔτι βραχὺ, καὶ οὐκ ἂν ἴδῃς ὑπάρχοντα τὸν ἁμαρτωλόν· καταληφθήσεται γὰρ τῷ τῆς ζωῆς τέλει, καὶ ὁμοῦ τῇ σαρκὶ συναπεμπολήσει ταῦτα, ὅσα περ ἐδόκει κεκτῆσθαι χρηστά. Βραχὺς γὰρ λίαν ὁ ἀνθρώπου βίος, καὶ ὁ τῆς ἐν σώματι ζωῆς συνέσταλται χρόνος. Οὐκοῦν οὔτε αὐτὸς ὁ τῷ τῆς ζωῆς τέλει κατειλημμένος τὸν ἑαυτοῦ τόπον ὄψεται· μεταχωρήσει γὰρ πάντως εἰς ᾅδου, οὔτε μὴν οἱ ζῶντες ἔτι τὸν αὐτοῦ ἐπιγνώσονται τόπον. (B f. 127 b) Οἱ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, καὶ βρόχοις ἐνειλημμένοι τῆς ἐπαράτου φιλοσαρκίας, ἀεί πως ἐπιμεμήνασιν τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν. <Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν.> (A f. 194) Οἰκονομικώτατα δὲ λίαν ὁ Δαβὶδ ἀντιπαρεξάγει ταῖς τῶν παρανόμων κολάσεσι, τὰ τῶν ἀγίων γέρα.
Ἀκονᾷ γὰρ διὰ τούτων αὐτοὺς εἰς ἔφεσιν εὐανδρίας πνευματικῆς, δι᾽ ἧς ἂν γένοιτο κατορθοῦν πάντα τρόπον ἀρετῆς. Ταύτῃ τοι φησίν· «Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν,» τὴν ἄνω δηλαδή. <Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.> (A f. 194 b) Ποῖον ἂν νοοῖτο τῆς εἰρήνης τὸ πλῆθος τῆς τοῖς πραέσιν ἐπηγγελμένης, ἄξιον ἰδεῖν· Φαμὲν οὖν ὅτι ζῶντες μὲν ἔτι μετὰ σωμάτων ἐν τῷδε τῷ κόσμῳ οἱ ἅγιοι πλείστην ὅσην πολέμων ὑπομένουσιν ἔφοδον, τοῦτο μὲν τῆς σαρκὸς πανέμφυτον τῆς ἁμαρτίας ἀῤῥωστούσης νόμον, καὶ κατεξανισταμένης ἀεὶ τοῦ πνεύματος· ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις· «Συνήδομαι γὰρ, φησὶ, τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου·» τοῦτο δὲ καὶ τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου, κατασωρευόντων αὐτοῖς πολέμους ἀεὶ καὶ μάχας, τοῦτο δὲ καὶ τῶν ἀνοσίων αἱρετικῶν ἀνθεστηκότων αὐτοῖς.
Οὐκοῦν ἕως εἰσὶν ἐν τῷδε τῷ βίῳ οἱ ἅγιοι, πολλοὶ λίαν οἱ μαχόμενοι· γεγονόσι γε μὴν εἰς τὴν τοῖς πραέσιν ηὐτρεπισμένην γῆν, ὑπάρξει πλῆθος εἰρήνης. Νοήσεις δὲ πλῆθος εἰρήνης, ἀπάθειαν ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθῶς. <Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ᾽ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ, κ.τ.λ.> (A f. 194 b, B f. 127 b) Τοῦτο διδάσκει λέγων ὁ Ψάλλων ἐν τούτοις, ὅτι παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, τουτέστιν φιλέχθρως διακείμενος ὁ φαῦλος καιροφυλακήσει πολλάκις τάχα πως τὸν δίκαιον λοχήσας ἑλεῖν δυνηθῇ· ἐπιτρίζει γὰρ αὐτῷ τοὺς ὀδόντας ἀεί. Πλὴν ὁ Κύριος γέλωτος ἄξιον ἀποφαίνει· προβλέπει γὰρ ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ ἡ τελευταία πάντως, καθ᾽ ἢν ἐκποδὼν ἔσται πεσὼν εἰς θάνατον. (A f. 194 b) Ἢ τάχα που φορτικὸν αὐτοῖς καὶ δύσοιστον εἶναι δοκεῖ τὸ διὰ τῆς ἐκείνων ἐπιεικείας κατακρίνεσθαι δοκεῖν, ὅτι μὴ τῶν ἀρίστων καὶ αὐτοὶ γεγόνασιν ἐρασταί. Τὸ δὲ Βρύξει τοὺς ὀδόντας, οὐ πάντως ἐπὶ τοῦ σώματος ἀκουστέον, ἀλλὰ σιωπὴν μὲν ἀπὸ φωνῆς, κραυγὴν δὲ ἐν τῇ καρδίᾳ λογιζομένην κατὰ τοῦ δικαίου πονηρά. Πλὴν ὁ μὲν ἁμαρτωλὸς μέμηνε κατὰ τῶν δικαίων· ὁ δὲ Κύριος διαγελᾷ τὰς κατ᾽ αὐτῶν ἐπιβουλὰς τῶν ἁμαρτωλῶν, εἰδὼς ὡς ἔστησεν ἡμέραν, καθ᾽ ἣν τοῖς μὲν ἀποδώσει τὴν αἰώνιον ζωὴν, τοῖς δὲ τὴν αἰώνιον κόλασιν. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ διαβόλου ληφθῆναι πρόσφορον.
Αὐτὸς γάρ ἐστιν ὁ ἁμαρτωλὸς, ὁ βρύχων τοὺς ὀδόντας κατὰ τῶν ἁγίων, ὃς εἰς γέλωτα τέτακται· παίζεται γὰρ παρὰ τῶν δικαίων ἡττώμενος· ἥξει δὴ ἡ ἡμέρα καθ᾽ ἣν εἰς τὸ ἡτοιμασμένον αὐτῷ πῦρ πεμφθήσεται. <Τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα.> (B f. 127 b) Σκοπὸς τῷ ἁμαρτωλῷ οὐχ ἵνα τινὰ τῶν ἀδικησάντων αὐτὸν ἀμύνηται, ἢ κατά τι ὅλως προσκεκρουκότων αὐτῷ, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους, ἀλλ᾽ ἵνα καταβάλῃ πτωχὸν καὶ πένητα, καὶ ἀποσφάξει τοὺς εὐθεῖς τῇ καρδίᾳ. Πτωχὸν δὲ καὶ πένητά φησιν, τὸν ἐπιεικῆ καὶ μετριόφρονα καὶ φιλοκομπίας ἀμείνω, καὶ ταπεινὸν τῇ καρδίᾳ.
Τὸν τοιοῦτον δὲ καὶ αὐτὸς ὁ Σωτὴρ πτωχὸν ἔφη τῷ πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησιν· μάλιστα γὰρ κατὰ τῶν πενήτων οἱ συκοφάνται στρατεύονται. Ἔτι δὲ καὶ κατὰ τῶν δικαίων τῶν εὐθῆ τὴν γλῶσσαν ἐχόντων οἱ παράνομοι, βασκαίνοντες αὐτῶν τῇ δικαιοσύνῃ, καταδιαβολὰς καθάπερ ῥομφαίας ὁπλίζειν εἰώθασιν. <Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν.> (A f. 195 b) Ταῦτα, φησὶ, πεπόνθασιν οἱ πονηροὶ δαίμονες, ἃ ποιήσειν τοῖς ἁγίοις ἐπεβούλευσαν. Καὶ τοῖς ἁγίοις δὲ ἐπιμεμήνασι μὲν οἱ φιλαμαρτήμονες, καὶ τὸ τῆς βασκανίας τόξον ἐντείνουσι κατ᾽ αὐτῶν, καὶ τὴν τῆς ἑαυτῶν σκαιότητος ἀπογυμνοῦσι ῥομφαίαν, οὐδένα τρόπον ἐπιβουλῆς ἐῶντες ἀνεπιτήδευτον· ἀλλ᾽ οἷον διὰ πάσης ἐρχόμενοι δυσσεβείας, τὰς ὁσίας πολιορκοῦσι ψυχάς. Τίνα δὲ τρόπον αὐτοὺς ἀνταμύνεσθαι χρὴ, καὶ ὅπως ὑπαντιάζειν, ἐντεῦθεν μαθησόμεθα.
Τὰ ὅπλα ἡμῶν οὐ σαρκικά· καὶ ἐν σαρκὶ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα. Ἀλλ᾽ οὐδὲ τὴν τῶν ἁμαρτωλῶν ἀνοσιότητα μιμησόμεθα· οὐ γὰρ ὡς ἐκεῖνοι ἐντενοῦμεν τόξα καὶ ἡμεῖς, ἢ ξίφος ἀπογυμνώσομεν· ἐσόμεθα δὲ μαχομένων ἀμείνους καὶ τὴν βελτίω ψῆφον ἀποισόμεθα, Θεῷ προσφεύγοντες, καὶ χεῖρας ὁσίας ἀνατείνοντες, χεῖρά τε τὴν ἀεὶ σώζουσαν ὑποτρέχοντες, καὶ τὸν παναλκῆ καὶ ἄτρεπτον καλοῦντες εἰς ἐπικουρίαν, λέγοντες περὶ εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν.» <Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν.> (A f. 196, B f. 128) Εὐτεχνέστατα καὶ νῦν ἐξυφαίνει τὴν ὑφήγησιν. Ἀντιπαρεξάγει γὰρ ὥσπερ καὶ ἐκ παραλλήλου τίθησι τά τε τῶν ἁμαρτωλῶν ἡττήματα καὶ τῶν δικαίων τὰ πλεονεκτήματα, πανταχοῦ τὴν ἀρετὴν ἀποφαίνων ἔγκαρπον, ἀνόνητον δὲ τὸν εἰκαῖον τοῦ βίου περισπασμὸν καὶ τὴν ἐπάρατον ζωήν. Πλουτεῖ μὲν γὰρ, φησὶν, ὁ ἁμαρτωλὸς ἔσθ᾽ ὅτε, καὶ ταῖς ἐντεῦθεν ἐμπλατύνεται τρυφαῖς, καὶ μεγαλοφρονεῖ δόξαν ἔχων εὐμάραντον, καὶ σάρκα πιαίνων, πλέον ἔχων οὐδὲν τοῦ τοῖς γηΐνοις ἐφήδεσθαι. Ὁ δέ γε πτωχὸς τῇ καρδίᾳ καὶ δικαιοσύνης ἐραστὴς, ἁπάντων τῶν τοιούτων ἀποφοιτᾷ, καὶ τὴν ἐπιεικῆ καὶ σώφρονα πτωχείαν ἀγαπᾷ.
Ἀλλὰ κρεῖττον τοῦτο αὐτῷ ὑπὲρ πλοῦτον ἁμαρτωλοῦ πολύν. <Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος.> (A f. 196, B f. 128) Ὅτι ἄμισθον μὲν τοῖς φιλαμαρτήμοσι τὸ πλουτεῖν καὶ ὀλέθριον [Cod. B. Ὅτι δὲ ἀνόνητον μὲν τοῖς φιλαμαρτήμοσι τὸ πλουτεῖν, ἢ καὶ ἄμεινον καὶ ἀληθὲς εἰπεῖν, τῆς ἐσχάτης πρόξενον δίκης], τό γε μὴν τῶν δικαίων ὀλιγαρκὲς ἔγκαρπον καὶ ἀρέσκον Θεῷ, ἐντεῦθεν δείκνυται. Καρπὸς μὲν γὰρ, φησὶ, τοῦ τῶν ἀνόμων πλούτου, συντριβὴ καὶ ἰσχύος ἁπάσης ἀπόθεσις· δηλοῖ γὰρ, οἶμαι, τοῦτο τῶν βραχιόνων ἡ συντριβὴ, τῆς γε μὴν αὐταρκείας τὸ ὑποστηρίζεσθαι παρὰ Θεοῦ· ἀνέχει γὰρ τοὺς δικαίους, καὶ ἀκράδαντον αὐτοῖς νέμει τὴν εὐθυμίαν, καὶ ἀκατάσειστον ἔχουσι τὸ εὐημερεῖν, παραλύοντος οὐδενὸς ἢ κομίσαι δυναμένου πρὸς τὸ ἐναντίον. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν, τίς ἀποστρέψει;» κατὰ τὸ γεγραμμένον. <Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων.> (A. f. 196 b, B f. 128, K f. 76) Κατὰ τὰς Γραφὰς ὁ Κύριος μόνα τὰ καλὰ γινώσκει, ἀγνοεῖ δὲ τὰ κακὰ, ὡς ἀνάξια ὄντα τῆς γνώσεως αὐτοῦ. Διὸ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ τὰς ὁδοὺς τῶν ἀμώμων ἀστείας οὔσας· τὸ δὲ γινώσκει, ἐνταῦθα εἴρηται ἀντὶ τοῦ Ἀποδέχεται καὶ τιμᾷ, εἴτουν ἀγαπᾷ, καὶ ἐφορᾷν ἀξιοῖ. Ἐπεὶ πῶς οὐχ ἅπασιν ἐναργὲς, ὅτι καὶ τὰς τῶν φιλαμαρτημόνων εἶδεν ὁδοὺς, λανθάνει δὲ αὐτὸν παντελῶς οὐδέν;
Οὐκοῦν ἡ γνῶσις ἐν τούτοις τὴν ἀνάκρασιν καὶ οἰκειότητα σημαίνει. Εἰώθαμεν δὲ καὶ ἡμεῖς τοῖς προσκρούουσι λέγειν τὸ, Οὐκ οἶδά σε, πολλάκις, οὐχ ὡς ἀγνοοῦντες πάντως, ἀλλ᾽ ὡς τῆς πρὸς ἡμᾶς ἀγάπης καὶ σχέσεως ἀλλοτριοῦν ἐθέλοντες. Οἶδε τοίνυν τὰς τῶν ἁγίων ὁδοὺς καὶ πράξεις, τουτέστιν ἐφορᾷ αὐτὰς ἀσμένως· εἰσὶ γὰρ ἀγαθαὶ καὶ παντὸς ἐπαίνου μεσταί. <Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ.> (A f. 196 b, B f. 128 b) Πονηρὸν ἐν τούτοις ὀνομάζει καιρὸν τῶν διωγμῶν καὶ τῶν περιστάσεων ἤτοι τῶν πειρασμῶν. Οὕτω γάρ που καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισὶν, ποτὲ μέν· «Ὅτι ὁ καιρὸς πονηρός ἐστιν·» ποτὲ δὲ πάλιν· «Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.» Ὅταν τοίνυν καιρῷ πονηρῷ περιπταίωσιν, φησὶν, οὐ καταισχυνθήσονται πεσόντες εἰς τὸ πλημμελὲς, καὶ τῆς πρεπούσης αὐτοῖς εὐκοσμίας ἐξολισθήσαντες· χαριεῖται γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς τὴν ἁπάντων τῶν ἀρίστων μητέρα καὶ τροφὸν καρτερίαν καὶ ὑπομονήν.
