Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία στους Ψαλμούς ΣΤ΄ έως Ι΄

Σχολιασμός των ψαλμών ΣΤ΄ έως Ι΄, περιλαμβάνοντας ικεσίες για έλεος, την καταδίκη των ασεβών, τη θεία κρίση και τη συντριβή των δαιμονικών δυνάμεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 23

ΨΑΛΜΟΣ ϛʹ. Κυρίλλου ἐκ τοῦ εἰς Ψαλτήριον ὑπομνήματος, ῥητοῦ προκειμένου· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.» Καίτοι ταῦτα ἀκούσας παρὰ τοῦ προφήτου, μεμένηκεν ἀσφαλής· οὐ κατώλισθεν εἰς τὸ ῥᾴθυμον, οὐκ ἀνῆκε τοῦ τόνου· ἀλλὰ καίτοι λίαν ἡσθεὶς ἐπὶ τῇ τοῦ συγχωρήσαντος ἡμερότητι, καὶ χαριστηρίους ἀνατείνας ᾠδὰς, οὐδὲν ἧττον ἄθυμος ἦν ὅτι προσκέκρουκεν ὅλως· πρέπει γὰρ ἁγίοις ἐπαινεῖσθαι μᾶλλον ἢ συγγινώσκεσθαι. <Μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.> (A f. 33.) Λέγων δὲ, «Μὴ τῇ ὀργῇ σου παιδεύσῃς με,» παραιτεῖσθαί πως ἔοικε τοῦ νομικοῦ γράμματος τὴν ἀποτομίαν. Ἀθετήσας γάρ τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· τοιγάρτοι καὶ κατακρίσεως διακονίαν ὁ θεσπέσιος Παῦλος τὸν νόμον ὀνομάζει· δεδικαίωκε γὰρ οὐδένα, πικρὰς δὲ τοὺς ἁμαρτάνοντας ἐζήτει δίκας. Οὐκοῦν τῆς ἐν νόμῳ παιδεύσεως ἀμείνων ἐστὶν ἀσυγκρίτως ἡ διὰ Χριστοῦ· ἡ μὲν γὰρ εἰς ἔλεγχον ἔκειτο τῶν ἠσθενηκότων, καὶ εἰς κατάκριμα τῶν παραβαινόντων, ἡ δὲ εἰς δικαίωσιν τῶν ἠσθενηκότων.

Ὃ τοίνυν εἴπομεν, οὐ παρακαλεῖ μὴ ἐλεγχθῆναι, ἀλλὰ μὴ θυμῷ. <Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.> (A f. 34 b.) Οὐκ εἶπεν· Ἄνες μοι, οὐδὲ ἔνδος μοι, ἀλλ᾽ Ἴασαι· τὰ γὰρ πρότερα ἀξιοῖ τραύματα ἀφανισθῆναι.

Προσελθὼν γὰρ ὡς ἰατρῷ πνευμάτων τῷ Θεῷ, καὶ ὁμολογήσας τῆς φύσεως τὴν ἀσθένειαν, αἰτεῖ τὴν ἐπικουρίαν· καὶ Διψῶ τὴν ἴασιν, λέγων, ἐν κακοῖς με γεγονότα ἐλέῳ θεράπευσον. Ἐξ ἀσθενείας γὰρ ἦλθον ἐπὶ τὸ πάθος. Τίς δὲ ἡ ἀσθένεια; Ἐξηρθρώθη τὰ ὀστᾶ μου, καὶ διελύθη ἀπὸ τῆς μετ᾽ ἀλλήλων ἁρμονίας. Ὀστᾶ δὲ λέγει τοὺς σώφρονας λογισμοὺς, τοὺς τὴν ψυχὴν διερείδοντας, καὶ τὰς λόγῳ ληπτὰς τῆς ψυχῆς δυνάμεις, αἳ καὶ ἀνέχουσιν αὐτὴν εἰς νοητικὴν εὐρωστίαν· οἷον ἐγκράτεια, φρόνησις, ἡ κατὰ Θεὸν ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς· ὧν οὐκ οὐσῶν ἐν ἡμῖν ἀσυγχύτως, ἤγουν ἐν κόσμῳ τῷ δεόντι διὰ τοῦ τὴν ἰδίαν ἔχειν ἰσχὺν, πᾶσά πως ἀνάγκη ταράττεσθαι τὴν ψυχὴν, ἀτακτούντων ἐν αὐτῇ τῶν παθῶν.

Τότε γὰρ οἷον ἐν σάλῳ γινομένη κοσμικῶν ἡδονῶν κινδυνεύει δεινῶς· ἀτονούσης γὰρ ἐν ἡμῖν τῆς ἀρετῆς, κατακρατεῖ πάντως εἰς φαυλότητα κατασείουσα ἡδονή. Ὅτι δὲ ὀστᾶ τροπικῶς νοηθεῖεν ἂν αἱ νοηταὶ τῆς ψυχῆς δυνάμεις, καθ᾽ ἃς ἔχει τὴν εἰς τὸ εὖ εἶναι σύστασιν καὶ διαμονὴν, αὐτὸς ὁ Δαβὶδ ἑρμηνεύει τοῦ λόγου τὸ αἴνιγμα, δι᾽ ὧν ἐπήγαγε τοῖς εἰρημένοις. ὅτι Ἡ ψυχή μου ἐταράχθη σφόδρα. <Ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.> (A f. 35 b.) Οἶμαι δὲ καὶ ἕτερόν τι κατασημαίνεσθαι, διὰ τοῦ φάναι τὸν Ψάλλοντα ταραχὴν ὑπομεῖναι τὰ ὀστᾶ αὐτοῦ. Ἔκτισε μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ὁ Θεός· ἐπεὶ δὲ τὴν δοθεῖσαν πεπάτηκεν ἐντολὴν ὁ προπάτωρ Ἀδὰμ καὶ παρώλισθεν εἰς παράβασιν, ἐπάρατος ἦν εὐθύς. Εἴρηται γὰρ πρὸς αὐτόν· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Τεταράχθαι τοίνυν καὶ κατὰ τοῦτον οἶμαι τὸν τρόπον τὰ πάντων ὀστᾶ, ἅτε δὴ λυθείσης εἰς θάνατον τῆς σαρκός· εἰσέδραμον γὰρ καὶ αὐτὴν τὴν ψυχὴν θόρυβοί τε καὶ πτοῖαι, καὶ ἡ τῶν παθῶν τυραννίς. Φθαρτοῦ γὰρ ἅπαξ γεγονότος τοῦ σώματος, τὰ τῆς φθορᾶς ἐν αὐτῷ βεβλάστηκε πάθη, καὶ ὁ τῆς ἁμαρτίας εἰσέδυ νόμος, ὁ ἐν τοῖς μέλεσι τῆς σαρκὸς, ὁ ἀντιστρατευόμενος καὶ αἰχμαλωτίζων τὸν νοῦν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων.

Γέγονε τοίνυν ἴασις τῇ ἀνθρώπου φύσει, τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως ἡ δύναμις ἔπαυσε γὰρ τὴν φθορὰν, συνήγαγε τὰ πάντων ὀστᾶ κατεσκεδασμένα· πτοίας καὶ θορύβου παντὸς καὶ δειμάτων καὶ προσέτι παθῶν καὶ πλεονεξίας διαβολικῆς ἐλευθέραν ἀπέφηνε τὴν ἀνθρώπου φύσιν. <Καὶ σὺ, Κύριε, ἕως πότε;> (A f. 35 b) Μᾶλλον δὲ εἰ χρή τι καὶ μυστικώτερον εἰπεῖν, οὐκ ἐπιτιμᾷ τοῖς τοῦ Θεοῦ κρίμασιν ὁ προφήτης, οὔτε μὴν ὡς μέλλοντα καὶ ἀναδυόμενον τὴν ἐπικουρίαν καταιτιᾶται τὸν τῶν ὅλων Δεσπότην, περιεργάζεται δὲ μᾶλλον τὸν τῆς ἐπιδημίας καιρὸν τοῦ εἰς τέλος ἐγηγερμένου Χριστοῦ κατὰ τὴν ὀγδόην.

Πότε γὰρ, φησὶν, ἐλεύσῃ ὁ διὰ τῆς ἀναστάσεώς σου τὴν ἴασιν ἡμῖν χαρισόμενος; Ἔστι δὲ τὸ ἕως πότε καὶ τῆς χρονίας μετανοίας παραστατικόν. <Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου.> (A f. 36, B f. 24, E f. 11) Ὁ γὰρ ἅπαξ τοῖς τοῦ θανάτου βρόχοις ἁλοὺς, ἀπρακτήσει ἂν πρὸς πᾶσαν ἀρετήν. «Οὐκ ἔστιν, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου,» τουτέστιν ὁ τὰς ἐντολὰς τηρῆσαι δυνάμενος, τῆς βοηθείας τοῦ πνεύματος μὴ συμπαρούσης. [<Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου.> Τὸ Ἐκοπίασα φησὶν ἀντὶ τοῦ Κοπιάσω. Ἔσται δὲ τοῦτο σαφὲς διά γε τῶν ἐφεξῆς κειμένων. Οὐ γὰρ Ἔλουσα τὴν κλίνην μου, φησὶν, ἀλλ᾽ οὐδὲ Ἔβρεξα τὴν στρωμνήν μου, ἀλλ᾽ ἐπ᾽ ἀμφοῖν τὸ Λούσω, καὶ Βρέξω φησίν. Ὑπισχνεῖται γὰρ ἔσεσθαί τις φιλοπονώτατος, καὶ τὸν ἀνειμένον καὶ ἄφετον οὐκ ἀγαπήσειν βίον.] (A f. 87) Διδάσκει δὲ καὶ ἡμᾶς ὅτι τοὺς εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ, οὐκ ἀργίας καιρὸν ὕπνου τε καὶ ῥᾳθυμίας ἡγεῖσθαι προσήκει τὰ τῶν νυκτῶν διαστήματα (κτηνοπρεπὲς γὰρ τοῦτο καὶ ἀλογώτατον), πόνου δὲ μᾶλλον καὶ ἀϋπνίας τῆς ἐπ᾽ ἀγαθοῖς.

Ἄριστον γὰρ τὸ ἐν ἡσυχίαις μάλιστα καὶ κατὰ μόνας μονονουχὶ Θεῷ διαλέγεσθαι διὰ συχνῆς προσευχῆς, καὶ ἐφ᾽ οἶς μὲν ἤδη κατεγνώσμεθα, συγγνώμην αἰτεῖν· τὰ δὲ ψυχωφελῆ ζητεῖν παρ᾽ αὐτοῦ, καὶ ᾠδὴν αὐτὸν καὶ μέλος ποιεῖσθαι. <Ἐταράχθη ἐν θυμῷ [in marg. γρ. ἀπὸ θυμοῦ] ὁ ὀφθαλμός μου.> (A f. 37 b) Τάχα δὲ ὑπονοστεῖ ὁ Προφήτης πρὸς ἀνάμνησιν τῶν τῇ ἀνθρώπου φύσει συμβεβηκότων διὰ τὸ προσκροῦσαι Θεῷ τὴν τοῦ γένους ἀρχὴν, τουτέστι τὸν Ἀδάμ. Πρὶν μὲν γὰρ ὀλιγωρῆσαι τῆς θείας ἐντολῆς, καθαρὸν εἶχε τὸν ὀφθαλμὸν, θεοπτίας ἔμπλεων καὶ ἐννοιῶν ἀγαθῶν, καὶ ἦν ἀθώλοτος, ἕτι τῷ θείῳ φωτὶ καταλαμπόμενος. <Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου.> (A f. 38) Ἐξηγεῖται δὲ τίνα τρόπον εἰς πέρας ἐκβέβηκε τὰ τῆς εὐθυμίας αὐτῷ· εἰσηκοῦσθαι γάρ φησι τὴν φωνὴν τοῦ κλαυθμοῦ αὐτοῦ, δεκτήν τε γενέσθαι τὴν προσευχήν. Φωνὴν δέ φησιν, οὐχὶ πάντως τὴν διὰ χειλέων, ἐκείνην δὲ μᾶλλον τὴν ἐκ πραγμάτων μονονουχὶ πρὸς Θεὸν πεμπομένην. Ὥσπερ γάρ ἐστιν ἁμαρτίας φωνὴ, κατὰ τὸ εἰρημένον πρὸς Κάϊν, «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με,» οὕτω καὶ μετανοίας ἐστὶ φωνὴ, ἧς ἀκούει Θεός. Καὶ οὐ δήπου φαίη τις ἂν, ὅτι φωνὴν ἔντονον αἰτεῖ, οὐ γὰρ οὕτω προσεύχεσθαι προστετάγμεθα.

Κραυγὴν δὲ πάλιν ἐν τούτοις φησὶ τὴν ἐκ πόνου λιτὴν, ᾗ κεχρῆσθαι τοὺς ἁγίους ἔθος. <Αἰσχυνθείησαν καὶ ταραχθείησαν.> (A f. 38 b) Καὶ οἱ τῆς κακίας δὲ εὑρεταὶ καὶ διδάσκαλοι δαίμονες ἀποστρέφονται καὶ ὀπίσω πίπτουσιν, ἀφόρητον ὑπομένοντες τὴν τροπήν· πρῶτον μὲν διὰ τὴν παρὰ τοῦ σώζοντος Θεοῦ ἀντίλεξιν, ἔπειτα δὲ διὰ τὸ θέλειν ἡμᾶς ἀπανίστασθαι μὲν τῶν ἀρχαίων ἀῤῥωστημάτων, μεταφοιτᾷν δὲ νεανικῶς εἰς τὸ κατευμεγεθεῖν ἁπάσης φιλοσαρκίας, καὶ τῆς ἐν τῷδε τῷ βίῳ τύρβης οὐδένα ποιεῖσθαι λόγον, εἰς μόνα δὲ βλέπειν τὰ ἀρέσκοντα Θεῷ, καὶ ἐπ᾽ αὐτὰ τρέχειν ἀμεταστρεπτί. Ἀνδριζομένοις γὰρ οὕτω συνέσται Χριστὸς ὁ πάντων ἡμῖν τῶν ἀγαθῶν καὶ δοτὴρ καὶ πρύτανις.

ΨΑΛΜΟΣ Ζʹ. <Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.> (A f. 39 b) Σὺ δέ μοι ὅρα, ὅτι σε τοσαύταις ἐγγυμνασθέντα νίκαις, πάλιν ἀπολύει πρὸς ἑτέρους ἀγῶνας ὁ λόγος, πάλιν ἀλείφει τῇ τῶν πειρασμῶν προσβολῇ.

Ὁ αὐτὸς γὰρ πολέμιος, ὁ Ἀβεσσαλὼμ ἐκεῖνος, ὥσπερ ἀναγεννηθεὶς ἐξ ἡμῶν, τὸν καθ᾽ ἡμῶν ἐξαρτύεται πόλεμον· ὃν ἀνατρέπει φονῶντα καθ᾽ ἡμῶν ἡ ἡμετέρα περὶ τοῦ πράγματος εὐβουλία· μᾶλλον δὲ ἡ παρὰ τοῦ Θεοῦ συμμαχία. Ἥ γε μὴν σώζουσα ἡμᾶς γνώμη, ἀγχόνη γίνεται τοῦ ἀντικειμένου· αὕτη δέ ἐστιν, τὸ ἴσον εἰς κακίαν ἡγεῖσθαι, ἄρχειν τε ἀδικίας καὶ ἀμύνεσθαι τὸν κατάρξαντα. Ὁριστὴς γὰρ τῆς καθ᾽ ἑαυτοῦ τιμωρίας ὁ Δαβὶδ γίνεται, εἰ εὑρεθείη κακοῦ τὸ κακὸν ὥσπερ ἐν συναλλάγματι διαμείψας, καὶ ἀντιδοὺς παρεσχημένοις ὃ ἔλαβε. <Εἰ ἔστιν ἀδικία ἐν χερσί μου.> (A f. 41) Τάχα δὲ οὐ τὸ πάντη ἐλεύθερον ἀδικίας ἑαυτῷ ὁ Δαβὶδ μαρτυρεῖ (ἠδίκησε γὰρ τὸν Οὐρίαν), ἀλλὰ τοῦτο λέγει, ὅτι Ἐν τῇ κατὰ τὸν παῖδα ὑποθέσει, καθαρός εἰμι καὶ ἀνυπαίτιος· οὐδὲν γὰρ αὐτὸν ἠδίκησα, οὔτε τοὺς μετ᾽ αὐτοῦ, ὥστε καὶ εὐάφορμον αὐτοῖς γενέσθαι τὴν κατ᾽ ἐμοῦ δίωξιν. Εἶτα καὶ τὸ ἀμνησίκακον προβάλλεται, ἐκκαλούμενος δι᾽ αὐτοῦ εἰς ἔλεον τὸν Θεόν.

Καὶ δῆλον ἀφ᾽ ὧν ἐπάγει· λέγει γάρ· «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.» <Ἀποπέσοιμι ἄρα τῶν ἐχθρῶν μου κενός.> (E i. 12) Τουτέστιν ἀπολισθήσαιμι καὶ τιμῆς καὶ δόξης ἁπάσης, καὶ γενοίμην ὡς χοῦς ὑπὸ πόδας ἐχθρῶν μου. <Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου.> (A f. 42 b) Ὅπερ οὖν ἔφην, μεταπεφοίτηκεν ὁ λόγος εἰς Χριστὸν, καὶ αὐτὸν ἀναστῆναι παρακαλεῖ οὐ κατὰ τοῦ Ἀβεσσαλὼμ (πῶς γὰρ, ὑπὲρ οὗ παρεκάλει λέγων· «Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ;»), ἀλλ᾽ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἀναστῆναι παρακαλεῖ τὸν Θεὸν, ὥσπερ ἐξ ἠρεμίας τῆς πάλαι μακροθυμίας ἐν ὀργῇ καὶ κινήσει κατὰ τῶν περάτων τῶν ἐχθρῶν αὐτοῦ. Πλεῖστοι μὲν οὖν οἱ τῆς ἀνθρωπότητος ἐχθροὶ, τουτέστιν οἱ πονηροὶ καὶ ἀλιτήριοι δαίμονες· πέρατα δὲ αὐτῶν νοηθεῖεν ἂν οἱ προὔχοντες τῶν ἄλλων καὶ ὑπερκείμενοι, οἷον ὁ Σατανᾶς καὶ οἱ ἐγγὺς, ἤγουν οἱ κοσμοκράτορες τοῦ σκότου.

Τούτων κατεξανέστη Χριστός. <Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω.> (A f. 43 b) Ἐνταῦθα σαφῶς περὶ τῆς θεοφανείας τοῦ Σωτῆρος εὐαγγελίζεται. Ἄνωθεν γὰρ διὰ τῶν πατριαρχῶν ταύτην ἡμῖν τὴν σωτηρίαν ὑπέσχετο· καί γε μεμέστωται ἡ θεία Γραφὴ τῶν τοῦ Σωτῆρος φωνῶν, προϋπισχνουμένου διὰ προφητῶν ἁγίων ὡς ἥξει κατὰ καιροὺς, καὶ ἐξελεῖται τὴν ὑπ᾽ οὐρανὸν, καὶ οὐκ ἐν μόνῃ τῇ Ἰουδαίᾳ ποιήσεται τῆς ἐνούσης αὐτῷ ἡμερότητος τὴν ἐπίδειξιν, ἀλλὰ γὰρ καὶ ἐπισκέψεται πάντα τὰ ἔθνη· καὶ γοῦν ἐλπὶς ὠνόμασται τῶν ἐθνῶν. Ἐπέφανε γὰρ τῷ κόσμῳ παντὶ Θεὸς ὢν Κύριος καὶ φῶς τὸ ἀληθινὸν, δι᾽ οὗ καὶ αὐτὸν ἐγνώκαμεν τὸν Πατέρα, τῆς ἀρχαίας ἀχλύος ἐσκεδασμένης, τῆς ἐν τῷ πλανᾶσθαι, φημὶ, καὶ ἀναλάμψαντος ἡμῖν ἑωσφόρου κατὰ τὸν νοῦν, καὶ διαυγαζούσης ἡμέρας, ἀνίσχοντος δὲ καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου, τουτέστι τοῦ Χριστοῦ. Ἐξεγέρθητι τοίνυν, φησὶ, κατὰ τὸ πρόσταγμα, ὃ ἐνετείλω, ἤγουν ὃ ἐπηγγείλω ποιήσειν· τοῦτο γὰρ ἐνταῦθα δηλοῖ τὸ ἐντείλασθαι. <Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.> (L f. 44) Τάχα δὲ τὸ, εἰς ὕψος ἐπίστρεψον, ἢ τὸν τίμιον αἰνίττεται σταυρὸν, εἰς ὃν ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας· ἢ τὴν εἰς οὐρανοὺς τοῦ Χριστοῦ ἀναφοίτησιν· ἐπορεύθη γὰρ ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν. Πῶς ὑπὲρ ἡμῶν;

Ἡμῖν ἐγκαινίζων πρόσφατον ὁδὸν καὶ ζῶσαν, ἵνα καὶ αὖθις βάσιμος ὑπάρχῃ λοιπὸν ὁ οὐρανὸς, καὶ εἰσερχώμεθα εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ἀρξαμένου καὶ τοῦδε τοῦ ἐν πᾶσι πρωτεύοντος, δηλονότι Χριστοῦ. <Κύριος κρινεῖ λαούς.> (A f. 44) Εἴρηται δὲ ἐνταῦθα, τὸ κρινεῖ, ἀντὶ τοῦ, δικάσει. Ἐδίκασε γὰρ ἡμῖν τε καὶ τῷ Σατανᾷ· καὶ τὸν μὲν ὡς πλεονεκτήσαντα τὴν ὑπ᾽ οὐρανὸν, τῆς κατὰ πάντων τυραννίδος ἀπώσατο· τοὺς δὲ τὴν ἀφόρητον ὑπομείναντας πλεονεξίαν, κατηλέησεν ὡς Θεὸς καὶ τῇ πίστει ἐδικαίωσε. <Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου.> (A f. 45) Ἑτέρως δὲ εἰπὼν ὁ προφήτης, ὅτι Κύριος κρινεῖ λαοὺς, εἰσφέρει νῦν καὶ τὸ τῶν κρινομένων πρόσωπον, τὴν οἰκείαν ὁμολογούντων ἀσθένειαν, οὔτω τε κριθῆναι παρακαλούντων, ὡς ἂν πρέποι τοῖς τῆς ἀνθρωπότητος μέτροις· ἑτέρα μὲν γὰρ, ὡς ἔφημεν, ἀγγέλων δικαιοσύνη πρέπουσα πάντως τῇ αὐτῶν φύσει· ἑτέρα δὲ ἡ ἀνθρώπων, σμικρὰ δηλονότι καὶ ἀναλόγως ἔχουσα τῇ τῆς φύσεως ἀσθενείᾳ. <Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν.> (A f. 46) Συντελεσθήτω οὖν πονηρία ἁμαρτωλῶν, τουτέστι καταργηθήτω τοῦ διαβόλου ἡ τυραννὶς, καὶ τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων· ἵνα λοιπὸν δι᾽ εὐθείας ὥσπερ καὶ λειοτάτης ἔρχοιτο τρίβου πρὸς τὴν εὐδόκιμον πολιτείαν πᾶς εἴτις ἐστὶ δικαιοσύνης ἐργάτης.

Παροτρύνοντος γὰρ μηδενὸς ἐπὶ θάτερα, κατευθυνεῖ πάντως ὁδὸν αὐτοῦ ὁ δίκαιος· ἢ τάχα συντελεσθῆναι τὴν ἐν τοῖς ἁμαρτωλοῖς πονηρίαν εὔχεται ὁ Προφήτης, τουτέστι παύσασθαι μετατιθεμένων αὐτῶν πρὸς ἀρετήν. Οὐκοῦν κατάληξιν ἁμαρτίας αἰτεῖ ἐν ἑκάστῳ τῶν ἐξ ἀσθενείας ὠλισθηκότων, ἵνα λοιπὸν ὁ δίκαιος κατευθύνηται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀποφανθῆναί τινα τῶν εἰς ἀρετὴν ἀνδραγαθημάτων ἀποτελεστὴν, πρὶν ἂν παύσηται τοῦ εἶναι πονηρός. <Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ.> (A f. 46 b) Ἁρμόσει δὲ ὁ λόγος καὶ Ἰουδαίοις καὶ Ἕλλησιν· ἐπειδὴ γὰρ τὸ μὲν ἐν γνώσει πλημμελεῖν, καταφρόνησίς ἐστιν ὁμολογουμένως· τό γε μὴν ἐν ἀγνοίᾳ τοῦτο δρᾷν, εὐάφορμον ἔχει τῆς συγγνώμης τὴν αἴτησιν (πεπλάνηντο δὲ καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, οἱ μὲν ταῖς τῶν ἡγουμένων δυστροπίαις ἀποκομιζόμενοι πρὸς τὸ εὐπειθὲς, καὶ τὸν Λυτρωτὴν ἀγνοήσαντες· οἱ δὲ οὔπω τὸ θεῖον φῶς λαβόντες εἰς νοῦν, οὔτε μὴν ἐγνωκότες τίς ἐστιν ὁ φύσει καὶ ἀληθῶς Θεός)· διὰ τοῦτο ὁ ἐτάζων καρδίαν καὶ νεφροὺς, ἔγνω τούτους τε κἀκείνους πλημμελοῦντας ἐξ ἀμαθίας, καὶ ὡς ἀπό γε τοῦ μὴ εἰδέναι τὸ θέλημα τὸ Δεσποτικὸν, καὶ δικαίαν αὐτοῖς ἐκνενέμηκε τὴν ἐπικουρίαν.

Ὀφείλεται γὰρ τοῖς πεπλανημένοις ἡ ἐπιστροφὴ, τοῖς ἐσκοτισμένοις ὁ φωτισμὸς, τοῖς ἠσθενηκόσι τὸ ἐνισχύεσθαι παρ᾽ αὐτοῦ. Διό φησιν· «Ἡ βοήθεια δικαία παρὰ τοῦ Θεοῦ.» <Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, κ.τ.λ.> (A f. 47 b) Ἐπωφελὲς μὲν οὖν τὸ παράγγελμα τοῖς τὸν ἄφετον καὶ ἀνειμένον ζῶσι βίον, ὅτι κριτὴς δίκαιος ὁ τῶν ὅλων Θεός. Ἔστι δὲ πρὸς τοῦτο καὶ ἰσχυρός. Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; καὶ, Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ναὶ μὴν καὶ μακρόθυμος, μὴ παρὰ πόδας μηδὲ ὁμοῦ τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγων τοῖς ἁμαρτάνουσι. Πλὴν εἰ καὶ ἀνεξίκακος, οὐ χρὴ διὰ τοῦτο ἡμᾶς ῥᾳθυμεῖν.

Μετακομιστέον δὲ πάλιν τοὺς λόγους καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν· ἐπιφωνήσοι γὰρ ἄν τις αὐτοῖς, ὡς εἰ μὴ θᾶττον ἀπόσχοιντο τῶν οἰκείων ἐπιτηδευμάτων, καὶ οἱ μὲν τοῦ τῇ κτίσει λατρεύειν ἀποσταῖεν, οἱ δὲ τὴν εἰς Χριστὸν πίστιν εἰσδέξαιντο, κριτῇ περιπεσοῦνται δικαίῳ καὶ ἰσχυρῷ, καὶ μακροθύμῳ μὲν, πλὴν εἰ μὴ ἀποδύσονται τὰ ἐγκλήματα, καὶ κολάζοντι· τοῦτο γὰρ διὰ τῶν ἐφεξῆς στίχων διδάσκει. Ἵνα γὰρ μὴ ἀκούοντες, ὅτι μακρόθυμος, ῥᾳθυμότεροι γένωνται, ἐπήγαγεν, ὅτι <Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε.> (A f. 48 b, B f. 29) Στιλβώσει, ἀντὶ τοῦ, Γυμνώσει καθ᾽ ὑμῶν τὴν μάχαιραν. Φιλάνθρωπον δὲ τὸ κήρυγμα καὶ ἐξ ἡμερότητος τοῦ Θεοῦ προτεινόμενον τοῖς οὖσιν ἐν ἀσθενείαις· οὐ γὰρ ἁπλῶς, ὅτι γεγόνασιν ἐργάται τῶν πονηρῶν, ἠπείλησεν τὴν ῥομφαίαν αὐτοῖς· ἀλλ᾽ εἰ μὴ βούλοιντο θᾶττον ἐπιστρέφειν, ὅτι πάντη τε καὶ πάντως περιπεσοῦνται δεινοῖς, ἐφήσει νοεῖν. Ἐνέτεινε δὲ καὶ τὸ τόξον, ἕτοιμον ἔχων αὐτὸ τῶν τοῦ θανάτου σκευῶν, ἤτοι τῶν βελῶν, ἐπίμεστον, ἃ καὶ ἐξειργάσθαι φησὶν τοῖς καιομένοις, τοῖς τῆς γεέννης υἱοῖς [cod. υἱοὺς], οἳ κατὰ καιροὺς ἀκούσονται τοῦ Κριτοῦ λέγοντος· «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι,» καὶ τὰ ἑξῆς.

Ῥομφαίαν γε μὴν τόξον τε καὶ βέλη καὶ σκεύη θανάτου, ἢ τὰς διαφορὰς τῶν κολάσεών φαμεν ὑποδηλοῦν, ἤγουν δυνάμεις τινὰς ἐπιφερούσας ἀναλόγως τοῖς ἑκάστου πλημμελήμασι τὰς δίκας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ ἐκ τῶν καθ᾽ ἡμᾶς πραγμάτων σχηματίζειν ἔσθ᾽ ὅτε τὰ μὴ ἐμφανῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ καὶ νοήσει δρώμενα. <Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.> (A f. 49) Ἀκουέτωσαν ταῦτα καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, ὡς ταῖς ἀφύκτοις περιπεσοῦνται δίκαις, εἰ μὴ ἐπιστρέφειν ἕλοιντο, καὶ οἱ μὲν τῆς ἀρχαίας ἀπόσχοιντο πλάνης, οἱ δὲ τῇ μετανοίᾳ τὰ τῆς κυριοκτονίας ἐγκλήματα διασμήχοιντο. <Ὠδίνησεν ἀδικίαν, κ.τ.λ. Λάκκον ὤρυξε, κ.τ.λ.> (A f. 50 b) Ἀλλὰ γὰρ προσεξεργαστέον καὶ ἔτι τὴν ψαλμῳδίαν. Οὐκοῦν λέγοιτο ἂν εἰκότως καὶ περὶ παντὸς ἁμαρτήματος, ὅτι ὁ ἁμαρτάνων συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν· ἀεὶ γάρ πως προανίσχουσι τῶν ἐν κακοῖς ἀποτελεσμάτων, διαλογισμοὶ πονηροί.

Ἁρμόσειε δ᾽ ἂν τὸ ῥητὸν καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, οἳ συλλαβόντες, ἤγουν ἐν ὠδῖσι προεισδεξάμενοι, τῆς κατὰ Χριστοῦ δυσσεβείας τὰ σπέρματα, τῆς τοῦ διαβόλου σκαιότητος ταῦτα αὐτοῖς ἐνσπειράσης, ἐξέτεκον ἀνομίαν, τὴν κατ᾽ αὐτοῦ δηλονότι. Ὠδίνησεν ἀδικίαν καὶ ἔτεκεν ἀνομίαν καὶ αὐτὸς ