Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία στους Ψαλμούς ΜΑ΄ έως ΜΓ΄

Ερμηνεία των ψαλμών ΜΑ΄ έως ΜΓ΄, περιλαμβάνοντας τη δίψα της ψυχής για τον Θεό, την ελπίδα της λύτρωσης και τον Υιό ως βραχίονα και φως του Πατρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 12 από 23

ΨΑΛΜΟΣ ΜΑʹ. <Εἰς τὸ τέλος, εἰς σύνεσιν, τοῖς υἱοῖς Κορέ.> (A f. 225 b, B f. 152, I f. 209, L f. 112 b) Οἱ τοῦ πρώτου μέρους ψαλμοὶ τῷ Δαβὶδ ἦσαν οἱ τεσσαράκοντα· τὸ δὲ νῦν δεύτερον τμῆμα τριάκοντα περιέχει καὶ ἕνα, ὧν ὀκτὼ μὲν τοῖς υἱοῖς Κορὲ ἐπιγράφονται· εἷς δὲ τῷ Ἀσάφ· καὶ Σολομῶντος εἷς· οἱ δὲ λοιποὶ τῷ Δαβίδ. Πρῶτοι δὲ τούτων οἱ τῶν υἱῶν Κορέ. Ἱεροψάλται δὲ γεγόνασιν οὗτοι, καὶ τὴν ᾠδὴν ᾄδουσιν, οὐκ αὐτοὶ δὴ πάντως συνθέντες αὐτὴν, ἀλλ᾽ ἐξ ἀνδρῶν πνευματοφόρων δεχόμενοι, οἷς ἡ τῶν ἐσομένων κατὰ καιροὺς ἐδέδοτο γνῶσις παρὰ τοῦ πάντα εἰδότος Θεοῦ. Λαβόντες τοίνυν τὸν ψαλμὸν παρὰ τοῦ συνθέντος αὐτὸν Δαβὶδ, τὰ ἐπ᾽ ἐσχάτων σημαίνουσι τῶν καιρῶν. Εἰσφέρουσι δὲ τὸ αὐτοῦ τοῦ Ἰσραὴλ πρόσωπον ἐξομολογούμενον Χριστῷ διὰ τῆς μεταγνώσεως ἧς ποιήσονται ἐπὶ συντελείᾳ τῶν αἰώνων.

Διὸ καὶ «Εἰς τὸ τέλος» ἐπιγέγραπται, διὰ τὸ περὶ τῶν μελλόντων εἶναι τὸν λόγον. Καὶ εἰς σύνεσιν προτρέπεται τοὺς ἐντευξομένους ἡ προγραφὴ, ἐπεὶ θείας ἔδει συνέσεως τοῖς νοεῖν μέλλουσι τὰ μετὰ χρόνους ὅσους ἐσόμενα. Ἀλλὰ τίς ὁ Κορέ; Οὗτος γέγονε μὲν ἐπὶ Μωσέως, ἀπώλετο δὲ μεθ᾽ ὧν συνέστη καταστασιάσας αὐτοῦ· οἱ δὲ τούτου παῖδες οὕτε τῆς δυσσεβείας οὔτε τῆς ἀπωλείας ἐκοινώνησαν τοῦ πατρός· τοσοῦτον δὲ γεγόνασιν εὐλαβεῖς, ὡς καὶ ψαλτῳδοὶ χρηματίσαι. <Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα, κ.τ.λ.> (A f. 227 a. b, B f. 153) Ἐπείπερ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐκ τοῦ Σωτῆρος εἴρητο· «Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς,» νῦν τὸ τῶν ἐσταυρωκότων ὑπόκειται πρόσωπον, οἳ πεπόνθασιν ἀνήκεστα, προδήλου ὄντος ὡς ὕστερον προσληφθήσονται.

Καὶ διψῇν λέγουσι τὸν Θεὸν, καὶ τῆς παρ᾽ αὐτῷ πηγῆς ἐπιθυμεῖν, περὶ ἧς εἴρηται, ὅτι «Παρὰ σοὶ πηγὴ ζωῆς.» Περὶ αὐτῶν γοῦν ὁ Παῦλος ἔφησεν· «Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἳ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;» Ταῦτα τοίνυν Ἰσραὴλ μεταγινώσκων, φησὶ ποθεῖν ἐγγὺς γενέσθαι Θεοῦ κατὰ διάθεσιν καὶ ἁγιασμὸν τὸν διὰ πίστεως τῆς ἐν Χριστῷ· καὶ ὃν ἀπεκτόνασιν ὡς ἄνθρωπον, τοῦτον Θεὸν ὀνομάζουσιν ζῶντα, πλάνην ὁμολογοῦντες καθ᾽ ἣν τὸν ἀρχηγὸν τῆς ζωῆς τῷ θανάτῳ παρέδωκαν. Τὸ δὲ, «Πότε ἥξω,» γλιχομένων ἐστὶ τῆς εἰς ὕστερον κλήσεως, καὶ ζητούντων μαθεῖν τὸν καιρὸν καθ᾽ ὃν καὶ αὐτοὶ ἐμφανεῖς ἔσονται τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ νῦν εἰσιν ἐν ἀποστροφῇ τοῦ Θεοῦ.

Καθ᾽ ἃ δι᾽ Ἡσαΐου φησίν· «Ὅταν τὰς χεῖρας ἐκτείνῃς πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Ὅταν δὲ κληθῶσιν, ὀφθήσονται τῷ προσώπῳ τοῦ Θεοῦ· γέγραπται γὰρ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους.» <Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός.> (A f. 228, B f. 153 b, L f. 212, L f. 113) Ἐκπεπτωκότα τὸν Ἰσραὴλ φειδοῦς τῆς ἄνωθεν δειναὶ κατειλήφασι συμφοραί· πεπόρθηνται γὰρ αἱ τῆς Ἰουδαίας πόλεις ὑπὸ τῆς Ῥωμαίων στρατιᾶς. Καὶ ὅτι ταῦτα αὐτοῖς συμβήσεται, προκαταμεμήνυκεν ὁ Χριστός· «Ὅτ᾽ ἂν γὰρ ἴδητε, φησὶν, κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσιν· Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσατε ἐφ᾽ ἡμᾶς.» Ταῦτα δὴ οὖν ὑπομένοντι τῷ Ἰσραὴλ ἐπετώθαζον, κατὰ τὸ εἰκὸς, τῶν ἀστυγειτόνων τινές· ἐπέχαιρον γὰρ ἀεὶ πολεμουμένοις καὶ κάμνουσιν τὰ περίοικα τῶν ἐθνῶν. Οὐκοῦν ἀντὶ τῶν ἡδίστων καὶ ἀναγκαίων, φησὶ, τουτέστι τραπέζης καὶ τροφῆς, γέγονέ μοι τὸ δακρυῤῥοεῖν καὶ κατολοφύρεσθαι πικρῶς τὴν ἀδόκητον τῶν πραγμάτων ἐπὶ τὰ χείρω φοράν.

Ποίων δὲ ἄρα μνησθῆναί φησι; Πρῶτον μὲν, ὅτι Θεῷ προσκέκρουκε διὰ τῆς εἰς Χριστὸν παροινίας. Εἶτα, ὅτι τῆς δι᾽ αὐτοῦ σωτηρίας ἠμοιρηκὼς, ἠχρειώθη τρόπον τινὰ, καὶ ἁπάσης ἐλπίδος ἀπώλισθεν ἀγαθῆς, ἥλω τε ταῖς οὕτω δειναῖς συμφοραῖς.