Ἢ τάχα Κληρονομήσουσι τὰς ἐπαγγελίας οἱ δίκαιοι. καὶ ἐν τῷ καιρῷ τῆς κρίσεως οὐ καταισχυνθήσονται, ὅταν οἱ μὲν εἰς ζωὴν ἀνίστανται, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. <Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.> (A f. 197, B f 128 b) Συνίεμεν δὲ καὶ τοῦτο κατὰ τοιόνδε τινὰ τρόπον. Ἔοικεν γάρ πως ὁ λόγος δι᾽ αἰνίγματος ὑποδηλοῦν, ὅτι ἐν καιρῷ θλίψεως αὐτοὶ τὸ τῆς ἄνωθεν εὐημερίας ἕξουσι πλάτος· τὸ μὲν γὰρ Ἐν ἡμέραις λιμοῦ χορτάζεσθαι, κατασημαίνει τι τοιοῦτον. Πλὴν εἰ βούλοιτό τις καὶ ἑτέρως τὴν τοῦ στίχου διάνοιαν ἐκλαβεῖν, ἐκεῖνο συνήσῃς· εὑρήσομεν γὰρ τὸν τῶν ὅλων Θεὸν πλεισταχοῦ μὲν τοῖς τῆς ἀνομίας ἐρασταῖς ἀποστρέφειν ἐπιφέροντα καὶ μαθημάτων λιμὸν ἱερῶν. Εἴρηται γοῦν παρ᾽ αὐτοῦ, πεπαρῳνηκότων οὐ φορητῶς τῶν ἐξ αἵματος Ἰσραήλ· «Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.»
Ἀλλ᾽ ἐπενήνεκται μὲν τοῖς προσκεκρουκόσιν ὁ τῶν ἱερῶν μαθημάτων λιμὸς, οὐ μὴν ἕτι καὶ τοῖς τῶν θείων ἐνταλμάτων ἐπιμεληταῖς· ἀλλὰ κατὰ τὸν καιρὸν τῶν διωγμῶν ἐκλειπόντων τῶν διδασκάλων, αὐτὸς ὁ Κύριος τῷ ἑαυτοῦ πνεύματι θρέψει τοὺς εἰς αὐτὸν πεπιστευκότας. <Ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.> (A f. 197, B f. 128 b) Ἀντιπαρατίθησι πάλιν ταῖς τῶν δικαίων τιμαῖς τὰ τοῖς φιλαμαρτήμοσι συμβησόμενα κατὰ καιροὺς ἐκ θείας ὀργῆς· εἶεν δ᾽ ἂν οἶμαι ταυτὶ τὰ εἰς ἐσχάτην αὐτοὺς κατακομίζοντα συμφοράν.
Εἰ γὰρ καὶ δόξειαν ἔσθ᾽ ὅτε πράττειν δεξιῶς κατά γε τὸν ἐνεστηκότα καιρὸν, τρυφῶντες δηλονότι καὶ ταῖς παρὰ πάντων εὐφημίαις στεφανούμενοι, καὶ δυναστείαις ἀξιωμάτων ἐπαυχοῦντες κοσμικῶν, ἀλλ᾽ οὖν ἀπολοῦνται· καταστρέφει γὰρ αὐτοῖς τοῦ βίου τὸ πέρας εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἐχθροὺς δὲ εἶναί φαμεν τοῦ Κυρίου, καὶ τοὺς γεγονότας μὲν ὑπ᾽ αὐτῷ διὰ τῆς πίστεως, ἀντενηνεγμένους δὲ ὥσπερ διὰ πολλῆς ἀπειθείας, καὶ τοῖς θείοις αὐτοῦ θεσπίσμασιν ἀκαταλήκτως μεμαχημένους. Εἶεν δ᾽ ἂν ἐχθροὶ καὶ οἱ τῶν δαιμόνων θεραπευταὶ, καὶ οἱ προσκυνοῦντες τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἤγουν τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, καὶ ἔτι οἱ τῶν αἱρέσεων εὑρεταὶ, ἅτε δὴ τὸ ψεῦδος ἀντανιστᾷν εἰωθότες τῇ τῶν ἀληθῶν δογμάτων ὀρθότητι. Οὗτοι βραχὺ ἀνθήσαντες, καὶ χόρτοις ἐν ἴσῳ μεμαρασμένοι, πεσοῦνται πρὸς θάνατον, καὶ τὰς τῶν ἡμαρτημένων ἐκτίσουσι δίκας, ὡς ἐχθροὶ τοῦ Κυρίου κολαζόμενοι, καὶ καπνοῦ δίκην ἐκλείποντες. Λείψανον δὲ πυρός ἐστιν ὁ καπνὸς, καταμαρανθέντος ἤδη καὶ ἀπεσβηκότος, καὶ οἱονεὶ καταλήξαντος εἰς τὸ εἶναι τέφρα καὶ σποδός.
Καπνῷ οὖν συγκρίνονται, ἐπειδὴ καθάπερ τοῦ πυρὸς σβεσθέντος ὁ καπνὸς ἀφανίζεται, οὕτω καὶ τῶν ἁμαρτωλῶν ἀποθανόντων, ἡ περὶ αὐτοὺς πᾶσα δόξα ἀπόλλυται. <Δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν.> (A f. 197 b. B f. 129) Οὐκ ἀντιδίδωσι, φησὶν, ὁ ἁμαρτωλὸς εὐχαριστίαν ὑπὲρ ὧν εὐηργέτηται παρὰ Θεοῦ· ἀλλ᾽ οὐδ᾽ ἂν εἰ εὖ πάθοι παρά τινων, βελτίων ἔσται· οὔτε μὴν ἐκ τῶν εἰς αὐτὸν γεγονότων, τὴν τοῦ κατοικτείρειν διδάσκεται τρίβον· οὐδ᾽ ἀνέχεται διὰ τῶν ἴσων ἀμείψασθαι τοὺς αὐτὸν ὠφελήσαντας· ἀλλ᾽ οἷά τις κλέπτης εὕρημα [al cod. εὕρεμα] ποιεῖται τὸ δοθὲν, καὶ εἰς μόνον ὁρῶν τὸ κερδῆσαι, αὔχημα ποιεῖται τὸ κατατῆξαι ταῖς λύπαις τὸν δεδανεικότα.
Ὁ δέ γε δίκαιος ἀντιδίδωσιν οἰκτιρμοὺς, τὸν ἑαυτοῦ Δεσπότην μιμούμενος· κἂν γὰρ μὴ λάβοιτο δοθὲν, ἀλλὰ καὶ οὕτω μένει φιλότιμος, καὶ κοινωνικὸς ὢν οὐ παύεται. Μιμεῖται γὰρ τὸν ἑαυτοῦ Πατέρα Θεὸν, ὃς ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. (B f. 129) Ἕκαστος ἡμῶν δέχεται παρὰ Θεοῦ πλείστας τε ὅσας καὶ μεγάλας εὐεργεσίας αἰσθητάς τε καὶ νοητάς. Ἀλλ᾽ εἴ τις ᾖ φιλαμαρτήμων καὶ ἀσχέτως ἀπονενευκὼς εἰς φιληδονίαν, καὶ τῇ τύρβῃ τῶν ἐν τῷδε κόσμῳ πραγμάτων τὸν ἑαυτοῦ καταχώσας νοῦν, πολλὰ παρὰ Θεοῦ οὐδὲν ἀποτίσει, τουτέστιν οὐ προσοίσει τὴν ὑπακοὴν, οὐ ταῖς αὐτοῦ ζεύγλαις ὑποθήσει τὸν αὐχένα, οὐχ ἕψεται τοῖς αὐτοῦ θελήμασιν, οὐ καρποφορήσει τὴν ἀρετὴν, ἀλλ᾽ οὐδὲ ὤσπερ τινὰ τόκον καταθήσει τῷ Θεῷ τὸ ἐπιεικὲς εἰς τρόπους, οὐ δογματικῆς εὐτεχνίας ἐπιμελήσεται, μένει δὲ σκληρὸς καὶ ἄκαρπος. Πλὴν κἂν εἰ οὕτω διατεθείη, φησὶν, ὁ δίκαιος καὶ ἀγαθὸς, δῆλον δὲ ὅτι Θεὸς οὐ παύσεται τοῦ κατοικτείρειν αὐτὸν, καὶ διδόναι τὰ παρ᾽ ἑαυτοῦ· ἵνα λοιπὸν λέγηται πρὸς αὐτόν· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχλῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς;»
καὶ τὰ ἐξῆς. <Ὅτι οἱ εὐλογοῦντες αὐτὸν, κληρονομήσουσι γῆν.> (A f. 198, B f. 129 b, Κυρίλλου καὶ Ὠριγένους) Ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ· «Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, τοὺς δὲ καταρωμένους σε καταράσομαι.» Οὐκοῦν εἰ μὲν ὁ Θεὸς εἴη ὁ κατοικτείρων καὶ διδοὺς, οἱ δοξολογοῦντες αὐτὸν διὰ τοῦτο, ἤγουν εὐλογοῦντες, ἔσονται κληρονόμοι τῆς ἐπηγγελμένης τοῖς ἁγίοις γῆς, καὶ λήψονται γῆν τὴν ἀγαθὴν τὴν πολλὴν, τὴν οὐ κέντρου καὶ σημείου λόγον ἔχουσαν. Κίνδυνος δὲ ἐν τῷ κατάραν ἡμᾶς τιθέναι τῷ δικαίῳ, ὀλέθρου τοῦ ἐσχάτου. Λέγει γὰρ πρὸς τὸν δίκαιον ὁ Κύριος· «Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι.» Καὶ ὥσπερ λέγει· «Τοῦτον ἔθρεψας, ἐμὲ ἔθρεψας,» οὕτως ἀκόλουθον εἰπεῖν· Τοῦτον ἐλοιδόρησας, ἐμὲ ἐλοιδόρησας. Καταρῶνται δὲ Θεὸν οἱ μὴ εἰδότες αὐτὸν εἰς τέλος ὀλοθρεύοντα, οἱ κατὰ τῆς αὐτοῦ δόξης παλιμφήμους ἔσθ᾽ ὅτε ῥίπτοντες φωνάς· πρὸς τῷ μηδὲ ἑτέρους, ἐφ᾽ οἷς εὖ πεπόνθασιν, ἀνέχεσθαι προσάγειν αὐτῷ τὰς εὐχαριστίας.
Χριστὸν μὲν οὖν εὐλογοῦσι τὰ ἔθνη, διὸ κληρονομοῦσι τὴν βασιλείαν· οἱ Ἰουδαῖοι δὲ βλασφημοῦντες αὐτὸν, εἰς τέλος ἀφανίζονται καὶ ὀλοθρεύονται. <Καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει.> (A f. 198 b, B f. 130) Ἄμεινον δὲ ἴσως νοεῖν ὅτι ὁ Κύριος θελήσει τὴν ὁδὸν τοῦ ἀνθρώπου, τουτέστι, ποιήσει θελητὴν καὶ ἀποδέξεται. Ὥσπερ γὰρ ἀνεθελήτους ἔχει τὰς τῶν παρανόμων ὁδοὺς, οὕτω ποιεῖται θελητὰς τὰς τῶν ἀγαθουργεῖν ᾑρημένων. Ὃ δὲ ἀρέσκει Θεῷ, τοῦτό που πάντως ἐστὶ καὶ ἐξαίρετον καὶ παντὸς ἐπαίνου μεστόν· οὐ γὰρ ἂν ἠθέλησε Θεὸς τὸ μὴ οὕτως ἔχον. <Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.> (A f. 198 b, B f. 130) Εἰ καὶ συμβῇ, φησὶν, ὀλίγον τι παρασφαλῆναι τὸν δίκαιον, οὐκ ἀδικηθήσεται· ἀλλ᾽ οἷα γενναιότατος ἀθλητὴς ἐκβιασθεὶς, καὶ πρὸς ὀλίγον ἐνδοὺς, παραχρῆμα ἑαυτὸν ἀναλήψεται. Διὰ τί; Ὅτι ἔχει τὸν Θεὸν ἀντιστηρίζοντα· τοῦτο γὰρ τοῖς δικαίοις ἀεὶ ὁ Θεὸς κατανεύει, ταῖς ἀνθρωπίναις μικροψυχίαις ἀπονέμων τὸν ἔλεον. «Ἑπτάκις γὰρ, φησὶ, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται·» δεῖ γὰρ ὥσπερ ἐκ κυμάτων ἀνανήχεσθαι φιλεῖν τοὺς πλεονεξίαν ἔσθ᾽ ὅτε διαβολικὴν ὑπομείναντας, καί τι βραχὺ παραπταίσαντας.
Οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον, καθ᾽ ἂ γέγραπται. Οὐκοῦν εἴ τι πάθοι τοιοῦτον ὁ δίκαιος, ἀντιστηρίζει Θεὸς, τὴν αὐτοῦ χεῖρα προτείνων τὴν ἀνέχουσαν πρὸς τὸ εὖ εἶναι· ἧς οὐκ ἐπαμυνούσης, ἀτονήσει πᾶς νοῦς· ἀντιστηριζούσης δὲ καὶ διακρατούσης φιλαγάθως, εὐτονήσει πάντως τὸ ἀσθενὲς καὶ ἀνανήξεται τὸ βεβαπτισμένον. <Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον.> (A f. 199, B f. 130) Ἀξιόχρεως τῶν λεγομένων ὁ μάρτυς, ἄτε δὴ καὶ ὑπάρχων πνευματοφόρος, καὶ τῇ τῆς προφητείας χάριτι στεφανούμενος, καὶ ὡς ἐν μήκει χρόνου διὰ πολλῆς ἐλάσας πραγμάτων πείρας, ὃ μεμάθηκεν ἀκριβῶς, ταῖς παρ᾽ αὐτοῦ ψήφοις διακυροῦν εὖ μάλα βεβουλημένος· Ἐκ νεότητος, φησὶν, εἰς δεῦρο, γεγήρακα γὰρ, οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. <Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος.> (A f. 200) Καὶ ἑτέρως δὲ δανείζει ὁ δίκαιος τὰ ἐν ἠθικαῖς ἐντολαῖς, ἐπὶ τῷ τοὺς εἰληφότας δι᾽ ἔργων τὸν καρπὸν ἀποδοῦναι τοῦ δάνους.
Καρποί γε μὴν τῶν ἀγαθῶν δανεισμάτων ἕψονται παρὰ Θεοῦ τοῖς δεδανεικόσιν αὐτῷ, τὸ μήτε αὐτοὺς ἐγκαταλειφθῆναι πώποτε διὰ τὸ εἶναι κοινωνικοὺς καὶ εὐμεταδότους, μήτε τὸ σπέρμα αὐτῶν, ἤτοι τοὺς ἐξ αὐτῶν υἱοὺς ἢ κατὰ σάρκα νοουμένους, ἢ κατὰ μαθητείαν καὶ ταυτοεργίας, δεδεῆσθαι τῶν ἀναγκαίων εἰς ζωὴν, ἀλλὰ τῆς θείας αὐτοὺς εὐλογίας μετεσχηκέναι. <Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος.> (A f. 200, B f. 130 b) Πολιτείας ἡμῖν ἀκραιφνοῦς ἐξηγεῖται τρόπον, καὶ τοῖς εὐαγγελικοῖς οὐκ ἀπᾴδοντα νόμοις. Ὁ μὲν γὰρ παλαιὸς νόμος ἀπεσόδει μὲν τοῦ κακοῦ, οὐ μὴν εἰσεκόμιζε τοῖς παιδευομένοις τὸ τελέως ἀγαθὸν, ἤγουν τῆς ἀμωμήτου ζωῆς τὴν εἴδησιν.
Ἔσται δὲ τοῦτο ἡμῖν ἐναργὲς, εἰ τοῖς τοῦ Σωτῆρος λόγοις ἀκριβῶς τὴν διάνοιαν ἐπιστήσαιμεν. Ἔφη γὰρ ὡδὶ, τῆς νομικῆς πολιτείας ἐπέκεινα τιθεὶς τοὺς εἰς αὐτὸν πιστεύοντας· «Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις.» Τοῦτό ἐστι τὸ Ἐκκλίνειν ἀπὸ κακοῦ· τὸ γὰρ μὴ φονᾷν, οὐκ ἐργάσασθαί τι τῶν ἀγαθῶν ἐστιν, ἀπέχεσθαι δὲ μᾶλλον ἁμαρτίας. Ὁμοίως καὶ τὸ «Οὐ μοιχεύσεις, οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυρήσεις.» Ποῦ δὲ τὸ Ποίησον ἀγαθόν; ἐν τῷ λέγειν, ὅτι «Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει·» καὶ ἐν τῷ, «Πᾶς ὁ βλέπων γυναῖκα,» καὶ τὰ ἑξῆς. Ὅταν οὖν, φησὶν, ἐκκλίνῃς ἀπὸ κακοῦ, ποιήσῃς δὲ τὸ ἀγαθὸν, τότε κατασκηνώσεις εἰς αἰῶνα αἰῶνος, καὶ εἰς ἑδραίαν καὶ ἀκράδαντον εἰσελάσεις ἐλπίδα, καθ᾽ ἅ φησιν ὁ προφήτης Ἡσαΐας· «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, ἥτις ἐστὶν πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν.» <Ὅτι Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ.> (A f. 200 b, B f. 130 b) Κρίσιν ἐνταῦθα τὴν Δικαιοκρισίαν φησὶ, κατὰ τὸ ἑτέρωθι ἐκ παραλλήλου ὑμνούμενον περὶ τοῦ τὰ δίκαια βραβεύοντος νόμον· «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Ἀγαπᾷ τοίνυν τὴν δικαιοσύνην ὁ Θεὸς, καὶ τοὺς ταύτης ἐργάτας ἀτελευτήτῳ χάριτι στεφανοῖ· καὶ οὐκ ἂν περιΐδοι ποτὲ τοὺς ὁσίους αὐτοῦ (Ι), ἤγουν τοὺς τὴν πρὸς αὐτὸν πλουτήσαντας οἰκειότητα, ἀλλ᾽ ἐκδικήσει αὐτούς.
Ὅπερ δηλοῖ, ὅτι κατὰ τὸν παρόντα βίον οὐκ ἐν εὐδίᾳ πάντως ὁ τῶν ἁγίων ἐστὶν χορὸς, ἀλλ᾽ οἷον ἐν ἀγῶσι καὶ πόνοις καὶ διωγμοῖς, τοῦ Σατανᾶ τοὺς ἰδίους ὑπασπιστὰς ἐπ᾽ αὐτοὺς καταθήγοντος· ὥστε καὶ μέχρις αἵματος ἀντικαθίστασθαι τῇ ἁμαρτίᾳ μαχομένους. Πλὴν οὐκ ἀνεκδίκητοι μενοῦσι· τοῦτο γὰρ δηλοῖ τὸ, Οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, ἀλλ᾽ ἐποίσει Θεὸς τὴν χεῖρα τοῖς πολεμοῦσιν αὐτοῖς. Φυλαχθῆναί γε μὴν εἰς τὸν αἰῶνά φησιν αὐτούς· οὐ γὰρ πρόσκαιρος ἡ ἐπ᾽ αὐτοῖς χάρις, οὔτε μὴν εἰς καιροὺς περιωρισμένους ἡ τῆς ἐλπίδος φιλοτιμία τοῖς ἀγαθοῖς ἐκνεμηθήσεται παρὰ Θεοῦ, ἀλλὰ καὶ μακρὰ καὶ διηνεκῶς, τοῖς ἀπεράντοις αἰῶσι συνεκτεινομένη τε καὶ οἱονεὶ συνεκτρέχουσα. <Ἄμωμοι δὲ ἐκδικηθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται.> (A f. 200 b, B f. 130 b) Σκοπὸς τῷ Ψάλλοντι καὶ διὰ τῶν προκειμένων στίχων πληροφορεῖν, ὅτι πλεῖστα μὲν τῶν ἁγίων τὰ γέρα, κόλασις δὲ καὶ πᾶν ὁτιοῦν τῶν ὀλοθρεύειν εἰδότων τῆς τῶν φιλαμαρτημόνων καταρτηθήσεται κεφαλῆς. Ἐκδικηθήσονται μὲν γὰρ οἱ δίκαιοι, φησὶν, ὀλέθρῳ δὲ περιπεσοῦνται οἱ ἀσεβεῖς, καὶ ὁλόῤῥιζοι ἀπολοῦνται, ἐκδιωκόμενοι ἀπὸ βασιλείας εἰς γέενναν, ἀπὸ τῶν χωρίων τοῦ φωτὸς εἰς τὸ σκότος τὸ ἐξώτερον.
Χρησίμως δὲ ὁ Ψαλμῳδὸς καὶ τὰς τῶν δικαίων ἀφηγεῖται τιμὰς, καὶ τὰς τῶν φιλαμαρτημόνων ποινὰς παραδείκνυσι· τῷ μὲν φόβῳ τοῦ κολάζεσθαι τοὺς πονηροὺς ἀφιστὰς τῶν ἐν χερσὶν ἐπιχειρημάτων, τῇ δὲ τῶν δώρων ἐπιθυμίᾳ πρὸς ἀκμαιοτέραν ἔφεσιν τοῦ ἀγαθοῦ τοὺς εὖ βιοῦν ᾑρημένους ἀνακομίζων ἀστείως. Τὸ δέ γε σπέρμα τῶν ἀσεβῶν, ὃ δὴ καὶ ἐξολοθρευθήσεσθαί φησιν, ἢ τὰ ἔργα αὐτῶν χρὴ νοεῖν· Ὃ γὰρ ἐὰν σπείρει ἄνθρωπος, φησὶ, τοῦτο καὶ θερίσει· ἢ τοὺς ἐξ αὐτῶν ἐσομένους υἱοὺς, ἢ κατὰ σάρκα τυχὸν, ἢ καθ᾽ ἔτερον τρόπον, εἰ πατρῴζειν ἕλοιντο, καὶ προγονικῆς σκαιότητος γένοιντο μιμηταί. <Ὅτι Κύριος ἀγαπᾷ κρίσιν.> Κρίσιν ἀεί πως τὸ Γράμμα τὸ ἱερὸν τὴν Δικαιοσύνην ὀνομάζει· κατά γε τὸ ἑτέρωθί που πρὸς Θεὸν ὑμνούμενον περὶ τοῦ τὰ δίκαια βραβεύοντος νόμου· «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Κρίσιν γὰρ καὶ δικαιοσύνην ἐκ παραλλήλου τίθησι, τὴν κρίσιν οὐδὲν ἕτερον οὖσαν ἀποφαίνων πλὴν ὅτι δικαιοσύνην.
Τὴν κρίσιν οὖν, ἤτοι τὴν δικαιοσύνην ἀγαπᾷ ὁ Θεὸς, καὶ τοὺς ταύτης ἐργάτας ἀτελευτήτῳ χάριτι στεφανοῖ, καὶ οὐκ ἂν περιΐδοι ποτὲ τοὺς ὁσίους αὐτοῦ. <Δίκαιοι δὲ κληρονομήσουσι γῆν.> (A f. 201, B f. 131) Ἀλλ᾽ οὗτοι μὲν κακοὶ κακῶς ὀλοῦνται, δίκαιοι δὲ τὴν τῶν πρᾳέων κληρονομήσουσι γῆν, ἧς πολλάκις ἐμνήσθημεν, καὶ εἰς αἰῶνα ἐπ᾽ αὐτῆς κατασκηνώσουσιν· ἤγουν ἀσάλευτον παραλήψονται βασιλείαν, καὶ διηνεκῶς ἐντρυφήσουσι τοῖς ἄνωθεν ἀγαθοῖς οἱ διὰ τῆς ἀρετῆς δικαιωθέντες, καὶ τὰς ἐν οὐρανοῖς εἰληφότες κληρονομίας τὰς αἰωνίους καὶ ἀνωλέθρους. <Ἡ γλῶσσα αὐτοῦ (δικαίου) λαλήσει κρίσιν.> (B f. 131) Κρίσιν εἶναί φαμεν ἤτοι τὴν ἐφ᾽ ἑκάστῳ τῶν πραγμάτων ὀρθὴν καὶ ἀδιαβλήτως ἔχουσαν ὑφήγησιν, καὶ εὐθὺ τοῦ πρέποντος ἀποφέρουσαν τοὺς παιδευομένους, ἤγουν τὸν τοῦ Θεοῦ νόμον· κέκτηται γὰρ οὕτω πλεισταχοῦ. Γέγραπται γοῦν περί τε Θεοῦ καὶ τοῦ Ἰσραὴλ, ὅτι «Ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσιν.» <Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.> (A f. 201 b, B f. 131 b) Οὐκ εἰς μακρὰν ἀποφαίνει τὴν ἐκ τοῦ πράγματος ὄνησιν, ἀλλ᾽ οἷον κατὰ πόδας δείκνυσι τὸν καρπὸν τοῦ λαλεῖν τὴν σοφίαν καὶ μελέτην ποιεῖσθαι τὴν δικαιοσύνην.
Τὸν γὰρ τοῦ Θεοῦ νόμον εἰσοικισάμενος, καὶ οἷον ἀπόθετον ἔχων εἰς νοῦν καὶ καρδίαν, τὸ μηδένα τρόπον ὑποσκελισθήσεσθαι κερδανεῖ, ἥξει δὲ μᾶλλον εὐθὺ παντὸς ἀγαθοῦ πράγματος· καὶ παραποδίζοντος οὐδὲν ἢ κατασείοντος, τὴν βασιλικὴν καὶ εὐθείαν διελάσει τρίβον. Ὃν γὰρ τρόπον αἱ νῆες ᾄττουσιν δὴ πάντως ὀρθῶς καὶ ἀδιαστρόφως εὖ μάλα πηδαλιουχούμεναι, καὶ μὴν καὶ ἵππος ὁ δρομικώτατος εὐτάκτῳ χρήσεται δρόμῳ, χαλινῷ πρὸς τοῦτο διοικούμενος, οὕτω καὶ ἡ τοῦ δικαίου ψυχὴ πηδαλίου δίκην τὸν θεῖον ἔχουσα νόμον, ὀρθὰς ποιεῖται τὰς τροχιὰς, καὶ τὰ ἐκ τῶν περιστάσεων διαπερᾷ κύματα, καὶ τοῦ παρόντος βίου τὸν κλύδωνα διανήχεται· δέδοται γὰρ εἰς βοήθειαν [al. cod. ἐπικουρίαν] ὁ νόμος. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλει που πρὸς τὸν Θεὸν, καί φησιν· «Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, πάλαι ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.» Ἐπαινετὸς οὖν ὁ τοῖς ἱεροῖς λόγοις ἐφηδόμενος, καὶ τὸν τοῦ Θεοῦ νόμον εἰς νοῦν ἕχων ἀεὶ οἷά τι λύχνον ἐν νυκτὶ φαίνοντα. Τί δὲ τὸ ἐντεῦθεν ὄφελος; τὸ μὴ ὑποσκελίζεσθαι τὰ διαβήματα. <Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτὸν, κ.τ.
λ.> (A f. 201 b, B f. 131 b) Ὅτι τοίνυν οἱ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπιμεληταὶ πικρὰν ἐν τῷδε τῷ βίῳ καὶ οὐκ ἀφθόνητον ἔχουσι τὴν ζωὴν, ἀλλὰ δυσάρεστον σφόδρα τοῖς οὐκ οὖσιν ἀγαθοῖς, διαδείκνυσιν εὖ μάλα, κατανοεῖν λέγων τὸν ἁμαρτωλὸν αὐτοὺς, καὶ ζητεῖν τοῦ θανατῶσαι αὐτούς. Τίς δ᾽ ἃν νοοῖτο πάλιν ὁ ἁμαρτωλός; ὁ δράκων ὁ ἀποστάτης, ὁ φαυλότητος ἁπάσης εὑρετὴς καὶ πατὴρ πρέποι γὰρ ἂν αὐτῷ κυρίως ἡ τοιάδε κλῆσις. Οὗτος ἐπιτρίζει τοῖς ἁγίοις τοὺς ὀδόντας καὶ τῷ τῆς βασκανίας ἐπ᾽ αὐτοῖς καταφλέγεται πυρὶ, καὶ διακυκᾷ θανατῶσαι ζητῶν τοὺς εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ.
Ἐπιπηδᾷ δὲ ὡς ὄφις, τὸν τῆς ἁμαρτίας ἐκχέων ἰὸν, ἡδονὰς ἐνσπείρων αἰσχρὰς, καὶ κατερεθίζων ἀεὶ πρὸς ἐκτόπους ἐπιθυμίας, καὶ οἷον μέλιτι καταχρίων τοὺς τῆς φαυλότητος τρόπους, ἵνα παγιδεύῃ πολλούς. <Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, κ.τ.λ.> (A f. 201 b, B f. 131 b) Ἀλλ᾽ ὁ Κύριος, φησὶν, οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς χεῖρας αὐτοῦ· παραδείξας τὴν ἔφοδον, οὐκ ἐᾷ καταπίπτειν τῶν ἁγίων τὸν νοῦν, παραστήσας εὐθὺς τὸν ἐπίκουρον, τῆς ἐκείνου σκαιότητος τὴν ἔφοδον ἀφανίζοντα· Θεοῦ γὰρ προεστηκότος, τίς ὁ κακώσων ἐστί; Καὶ ψῆφος μέν τοι ὀρθὴ καὶ ἀδέκαστος ἐξενεχθήσεται πάντως παρὰ Θεοῦ, κατακρίνουσα μὲν τοὺς βεβήλους καὶ πονηροὺς, ἀπαλλάττουσα δὲ καὶ κινδύνου καὶ φόβου πάντας τοὺς ἀνακειμένους αὐτῷ, καὶ τὸν ἱερὸν αὐτοῦ νόμον εἰς νοῦν ἔχοντας καὶ καρδίαν, καὶ μελέτην ποιουμένους τὴν δικαιοσύνην· ἐν γὰρ τῷ κρίνεσθαι, φησὶ, τὸν δίκαιον, οὐ μὴ καταδικάσηται αὐτόν. <Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.> (A f. 202, B f. 131 b) Χρῆμα ἄριστον ἡ ὑπομονὴ, τίκτει γὰρ τὴν δοκιμὴν, ἡ δὲ δοκιμὴ τὴν ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνῃ. Ψάλλει γοῦν καί φησιν ὁ θεσπέσιος Μελῳδός· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Καὶ ἕτερος τῶν ἁγίων· «Ὑπομονῆς γὰρ, φησὶ, χρείαν ἔχετε, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.»
Εὑρήσομεν δὲ διὰ πάσης θεοπνεύστου Γραφῆς, ὡς παντὸς ἀγαθοῦ προμνήστριαν ᾀδομένην τὴν ὑπομονήν.
Τὸ δὲ «Φύλασσε τὴν ὁδὸν Κυρίου,» εἴη ἂν, οἶμαί που, τὸ τοῖς θείοις πηδαλιουχεῖσθαι νόμοις πρὸς τὸ ἀμωμήτως ἔχον, καὶ εἰς ἐξαίρετόν τινα καὶ τεθαυμασμένην ζωὴν ἀναφέρεσθαι, προθυμίαις ἀσχέτοις εἰς τοῦτο διᾴττοντα. Εἴη δ᾽ ἂν τληπαθείας τῆς ἐπ᾽ ἀγαθοῖς καὶ ἱδρώτων ἁγιοπρεπῶν πέρας, τὸ ὑψοῦσθαι παρὰ Θεοῦ, ὥστε τῶν γηΐνων ὑψοῦ γενέσθαι περισπασμῶν.
Γέγραπται γάρ· «Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ, τῆς γῆς σφόδρα ἐπήρθησαν.» Ἐπιτείνων δὲ τὴν παράκλησιν ὁ Ψάλλων· Σὺ μὲν, φησὶν, ὑψωθήσῃ, ὥστε κατακληρονομῆσαι τὴν ἄνω που ἱδρυμένην καὶ ἐν ὕψει κειμένην γῆν τῶν πρᾳέων. Δῆλον γὰρ ὅτι οὐκ ἐπὶ τῷ τὴν ἐν ποσὶ κληρονομῆσαι γῆν ὑψοῦταί τις, ἀλλὰ τὴν οὕτως ὑψηλὴν οὖσαν, ὡς Θεοῦ δεῖσθαι τοῦ ἐπ᾽ αὐτὴν ἀναβιβάζοντος ὥστε αὐτὴν κληρονομῇ. Τούς γε μὴν παρανόμους τοὺς ἐπὶ σοὶ βρύχοντας τοὺς ὀδόντας, ἐκκοπτομένους θεάσῃ· ἐξολοθρευθήσονται γὰρ, καὶ τοῦτο αὐτὸς ὄψει. <Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, κ.τ.λ.> (A f. 202, B f. 132, Κυρίλλου καὶ Βασιλείου) Θεασάμενος, φησὶν, ἄνδρας πονηροὺς εὐημεροῦντας, ἐνενόουν πῶς τούτου ἐπέτυχον. Εἶτα τοιαῦτα ἐννοῶν καὶ θαυμάζων ἐν ἐμαυτῷ, δεύτερον βουλόμενος αὐτοὺς θεωρῆσαι, ἐπῇρα τοὺς ὀφθαλμοὺς, οἱ δὲ ἦσαν οὐδαμοῦ. Εἶτα μνημεῖον αὐτῶν βουληθεὶς καταλαβεῖν, οὐδὲ τὸν τόπον ἐν ᾧ ἑστάναι ἐδόκουν εὑρεῖν δεδύνημαι.
Ὁρᾷς πῶς τὰ τοῖς ἀσεβέσι συμβαίνοντα, μονονουχὶ καὶ ἐν ὄψει τῇ πάντων κεῖσθαί φησιν, ἀγνοεῖν δὲ αὐτὰ παντελῶς οὐδένα; Τὸ γὰρ ἴδιον, κοινὸν ὥσπερ ποιεῖται τοῖς ἄλλοις· οὐ γάρ που μόνος αὐτὸς τεθεᾶσθαί φησιν, ἀλλὰ τὸ πᾶσιν εἰς θέαν ἐκκείμενον κατασημαίνει ἐνταῦθα τὸ εἶδον. Τεθέαμαι οὖν, φησὶ, τὸν ἀσεβῆ τοῖς τῶν κέδρων ἀναστήμασι φιλονεικοῦντα συμμετεωρίζεσθαι, καὶ ἐν ἴσῳ τοῖς ἄγαν εὐμηκεστάτοις τῶν φυτῶν ὑψούμενον, ἐξ ὑπεροψίας δηλονότι καὶ διακένου φυσήματος καὶ δοξαρίων κοσμικῶν καὶ τῆς ἑτέρας ἐξιτηλίας. [Ἀλλ᾽ οὗτος διὰ βραχέως] καιροῦ γέγονεν ἐκ μέσου, καὶ εἰς τοῦτο κατεβιβάσθη ταλαιπωρίας, ὡς μὴ εὑρίσκεσθαι τὸν τόπον αὐτοῦ· διὰ δὲ τοῦ τόπου, τὴν μνήμην ἐδήλωσεν. <Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.> (A f. 202 b. B f. 132 b) Καὶ ἡ τιμωρία, φησὶ, τῶν ἀσεβῶν, καὶ τὸ ἐγκατάλειμμα ἤτοι ἡ κληρονομία τῶν ἀγαθῶν, παρασκευαζέτω σε ἐπιτηδεύειν ἁπλότητα· ἀκακίαν γὰρ ἐνταῦθα τὴν ἁπλότητα νοητέον, καθ᾽ ἣν ἄδολόν τε καὶ ἀκραιφνῆ καὶ ὑποκρίσεως δίχα καὶ οἶον διπλόης ἀπηλλαγμένην ζῶμεν ζωήν· ὁποῖός τις ἦν ὁ θεσπέσιος Ναθαναὴλ, περὶ οὗ φησιν ὁ Χριστός· «Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.» Ἔφη δέ που καὶ τὸ Γράμμα τὸ ἱερὸν, ὅτι Καὶ ἦν Ἰακὼβ ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν. Οὐκοῦν τὸ μὲν ἁπλοῦν ἐν τρόποις καὶ ἀκακόηθες, τοῦτο εἶναί φαμεν τὴν ἀκακίαν.
Εὐθύτητα δὲ οὐκ ἄλλο τι νοήσομεν, ἢ τὸ ἐν γνώσει τῶν θείων δογμάτων οἷον εὐθυτενὲς καὶ ἀδιάστροφον, ὀρθοτομεῖσθαι γὰρ χρὴ τῆς ἀληθείας τὸν λόγον, ἢ τὸ ἐν ἀρετῇ τῇ πρακτικῇ κατ᾽ οὐδένα τρόπον διεστραμμένον. Εἴρηται γάρ που περὶ τῶν ἁμαρτωλῶν, Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν. Φύλασσε δὴ οὖν, φησὶ, τὴν ἀκακίαν καὶ τὴν εὐθύτητα· καὶ τί τὸ ἐντεῦθεν; ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Ἐπειδὴ γὰρ ὁλόῤῥιζον ἐκ γῆς ὄλλυσθαι τὸν ἀσεβῆ φησιν, ὡς μηδὲ εὑρίσκεσθαι τὸν τόπον αὐτοῦ, τετήρηκε τοῖς φιλοθέειν ᾑρημένοις καὶ φυλάττουσι τὴν ἀκακίαν τὸ κατάλειμμα.
Τὸν δὲ τοιοῦτον, εἰρηνικὸν ὀνομάζει· εἰρηνεύει γὰρ καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους ἁγίους ὁ εὐθής τε καὶ ἄκακος. <Οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό.> (A f. 203, B f. 133) Ἐξολοθρευθήσονται δὲ, φησὶν, οἱ παράνομοι· καὶ τοῦτο, οἶμαι, ἔστι, τὸ μὴ εὑρίσκεσθαι τὸν τόπον αὐτῶν. Τὸ δὲ ἐπὶ τὸ αὐτὸ, ἀντὶ τοῦ εὐθὺς [al. cod. εὐθὺ] καὶ παραχρῆμα· ὡς δοκεῖν ἕνα καὶ τὸν αὐτὸν εἶναι καιρὸν, καὶ τῆς ὑψώσεως αὐτῶν, καὶ τοῦ καταβιβασθῆναι πρὸς ὄλεθρον· οὐ γάρ τοι μακρὸς μεταξὺ διϊππεύσει χρόνος, ἔσται δὲ μᾶλλον ἀκαριαῖος καὶ βραχύς. Ἅμα γὰρ ὑψώθη, καὶ πέπτωκεν· ὤφθη, καὶ συνεστάλη· ἤνθη, καὶ μεμάρανται. Καὶ τοῦτό ἐστι τὸ, ἐπὶ τὸ αὐτό. <Σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου.> (B f. 133) Ἐκρύεται μὲν τοὺς ἀνακειμένους αὐτῷ Θεὸς, καὶ τῆς τῶν φαύλων σκαιότητος ἄπρακτον ἀποφαίνει τὸ βέλος. Οὐ γὰρ ἀφίησιν πλήττεσθαι τοὺς ἁγίους, ἀλλ᾽ ἔξω σκοποῦ πέμπουσιν οἱ κατ᾽ αὐτῶν· καὶ πᾶν αὐτῶν ἐπιχείρημα στρέφεται κατὰ τῆς αὐτῶν κεφαλῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.