Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς ΛΗ΄ έως Μ΄
Σχολιασμός των ψαλμών ΛΗ΄ έως Μ΄. Πραγματεύεται τη βραχύτητα του ανθρώπινου βίου, την άμωμη θυσία του Χριστού και την εκούσια πτωχεία Του για τη σωτηρία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΛΗ΄ έως Μ΄
Σχολιασμός των ψαλμών ΛΗ΄ έως Μ΄. Πραγματεύεται τη βραχύτητα του ανθρώπινου βίου, την άμωμη θυσία του Χριστού και την εκούσια πτωχεία Του για τη σωτηρία.
ΨΑΛΜΟΣ ΛΗʹ. <ᾨδὴ τῷ Δαβίδ· εἰς τὸ τέλος, τῷ Ἰδιθούμ.> (A f. 214) Ἱεροψάλτης ὑπάρχων ὁ Ἰδιθοὺμ καὶ προφητικῇ χάριτι κατεστεμμένος, ᾠδὴν ἀναβάλλεται, προσωποποιΐαν εἰσφέρων αὐτοῦ τοῦ Δαβὶδ ἐξομολογουμένου ἐπὶ τῇ ἁμαρτίᾳ. Ἢ τὴν μὲν ᾠδὴν ὁ Δαβὶδ συνέταξε, δέδωκε δὲ τῷ Ἰδιθοὺμ εἰς τὸ ψάλλειν· εἰς τὸ τέλος δὲ παραπέμπει ἡμᾶς, ἐπειδὴ τῆς ἀνθρωπείας φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν, καὶ τὸ ταύτης ὑποδείκνυσι τέλος. Εἶπε δὲ τὸν ψαλμὸν ὁ Δαβὶδ ὑπὸ Ἀβεσσαλὼμ διωκόμενος, καὶ ὑπὸ Σεμεεὶ λοιδορούμενος. Ἐμφέρεια δὲ πλείστη τῆς παρούσης ᾠδῆς πρὸς τὸν προλαβόντα ψαλμόν· ἀλλ᾽ ἐκεῖνον μὲν ὁ Δαβὶδ εἰς ἀνάμνησιν συνέταξεν ἑαυτῷ, ταύτην δὲ παρέδωκεν ἑτέροις, ὡς ἡμαρτηκότας μετάνοιαν τὴν ἴσην ζηλοῦν. <Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, κ.τ.λ., ἐσίγησα ἐξ ἀγαθῶν.> (A f. 214, B f. 140 b, I f. 192 b) Ἀπόδειξις σαφὴς ἱδρυμένης καρδίας. Ἐπειδὴ γὰρ πολύτροπος ἁμαρτία ἡ διὰ γλώσσης ἐνεργουμένη, καὶ σχεδὸν πάσης ἁμαρτίας ἀρχὴ διὰ λόγου γίνεται, συνθήκας, φησὶ, πρὸς ἐμαυτὸν ἐποιησάμην, ὅπως μὴ ἁμάρτω τῇ γλώσσῃ, διὰ τὸ καὶ ὑπὲρ ἀργοῦ λόγου μέλλειν λόγους ὑπέχειν, καὶ ἐκ τῶν λόγων τῶν οἰκείων ἢ δικαιοῦσθαι ἢ κατακρίνεσθαι. Ἀλλὰ φαίη τις ἄν· Καὶ πῶς ἦν ἁμαρτάνειν, τὸ τοῖς ὀνειδίζουσιν ἀντιφέρεσθαι;
Πρὸς τοῦτο ἐροῦμεν ὡς ὁ σοφὸς διδάσκει Πέτρος· «Ὥστε μὴ οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ἢ λοιδορίαν ἀντὶ λοιδορίας.» Ἔφη δὲ Παῦλος, ὅτι «Καὶ καταρώμενοι εὐλογοῦμεν, δυσφημούμενοι παρακαλοῦμεν.» Καὶ περὶ τοῦ Σωτῆρος δὲ ὁ Πέτρος φησίν· «Ὃς λοιδορούμενος οὐκ ἐλοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως.» Τὸ δὲ ἐξ ἀγαθῶν, εὐφήμως ἀντὶ τῶν κακῶν τὰ ἀγαθὰ τέθεικεν· καθάπερ ἀμέλει καὶ τοὺς τὰς ὄψεις ἠδικημένους, βλέποντας πολλάκις κατονομάζειν ἔθος ἐστίν. Καὶ καθ᾽ ἕτερον νοήσεις τρόπον. Οὐ γάρ τοι, φησὶν, εἷς ὑπάρχων κἀγὼ τῶν ἐξ ἔθους ἀτιμάζεσθαι πεφυκότων, οἷς καὶ οὐχ ἑκοῦσιν τοὺς τῶν κρατούντων [ἀνάγκη] φέρειν ὀνειδισμοὺς, ἀλλ᾽ εἷς ὑπάρχων τῶν ἐν πᾶσι τοῖς ἀγαθοῖς, ἅτε δὴ καὶ βασιλικῇ δόξῃ κατεστεμμένος, τὴν ἀτιμίαν ὅμως ὑπήνεγκα, καὶ φυλακὴν ἐθέμην τῷ στόματί μου. Ἀλλ᾽ οὔτε ἐξ ἀναισθησίας τοῦτο παθὼν, ἀλλ᾽ ἐκ τοῦ φιλοσοφεῖν ἑλέσθαι, καὶ ταπεινοῦν ἑαυτὸν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. <Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου.> (A f. 215, B f. 141, L f. 106 b, I f. 195 b) Ἡ μνήμη, φησὶ, τῆς ἁμαρτίας, οἷα πῦρ εἰς τὴν καρδίαν μου ἐγένετο. Ἢ ἐπειδὴ ἔθος τοῖς ὀργιζομένοις ἀνάπτεσθαι, τοῦ περικαρδίου αὐτοῖς αἴματος περιζέοντος, Ἐθερμάνθη, φησὶν, ἡ καρδία μου ἐφ᾽ οἷς ἐλοιδορούμην.
Ἀκολούθως δὲ εἴρηκε τὸ ἐπὶ τοῦ πυρὸς συμβαῖνον· προηγεῖται γὰρ τοῦ πυρὸς ἡ τῆς φλογὸς θέρμη· πρῶτον οὖν ἐθερμάνθη, εἶτα ἐξήφθη. Μελετῶν τὴν ἀρετὴν, δῆλον δὲ ὅτι τὴν ἀνεξικακίαν, ἐν τοῖς ἐμοῖς σπλάγχνοις ἐξεκαύθη πῦρ· καταφλέγουσι γὰρ αἱ λύπαι καὶ αὐτὰς τῶν ἁγίων ψυχὰς, ἀλλ᾽ οὐκ εἰς πέρας ἄγεταί τι τῶν ἐκ θυμοῦ καὶ ὀργῆς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.» Τὸ μὲν γὰρ μηδ᾽ ὅλως εἰσδέξασθαι τὴν ὀργὴν, μηδὲ θερμανθῆναι, κρεῖττον ἴσως ἢ καθ᾽ ἡμᾶς καὶ οὐκ ἐφ᾽ ἡμῖν τάχα που· τὸ δὲ ἀνακόπτειν δύνασθαι τοῖς εἰς τὸ ἄμεινον λογισμοῖς, ἐφικτὸν ἁγίοις. Ἐθερμάνθη οὖν, φησὶν, ἐντὸς ἡ καρδία μου, οὐ μὴν καὶ εἰς τὸ ἔξω τὴν ὀργὴν προήνεγκα, ἀλλ᾽ ἐν ἐμαυτῷ ταύτην κατέσχον καὶ οἷον ἀπέπνιξα, μηδὲν μήτε εἰπὼν μήτε δράσας ἀπὸ θυμοῦ, ἀλλ᾽ ἢ μόνον ἐν τῷ μελετᾷν καὶ ἀναλογίζεσθαι τὴν λοιδορίαν, ἐκκαιόμενος ἔνδον ὑπὸ τῆς λύπης.
Ὅτι δ᾽ ἐστὶ τοῦτο κατορθωμάτων ἄριστον, διδάξει λέγων ὁ Σολομών· «Ὁ κρατῶν ὀργῆς, κρείσσων τοῦ καταλαμβανομένου πόλιν.» [<Ἐλάλησα ἐν γλώσσῃ μου.> Περὶ ὧν ἐσίγησα, φησὶν, οὐχ ὡμολογημένην τὴν δικαίωσιν ἔχων, ἐξεζήτησα παρὰ Κυρίου πληροφορίαν λαβεῖν ἀναμφίβολον παρὰ τῆς τοιαύτης σιγῆς καὶ κωφεύσεως, καὶ παρὰ πάντων ἄλλων τῶν κατὰ τὸν βίον πρακτέων, ἵνα διαγνῶ μετὰ βεβαιώσεως, ὁποῖόν τί ἐστι τὸ ὑστέρημα τῆς κατ᾽ ἀρετὴν τελειότητος, πρὸς τὸ, κατὰ τὴν ἀναλογίαν τοῦ πλημμελήματος, ἐπιδείξασθαι καὶ τὴν μετάνοιαν καὶ διόρθωσιν.] <Ἵνα γνῶ τί ὑστερῶ ἐγώ.> (A f. 215 b. B f. 141. I f. 194) Ἐγὼ οἶμαι τὸ ἀπίθανον ἐνεῖναι τοῖς τοιοῖσδε λόγοις τῶν οὕτως ἑρμηνευσάντων.
Ἦν μὲν γὰρ ἅγιος καὶ προφήτης ὁ Δαβίδ. Ἀλλ᾽ οὖν ἐπείπερ ὑπὲρ ἀφέσεως πλημμελημάτων ἐναργῶς ἐποιεῖτο τὴν ἱκετηρίαν, οὐκ ἐν καιρῷ τάχα που διαμαθεῖν ἠπείγετο τί τὸ λεῖπον αὐτῷ κατὰ ἀρετήν. Ἔδει δὲ μᾶλλον ἔλεον αἰτεῖν ἐφ᾽ οἷς ᾔδει πεπαρῳνηκὼς εἰς τοὺς ἱεροὺς καὶ θείους νόμους, ἀλλ᾽ οὐκ ἀκριβῆ ποιεῖσθαι κατάσκεψιν τῶν αὐτῷ κατωρθωμένων.
Τί οὖν ἐστιν ὅ φησιν; Διακαρτερήσας ἐν πόνοις, καὶ παρατεινομένης τῆς ἐπ᾽ ἐμοὶ πληγῆς, λοιπὸν τὰ ἐξ ἀνθρωπίνης μικροψυχίας ἐλάλουν, πλὴν οὐκ ἐναργῶς, ἀλλ᾽ ἠρέμα καὶ ἐν γλώσσῃ· ἔφην τε· «Ὦ Δέσποτα, γνώρισόν μοι τῆς ἐμῆς ζωῆς τὸ πέρας, καὶ τῶν ἐτῶν μου τὸν ἀριθμόν.» Ἀντιπαραθήσει γὰρ τῆς σῆς ὑπάρξεως, τοῦ ἀεὶ ὄντος, γνωσθήσεται τί ὑστερῶ ἐγὼ, τουτέστιν ὅσον ἀπολιμπάνομαι τῆς σῆς δόξης καὶ ὑπεροχῆς, ὁ χόρτοις ἐν ἴσῳ τοῖς ἐν ἀγρῷ, βραχὺ μὲν ἀνθήσας, μαραινόμενος δὲ διὰ τοῦ πίπτειν εἰς θάνατον. [<Ἰδοὺ παλαιστὰς ἔθου.> Ἄγαν σοι, φησὶν, εὐπετὲς καὶ ῥᾷστον γνωρίσαι μοι, Κύριε, τῶν ἡμερῶν τὸν ἀριθμόν· οἶδα γὰρ μεμετρημένας ἔχεις ταύτας ἐπὶ τῆς γῆς. Ἐπειδὴ πᾶσά μου τῆς ζωῆς ἡ ὑπόστασις ὡσεὶ οὐθὲν ἐνώπιόν σου λελόγισται καὶ διέγνωσται. Ταύτην γὰρ ὑπόστασιν προσηγόρευσεν, ἢ κατὰ τὸν Σύμμαχον τὴν ἀναστροφὴν καὶ διατριβήν· βίωσιν γὰρ ἐκεῖνο εἶπεν.
Καὶ τοιοῦτον εἶναι σαφῶς τὸ λεγόμενον· «Γνώρισόν μοι, Κύριε, τῶν ἡμερῶν μου τὸν ἀριθμὸν,» τουτέστι τὸν ἐπίλοιπον τῆς παρούσης ζωῆς μου καιρὸν, ἵνα διερευνήσας κἀγὼ τὸ ἴδιον συνειδὸς, γνῶ πόσον ἐλλείπω πρὸς τὴν κατ᾽ ἀρετὴν τελειότητα, καθάπερ σὺ πολλῷ πρώην γινώσκεις, ἐπειδὴ μετρητὰς ἔθου τὰς ἡμέρας μου, καὶ πᾶσαν ἐπίστασαι τὴν ἐμὴν ἀναστροφὴν καὶ διατριβήν.] <Καὶ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου.> (I f. 194 b, L f. 107) Ἢ καὶ οὕτως· Ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου, ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς ἥτις παρῆλθεν, ἢ φυλακὴ ἐν νυκτὶ, τουτέστιν ὧραι τρεῖς ἢ τέσσαρες.
Οὐκοῦν ἐπειδήπερ αὐτὸς μὲν ὑπάρχεις ἀεὶ, ἡ δ᾽ ἐμὴ ὑπόστασις ὀλίγη παντελῶς ἐστιν καὶ συνεσταλμένη, καὶ ὡς οὐδὲν ὅλως ἐν τοῖς ὀφθαλμοῖς, μὴ ἀφῇς κολάζεσθαι μακρὰ τὸν ἐξ ἀσθενείας ὠλισθηκότα, μήτε μὴν τῷ παντὶ τοῦ βίου μήκει σύνδρομον ἔχοιμι τὴν πληγήν.
Ἀντὶ δὲ τοῦ ὑπόστασις, ὁ μὲν Ἀκύλας κατάδυσις εἶπεν· ὁ δὲ Σύμμαχος βίωσις. Ὁ γὰρ ἀνθρώπινος βίος οὐδέν ἐστιν, ὡς πρὸς τὴν θείαν ἀϊδιότητα· κατὰ τὸ, «Σὺ δὲ αὐτὸς εἶ· ἀλλὰ καὶ πᾶσα ἡ παρ᾽ ἀνθρώποις σπουδὴ, ματαιότης ματαιοτήτων.» <Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου.> (L f. 107) Ἀνθ᾽ οὗ ὁ Σύμμαχος· «Ὡς σπιθαμὴν ἔδωκας τὰς ἡμέρας μου.» Ἢ καὶ παλαιστὰς τὸ πλήρης εἶναι τοῦ ἐκ τῶν πειρατηρίων ἀγῶνος. <Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται, κ.τ.λ.> (A f. 216 b, Κυρίλλου καὶ Ἀθανασίου) Κατὰ δὲ τοὺς πάνυ Ἀθανάσιον καὶ Κύριλλον, ἐπειδὴ ἐν εἰκόνι καὶ οὐκ ἐν ἀληθείᾳ νῦν διαπορεύεται ὁ ἄνθρωπος (ἡ γὰρ ἀληθὴς ζωὴ κατὰ τὸν μέλλοντα αἰῶνά ἐστιν), εἰκότως ὁ Ψάλλων τὴν εἰκόνα ματαιότητα προσεῖπεν· ἐπειδὴ οὐ τὴν ἀληθινὴν νῦν ζῶμεν ζωὴν, ἀλλὰ τὴν ὡς ἐν εἰκόνι, οὐδὲ περὶ τὰ ὄντως ἀγαθὰ ποιούμεθα τὴν σπουδήν. Διὸ μάτην ταρασσόμεθα περὶ κοσμικὰς ἐπιθυμίας στρεφόμενοι καὶ συνάγοντες θησαυροὺς, ὧν οὐκ ἴσμεν τοὺς διαδόχους. (B f. 141 b, I f. 195, L f. 107 Κυρίλλου καὶ Θεοδωρήτου) Τῶν ἐν εἰκόνι γεγραμμένων οἱ ζῶντες οὐδὲν διαφέρουσιν ἄνθρωποι, ἀπανθοῦντες ὡς χρώματα· ὁμοίως γὰρ καὶ τούτων κἀκείνων ἡ φύσις ὑποῤῥεῖ τῷ χρόνῳ καὶ διαφθείρεται. Ἀλλ᾽ ὅμως οὐδὲν ἧττον διαταράττονται, φιλονεικοῦντες, διαμαχόμενοι, πολεμοῦντες, ἐμπορευόμενοι.
Καὶ ζάλης ἅπας ὁ βίος μεστὸς, τέλος ἔχων τὸν θάνατον· σὺν πόνῳ δὲ πολλῷ καὶ ἱδρῶτι τὸν πλοῦτον ἀθροίζοντες, τὸν ἐσόμενον οὐκ ἴσασιν κληρονόμον. Τοῦτο δὲ ὁ μακάριος Δαβὶδ καὶ ἐκ τῶν καθ᾽ ἑαυτὸν κινούμενος γέγραφεν. Τοῖς γὰρ ἐκ τῶν πολέμων λαφύροις, καὶ τῷ παρὰ τῶν ἀλλοφύλων φερομένῳ δασμῷ, μεγίστην καὶ περιφανῆ λίαν ἀποφήνας τὴν βασιλείαν, ἠγνόει τοῦ παιδὸς τὴν δυσσεβῆ καὶ παράνομον γνώμην. Εἶτα θεασάμενος αὐτὸν ἐγκρατῆ τῶν βασιλείων γενόμενον, καὶ τὸν ἀποκείμενον σφετερισάμενον πλοῦτον, τὴν θαυμασίαν ἀφῆκεν φωνήν· «Πλὴν μάτην ταράσσεται· θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» <Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; Καὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστιν.> (A f. 217, I f. 195 b) Εἰκότως ἐπὶ τὸν Χριστὸν τὴν ἐλπίδα ἔχειν φησὶν, ἅτε καταγνοὺς τῶν ἐν βίῳ περισπασμῶν. Τίς γάρ μοι, φησὶ, δέδωκε τὸ δύνασθαι καρτερεῖν, καὶ νεανικῶς διακεῖσθαι ἐν καιρῷ πληγῆς, καθυφεῖναι δὲ κατ᾽ οὐδένα τρόπον εἰς τὸ δεῖν δρᾶσαί τι τυχὸν ἢ καὶ εἰπεῖν ἑλέσθαι τῶν ἐξ ἀνθρωπίκης μικροψυχίας; οὐχὶ Κύριος; Τίς δέ μου ἡ ὑπόστασις; τουτέστι τίς ὁ ἐνισχύσας ὑφίστασθαί με καὶ φέρειν τὰ ἐξ ὀργῆς ἐπενηνεγμένα τῆς ἄνωθεν, Θεοῦ παιδεύοντος φιλόπαιδος ἐν τάξει πατρὸς ἐπὶ τῷ ἐκλέγεσθαι τὰ βελτίω;
Οὐκοῦν κἂν εἰ παιδεύοι Θεὸς διὰ συμμέτρου κινήσεως, ἀλλ᾽ οὖν αὐτὸς εὑρίσκεται χορηγὸς τοῖς πάσχουσι καρτερίας καὶ ὑπομονῆς· τοῦτο γὰρ δηλοῖ ἡ ὑπόστασις. Εἰ δέ τις εἴποι καὶ τὴν ὕπαρξιν καὶ κατασκευὴν τῆς φύσεως ἢ καὶ τὴν καραδοκίαν δηλοῦσθαι διὰ τῆς ὑποστάσεως, οὐδ᾽ οὕτω κακῶς· παρὰ Θεοῦ γὰρ καὶ εἰς τὸ εἶναι ὑπέστημεν, καὶ αὐτὸν προσδοκίαν καὶ ἐλπίδα ἔχομεν. <Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με.> (B f. 142, I f. 105 b) Σύ μοι τὸ δύνασθαι φέρειν κεχάρισαι, τὸ μηδὲν ἐξ ἀνθρωπίνης ἀσθενείας εἰπεῖν ἢ δρᾶσαι· σὺ δὲ καὶ παιδεύσας ὑποστῆναί με ταῦτα, καὶ δύνασθαι φέρειν ἐποίησας. Ἡ δὲ σύνταξις τοῦ προκειμένου ῥητοῦ τοιαύτη ἐστίν· Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὅτι σὺ ἐποίησας, τουτέστιν ἔπλασας, καὶ ὡς δημιουργὸς τὴν ἐνοῦσαν ἀσθένειαν τῇ ἀνθρωπείᾳ φύσει ἐπίστασαι. Γέγραπται δὲ καὶ ἑτέρωθι, ὅτι «Φθαρτὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα.» Εὑρήσομεν δὲ καὶ τὸν τληπαθέστατον Ἰὼβ τοιαύταις χρησάμενον λέξεσιν· «Μνήσθητι γὰρ, φησὶν, ὅτι χοῦν με ἔπλασας.» Καὶ πάλιν· «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρασας δέ με ἴσα τυρῷ, δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας;» Καὶ πάλιν ὁ αὐτὸς Δαβίδ· «Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὠσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει.»
Τοιαύταις γὰρ φωναῖς οἱ ἅγιοι κέχρηνται, ἀμνηστίας ἁμαρτιῶν τυχεῖν ἐφιέμενοι παρὰ τοῦ τῶν ὅλων Θεοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν ἐνδεικνύμενοι. Καί γε πάντες τὸ τῆς φύσεως εὐόλισθον πρὸς ἁμαρτίας εἰς συγγνώμην προτείνουσι.
Αἰτεῖ τοίνυν συγγνώμην ὡς ἀποχρώντως ἤδη πεπαιδευμένος. <Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου.> (K f. 80 b) Φέρω, φησὶν, ὀνειδιζόμενος νῦν, καὶ οὐδὲν ἀντιφθέγγομαι, ὡς παρὰ σοῦ τοῦτο εἰδὼς βουλομένου με τοῖς ὀνείδεσι ἐγγυμνάζεσθαι. <Ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν.> (A f. 218) Τάχα δὲ καὶ τὰ λυπηρὰ καὶ δακρύων αἴτια, ἤδη ποτὲ παυθῆναι παρακαλεῖ· οὐχ ὅσον εἰς μακαριότητα παντελῆ (οὐ γάρ ἐστιν αὕτη νῦν), ἀλλ᾽ ὅσον εἰς ἀνάψυξιν καὶ παραμυθίαν, ἣν ἐν τῷ βραχεῖ βίῳ ζητοῦμεν, ὃν ἐν γῇ ζῶμεν, ὥσπερ ξένοι καὶ πάροικοι, ἐκ πατέρων ἔχοντες τὸ ὑφ᾽ ἁμαρτίας εἶναι, καὶ ταῖς δι᾽ ἁμαρτίας κακώσεσι κατεχόμενοι καὶ τῷ ἐξ Ἀδὰμ θανάτῳ· ὃν πρὶν ἐπιπεσεῖν, ἀξιοῦμέν τινα καὶ ἀνάπαυσιν τῶν πόνων γενέσθαι.
ΨΑΛΜΟΣ ΛΘʹ. <Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.> (A f. 218, B f. 143 b, I f. 198) Τινὲς ἐκ προσώπου τοῦ Δαβὶδ εἰρῆσθαί φασι τὸν προκείμενον ψαλμὸν, ὡς ἐξῃρημένου λοιπὸν θλίψεώς τε πάσης καὶ τῶν ἐκ θείας ὀργῆς ἐπενηνεγμένων αὐτῷ διὰ τὴν εἰς Οὐρίου γυναῖκα, καὶ αὐτὸν τὸν Οὐρίαν, ἁμαρτίαν· καὶ εἶναί γε αὐτὸν χαριστήριον ἐπὶ τῇ τῶν συσχόντων αὐτὸν πειρασμῶν [al. cod. τιμωριῶν] ἀπαλλαγῇ. Ἀλλ᾽ εὑρήσομεν, φησὶν, ἐν τῷ μεταξὺ καὶ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσκεκομισμένον, τῆς τε ἐνανθρωπήσεως ἀπαγγέλλον τὴν οἰκονομίαν, καὶ ὅτι ἀνακηρύξει τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν διὰ πίστεως χάριν. Εἶτα μετὰ τοῦτο πρόσωπον ἕτερον ἀνδρὸς εἰσκομίζεται κατοικτείρεσθαι γλιχόμενον παρὰ Θεοῦ, καὶ ὁμολογοῦν ὅτι μονονουχὶ κατακέχωσται τοῖς ἰδίοις παθήμασιν. Εἶτα πῶς ἥρμοσεν αὐτῷ θεσπεσίῳ Δαβὶδ, ἢ πῶς ἂν τοῦ Σωτῆρος ἔφη φωνὰς, ἢ ἑτέρῳ τινὶ τῶν καθ᾽ ἡμᾶς ὡς σεσωσμένῳ παρὰ Θεοῦ καὶ ᾠδὰς ἀνάπτοντι χαριστηρίους; Ἡμεῖς δ᾽ εἰρῆσθαι αὐτὸν νομίζομεν ἐκ προσώπου τοῦ νέου λαοῦ, καὶ εὐδοκιμήσαντος ἐν πίστει τῇ ἐν Χριστῷ, καὶ ἀνακομισθέντος ἀληθῶς ἐκ λάκκου ταλαιπωρίας, τουτέστιν ἐκ βάθους ἁμαρτιῶν, ἐκ πηλοῦ τε ἰλύος Εἰσβάλλει γὰρ μεταξὺ καὶ οὐκ ἔξω σκοποῦ τοῦ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, τοῖς εὐχαριστοῦσιν οἱονεί πως ἀνοιγνύντος τοῦ μυστηρίου βάθος, καὶ τῆς οἰκονομίας διδάσκοντος τὸν τρόπον, δι᾽ οὗ καὶ σεσώσμεθα.
Εἶτα μετά γε τοὺς παρ᾽ αὐτοῦ λόγους, πάλιν τὸ τοῦ λαοῦ πρόσωπον εἰσφέρεται, ὁμολογοῦντος οὐδὲν ἧττον τὰ ἐν οἷς ἦν κακὰ, καὶ τὸ πλῆθος τῶν αἰτιαμάτων, ἵνα καὶ ἔτι μειζόνως δοξάζηται Χριστὸς ὁ ἐκ βάθρων αὐτοὺς ἁρπάσας, καὶ τῶν τῆς ἀπωλείας τελμάτων ἔξω τιθεὶς, διὰ πίστεως δηλονότι.
Ἀξιοῦσι γὰρ οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες ῥυσθῆναι τῆς διὰ τὴν ἀπείθειαν ἁμαρτίας, ἅμα δὲ καὶ διηγοῦνται τὰ συμβεβηκότα αὐτοῖς διὰ τὴν ἀπιστίαν κακά. Ἄλλοι δὲ καὶ εἰς τοὺς ἐν Βαβυλῶνι τὴν ᾠδὴν ἀναφέρουσιν, ὠφεληθέντας τῇ ἐκεῖσε θλίψει καὶ ἐπαναχθέντας. <Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, κ.τ.λ.> (A f. 218 b, B f. 144, I f. 199 b) Ἀλλὰ φαίη τις· Πῶς ἂν ὑπομεμενήκασιν οὗτοι τὸν Κύριον, ἢ πῶς εἰσηκούσθησαν ὅλως οἱ τάχα που μηδὲ βοήσαντες πρὸς αὐτὸν, ἀφεστηκότες δὲ καὶ αὐτοῦ τοῦ εἰδέναι τίς ὁ φύσει τῶν ὅλων ἐστὶ γενεσιουργὸς καὶ δεσπότης; Φαμὲν οὖν ὅτι σεσαγήνευκεν ὁ Σωτὴρ διὰ τῆς πίστεως τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καταργήσας τοῦ διαβόλου τὸ κράτος, καὶ τῶν πονηρῶν δυνάμεων τὴν σκαιότητα καταλύσας, πνευματικῇ τετίμηκεν ἐλευθερίᾳ τοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν κεκλημένους εἰς ἐπίγνωσιν αὐτοῦ. Πλὴν οὐχὶ μόνη τῶν ἐθνῶν ἡ πληθὺς εἰσβέβηκε διὰ πίστεως, ἀλλὰ γὰρ καὶ πρὸ αὐτῶν οἱ ἐξ αἴματος Ἰσραήλ. «Ἀνέκτισε γὰρ ὁ Χριστὸς τοὺς δύο λαοὺς, εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα,» καθ᾽ ἃ γέγραπται.
Ἄμφω δὴ οὖν εἷς γεγόνασι λαὸς, κατὰ τὴν αὐτοῦ Σωτῆρος φωνήν. Καὶ ἄλλα γὰρ, φησὶν, «ἔχω πρόβατα, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν· καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.» Οὐκοῦν ὅπερ ἂν ἐξ ἑνὸς λέγηται προσώπου, τοῦτο πάντως ἁρμόσειεν ἂν τούτοις τε κἀκείνοις, διὰ τὸν τῆς ἑνότητος σύνδεσμον τῆς ἐν Χριστῷ διὰ Πνεύματος.
Ὅτι δὲ τὸ Χριστοῦ μυστήριον προαπηγγέλλετο τοῖς ἐξ Ἰσραὴλ διά τε νόμου καὶ προφητῶν, εἴη ἂν οὐκ ἀσυμφανὲς τοῖς τῶν ἱερῶν Γραμμάτων ἐπιστήμοσιν. Ἔφη γάρ που Χριστὸς Ἰουδαίοις προσδιαλεγόμενος· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Προσεδόκων γὰρ αὐτὸν ἀφίξεσθαι κατὰ καιροὺς Ἰουδαῖοι Σωτῆρα καὶ Λυτρωτὴν, οὐχὶ μόνων ἑαυτῶν, ἀλλὰ καὶ ἁπάντων τῶν ἐθνῶν. Καὶ γοῦν Συμεὼν ὁ δίκαιος, ὅτε βρέφος ὄντα Χριστὸν ἐν τῷ θείῳ τεθέατο ναῷ, «Νῦν ἀπολύεις, ἔφη, τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπόν σου· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ Ἰσραήλ.» Ἀλλὰ καὶ τὸ ἐκ Σαμαρείας γύναιον, ὅτε Χριστῷ διελέγετο, διωμολόγηκεν ἐναργῶς. Ἔφη γάρ· «Οἴδαμεν ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος ἀπαγγελεῖ ἡμῖν πάντα.» Εἴρηται δὲ καὶ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν τοῖς Ἰουδαίων δήμοις, ἐπαγγελλομένου τοῦ Χριστοῦ τὴν ἑαυτοῦ πρὸς ἡμᾶς ἄφιξιν· «Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν.» Οὐκοῦν φαῖεν ἃν εἰκότως, ὅτι τὴν τοῦ Σωτῆρος ἄφιξιν ὡς ἕσται κατὰ καιροὺς προσδοκήσαντες· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον,» ἀντὶ τοῦ, Προσδοκῶν προσεδόκησα· «καὶ προσέσχεν μοι,» τουτέστιν, Ἐπεσκέψατό με.
Θεὸς γὰρ ὣν Κύριος ἐπέφανεν ἡμῖν, καὶ ἀνήγαγεν ἡμᾶς ἐκ λάκκου ταλαιπωρίας τῶν τοῦ θανάτου πυλῶν καὶ τῆς ἐκεῖσε φθορᾶς, ἧς καὶ ἀπηλλάγμεθα διὰ Χριστοῦ μεταμορφοῦντος εἰς ἀφθαρσίαν ἐν ἑαυτῷ καὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν, καὶ ἀναπλάττοντος εἰς τὸ ἐν ἀρχαῖς, καὶ ἀπὸ πηλοῦ ἰλύος τῶν τοῦ κόσμου περισπασμῶν, καὶ τῆς δυσώδους ἁμαρτίας. Ἐκ τούτων γὰρ ἀνίμησεν ἡμᾶς διὰ τῆς ἀῤῥήτου χειρὸς καὶ τῆς ἀφράστου δυνάμεως τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. <Καὶ ἔστησεν ἐπὶ πέτρᾳ τοὺς πόδας μου, κ.τ.λ.> (I f. 200) Στερεὸς γὰρ νοῦς τοῖς ἐν Χριστῷ, καθ᾽ ἅ φησιν ὁ Παῦλος· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Πέτρα δὲ καὶ ἑτέρως νοεῖται Χριστὸς, τὸ πάντων ἔρεισμα, ὁ ἐκλεκτὸς λίθος, ὁ εἰς τὰ θεμέλια Σιὼν τεθειμένος παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐφ᾽ ᾧ πάντες οἰκοδομούμεθα, οἶκος πνευματικὸς καὶ ναὸς ἅγιος εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Κατεύθυνεν δὲ καὶ τὰ διαβήματα ἡμῶν· ἐδιδάχθημεν γὰρ ὀρθὰς ποιεῖσθαι τροχιὰς οἱ πάλαι καμπύλας ποιοῦντες καὶ διεστραμμένας ὁδούς. <Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν.> (I f. 200 b) Ἐν μοίρᾳ καὶ τοῦτο θετέον τῶν παρὰ Χριστοῦ χαρισμάτων. Οὐ γάρ τοι πᾶσιν ἀδιακρίτως ἕποιτο ἂν τὸ ἐξεῖναι δοξολογεῖν· ἀλλ᾽ οὐδ᾽ ἂν γένοιτό τις δεκτὸς παρὰ Θεῷ τοῦτο δρᾷν ἐθέλων, εἰ μή τις εἴη τῶν εὖ βιοῦν εἰωθότων· ὅτι «Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.»
Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ἀντὶ τοῦ παλαιοῦ τοῦ διὰ Μωσέως· ἐπὶ καινοῖς γὰρ κατορθώμασιν, καινόν που πάντως εἴη ἂν καὶ τὸ ᾆσμα, καὶ οὐ τοῖς ἀρχαίοις ὕμνοις προσεοικός. Καὶ ἀντὶ δὲ τοῦ τοῖς πονηροῖς δαίμοσίν τε καὶ εἰδώλοις προσαγομένου ᾄσματος, τοὺς διὰ τοῦ ἁγίου Πνεύματος ἀναφωνεῖν ἐδιδάχθημεν ὕμνους. <Ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.> (A f. 219 b, B f. 144 b, I f. 200 b) Ὑπόδειγμα, φησὶν, ἑτέροις ἔσομαι τοῦ κατὰ ζῆλον ἐμὸν παύσασθαι τῶν κακῶν, καὶ τὴν ὁμοίαν ἔχειν πρὸς τὸ κρεῖττον ἐλπίδα. Ἀεὶ γάρ πως οἱ μήπω πιστεύσαντες, τῶν ἤδη πεπιστευκότων ἀναδείκνυνται ζηλωταὶ, καὶ τῆς ἐκείνων πολιτείας καὶ ἐπιεικείας κατ᾽ ἴχνος ἰέναι σπουδάζοντες ἀνανήφουσι πρὸς ἀλήθειαν, καὶ πρὸς τὸ τῆς ἀληθείας ἴασι φῶς. Εἶτα τί τὸ ἐντεῦθεν; Τὸν θεῖον εἰς νοῦν δέχονται φόβον, περὶ οὗ εἴρηται· «Ἀρχὴ σοφίας φόβος Κυρίου·» καὶ, «Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.» Οἱ τοίνυν, φησὶ, ζηλωταὶ γενόμενοι τῶν πεπιστευκότων, καὶ ἤδη τὸν θεῖον ὠδινήσαντες φόβον, οὗτοι καὶ τὰς ἑαυτῶν ἐλπίδας ἱδρύσαντες ἐπὶ Θεῷ, παρ᾽ αὐτοῦ καὶ μόνου τὰς τῶν ἀγαθῶν ζητοῦσι χορηγίας, καίτοι πάλαι τύχῃ τινὶ καὶ γενέσει καὶ εἱμαρμένῃ τὰς τῶν καθ᾽ ἡμᾶς πραγμάτων ἡνίας ἀνάπτοντες. Καὶ ἄλλως δὲ τὸ ὄψονται, ἀντὶ τοῦ Ἀναβλέψουσιν εἴρηται.
Ἔφη γάρ που Θεὸς διὰ φωνῆς Ἡσαΐου περὶ τῶν ἐθνῶν ἐν Ἡσαΐᾳ· «Ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς.» Λέγει δὲ καὶ τοῖς Ἰουδαίοις ὁ Χριστός· «Ἐγώ εἰμι τὸ φῶς.» Ἀλλὰ καὶ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν ἀπεστάλη παρὰ τοῦ Πατρός. Ὄψονται δὴ οὖν, τουτέστιν ἀναβλέψουσιν, καὶ τὰ ἑξῆς. <Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, κ.τ.λ.> (I f. 201) Ἡμεῖς ἐσμεν πάντως οἱ τὸν τοιοῦτον λαχόντες μακαρισμόν· ὠνομάσμεθα γὰρ Χριστιανοί· καὶ τοῦτό ἐστιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ἡμᾶς. Εἰ δὲ δή τις βούλοιτο πρὸς τοῖς εἰρημένοις, ματαιότητάς τε καὶ μανίας ψευδεῖς εἶναι λέγειν τὴν Ἑλληνικὴν λατρείαν, καὶ τὰ δοκοῦντα αὐτοῖς εἶναι τίμια, φημὶ δὴ μαντικὴν πᾶσαν, ἢ καὶ πάσας τὰς ἑτεροδιδασκαλίας, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος.
Γέγραπται γοῦν περί τινων, ὅτι «Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν·» μανίαν δὲ τὴν μαντείαν φησίν. Τετολμήκασι γὰρ, φησὶ, τινὲς τῶν ἐξ Ἰσραὴλ τὰ ἀπὸ καρδίας αὐτῶν λαλεῖν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· καὶ πλεῖστοι γεγόνασι ψευδοπροφῆται παρ᾽ αὐτοῖς. Ἀλλ᾽ ἧν ἴσως φορητὸν, εἰ ἐν τοῖς τῶν εἰδώλων τεμένεσι τετόλμητό τι τοιοῦτον· ἐπειδὴ δὲ ἐν αὐτῷ τῷ οἴκῳ Κυρίου γέγονε, πῶς οὐ παγχάλεπον εἴη ἄν; <Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, κ.τ.λ.> (A f. 220, B f. 145 b, I f. 202. Κυρίλλου καὶ Θεοδωρήτου) Καθ᾽ ἑτέραν δὲ διάνοιαν νοήσεις καὶ οὕτως· Ἃ πέπραχας, φησὶν, ἐν τῷ τῆς οἰκονομίας καιρῷ, πολλά ἐστι καὶ θαυμάσια· ταῦτα καὶ τοῖς ἑτέροις ἀπήγγειλα, ἡ δὲ ἀπαγγελία ὅλην διέδραμε τὴν ὑπ᾽ οὐρανόν. Εὐφημοῦσι διὰ τούτων τὸν ὅλων Σωτῆρα Χριστὸν, μόνον δὲ οὐχὶ καὶ ἀληθὲς ὂν ἀποφαίνουσιν οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν σεσωσμένοι, ὡς ἔλαβον ᾆσμα καινὸν, ὕμνον τε τὸν πρέποντα αὐτῷ. Ἰδοὺ γὰρ, ἰδοὺ πολλὰ πεποιῆσθαι παρ᾽ αὐτοῦ φησι τὰ θαυμάσια, καὶ ἀριθμοῦ κρείττονα γενέσθαι τερατουργήματα, καὶ τὰ ὑπὸ τῆς αὐτοῦ προμηθείας οἰκονομούμενα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐπὶ Ἰησοῦ, τὰ ἐπὶ τοῦ Σαμουὴλ, καὶ τὰ τούτων πρεσβύτερα, τὰ κατὰ τὸν Ἀβραὰμ καὶ τοὺς ἐξ αὐτοῦ πατριάρχας, ἵνα μὴ καθ᾽ ἕκαστον διεξέρχωμαι· ἀλλὰ τὸ νῦν γεγενημένον τούτων ἁπάντων θαυμασιώτερον.
Οὐ γὰρ ἑνὸς ἀνδρὸς, οὐδὲ ἑνὸς ἔθνους, ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἐπραγματεύσω τὴν σωτηρίαν· καὶ τὴν νομικὴν λατρείαν καταπαύσας, τῇ Ἰουδαίων ἀσθενείᾳ συμβαίνουσαν, τὴν καινὴν ἔδωκας χάριν, τὴν λογικὴν λατρείαν νομοθετοῦσαν, δι᾽ ἧς οἱ τυφλοὶ τὴν καρδίαν τὸ θεῖον καὶ νοητὸν εἰσεδέξαντο φῶς, ὀρθοποδεῖν ἔμαθον οἱ πάλαι χωλεύοντες, καὶ τρανὴ γέγονε γλῶσσα μογιλάλων, ὦτα κωφῶν ἤκουσαν, κατηργήθη θάνατος, ἐξῄρηται δὲ καὶ ἡ πάντων ἁμαρτία, ἀνέλαμψεν ἀφθαρσίας ἡ χάρις· καὶ ταῦτα πάντα διώρθωται διὰ Χριστοῦ. Τοιγάρτοι φασὶν ὅτι πλεῖστα πεποίηκεν τὰ θαυμάσια. (Ibidem.) Τοῖς γε μὴν αὐτοῦ διαλογισμοῖς οὐκ ἔστι τίς ὁμοιωθήσεται. Τίνες δὲ ἄρα γεγόνασιν οἱ τοῦ Θεοῦ διαλογισμοὶ, καὶ τὸ ἐφ᾽ ἡμῖν εὐτεχνές; Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, καὶ μεμένηκεν ὅπερ ἦν. Καὶ ποία τις ἧν τοῦ γενέσθαι καθ᾽ ἡμᾶς ἡ πρόφασις, σαφηνιεῖ λέγων ὁ τῶν αὐτοῦ μυστηρίων ἱερουργός· «Ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Ταῦτα, φησὶν, ἀπήγγειλα καὶ ἐλάλησα μαρτυρῶν, ὅτι παντός εἰσιν ἐπέκεινα λόγου. Ταῦτα πεπραχότας εὑρίσκομεν τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς.
Καὶ γοῦν ὁ πάνσοφος Ἰωάννης πρὸς οἷς ἔφη τερατουργήμασι προσεπενεγκὼν εὑρίσκεται· «Ἔστι δὲ καὶ ἕτερα πολλὰ, ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· καὶ μὴν ὅτι ἅτινα ἐὰν γράφηται, οὐδὲ αὐτὸν οἶμαι χωρήσειν τὸν κόσμον τὰ γραφόμενα βιβλία.» Ἐπειδὴ ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· καὶ οὔτε τὰ εἰς Χριστὸν δόγματα, οὔτε τὰ θαύματα χωροῦμεν διηγήσασθαι· ἀλλὰ κἂν πολλὰ ὦσι τὰ λαληθέντα, πλεῖον τὸ περιττεῦον καὶ μὴ λαληθὲν εὑρίσκεται. Ὑπὲρ ἀριθμὸν γὰρ τὰ τοῦ Χριστοῦ, ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀριθμητὰ, ἢ ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμοῦ. <Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.> (A f. 220 b, B f. 146, I f. 202 b) Προφητικῇ χάριτι στεφανούμενος ὁ τὸν προκείμενον συνθεὶς ψαλμὸν ὡς ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἑαυτοῦ λόγους ἀνίησιν ἀγαθοὺς, οἵπερ ἂν εἶεν οὐκ ἀνάρμοστοι τῷ προσώπῳ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότι, σαρκωθέντι τε καὶ ἐνανθρωπήσαντι, καὶ τὴν τοῦ δούλου λαβόντι μορφήν.
Ἐπειδὴ γὰρ, φησὶν, ὦ Πάτερ, τὰς κατὰ νόμον θυσίας οὐκ ἠθέλησας, ἀνάμνησιν μόνον ἐχούσας ἁμαρτιῶν καὶ ἔλεγχον, οὐ μὴν καὶ ἄφεσιν, ἥκω σῶμα λαβὼν ὅπερ μοι αὐτὸς κατηρτίσω. Πνεῦμα γὰρ ἅγιον καὶ Ὑψίστου δύναμις ἐπεσκίασε τῇ ἁγίᾳ Παρθένῳ.
Ἥκω δὲ, ἵνα τὸ σὸν ποιήσω θέλημα· ὅπερ ἐστὶ τὸ, ἐμαυτὸν προσενεγκεῖν ὥσπερ ἄμωμον ἱερεῖον, ἴνα στήσω τὰ ἐν νόμῳ περιελεῖν ἁμαρτίας οὐ δυνάμενα. Τούτῳ φαμὲν ἐοικέναι τὸ δι᾽ αὐτοῦ Χριστοῦ σαφῶς εἰρημένον, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχὶ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Παρέσχεν οὖν ἀφορμὴν τοῦ ὅλον ψαλμὸν εἰρῆσθαι ὑπ᾽ αὐτοῦ, τηροῦντα τὸ αὐτὸ πρόσωπον μέχρι τέλους τοῦ λέγοντος. Παρελθόντος τοίνυν τοῦ καιροῦ τῆς σκιᾶς, καθ᾽ ὃν θυσία καὶ προσφορὰ προσήγετο, οὐκέτι τὴν διὰ τούτων λατρείαν βουληθεὶς ὁ Θεὸς, κατηρτίσατο ἐκ τῆς Παρθένου σῶμα τῷ Υἱῷ, ὡς μηκέτι εὐδοκεῖν ὁλοκαυτώματα· καὶ περὶ ἁμαρτίας εἰπόντος τοῦ Σωτῆρος τῷ Πατρί· Ἰδοὺ ἥκω κατὰ τὸ θέλημά σου· καθ᾽ ὃ θέλημα ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου, αὐτὸς τυθεὶς καὶ προσενεχθεὶς ὑπὲρ τῆς πάντων ἁμαρτίας· ἵνα ἀφέσεως γενομένης, μηκέτι χρεία ᾖ τῆς περὶ ἁμαρτιῶν θυσίας. <Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ.> (A f. 220 b, I f. 205) Κεφαλίδα ἔφη τὴν οἱονεὶ περιοχὴν τῶν οὐσῶν ἐννοιῶν ἐν αὐτῇ· αὖται δέ εἰσιν αἱ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ προφήτης Ἰεζεκιὴλ κεφαλίδα βιβλίου τὴν οἱονεὶ σύμπασαν περιοχὴν τῆς ἑαυτοῦ προφητείας ὀνομάσας εὑρίσκεται.
Τὸ δὲ, «Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ,» οὕτω νοητέον· Βιβλίον μὲν πενταμερὲς ὅλον ἐστὶ τὸ Μωσέως σοφώτατον σύγγραμμα, κεφαλὴ δὲ ὥσπερ καὶ ἀρχὴ τοῦ βιβλίου παντὸς ἡ ἐπίκλην Γένεσις, ἐν ᾗ τὰ κατὰ τὸν Ἰσαὰκ γέγραπται εἰς Χριστὸν ὀρθῶς ἀναφερόμενα. Ὅτι δὲ πάλιν ἡ κεφαλὴ τὴν ἀρχὴν παρὰ ταῖς θείαις σημαίνει Γραφαῖς, πληροφορηθήσῃ καλῶς ἐκεῖνο συνεὶς ὅπερ ὁ Παῦλός φησιν, ὅτι «Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνὴρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.» Ἀρχὴ μὲν γὰρ τοῦ ἀνδρὸς ὁ Χριστὸς, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών.
Ἀρχὴ δὲ πάλιν τῆς γυναικὸς ὁ ἀνὴρ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη· Χριστοῦ δὲ ἀρχὴ ὁ Θεὸς, ἐπείπερ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ἀρχὴν ἄναρχον ἔχει τὸν γεννήσαντα μετὰ καὶ τοῦ συνυπάρχειν ἀϊδίως αὐτῷ. Τούτους τοὺς στίχους καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαί φησιν. Εἰπὼν γὰρ ὅτι τὸ αἷμα τῶν ζώων ἀφελεῖν ἁμαρτίας οὐκ ἠδύνατο, ἐπάγει· «Διὸ εἰσερχόμενος ὁ Χριστὸς εἰς τὸν κόσμον, λέγει πρὸς τὸν Πατέρα, ὅτι Οὐδένα τρόπον προσφορᾶς ᾑρετίσω τῆς κατὰ νόμον, οὐ περὶ σωτηρίας, οὐ περὶ ἁμαρτίας, ἐμοὶ δὲ σῶμα κατηρτίσω· καὶ ἀφῖγμαι, φησὶν, ἤγουν, ἔφην, ἥκω, ἵνα τὸ σὸν ποιήσω θέλημα.» Εἶτα προστίθησιν· «Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ·» τουτέστιν ἐκβάλλει τὰς θυσίας, ἵνα κυρώσῃ τὴν ὑπ᾽ αὐτοῦ προσενεχθεῖσαν θυσίαν· ἀναβαίνει γὰρ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ ἰδίου σώματος. <Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου.> (A f. 220 b, B f. 146) Ἔχων δὲ τὸ σὸν θέλημα κεκρυμμένον ἐν ἐμαυτῷ (τοῦτο γὰρ, οἶμαι, δηλοῖ τὸ, «Ἐν μέσῳ τῆς κοιλίας μου»), τοῖς γνησίοις αὐτὸ ἐναργὲς καταστήσω. Εἰδέναι γὰρ ἡμᾶς ἀναγκαῖον, ὅτι τὰ τῶν μαθημάτων ἐξῃρημένα τοῖς ἐξειλεγμένοις προσελάλει Χριστὸς, καὶ οὐχ ἅπασιν ἁπλῶς καὶ ἀδιακρίτως προσδιελέγετο.
Καὶ γοῦν τοῖς μὲν Ἰουδαίοις ἐν παραβολαῖς ἐλάλει· τοῖς γε μὴν ἁγίοις ἀποστόλοις, ἅτε δὴ καὶ ἀκραιφνῆ τὴν διάνοιαν ἔχουσι καὶ τελεωτάτων μαθημάτων δεκτικὴν, Ὑμῖν δέδοται, φησὶ, γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται.
Καλὸν δὲ ἡμᾶς τὴν κοιλίαν καθαίρειν ὅτι μάλιστα καὶ ποιεῖν λεπτοτέραν, ὥστε τὸν νόμον Κυρίου ἐν μέσῳ δέχεσθαι. Ψυχῆς δὲ κοιλία, τὸ δοχεῖον τῶν πνευματικῶν τροφῶν, εἴτουν τὸ διανοητικόν. <Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ.> (B f. 146 b, I f. 203 b, L f. 109) Μεγάλη ἐκκλησία ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη, ἐν ᾗ εὐηγγελίζετο δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ· ἔγνω δὲ αὐτὸς ταύτην ὡς ἀποδεξάμενός τε καὶ οἰκειούμενος ὡς ἀδιαστάτως. Ὅτι δὲ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις κατεβρόντησε τὴν ὑπ᾽ οὐρανὸν, καὶ πεπλήρωκε τὴν μεγάλην Ἐκκλησίαν, τουτέστι τὴν δι᾽ αὐτοῦ συστᾶσαν καὶ συναγηγερμένην πληθὺν τῶν ἐπεγνωκότων τὴν ἐπιφάνειαν αὐτοῦ, δῆλον ἂν εἴη δήπουθεν· οὐ γὰρ κεκώλυκεν ἑαυτοῦ τὰ χείλη· λαλεῖ γὰρ εἰς δεῦρο διὰ τῶν ἀγίων εὐαγγελιστῶν καὶ τῶν κατὰ καιροὺς διδασκάλων. Τούτους καὶ Χριστοῦ χείλη καλεῖν, τῶν ἀπεοικότων οὐδέν.
Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος· «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.» Ἐγνωκέναι δέ φησι τὸν Πατέρα τὴν δικαιοσύνην αὐτοῦ, τὴν κεκρυμμένην, τὴν ὑπὲρ νόμον καὶ σκιὰν, δῆλον δὲ ὅτι τὴν εὐαγγελικὴν, ἣν καὶ αὐτὸς ὁ Υἱὸς τῆς διὰ Μωσέως λαληθείσης τοῖς ἀρχαιοτέροις ἀποφαίνει κρείττονα, τοῖς ἁγίοις ἀποστόλοις παρεγγυῶν τε καὶ λέγων· «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» [<Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας.> Τὸν ποικίλον καὶ παντοδαπὸν ἐσμὸν τῶν λυπηρῶν ὁ προφητικὸς λόγος προκαταγγέλλει· ὧν τὴν πεῖραν ἡ τοῦ Χριστοῦ Ἐκκλησία δι᾽ αὐτῶν εἴληφε τῶν πραγμάτων.
Ὃ δέ φησι, «Καὶ ἡ καρδία μου ἐγκατέλιπέ με,» ἀντὶ τοῦ, Ὤκλασε καὶ κατωλιγώρησεν, εἶπεν, ἵνα δείξῃ τὴν τῶν ἀθέων ἐπίνοιαν.]
ΨΑΛΜΟΣ Μʹ. <Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.> (A f. 223, Κυρίλλου καὶ Θεοδωρήτου) Τινὲς μὲν τῷ Δαβὶδ ἀνέθεσαν τὸν παρόντα ψαλμὸν, τινὲς δὲ τὰ κατὰ τὸν Ἐζεκίαν ἐν τούτῳ φασὶ προφητεύεσθαι, ὅπως τε δι᾽ ἔπαρσιν ἐνόσησε, καὶ πῶς περὶ αὐτὸν οἱ φίλοι διετέθησαν, καὶ ὅτι διὰ τὴν εἰς τοὺς πένητας ἐπιμέλειαν τῆς ὑγείας ἔτυχεν. Οὐκ ἐᾷ δὲ ἡμᾶς τὸ θεῖον Εὐαγγέλιον οὐδέτερον δέξασθαι. Τοῦ γὰρ Κυρίου εἰπόντος· «Ἵνα ἡ Γραφὴ πληρωθῇ, ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ᾽ ἐμὲ πτέρναν αὐτοῦ·» καὶ δεικνύντος αὐτῷ καὶ οὐκ ἄλλῳ προσήκοντα τὸν ψαλμὸν, θρασὺ νομίζω καὶ τολμηρὸν ἄλλην αὐτῷ διαπλάσαι ὑπόθεσιν. Μακαρίζει τοίνυν ὁ προκείμενος ψαλμὸς τοὺς πιστεύσαντας εἰς Χριστόν· καὶ μὴν καὶ ἀμοιβὰς αὐτοῖς τῆς πίστεως δίδωσι τὴν παρ᾽ αὐτοῦ ἐπικουρίαν. Εἰσφέρεται δὲ καὶ αὐτὸ τοῦ Κυρίου τὸ πρόσωπον καταλέγον τε τῶν ἀρχόντων τοῦ Ἰουδαίων λαοῦ, καὶ αὐτοῦ τοῦ προδότου ἐξαιρέτως· διὸ καὶ «Εἰς τὸ τέλος» ἐπιγέγραπται, ἀναπέμπων ἡμᾶς ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ᾽ ἣν ἐπληροῦτο τὰ γεγραμμένα. <Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.> (A f. 223) Μακαρίζει τὸν δυνάμενον συνιέναι τὴν πτωχείαν, ἣν δι᾽ ἡμᾶς ἀνείληφεν ὁ Χριστός.
Τοῦτον γὰρ λέγει πτωχὸν, διότι πλούσιος ὢν, ἐπτώχευσε δι᾽ ἠμᾶς, ἴν᾽ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. <Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ.> (A f. 223 b) Αὗται τῆς εἰς Χριστὸν πίστεως αἱ ἀμοιβαὶ, ἡ παρὰ τοῦ Κυρίου φυλακὴ, ἡ μέθεξις τῆς αἰωνίου ζωῆς, ἡ ἐν τῇ γῇ τῶν πραέων μακαριότης, καὶ ἡ τῶν νοητῶν ἐχθρῶν ἀπαλλαγή. Αὗται καὶ τῆς φιλοπτωχίας· οὐ μόνον γὰρ τὰ μέλλοντα δίδωσι τῷ φιλοπτώχῳ ὁ Κύριος καὶ τὴν ἀληθινὴν ἐκείνην ζωὴν, ἀλλὰ καὶ ἐνταῦθα μακαριστὸν ἀποδείκνυσι. <Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.> (A f. 223 b, Κυρίλλου καὶ Θεοδωρήτου) Καὶ ὑπὲρ τῆς ἰδίας ἁμαρτίας ὁ Δαβὶδ εὔχεται, ἅτε δὴ ἑαυτὸν εἰδὼς ἕνα τῶν συνιέντων ἐπὶ πτωχὸν καὶ πένητα. Ἀλλ᾽ ὁ μὲν Δαβὶδ οὐ θαυμαστὸν εἰ καὶ νῦν ἐξομολογούμενος τοῦτό φησιν· ὁ δὲ Σωτὴρ ταῦτα ἂν λέγοι, τὰς ἁμαρτίας ἡμῶν οἰκειούμενος, ὡς ἀπαρχὴ τῆς φύσεως. Χριστὸς γὰρ ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τὸν μὴ γνόντα ἁμαρτίαν, ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· οἷς ἁρμόζει καὶ τὸ ἐλέους δέεσθαι. (I f. 207, Κυρίλλου καὶ Διδύμου) Τὰ δὲ ἑξῆς κυρίως ἁρμόττειν τοῖς περὶ τοῦ πάθους τοῦ Σωτῆρος λόγοις, πάντες φασίν.
Τὸ δὲ «Ἥμαρτόν σοι,» ὅτι εἰς τοὺς σοὺς, ὦ Δέσποτα, πεπαρῴνηκα νόμους· πᾶσα γὰρ ἡμῶν ἡ ἁμαρτία καταφωρᾶται τοιαύτη. <Οἱ ἐχθροί μου εἶπον κακά μου πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;> (A f. 224) Ἐντεῦθεν τὸ πρόσωπον εἰσφέρεται τοῦ Χριστοῦ διηγούμενον τὰ παρὰ τῶν Ἰουδαίων αὐτῷ γεγενημένα, οὓς καὶ ἐχθροὺς καλεῖ, βασκαίνοντας αὐτῷ καὶ τὸν θάνατον καττύοντας· οἳ καὶ ὁρῶντες αὐτοῦ τὸ ὄνομα πολλῆς πεπληρωμένον δυνάμεως, ὡς δι᾽ αὐτοῦ ἀπελαύνεσθαι ἀκάθαρτα πνεύματα καὶ πᾶσαν νόσον θεραπεύεσθαι, ἐνόμιζον αὐτὸ ὡς ἐπὶ τῶν λοιπῶν ἀνθρώπων μετὰ θάνατον σβέννυσθαι.
Ἀλλ᾽ ἡ Ἐκκλησία τἀναντία τοῖς ἐχθροῖς τοῦ Χριστοῦ φρονοῦσα, εἰς αὐτοῦ πρόσωπον ἀνεφώνει λέγουσα ἐν ὕμνοις· «Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·» καὶ, «Μύρον ἐκκενωθὲν ὅνομά σου.» Πεπεισμένη κεχαρίσθαι αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. <Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει> (A f. 224) Περιΐστησι τὸν λόγον ἡ προφητεία εἰς τὸν Ἰούδαν, ὡς μαθητὴν μὲν εἰσιόντα, πονηρὰ δὲ κατὰ τοῦ Κυρίου διαλεγόμενον καὶ διανοούμενον, καὶ Ἰουδαίοις συνταττόμενον τοῖς τὰς πονηρὰς ἐπὶ τῷ Κυρίῳ βουλευομένοις βουλὰς, καὶ παρὰ τὸν νόμον ἀποκτεῖναι τὸν ἀθῶον ὄντως σπεύδουσα. Οἱ μὲν οὖν ἄλλοι, φησὶν, ἐχθροὶ μονονουχὶ λέγοντες, Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος, θάνατον αὐτῷ κατεσκεύαζον· ὁ δὲ Ἰούδας εἰσεπορεύετο ὡς οἰκεῖος τοῦ κατασκοπῆσαι· ἐκαιροφυλάκει γὰρ τὸν προδοσίας καιρὸν, τοὺς ἀνόμους περὶ ταύτης ἀνακινῶν καὶ συνάγων λογισμούς.
Ἐκεκρίκει γὰρ τοῖς φονῶσι παραδοῦναι τὸν Κύριον, καὶ λανθάνειν αὐτὸν ᾤετο ἐν τῷ μάτην λαλεῖν, ἤγουν Ῥαββὶ αὐτὸν ὀνομάζειν καὶ διδάσκαλον. <Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό.> (A f. 224) Ἔξω, φησὶ, προϊὼν συνετάττετο τοῖς Γραμματεῦσι καὶ ἀρχιερεῦσι καὶ Φαρισαίοις, οὐκ ἔτι ἐν τῇ καρδίᾳ λαλῶν, ἀλλὰ προδήλως διαλεγόμενος.
Τί δὲ ἐλάλει; «Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;» <Κατ᾽ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου.> (A f. 224) Τὰς κατ᾽ αὐτοῦ τῶν Ἰουδαίων συσκευὰς σημαίνει καὶ τὰ λεληθότα σκέμματα· εὐλαβούμενοι γὰρ τὸ πλῆθος, οὐκ ἐτόλμων φανερῶς ταῦτα τίθεσθαι, ἀλλὰ συμβούλιον λαθραίως ἐποιοῦντο. Ψιθυρισμὸς γάρ ἐστιν ἀπαῤῥησίαστον φθέγμα καὶ λαθραία κακολογία, ὡς λοιδορία ἡ ἐν φανερῷ καὶ κατὰ πρόσωπον κακηγορία. <Λόγον παράνομον κατέθεντο κατ᾽ ἐμοῦ.> (A f. 224 b) Τὸ «Αἷρε, αἷρε, σταύρωσον αὐτόν.» Οὗτος δὲ ὅτι παράνομος ἦν ὁ λόγος, δῆλον ἐκ τοῦ εἰρημένου· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.» Οὐ μὴν ἀλλὰ καὶ τυραννίδος γραφὴν κατ᾽ αὐτοῦ ἐποιήσαντο λέγοντες, ὅτι βασιλέα ἑαυτὸν ποιεῖ, καὶ κωλύει Καίσαρι φόρον δοῦναι. Ἀλλὰ καὶ ψευδομάρτυρας κατὰ Χριστοῦ ἐζήτουν, καὶ τὰ ψευδῆ ἐπλάττοντο. <Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τὸ ἀναστῆναι;> (A f. 224 b) Διαγελᾷ τῶν Ἰουδαίων ὁ Σωτὴρ τὰ σκέμματα, ὡς οἰομένων διὰ τοῦ θανάτου θραύειν αὐτὸν, ὡς ἕνα τῶν καθ᾽ ἡμᾶς. Καί φησι· Πῶς νομίζετε θανάτῳ περιβαλεῖν τὴν ζωήν; Ὕπνος γάρ ἐστιν ἐν ἐμοὶ τὸ θανεῖν, καὶ ὁ θάνατος οὐκ ἐπ᾽ ἀναιρέσει τῆς ζωῆς, ἀλλ᾽ ἐπὶ ἀναστάσει γίνεται. Εἰ γὰρ τριήμερος ἀνίσταμαι, πῶς οὐχ ὕπνος ὁ ἐμὸς θάνατος; <Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα, κ.τ.
λ.> (A f. 224 b, B f. 151) Εἰρήνης ἄνθρωπον τὸν Ἰούδαν φησὶ, διά τοι τὸ δοκεῖν ἐν τοῖς εὐνοοῦσιν αὐτῷ τετάχθαι καὶ φίλοις, τό γε ἦκον εἰς τὸ εἶναι μαθητήν.
Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τί θαυμαστὸν εἰ οἱ ἐχθροὶ κατ᾽ ἐμοῦ κατέθεντο τοιαῦτα, ὅπου γε ὁ οὕτως οἰκεῖος καὶ ὁμοτράπεζος ὤν μοι καὶ σύσσιτος, τὴν πτέρναν αὐτοῦ ὥσπερ λὰξ ἐντείνων κατ᾽ ἐμοῦ ἐπῆρε, καὶ ὃν εἶχε δόλον ἐγύμνωσε, σκελίσαι με διὰ τῆς προδοσίας ἐπιχειρήσας; Πτέρναν γὰρ τὸν δόλον καὶ τὴν κακουργίαν ὠνόμασε, ἐκ μεταφορᾶς τῶν περὶ τάχους ἀγωνιζομένων, καὶ τῇ πτέρνῃ προσπταίειν καὶ πίπτειν παρασκευαζόντων τοὺς συνθέοντας. <Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.> (A f. 224 b, I f. 208) Ταῦτα ἁρμόττει τῷ Χριστῷ διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον. Ἄθρει γάρ μοι πάλιν τὸν ὑπάρχοντα μὲν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν Λόγον, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα, σύνθρονόν τε αὐτοῦ καὶ συγκατάρχοντα τῶν ὅλων, ὡς ἐν ὑφέσει τε ὄντα καὶ ἐν μείοσιν διά τοι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, καὶ ἀνθρωπίνως μᾶλλον διὰ τὴν κένωσιν, ἤγουν θεοπρεπῶς, τοὺς πρός γε τὸν ἑαυτοῦ Πατέρα ποιούμενον λόγους· «Ἐλέησόν με γὰρ, φησὶν, καὶ ἀνάστησόν με.» Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς αὐτός ἐστιν κατὰ φύσιν τὸ ἔλεος τοῦ Θεοῦ καὶ Πατρός; αὐτὸς δὲ ὁμοίως ἡ ἀνάστασις καὶ ἡ ζωὴ, κατὰ τὴν αὐτοῦ φωνήν.
Ἀλλ᾽ ἦν ἀναγκαῖον πᾶσαν αὐτὸν πληρῶσαι δικαιοσύνην· καὶ ἐπειδὴ γέγονεν ἄνθρωπος, τὸ τῆς ἀνθρωπότητος μὴ παραιτεῖσθαι σμικροπρεπὲς, μήτε μὴν τοὺς αὐτῇ πρέποντας ἀπαξιῶσαι λόγους, διὰ τὸ τῆς οἰκονομίας εὐτεχνές. Φαμὲν δὲ ὅτι τὸν ἔλεον, καὶ συνεζευγμένως αὐτῷ τὴν ἀνάστασιν, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ᾽ ἡμῖν αἰτεῖ τοῖς ἐν χρείᾳ καθεστηκόσιν ἐλέου καὶ ἀναστάσεως.
Ὥσπερ γὰρ εἰσελθούσης εἰς τὸν κόσμον τῆς ἁμαρτίας, συνεισήλατο καθάπερ ἰδίᾳ μητρὶ, καὶ ὁ δι᾽ αὐτήν τε καὶ δι᾽ αὐτῆς ἀναφὺς θάνατος· οὕτως ἐξωσθείσης ἐκ τοῦ κόσμου τῆς ἁμαρτίας, συνεξήλατο καὶ ὁ θάνατος. Δικαιούμεθα γὰρ ἐν Χριστῷ κατοικτείροντος ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρός. Λύσιν οὖν ὁ θάνατος ἔχει τὴν ἀνάστασιν τοῦ Χριστοῦ, δι᾽ οὗ καὶ ἐν ᾧ πρὸς ἀφθαρσίαν καὶ ζωὴν ἀνέθαλεν ἡ ἀνθρώπου φύσις. Ὅταν τοίνυν ἀναστήσῃς με, φησὶν, ὦ Πάτερ, τότε καὶ ἀνταποδώσω αὐτοῖς, δῆλον δὲ ὅτι τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. Ἐπιτήρει δ᾽ ὅμως, ὡς ἐκ τῆς καθ᾽ ἡμᾶς σμικροπρεπείας ἀναφοιτᾷ πάλιν .. [εἰς τὸ] θεοπρεπές. Οὐ γὰρ ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, ὅτι Ὅταν ἀναστήσῃς με, τότε καὶ ἀνταποδώσεις αὐτοῖς, ἀλλ᾽ ὡς αὐτὸς ἐσόμενος τῶν ὅλων κριτὴς καὶ ἔστι καὶ νοεῖται Θεὸς, «Ἀνταποδώσω, φησὶν, αὐτοῖς.» Ὡς γὰρ αὐτός που πάλιν φησὶν, «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκεν τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Ὅτι δὲ τοῦ Πατρὸς ἀναστῆσαι λεγομένου τὸν Κύριον ἡμῶν Ἰησοῦν ἐκ νεκρῶν, δι᾽ αὐτοῦ καὶ τοῦτο κατώρθωται, πῶς ἂν ἐνδοιάσειέ τις;
Αὐτὸς γάρ ἐστιν, ὡς ἔφην, ἀνάστασις καὶ ἡ ζωή· Τοιγάρτοι καὶ ἔφη πρὸς Ἰουδαίους περὶ τοῦ ἰδίου σώματος· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ὅτι δὲ δίκας ἐκτετίκασιν Ἰουδαῖοι τῆς εἰς αὐτὸν γενομένης δυσσεβείας, οὐ μακρῶν ἂν γένοιτο χρεία λόγων, αὐτῶν τοῦτο κεκραγότων τῶν συμβεβηκότων αὐτοῖς. Ἀνταπέδωκε γὰρ, Ῥωμαίοις αὐτοὺς παραδούς. Εἶτα πάλιν ἀνθρωπίνως φησίν· <Ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με.> (A f. 225, B f. 151, I f. 208 b) Λαλεῖ πάλιν ὡς ἄνθρωπος, καὶ ὡς διὰ τοῦτο γενόμενος ἄνθρωπος, ἵν᾽ ἡμᾶς ἐν ἑαυτῷ παραθῆται τῷ Θεῷ καὶ Πατρὶ ἐν ἀποστροφῇ, διὰ τὴν παράβασιν, καὶ τὴν καθ᾽ ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἐν Χριστῷ γὰρ ἐσχήκαμεν τὴν πρὸς αὐτὸν οἰκειότητα, καὶ τὸ ἀγαπᾶσθαι λοιπόν.
Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, θύρα τε καὶ ὁδὸς πρὸς οἰκειότητα τὴν πνευματικήν. Ὅταν οὖν, φησὶν, ὧ Πάτερ, ἐλεήσας με ἀναστήσῃς, εἴσομαι δὴ τότε ὅτι τεθέληκάς με, ἀντὶ τοῦ, ἠγάπησας. Ἐν ἀγάπῃ γὰρ ὄντως πᾶν εἴ τί ἐστι θελητόν. Καὶ τότε οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ. Ἐχθρὸν δὲ νοήσεις πάσης τῆς ἀνθρωπότητος τὸν διάβολον, τὸν εἰσαγαγόντα διὰ τῆς ἁμαρτίας τὸν θάνατον. Οὗτος τοίνυν καταλήξει τοῦ χαίρειν, ὅταν ἴδῃ μεταστοιχειουμένην εἰς ἀφθαρσίαν τὴν ἀνθρώπου φύσιν, καὶ ἀναμορφουμένην εἰς εἶδος τὸ ἐν ἀρχαῖς, ἐκποδὼν γεγενημένης τῆς ἁμαρτίας, καὶ σὺν αὐτῇ τῆς φθορᾶς. Ἰδικῶς δὲ καὶ καταμόνας ἐχθροὺς τοῦ Χριστοῦ νοητέον ἀρχιερεῖς, καὶ Γραμματεῖς, καὶ Φαρισαίους, τοὺς καταμισθωσαμένους τὸν Ἰούδαν, καὶ πρὸς Πιλάτον ἀπα[γαγόντας τὸν Ἰησοῦν.] <Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, κ.τ.λ.> (A f. 225 b) Κατακλείει καὶ νῦν εἰς εὐχαριστίαν τὸν ψαλμὸν, ὡς ὑπὲρ πάντων τε καὶ παρὰ πάντων ἀναφερομένην τῷ Θεῷ καὶ Πατρί. Καὶ ἄξιος εἶ, φησὶ, τοῦ εὐλογεῖσθαι αἰωνίως, ἀπὸ μὲν τοῦ παρόντος παρ᾽ ἡμῶν ἀρχομένης τῆς εὐλογίας, τελειουμένης δὲ ἐν τῷ μέλλοντι ὄταν τὸ ἐκ μέρους καταργηθήσεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.