Καὶ τρίτον, ὅτι ταυτὶ πεπονθότα ἐπετώθαζόν τινες, ἐπιφωνοῦντες ἀεὶ τὸ, «Ποῦ ἐστιν ὁ Θεός σου;» <Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορτάζοντος.> (A f. 229 b, B f. 154, I f. 214) Οἱ ἐπὶ τοῖς τῶν ἐχθρῶν τωθασμοῖς ἀλύοντες, οὐ μετρίως τῇ τῶν ἀγαθῶν ἐλπίδι καταπιαίνονται, καὶ μεταπηδῶσιν ἐπὶ τὸ χαίρειν τε καὶ ἁπάσης δυσθυμίας ἀμείνω τὴν διάνοιαν ἔχειν, καὶ εὐαγγελίζονται ἑαυτοῖς ὡς ἐν καιρῷ τευξόμενοι τῆς διὰ Χριστοῦ σωτηρίας τε καὶ ζωῆς, καὶ ταῖς θείαις αὐλαῖς ὁμοῦ τοῖς ἄλλοις ἁγίοις ἐνδιαιτησόμενοι, καὶ συμμεθέξοντες τῆς ἑορτῆς τῆς ἐπί γε, φημὶ, ταῖς ἀκαταλήκτοις δοξολογίαις πραττομέναις εἰς Θεόν. Ἁγιοπρεπὴς γὰρ ἡ τοιάδε πανήγυρις· καὶ πιστώσεται λέγων ἑτέρωθί που πάλιν ὁ θεσπέσιος Δαβίδ· «Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε.» Θαυμαστὴν δὲ σκηνὴν ὀνομάζει καὶ οἶκον Θεοῦ, τῆς ἐν οὐρανοῖς Ἐκκλησίας τὸ μίμημα τὴν ἐπὶ γῆς δηλονότι.

Ἔτι δὲ ὑψηλότερον προσδοκῶσιν οἱ ἅγιοι, ὅτι μετὰ τὰς ἐνταῦθα κακοπαθείας διαδέξεται αὐτοὺς τὸ τρισμακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ ἡ ἄνω, καὶ ὁ ἐνδοτάτω αὐτῆς οἶκος, εἰς ὃν ὑπ᾽ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθήσονται, κατὰ τὸν Σύμμαχον εἰπόντα· Διαβασταχθήσομαι ἕως τοῦ οἴκου τοῦ Θεοῦ· ὄθεν καὶ τὸ, «Ἁρπαγησόμεθα ἐν νεφέλῃ.» Πρὸς τὴν αἰσθητὴν δὲ διὰ Μωσέως σκηνὴν, τὴν νοητὴν ἐκάλεσε θαυμαστὴν, τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Εἰ δὲ χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς οὐκ εἰκὸς, ψυχῆς μετὰ γυμνασίαν αὐτάρκη ἀναγομένης εἰς τὰ ἅγια τὰ ἐπουράνια, φωνὴν εὔφημον γίνεσθαι πλήθους τῶν πανηγυριζόντων ἐπὶ τῇ τῶν σωζομένων σωτηρίᾳ;

Ἔνθα φησίν· «Ἀφίξομαι ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορταζόντων,» ὑμνολογῶν δηλονότι, καὶ τοῖς ἑορτάζουσιν ἀναμὶξ ἀνάπτων τὰς ὑμνῳδίας τῷ σεσωκότι Χριστῷ. <Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογεύσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ Θεός μου.> (A f. 229, B f. 154, I f. 214) Ἐπιτιμᾷ ταῖς λύπαις τῇ εἰς Χριστὸν ἐλπίδι χρώμενος ὁ σταυρωτὴς λαὸς, καί φησιν· Εἰ τετήρηται, ὦ ψυχὴ, καιρὸς, καθ᾽ ὃν ἡ διὰ πίστεως ἡμῶν κλῆσις ἀγάγοι ἡμᾶς μετὰ τῶν ἑορταζόντων εἰς τὴν σκηνὴν, διὰ τί περίλυπος εἶ, καὶ κατατρύχῃ ταῖς λύπαις; Ἔλπισον ἐπὶ τὸν Θεόν· ἐξομολογήσομαι γὰρ αὐτῷ, καὶ αὐτὸς ἔσται σωτήριον τοῦ ἐμοῦ προσώπου. Τὸ δέ γε πρόσωπον ἔοικεν ἐν τούτοις ἀντὶ τοῦ κάλλους εἰπεῖν· τοῖς μὲν γὰρ πιστεύουσιν εἰς Χριστὸν τὸ θεῖον ἐμπρέπει κάλλος· μορφοῦται γὰρ ἐν αὐτοῖς δι᾽ ἁγιασμοῦ τε καὶ δικαιοσύνης [al. cod. σωφροσύνης]. Τοῖς γε μὴν ἀπίστοις ἕψεται δὲ πάντως τὸ εἰδεχθές· οὐ γὰρ ἔχουσιν ἐμπρέπον ἑαυτοῖς τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος. Διὰ τοῦτο καὶ τοῖς τὴν ἐν νόμῳ δικαιοσύνην τετιμηκόσιν μετὰ τὴν πίστιν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὐκοῦν ὅτε Χριστὸς ἐν ὑμῖν μορφοῦται, τότε τοῦ τῆς ψυχῆς προσώπου, τουτέστι τοῦ κάλλους αὐτῆς, τὴν σωτηρίαν ἐργάζεται.

Εὖ δὲ δὴ σφόδρα Θεὸν ὁμολογεῖ τὸν Ἐμμανουὴλ ὁ σταυρωτὴς λαὸς, καίτοι διώκων αὐτόν ποτε καὶ λέγων· «Διὰ τί σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» Ἀλλ᾽ ὡς ἤδη καὶ ἐγνωκὼς τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ προσενεγκὼν τὴν ἐξομολόγησιν, Θεὸν αὐτὸν ἑαυτοῦ φησιν, καὶ τὸ καλὸν ὅνομα μεθ᾽ ἡμῶν ἐπιγράφεται, τὸ εἶναί τε καὶ καλεῖσθαι Χριστιανός. <Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ.> (A f. 229 b) Ἐπειδὴ ἐταράχθη, φησὶν, ἡ ψυχή μου, ἀναμνήσας ἐμαυτὸν τῶν σῶν θαυμασίων, ὧν τε κατὰ τὸν Ἰορδάνην ἡμῖν ἔδειξας, ὧν τε κατὰ τὸ γειτονοῦν αὐτῷ ὄρος τὸ Ἀερμὼν, παραμυθήσομαι ἐμαυτόν. Ὑψηλῶς δὲ οὕτω φησί· Γενησόμενος ἐν τῷ Ἰορδάνῃ, τουτέστιν ἀξιωθεὶς τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικαῦτά σου μνησθήσομαι διὰ τοῦ ῥήματος τῆς ὁμολογίας· μνησθήσομαι δὲ καὶ τοῦ Ἑρμωνιεὶμ, ὃ ἑρμηνεύεται ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν ἀνοίγοντος φωτισμοῦ. Δοκεῖ δέ μοι ἡ τῶν εἰρημένων διάνοια τοῦτον ἔχειν τὸν νοῦν, κατὰ τὸ ῥητόν. Μετὰ τὴν Μωσέως τελευτὴν, Ἰησοῦ τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσάγοντος, ὡς οἱ ἱερεῖς ἐπέβησαν τῷ Ἰορδάνῃ, τὴν κιβωτὸν ἐπ᾽ ὤμοις φέροντες, ὁ Ἰορδάνης, ὥς φησιν ἡ Γραφὴ, ἐπληροῦτο καθ᾽ ὅλην τὴν κρηπίδα αὐτοῦ. Καὶ ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν πῆγμα ἕν· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν τῶν ἀλῶν.

Καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, τοῦ μὲν κάτω φερομένου ῥεύματος χωροῦντος εἰς τὴν θάλασσαν τὴν ἁλυκὴν, τοῦ δὲ ἄνωθεν κατιόντος, παραδόξως Θεοῦ δυνάμει ἀναστελλομένου, καὶ εἰς τοὐπίσω χωροῦντος· καὶ δὴ τὰ ἀπὸ τῶν πηγῶν ἄνωθεν προχεόμενα τοῦ Ἰορδάνου ῥεύματα, μὴ ἔχοντα διέξοδον, ἐκυρτοῦτο, καὶ σωρὸς εἷς ἐγίνετο, ἐπαιρομένων τῶν ὑδάτων καταλλήλων, διὰ τὸ ἀποκεκλεῖσθαι αὐτοῖς τὴν διέξοδον. Ἀναπολῶν οὖν, φησὶ, τῇ μνήμῃ τῆς τότε γενομένης τῷ λαῷ ἐπισκοπῆς τὴν χάριν, εἰκότως ἐπὶ τοῦ παρόντος τὴν ψυχὴν κατατήκομαι, μηδεμιᾶς τοιαύτης καὶ ἐφ᾽ ἡμῶν γενομένης τοῦ Θεοῦ προνοίας. Οἱ μὲν γὰρ παραδόξως τὸν Ἰορδάνην διῆλθον, καὶ τὸ παρακείμενον ὄρος τὸ Ἀερμών· ἐπ᾽ ἐμοῦ δὲ τοῦ ταῦτα λέγοντος τοιοῦτον οὐδὲν πέπρακται. Ταῦτα τῶν αἰχμαλώτων τὰ ῥήματα. <Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου.> (E f. 79 b, L f. 114) Ἄβυσσος δηλοῖ τὸ τῆς πολυπληθίας ἄπειρον· ἀντὶ τοῦ εἰπεῖν· Τὴν ἀλλήλων συμμαχίαν ἐπὶ τῇ καθ᾽ ἡμῶν συγκαλοῦνται [al. cod. ἐγκαλ.] συνδρομῇ, διὰ τὸ τὴν συγχώρησιν τῆς ἐκείνων συνδρομῆς [al. cod. ὁρμῆς] εἶναι διάβασιν· καταῤῥακτῶν γὰρ εἰκότως τὴν τοῦ Θεοῦ συγχώρησιν ὡς πρὸς τὰς ἀβύσσους ἐκάλεσεν. (

A f. 250, I f. 225 b, L f. 114) Οὐ μόνον τοῦ ἐν τῷ Ἰορδάνῃ γενομένου θαύματος ποιοῦνται μνήμην ἐπὶ σωτηρίᾳ τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ καὶ ἑτέρων πάλιν θαυμάτων ποιοῦνται κατάλογον, τιθέντες ἐφεξῆς ἅπερ συνέβη γενέσθαι κατὰ καιρούς. Ἀλλόφυλοι μὲν γάρ ποτε κατεστρατεύοντο τῶν ἐξ Ἰσραὴλ εἰς Μασσηφάτ· γέγραπται γὰρ οὕτως ἐν ταῖς Βασιλείαις. Ὡς δὲ προσήγαγον εἰς μάχην, τὸν τοῦ πολέμου νόμον ἐξηρτυμένοι, δεδιότες τὴν ἔφοδον οἱ ἐξ Ἰσραὴλ, προσῄεσαν τῷ θεσπεσίῳ Σαμουὴλ, καὶ τὰς ὑπέρ γε σφῶν αὐτῶν ποιεῖσθαι λιτὰς ἐλιπάρουν. Ὁ δὲ τέθυκεν ἄρνα γαλαθηνὸν, καὶ ὕδωρ ἐξέχεεν ἐπὶ τὴν γῆν, εἰς τύπον μυστηρίου τοῦ κατὰ Χριστόν. Καὶ τοιαύτης γενομένης ὑπὲρ αὐτῶν θυσίας, κατηνέχθη τῶν πολεμίων χάλαζα τοσαύτη, ὥστε σχεδὸν ἅπαντας οὐδενὸς αὐτοῖς ἀνθρώπου μαχομένου πεσεῖν. Ἔοικεν δὴ οὖν τὴν τῆς χαλάζης ἄσχετον φορὰν, ἄβυσσον ἐπ᾽ ἀβύσσῳ τρέχουσαν ὀνομάζειν· τὸ γὰρ ἐπικαλεῖται, ἀντὶ τοῦ ἐκκαλεῖταί [al. cod. ἀνακαλεῖται] φησιν. Ἀλλεπάλληλος γὰρ ἦν ἡ ταύτης φορὰ, καὶ ὥσπερ ἐξεκαλεῖτο τὴν δευτέραν ἡ πρώτη.

Φωναὶ δὲ καταῤῥακτῶν αἱ τῆς χαλάζης καταφοραὶ νοηθεῖεν ἄν. <Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον.> (A f. 230 b, I f. 215 b, L f. 114) Εἶτ᾽ εὐθὺς ἑτέρου διαμνημονεύουσι θαύματος· διῆλθον γὰρ διὰ τῆς Ἐρυθρᾶς θαλάσσης, τὴν τοῦ Φαραὼ φυγόντες μοχθηρίαν· καὶ οἷον ἐδόκουν μὲν οἱ τῶν κυμάτων μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις, φέρεσθαι κατ᾽ αὐτῶν, ἀλλ᾽ ἠδίκουν οὐδέν· τοῦτο οἶμαι, ἔστι τὸ, «Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον·» ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ ξηρὰ ἐφυλάχθη ἡ διάβασις. <Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ [var. lect. αὐτοῦ].> (A f. 251, K f. 84 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ μέντοι μεθ᾽ ἡμέραν ὁ Θεὸς, τουτέστι φανερῶς καὶ οἱονεί πως ἐν φωτὶ, καθυπισχνεῖται τὸν ἔλεον διὰ φωνῆς ἁγίων· δηλοῖ δὲ αὐτὸν, τουτέστι καθίστησιν ἐμφανῆ, καὶ εἰς πέρας ἄγει διὰ νυκτὸς, τουτέστι κατὰ τὸ ἀφανές. Ἴσως δὲ καὶ τὸ τάχος βούλεται εἰπεῖν τῆς τοῦ Θεοῦ βοηθείας. Ὥσπερ γὰρ βουληθεὶς κύματα πολεμίων ἐπήγαγές μοι, οὕτω βουληθεὶς ἀπαλλάξαι με, ὀξυτάτην νεμεῖς τὴν ἐπικουρίαν, ὥστε ἅμα τῷ προστάξαι σε, μηδὲν κωλῦσαί με εὐχαριστῆσαί σοι, καὶ μηδὲν μέσον εἶναι τοῦ σοῦ προστάγματος καὶ τῆς ἀπολύσεως [cod. ἀπολαύσεως]. (

B f. 156) Τρίτον ἐπισυνάπτει τοῖς εἰρημένοις σημεῖον, ἡνίκα Ῥαψάκης πολιορκήσας τὴν Ἱερουσαλὴμ, τὸν τῶν ὅλων ὡς μὴ δυνάμενον αὐτοὺς σώζειν ἐβλασφήμει Θεὸν, ὅτε τῶν σὺν αὐτῷ διὰ μιᾶς νυκτὸς ὑπ᾽ ἀγγέλου χιλιάδες ρπεʹ ἀνῄρηνται· τοῦ Θεοῦ τῇ πρὸ τῆς νυκτὸς ἡμέρᾳ τῷ Ἐζεκίᾳ προειρηκότος· «Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου·» ὡς ἐν ἡμέρᾳ μὲν γενέσθαι τὴν ὑπόσχεσιν, ἐν νυκτὶ δὲ τὸ ἔργον. Ὃ δηλοῖ τὸ, «Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει.» Ἐπὶ τοσαύτῃ τοίνυν προνοίᾳ Θεοῦ πῶς οὐκ ἄξιον ἀποθέσθαι τὴν λύπην, ἐπ᾽ αὐτῷ θέμενον τὴν ἐλπίδα; <Παρ᾽ ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου.> (A f. 231, B f. 156) Ὁ δέ γε θεῖος Κύριλλος στίζων εἰς τὸ, «καὶ νυκτὸς ᾠδὴ αὐτῷ,» εἶτα ἐπάγων τὸ, «Παρ᾽ ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου,» οὕτως ἑρμηνεύει τὸν στίχον· ὅτι ὡς πιστὸς ἤδη ὁ ἀπόβλητος Ἰσραὴλ προσευχὴν ἔχειν ἐν ἑαυτῷ φησι τὴν ὑπέρ γε μόνης τῆς ἑαυτοῦ ζωῆς, καὶ μηδενὸς ἄλλου τῶν προσκαίρων. Ἢ ὅτι πάλαι μὲν κατὰ τὸν νόμον θυσίας ἐπηγγέλλοντο τῷ Θεῷ τὰς δι᾽ αἱμάτων, μεταβαλούσης δὲ τῆς σκιᾶς εἰς ἀλήθειαν, τὴν ἑαυτῶν ζωὴν καθιεροῦμεν αὐτῷ· κατὰ τὸ, «Παραστήσατε τῷ Θεῷ τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν.»

Ἡ προσευχὴ τοίνυν ἐνταῦθα σημαίνει τὴν ὑπόσχεσιν· ὡς εἶναι τὸν νοῦν τοιοῦτον, ὅτι Παρ᾽ ἐμοὶ τῷ Ἰσραὴλ ἡ τῆς ζωῆς μου εὐχὴ καὶ ἡ ὑπόσχεσις τῷ Θεῷ καθιέρωται. Εἶτα διδάσκει τῆς προσευχῆς τὰ ῥήματα. <Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ· διὰ τί μου ἐπελάθου; κ.τ.λ.> (A f. 231 b) Ἐπαναλαμβάνει πάλιν ὁ μεταγινώσκων λαὸς τὴν ἱκετηρίαν, ἐπὶ πλέον ἐκκαλούμενος εἰς ἔλεον τὸν Θεόν. Ἐγὼ μὲν γὰρ, φησὶν, οὐκ ἐπιλανθάνομαι τοὺς σοὺς εἰδὼς οἰκτιρμοὺς καὶ τὰς ἀποκειμένας ἐλπίδας· σὺ δὲ οὐκ οἶδα τίνος μου χάριν ἐπιλέλησαι.

Λήθην δὲ ἐπὶ Θεοῦ μὴ πάθος εἶναι νόμιζε, ἀλλὰ τὴν ἐγκατάλειψιν. Ἡ γὰρ λήθη τὸ ἀνθρώπινον πάθος, μνήμης οὖσα ἀποβολὴ, θείας φύσεως οὐχ ἅπτεται· ἀπαθὲς γὰρ τὸ Θεῖον καὶ ἀμετάβλητον. Διὰ τοῦτο καὶ ἐρωτᾷ τὸ, «Διὰ τί μου ἐπελάθου;» Οὐδεὶς δὲ περὶ ἀκουσίου πάθους τῆς λήθης λέγει τὸ, Διὰ τί; ἀλλ᾽ ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν, τὸν τῆς παρὰ Θεοῦ ἀνάξιον ἐπιμελείας. <Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδισάν με οἱ θλίβοντές με.> (I f. 218) Ἐχθρῶν δὲ διαμνημονεύσας, διαβάλλει μὲν αὐτῶν τὸ ἀνήμερον καὶ ἀνηλεές· Συνέθλων γὰρ τὰ ὀστᾶ μου, φησὶν, τουτέστιν ἀφορήτως ἐπεπήδων, καὶ ἀδεῶς ἐναλλόμενοι πᾶσαν ἐπῆγον συντριβήν.

Ἀλλ᾽ ἦν μοι τοῦτο δυσφορητότερον τὸ κατονειδίζεσθαι παρ᾽ αὐτῶν, ἀεὶ κεκραγότων· Ποῦ ἐστιν ὁ Θεός σου; ὅπερ ἐστὶ, Τίς δὴ ἄρα σε τῶν διωγμῶν ἐξαρπάσει; ποῦ δὲ καὶ ὁ πάλαι βοηθεῖν ὑπισχνούμενος, ἐφ᾽ ᾧ πᾶσαν ἔθου τὴν ἐλπίδα; Οὐκ ἀνεκτὴ γὰρ τοῖς ἁγίοις ἡ κατὰ Θεοῦ γλωσσαλγία. <Ἵνα τί περίλυπος εἷ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, κ.τ.λ.> (A f. 252. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἴδιον τῶν πασχόντων τὸ συνεχεῖς λογισμοὺς στρέφειν ἐν ἑαυτοῖς, ποτὲ μὲν ἀπογνώσεως, ποτὲ δὲ ἐλπίδος. Τοῦτο κἀνταῦθα ὅ τε μεταγινώσκων ὁ Ἰσραὴλ, ὅ τε αἰχμάλωτος ποιεῖ· ἱκανῶς γὰρ τῇ συμφορᾷ ἑκάτερος ἐπιδακρύσας, πάλιν τῇ ἑαυτοῦ ψυχῇ ἐγκελεύεται μὴ κατατήκεσθαι τῇ λύπῃ μηδὲ ταράττεσθαι, ἀλλ᾽ ἐλπίδα τὸν Θεὸν τίθεσθαι, καὶ αὐτῷ εὐχαριστεῖν· ὅστις δούλου μορφὴν ἀναλαβὼν, σωτηρία γέγονε τοῦ ἡμετέρου προσώπου, τουτέστι τοῦ κάλλους τῆς εἰρήνης ἣν ἐρυπώσαμεν.—(I f. 218) Εἶτα πάλιν εἰς εὐθυμίαν ἀναβιβάζων τὴν ἑαυτοῦ ψυχὴν, καὶ [οὐκ] ἐῶν εἰς ἅπαν ταῖς δυσθυμίαις καταμαραίνεσθαι, βλέπει σοφῶς εἰς ἐλπίδα τὴν παρὰ Θεῷ, καὶ δὴ καί φησιν· «Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με· Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· ἡ σωτηρία τοῦ προσώπου μου ὁ Θεός μου.» Τούτων δὲ τὴν ἑρμηνείαν φθάσαντες εἰρήκαμεν.

ΨΑΛΜΟΣ ΜΒʹ. <Ψαλμὸς τῷ Δαβίδ.> (A f. 232 b, B f. 157, I f. 219, L f. 115 b) Κύριλλος ὁ θεῖός φησιν, ὡς ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ τὸ τοῦ Ἰσραὴλ εἰσεκομίσθη πρόσωπον, οἷα δὴ τὴν κλῆσιν ἑαυτοῦ τὴν ἐν ἐσχάτοις καιροῖς εἰδὸς, καὶ δεδιψηκὸς δὲ οὕτω τὸ προσοικειοῦσθαι λοιπὸν διὰ πίστεως τῷ Θεῷ· ἐν δέ γε τῷ προκειμένῳ ψαλμῷ τὸ τῆς τῶν ἐθνῶν πληθύος εἰσκομίζεται πρόσωπον, σωθῆναι παρακαλούντων διὰ πίστεως τῆς εἰς Χριστόν.

Βούλονται δὲ καὶ βασανισθῆναι τὴν αἰτίαν ὑφ᾽ ἧς διολώλασιν· αὕτη δὲ ἦν ἡ τοῦ διαβόλου σκαιότης, καὶ ᾑ τῶν ἀκαθάρτων πνευμάτων πλεονεξία· τούτους γὰρ καὶ ἀνόσιον ἔθνος ὀνομάζουσιν· ἢ τάχα που καὶ τοὺς τῆς ἐκείνων ἀνοσιότητος ὑπουργοὺς, τοὺς Ἑλλήνων φημὶ λογάδας καὶ ποιητάς· τούτους δὲ καὶ ἀδίκους καὶ δολίους ὀνομάζουσιν, ὡς ἀπαταιῶνας καὶ ψεύστας. Φησὶ γάρ· <Κρῖνόν μοι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, κ.τ.λ.> (A f. 232 b) Σὺ, φησὶν, αὐτὸς γενοῦ μοι κριτὴς, Κύριε, ὁ μὴ ἐξ ἀκροάσεως δικάζων, ἀλλ᾽ ἐξ ἐπιστήμης τὸ δίκαιον ἐπιφέρων, καὶ τῆς τοῦ Σατανᾶ πλεονεξίας καὶ τῶν ἀλλοτρίων [num ἄλλων?] δαιμόνων ἀπάλλαξον. Ἄνθρωπον γὰρ τὸν διάβολον καὶ Ἡσαΐας ὀνομάζει λέγων· Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεὸν εἶπον βοηθῆσαι αὐτοῖς. <Ὅτι σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, κ.τ.λ.> (A f. 232, I f. 219 b, L f. 115 b) Καὶ οἱ ἐκ περιτομῆς μεταγινώσκοντες, κραταίωμα ἑαυτῶν τὸν Θεὸν ἐπιγράφονται· καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες, τοῦτον ἰσχὺν ἑαυτῶν τίθενται· καὶ οἱ αἰχμάλωτοι παρ᾽ ἄλλου λυτρωθῆναι οὐκ ἐλπίζουσιν. Ὅτ᾽ ἂν δὲ οἱ μὴ πιστεύσαντες Θεῷ λέγωσιν, ὅτι Σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, φαμὲν ὅτι Θεός ἐστιν τῶν ὄλων δημιουργὸς, καὶ πάντα πρὸς τὸ εὖ εἶναι συνέχων· αὐτὸς κραταίωμα τῶν ὅλων, κατά γε τὴν ἐν ἀρχῇ τῇ κοινῇ φύσει δοθεῖσαν χάριν.

Εἰ δὲ προσκεκρούκασίν τινες, ὄλισθον ὑπομείναντες προαιρετικὸν, καὶ μακρὰν γεγόνασι Θεοῦ, διά τε τῆς ἁμαρτίας, καὶ προσέτι τοῦ λατρεῦσαι παρ᾽ αὐτὸν τῇ κτίσει .. οὐδὲν [κωλύει] κραταίωμα καὶ αὐτὸν εἶναι λέγειν τὸν Θεόν. Ἀλλ᾽ ἐξώσθησαν διὰ τὴν μεταξὺ χωρήσασαν ἁμαρτίαν, καταθλίβοντος καὶ ἐγκειμένου τοῦ Σατανᾶ, καὶ σκυθρωπάζειν παρασκευάζοντος διὰ προσδοκίαν.

Πῶς γὰρ ἦν ἔχειν δύνασθαι τὸ χρῆναι δὴ χαίρειν τοῖς ὅσον οὐδέπω κολασθησομένοις διὰ τὴν ἁμαρτίαν; <Ἵνα τί ἀπώσω με, κ.τ.λ.> (A f. 232. b) Οἱ τῆς ἐν Χριστῷ ἐπιθυμοῦντες κλήσεως, ἐπιταχύνουσι ταύτην, καὶ τὴν τοῦ Θεοῦ ἀποστροφὴν λυθῆναι παρακαλοῦσιν, ἵνα μὴ ἐπὶ πλέον ἐκθλίβῃ αὐτοὺς ὁ Σατανᾶς. Καὶ οἱ δορυάλωτοι εἰδότες ὡς παρὰ Θεοῦ ἦν αὐτοῖς τὸ κρατεῖν, εἰκότως ἀπωσμὸν Θεοῦ τὸ κρατεῖσθαι ὀνομάζουσι. Τὸ δὲ, ἵνα τί; οὐχ ὡς ἐγκαλοῦντες ἢ ἀποδυσπετοῦντες λέγουσιν, ἀλλ᾽ ὡς τῆς κακοπαθείας πέρας ἔχειν ὀφειλούσης διὰ τὸν ἔλεον. Ἵνα τί γὰρ, φασὶ, Κύριε, τὸ σὸν οὐκ ἐπιτελεῖται, ὅπερ ἐστὶν ὁ ἔλεος, ἀλλὰ τὸ ἐξ ἡμῶν πλεονέξει; <Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου.> (A f. 233, E f. 80, I f. 219 b) Ἐναργῶς γὰρ ἐν τούτοις τὸν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κατασημαίνουσι φωτισμόν. Τοῦτο γὰρ καὶ πάλαι Θεὸς διὰ φωνῆς Ἡσαΐου καθυπισχνεῖται λέγων· «Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν.» Καὶ πρὸς αὐτὸν λέγεται τὸν Υἱόν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην, γενοῦ εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν.» Ἱκετεύουσι δὴ τὸν ἐν τοῖς οὐρανοῖς Θεὸν καὶ Πατέρα, τὸ ἴδιον αὐτοῖς ἀποστεῖλαι φῶς, τουτέστι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ θεοπρεπῶς ἀπαστράψαντα Λόγον, ὃν δὴ καὶ ἀλήθειαν ὀνομάζουσιν, ἀντιδιαστέλλοντες τοῖς ψευδωνύμοις θεοῖς.

Καὶ γὰρ ἦν ἀκόλουθον, ἀποπηδῶντας αὐτοὺς τῆς ἀρχαίας ἀπάτης, καὶ πρὸς τὸ φῶς τρέχοντας τὸ ἀληθινὸν, ταῖς τοιαύταις κεχρῆσθαι φωναῖς. Καὶ αὐτὸς δὲ περὶ ἑαυτοῦ φησιν ὁ Χριστός· «Ἐγώ εἰμι τὸ φῶς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή.» Οὐχ ἕτερον δὲ τὸ φῶς τῆς ἀληθείας κατ᾽ οὐσίαν (ἀμφότερα γάρ ἐστιν ὁ τοῦ Θεοῦ Υἱὸς), ἀλλ᾽ ἐπινοίᾳ μόνῃ· καθ᾽ ὃ γὰρ σκιᾶς καὶ ψεύδους ἐλευθεροῖ, ἀλήθεια· καθ᾽ ὃ δὲ πλάνης καὶ ἀγνοίας, φῶς ἐστιν.

Ἀποσταλῆναι μέντοι αἰτοῦσι τὸ φῶς καὶ τὴν ἀλήθειαν, ὡς μὴ ἔχοντες ταῦτα δηλαδή. Οἱ δὲ αἰχμάλωτοι ὡς ἐν σκότει ταῖς συμφοραῖς διάγοντες καὶ ταῖς θλίψεσι, τὴν τούτων ἀπαλλαγὴν φῶς ὀνομάζουσι, καὶ τὴν ἀληθινὴν καὶ βεβαίαν τοῦ Θεοῦ ἀντίληψιν. <Αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὄρος ἄγιόν σου καὶ εἰς τὰ σκηνώματά σου.> (A f. 233, B f. 157 b, I f. 220) Τὸ, ὡδήγησαν, φασὶν ἀντὶ τοῦ, ὁδηγήσουσιν, χρόνον ἀντὶ χρόνου λαβόντες. Οὐ γὰρ ὡς ἤδη τοῦ θείου φωτὸς ἐν μεθέξει γεγονότες, καὶ τῆς ἀληθείας ἐπιδραξάμενοι, δι᾽ αὐτῶν ὁδηγεῖσθαι διατείνονται, ἐκεῖνο δὲ μᾶλλον ὡς εἰ ἐν μεθέξει γένοιντο φωτός τε καὶ ἀληθείας, ὁδηγηθήσονται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ καὶ εἰς τὰ σκηνώματα αὐτοῦ.

Ὅτι δὲ χρόνος ἀντὶ τοῦ χρόνου παρελήφθη, διδάξειεν ἂν εὐκόλως ἡ τῶν ἐφεξῆς στίχων ἀπόδοσις. Οἱ αὐτοὶ γάρ φασιν, ὅτι Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, καὶ ἐξομολογήσομαί σοι. Ὁ δὲ νοῦς οὖτος· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, ἅτινα ὀδηγήσει με καὶ ἄξει με εἰς τὸ οὐράνιον ὄρος καὶ τὰ ἐν αὐτῷ σκηνώματα. Ἢ ὄρος ἅγιον Ἐκκλησίαν νοοῦμεν· οὕτω γὰρ αὐτὴν ὀνομάζειν ἔθος τοῖς ἁγίοις προφήταις, ἅτε δὴ καὶ ὑψοῦ κειμένην νοητῶς, καὶ χθαμαλὸν ἔχουσαν οὐδέν. Ἡ γὰρ τῶν εἰς Χριστὸν πιστευσάντων πληθὺς οὐκ ἀξιοῖ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἐν οὐρανοῖς πολιτεύεται. κἂν ἐπὶ γῆς περιπατῇ. <Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ.> (A f. 233 b, B f. 158, I f. 220 b) Εἰ δὲ καὶ ἐκ τοῦ ἐξ ἐθνῶν εἴη προσώπου, προσεπάγουσι τοῖς ἄλλοις καὶ ταῦτα, ὡς οὔπω μὲν εἰσελάσαντες εἰς τὸ θυσιαστήριον τοῦ Θεοῦ, εἰσελευσόμενοι δὲ κατὰ τὸν τῆς κλήσεως καιρὸν εἰς τὸ θεῖον καὶ πάναγνον τοῦ Σωτῆρος θυσιαστήριον, τουτέστι τὴν Ἐκκλησίαν, ἐν ᾗ τὴν ἁγίαν καὶ καθαρωτάτην καὶ ἀναίμακτον τελοῦμεν λατρείαν· καὶ ἀντὶ τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος, προσκομίζομεν τῷ Θεῷ τὰς δοξολογίας, οἷάπερ κιθάρᾳ χρώμενοι. Καὶ τὸν ἐκ τοῦ πράγματος δὲ καρπὸν, ὡς εὖ εἰδότες ὅποι ἔσται, φασὶ πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου.

Νεότητα δὲ οὐ σωματικὴν ἐν τούτοις νοοῦμεν, νοητὴν δὲ μᾶλλον, τὴν ὡς ἔν γε φημὶ, ἀνακαινώσει τοῦ νοὸς παρὰ Θεοῦ τελουμένην.

Ἐκδύσασθε γὰρ, φησὶ, τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθε τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Περὶ οὗ καὶ ὁ Ψάλλων φησίν· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου,» καθ᾽ ἣν εὐφραίνεταί τις τὰ τῆς εὐσεβείας ἔργα πληρῶν. <Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, κ.τ.λ.> (A f. 233 b. Κυρίλλου καὶ Ἀθανασίου.) Κιθάραν τὸ σῶμα λέγει, δι᾽ οὗ πέφυκεν ὁ νοῦς ἀνακρούεσθαι, καθάπερ διὰ χορδῶν τῶν αἰσθητηρίων μελῳδίαν ἀναπεμπομένων Θεῷ. Δηλοῖ δὲ ἡ κιθάρα καὶ τὴν νέκρωσιν τοῦ σώματος, καὶ τὴν συμφωνίαν τῶν ἀρετῶν· τὴν μὲν γὰρ νέκρωσιν αἱ νευραὶ, τὴν δὲ συμφωνίαν αἱ ἁρμονίαι αἰνίττονται. Δέδειχε δὲ τὴν μὲν φαιδρότητα τῇ τῆς κιθάρας προσθήκῃ, τὴν δὲ ἀγάπην ἐν τῇ προσφωνήσει τῇ δὶς ἐπαναλαμβανομένῃ· «Ὁ Θεὸς γὰρ, φησὶν, ὁ Θεός μου,» ἵνα μάθῃς ὅτι τὸν ἐπὶ πάντων Θεὸν, τοῦτον ἐξαίρετον Θεὸν διὰ ζῆλον καὶ πίστιν οἱ ἐκ περιτομῆς μεταγινώσκοντες, καὶ οἱ ἐξ ἐθνῶν πιστεύοντες ἐπιγράφονται· οἷς καὶ ἡ πνευματικὴ νεότης εὐφραίνεται, ἀντικειμένως ἔχουσα πρὸς τὸν παλαιὸν ἄνθρωπον. Μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων, συγγενῶς τῷ καινῷ ἀνθρώπῳ καὶ τῇ καινότητι τοῦ πνεύματος, εἴσεισι πρὸς τὸν Θεὸν, τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα. <Ἔλπισον ἐπὶ τὸν Θεόν.> (A f. 234) Ἀντὶ τοῦ ἔλπισον, ἀνάμεινον εἶπεν ὁ Σύμμαχος. Οὕτω γάρ σοι λέγειν ἐξέσται. «

Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Καὶ, «Ἡ ἐλπὶς δὲ οὐ καταισχύνει.» Τί δὲ δεῖ καὶ λυπεῖσθαι, ἀγαθῶν τοιούτων ἐλπιζομένων; Ἔτι γὰρ μικρὸν ὅσον, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, ὅς ἐστι φῶς καὶ ἀλήθεια.

ΨΑΛΜΟΣ ΜΓʹ. <Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν.> (B f. 159, I f. 222) Τῆς αὐτῆς οὔσης προγραφῆς τῆς τοῦ τεσσαρακοστοῦ πρώτου ψαλμοῦ, καὶ τὸν ἴσον περιεχούσης τῇ πρώτῃ λόγον, ὁποῖός τις ἄρα ἐστὶν ὁ τῶν ψαλλόντων σκοπὸς, εἰπεῖν ἀναγκαῖον. Περιθήσομεν τοίνυν αὐτοῖς τὸ πρόσωπον τῶν ἀμέμπτως ἐν νόμῳ πολιτευσαμένων, καὶ κατωρθωκότων εὖ μάλα τῆς ἐπαινουμένης τὸ τηνικάδε πολιτείας τὰ αὐχήματα· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος γράφων, ὅτι γέγονεν ἄμεμπτος κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ.

Εἰσὶ δὲ οἷς ἄμεινον εἶναι φαίνεται τὰ ῥηθέντα κατὰ τὴν πρώτην ἔκδοσιν, φημὶ δὴ ὑπὸ Εὐσεβίου τοῦ Καισαρείας. Οὐκοῦν πρέποι ἂν φέρεσθαι τὸν ψαλμὸν ἢ ἐκ προσώπου τῶν ἁγίων προφητῶν, ἤγουν παρὰ τῶν ἀδιαβλήτως τὴν ἐν νόμῳ λατρείαν κατωρθωκότων. <Καὶ κατεφύτευσας αὐτούς.> (B f. 159 b, I f. 223) Ὡς ἐπὶ ἀμπέλου δὲ τὸ κατεφυτεύθησαν λέλεκται· ἄμπελος γὰρ εὐκληματοῦσα ὁ Ἰσραήλ. Καὶ ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. <Ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου.> (B f. 159 b, I f. 223) Προστιθέντες, φησὶν, ὅτι «καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου,» τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας, κατὰ τὸ εἰκὸς, διαμέμνηνται.

Πρόσωπον μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, εἰκὼν ἀπαράλλακτος ὑπάρχων αὐτοῦ, καὶ τῆς ὑποστάσεως χαρακτήρ. Φωτισμός γε μὴν ὁ ἐξ αὐτοῦ πεμπόμενος εἰς νοῦν καὶ καρδίαν τῶν καλουμένων εἰς ἀπολύτρωσιν, ἡ διὰ τοῦ ἁγίου Πνεύματος σύνεσις Θεῷ προσάγουσα τοὺς φωτιζομένους, Οὐκοῦν ἐνηργῆσθαί φασιν τήν τε λύτρωσιν Ἰσραὴλ, καὶ μὴν καὶ τὸ κατισχύσαι τῶν ἐθνῶν αὐτοὺς, ὡς ἐκ Θεοῦ Πατρὸς διὰ τῆς πανσθενοῦς αὐτοῦ χειρὸς, ἤτοι βραχίονος, τουτέστι τοῦ Υἱοῦ, καὶ ὡς ἔν γε φωτισμῷ τῷ διὰ τοῦ ἁγίου Πνεύματος. Τὸν αὐτὸν δὲ Σωτῆρα, Λόγον τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντα, διαφόροις ἐπινοίαις χεῖρα τοῦ Θεοῦ καὶ δεξιὰν καὶ βραχίονα ὀνομάζουσιν αἱ θεῖαι Γραφαὶ, ὡς καὶ σοφίαν Θεοῦ καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ δύναμιν· ὡς ὀνόματα εἶναι διάφορα καθ᾽ ἑνὸς ὑποκειμένου. Ἡσαΐας γοῦν φησι· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Δαβὶδ δὲ αὐτὸν ἐνταῦθα οὐ μόνον βραχίονα, ἀλλὰ καὶ δεξιὰν χεῖρα ὀνομάζει. Πρὸς δὲ διάνοιαν, τοῦ Ἰσραὴλ ἐκβεβλημένου μετὰ τὸ προδοῦναι τὸν Σωτῆρα, ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν κατηχήσει θείᾳ ταῖς θείαις Γραφαῖς ἐνεφυτεύθημεν. Καὶ ὁ βραχίων ἡμῶν καὶ ἡ ἐργασία οὐκ ἔσωσεν ἡμᾶς, χάριτι δὲ τὴν σωτηρίαν ἐσχήκαμεν.

Οὐ γὰρ ἐξ ἔργων, ἀλλ᾽ ἐκ πίστεως τῆς εἰς Χριστὸν ἐδικαιώθημεν. <Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ.> (B f. 160, I f. 224) Σύμμαχος· «Σὺ εἶ βασιλεύς μου, ὁ Θεός· ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ.» Ταῦτα δὲ τοῖς ἐν τῷ λαῷ κατορθοῦσι καὶ τοῖς προφήταις ἁρμόσει, μὴ οἰκείᾳ σώζεσθαι ὁμολογοῦσι δυνάμει.

Νοήσεις δὲ καὶ οὔτως· ἐοίκασιν ὁμολογεῖν διὰ τοῦ, «Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου,» ὅτι ἀεὶ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχεις. Οὐκοῦν ὁπότε, φησὶν, ἐπίκουρος τῶν ἐξ Ἰσραὴλ ὁ παναλκὴς καὶ ἀνίκητος, καὶ οὐκ ἔστιν ἡμᾶς ὑποπτεῦσαι τὴν αὐτοῦ ἐξατονῆσαι δύναμιν, λείπεται λοιπὸν οὐδὲν ἕτερον ἐννοεῖν, πλὴν ὅτι προσκεκρούκαμεν· ταύτῃτοι καὶ παρεωράμεθα καὶ πεπτώκαμεν, καὶ μόνην ἔχομεν ἐλπίδα τὴν παρὰ τῆς σῆς γαληνότητος καὶ φιλανθρωπίας ἐπίδοσιν. Σὺ γὰρ εἶ ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, ἀντὶ τοῦ, ὑπισχνούμενος· ἐπήγγελτο δὲ Θεὸς τοῖς περὶ τὸν θεσπέσιον Ἀβραὰμ καὶ τοῖς ἐξ αὐτοῦ, διασώσειν ἅπαν τὸ ἐξ αὐτῶν ἐσόμενον γένος. (K f. 86, I f. 224) Γέγραπται γὰρ, ὅτι «Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Ἢ τὸ ἔντειλαι, νεῦσον μόνον, καὶ σωτηρίας ὁ σὸς λαὸς ἀπολαύσηται. <Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.> (L f. 116 b) Τὰ κερασφόρα ζῶα ὅπλον τὸ κέρας παρὰ τῆς φύσεως εἴληφε· ἡμεῖς δὲ κέρας σωτηρίας καὶ νικηφόρον ὅπλον τὸ σὸν ἔχομεν ὄνομα. Οὔτε γὰρ τόξῳ, οὔτε ἄλλοις ὅπλοις θαῤῥῶ· πεῖραν γὰρ τῆς σῆς δυνάμεως ἔλαβον, διὰ σοῦ τῶν ἐναντίων ἤδη κρατήσας. (B f. 160) Τῶν δὲ ἁγίων κέρας ὁ Κύριος. Παρὰ δὲ τῷ Δανιὴλ βασιλείας σημαίνει τὰ κέρατα. Καὶ ἀλλαχοῦ δέ φησιν· «Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου.»

Πῶς οὖν ἑτέρωθι λέγει, «Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ,» ὡς ἑτέρου ὄντος τοῦ ὑψοῦντος παρὰ τὸ κέρας; Σαφῶς ἄρα τοῦ λαοῦ κέρας ὁ τοῦ Θεοῦ Λόγος ὑψούμενος ὑπὸ τοῦ Πατρὸς, ἐπείπερ ἐκένωσεν αὐτόν. Διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, κατὰ τὸν Ἀπόστολον. Τούτῳ οὖν τῷ κέρατι αὐτῶν καὶ τῷ βασιλεῖ θαῤῥεῖν φασι πρὸς σωτηρίαν, ἀλλ᾽ οὐ τῇ σφετέρᾳ δυνάμει. Διόπερ ἐπάγουσιν· «Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν·» ἣ κατὰ Ἀκύλαν, καυχησόμεθα· ἢ κατὰ Σύμμαχον, ὑμνοῦμεν. Λέγουσι δὲ καὶ ἐξομολογεῖσθαι αὐτῷ, συνήθως τῆς Γραφῆς ἀντὶ εὐχαριστίας ταττούσης ἐξομολόγησιν. <Καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.> (B f. 160 b, I f. 224 b, L f. 116 b) Ὄνομα αὐτοῦ, ἐν ᾧ ἐξουδενῶσι τοὺς ἐπανισταμένους, τὴν δόξαν δηλοῖ· ἴνα γὰρ δοξάζηται Θεὸς, ἐδίδου τὸ δύνασθαι.

Ἐλυτρώσατο γοῦν Θεὸς τὸν Ἰσραὴλ ἐκ χειρὸς Αἰγυπτίων, ταῖς θεοπρεπέσιν εὐκλείαις ἑαυτὸν στεφανῶν. Καὶ γοῦν ἔφη πρὸς Φαραὼ, ὅτι «Δι᾽ αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Ἔφη δέ που ὁ Θεὸς καὶ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν· καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὔτε ἐν ῥομφαίᾳ, οὔτε ἐν πολέμῳ, οὔτε ἐν ἅρμασιν, οὔτε ἐν ἵπποις, οὔτε ἐν ἱππεῦσιν.» <Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς.> (L f. 117) Ὡς ἰδίου σώματος ἀναλαμβάνουσιν εἰς ἑαυτοὺς οἱ ταῦτα λέγοντες προφῆται τὰ τοῦ ἀσεβοῦντος λαοῦ. Οἱ μὲν γὰρ πατέρες ἡμῶν ταῦτα, φησὶν, ἀνήγγειλαν ἡμῖν. Εἶτα μέσον διάψαλμα, εἰς παράστασιν τῆς μεταβολῆς. Νυνὶ δὲ τἀναντία πάρεστιν θεωρεῖν· ἀβοηθήτους γὰρ ἐν τῷ πολέμῳ κατέλιπες· οὐδὲ γὰρ συνεξῆλθες ταῖς δυνάμεσιν ἡμῶν. <Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν ἡμῶν.> (B f. 161 b, I f. 225 b, K f. 86 b) Ὁ μὲν οὖν ἀλαλαγμὸς ἐπινίκιός ἐστι φωνὴ τῶν νενικηκότων. Ἐπειδ᾽ ἂν δὲ καὶ ὀλίγους εἶναι συμβαίνῃ τοὺς τοῦτο δρᾷν εἰωθότας, τότε φαμὲν μηδὲ εἶναι πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν. Ἡττήμεθα οὖν καὶ διηρπάσθημεν παρ᾽ ἐχθρῶν, καὶ τούτων εὐαριθμήτων· οὐ γὰρ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν.

Ὡς ἂν εἰ ἔλεγεν· Εἰς τοῦτο ἥκομεν κακῶν καὶ ἀσυγκρίτου ταλαιπωρίας, ὡς ἁλῶναι κατὰ κράτος, καὶ οὐ πολλῇ τῶν μαχομένων πληθύϊ. <Ἔθου ἡμᾶς εἰς παραβολὴν τοῖς γείτοσιν ἡμῶν.> (A f. 239 b) Τί δέ ἐστι παραβολὴ νῦν; διήγημα, ὑπόδειγμα, καὶ ὀνειδισμός. Καὶ οἱ πόῤῥωθεν γὰρ τὰ ἡμέτερα διηγοῦνται. Αἰχμάλωτοι γὰρ γεγονότες οἱ ἐξ Ἰσραὴλ, καὶ ταῖς τῶν ἑλόντων πλεονεξίαις ἐνειλημμένοι, κεχρηματίκασιν ἐπάρατοι, φασκόντων ἡμῖν, κατά γε τὸ εἰκὸς, οὕτω· Μὴ γενοίμην ὡς οἱ Ἰσραηλῖται. <Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὀδοῦ σου.> (A f. 240 b, B f. 162 b, I f. 226 b) Κατὰ τὸν ἄγιον Κύριλλον τὸ, «Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου,» οὕτω νοήσεις· Ἀπειθήσας ὁ Ἰσραὴλ τοῖς διὰ Χριστοῦ κηρύγμασιν, προσαποβέβληκε καὶ τὸ εὐδοκιμεῖν δύνασθαι διὰ νομικῆς λατρείας· πέπαυται γὰρ ἡ τοῦ νόμου σκιὰ, καὶ μετεσκευάσθησαν οἱ τύποι πρὸς ἀλήθειαν. Τοῦτο διδάσκουσι λέγοντες, ὅτι «Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.» Ἔφη δέ που καὶ δι᾽ ἑνὸς τῶν προφητῶν περὶ τῆς Ἱερουσαλήμ· «Ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ.» Οὐ γὰρ οἶδεν ὅλως ἡ τῶν Ἰουδαίων Συναγωγὴ τοὺς τῆς κατὰ Θεὸν εὐδοκιμήσεως τρόπους.

Ἀλλ᾽ οὐδ᾽ ἂν εἰ μάθοι τυχὸν, βάσιμον ἔχει τὸ χρῆμα· Χριστὸν γὰρ οὐκ οἶδεν τὸν ἐμφανίζοντα τὴν ὁδὸν, δι᾽ ἧς ἄν τις εἰσελάσειε πρὸς ζωήν. Ταῦτα οὖν φασιν, ὅτι ἀσεβήσαντες εἰς Χριστὸν, καὶ τοῦ τελεῖν τὴν κατὰ νόμον λατρείαν ἐξώσθησαν.

Ἤδη δὲ ἔφαμεν ὡς οἱ προφῆταί εἰσιν οἱ ἀναφέροντες τὴν ἱκετείαν ἐκ προσώπου τοῦ λαοῦ, οἰκειοποιούμενοι τὰ διὰ τὰς αὐτῶν ἁμαρτίας συμβάντα κακά. Ἐπεὶ ἄλλως, πῶς ἐνταῦθά φησι μήτε ἐπιλαθέσθαι, μήτε μὴν ἀδικῆσαι ἐν τῇ διαθήκῃ αὐτοῦ, καὶ οἷον ἀνόπιν πέμψαι τὰς ἑαυτῶν καρδίας, εἶτα παθεῖν τὴν ἀποστροφὴν, καὶ τὰ ἐξ ὀργῆς ὑπομεῖναι βλάβη· Ἢ γὰρ ψεύσονται, μὴ ἀδικῆσαι λέγοντες ἐν τῇ διαθήκῃ αὐτοῦ, ἢ τῶν θείων κριμάτων οὐ μετρίαν ποιήσονται τὴν καταβοὴν, ὡς οὐκ ἐν δίκῃ παθόντες κεκολασμένοι.

Οὐκοῦν οἱ προφῆται ὄντες δίκαιοι, καὶ νομοφύλακες γεγονότες, ὡς ἐξ αἵματος τοῦ Ἰσραὴλ, οἰκειοῦνται τὰ πάθη τῆς ἀγελαίου πληθύος, ἥτις καὶ πεπαρῴνηκεν εἰς Χριστόν· καὶ τὰς τῶν προσκεκρουκότων ποιοῦνται λιτὰς, εὖ εἰδότες ὅτι κατοικτείρειν ἔθος τῷ πάντων Δεσπότῃ, καὶ πολλοὺς ἔσθ᾽ ὅτε τῶν ἁμαρτωλῶν δι᾽ ὀλίγους δικαίους. Καὶ ὥσπερ ἐν τῇ ἐρήμῳ ἀσεβήσαντός ποτε τοῦ λαοῦ, καὶ παραδοθέντος τῷ ὀλοθρευτῇ, λαβὼν Ἀαρὼν τὸ θυμιατήριον προσήνεγκεν ὑπὲρ αὐτοῦ τὸ θυμίαμα, καὶ ὁ Θεὸς ἱλάσθη τῷ πλήθει διὰ τὴν τοῦ ἱερέως ἀναφορὰν, οὕτως καὶ οἱ ἐν τῷ λαῷ κατορθοῦντες, τὴν λογικὴν αὐτῶν θυσίαν ἀναπέμπουσιν ὑπερευχόμενοι τοῦ λαοῦ, καὶ τὰ οἰκεῖα προσάγοντες κατορθώματα. Τῷ γὰρ πλήθει ταῦτα λέγειν οὐχ ἥρμοζεν, ὅπερ ἀσεβῆσαν τοῖς ἐχθροῖς παραδέδοτο· ἀλλ᾽ ὥσπερ εἰς ἑαυτοὺς ἀνέλαβον οἱ προφῆται τὰ πάθη τοῦ πλήθους, οὕτω τὰ ἑαυτῶν ἐκοινοποίησαν κατορθώματα. Ἀκόλουθον γὰρ, πάσχοντος μέλους ἑνὸς, συμπάσχειν πάντα τὰ μέλη, καὶ δοξαζομένου συγχαίρειν. <Οὐχὶ Θεὸς ἐκζητήσει ταῦτα; Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας.> (L f. 118 b) Αὐτὸν ποιεῖ μάρτυρα λόγων τε καὶ διανοημάτων, ὅτι μηδὲν αὐτοὺς τῆς εὐσεβείας μετέστρεψεν. Ἐν γὰρ τῷ σῷ ὀνόματι παῤῥησίαν ἔχοντες, φασὶν, ἐγκαυχώμεθα. Οἶσθα δὲ καὶ τοὺς λογισμοὺς αὐτοὺς, ἐν οἷς καθ᾽ ἑκάστην ἡμέραν ἕνεκα τῆς εὐσεβείας ἐθανατούμεθα.

Ὁ γὰρ τῇ προθέσει λογισάμενος ἐφ᾽ ἑκάστῳ πειρασμῷ τὸν ὑπὲρ ἀληθείας ἀναδέξασθαι θάνατον, δυνάμει τέθνηκεν· ὅπερ ἔφη καὶ Παῦλος, διαφόρους ὑφιστάμενος πειρασμοὺς, καὶ λέγων· «Καθ᾽ ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν.» Ἐν τοῖς οὖν κρυφίοις ἡμῶν ἐθανατούμεθα πᾶσαν ἡμέραν, καὶ παραδεδωκότες ἄπαξ ἑαυτοὺς θυσίαν ὑπὲρ τοῦ λαοῦ, τῷ λογισμῷ τοῦτο πεπόνθαμεν. Ὡς οὖν ταῦτα παθόντες ἐπιστρέφομέν σε πρὸς ἡμᾶς, καὶ διεγείρομεν ὥσπερ καὶ καθεύδοντα εἰς τὰ φαῦλα. <Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσον ἡμᾶς ἔνεκεν τοῦ ὀνόματός σου.> (B f. 163 b) Τὴν ἐν ὑστέροις καιροῖς ἐσομένην τοῦ Ἰσραὴλ ἐπιστροφὴν καὶ κλῆσιν, διὰ τῶν προκειμένων ἡμῖν κατασημαίνουσι στίχων· προσεπάγοντες δὲ τοῖς ἑαυτῶν λόγοις, ἤτοι ταῖς πρὸς Θεὸν ἱκετείαις τὸ, «ἕνεκεν τοῦ ὀνόματός σου,» διαῤῥήδην ὁμολογοῦσιν, ὡς οὐκ ἄξιοι μὲν τοῦ ἐλεεῖσθαι δεῖν, οἱ τῆς ἑαυτῶν ἀγνοίας τὸ κέρας ἀκονήσαντες τῷ Χριστῷ. Πρέπει γε μὴν τὸ ἐλεεῖν αὐτὸν, καὶ τοῖς ἀνθρωπίνοις πταίσμασιν μὴ συνεκτείνειν τὰ ἐξ ὀργῆς, κατοικτείρειν δὲ μᾶλλον δι᾽ ἑαυτόν. Καὶ γοῦν ἔφη δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Οὐ δι᾽ ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος, ἀλλὰ διὰ τὸ ὄνομά μου.»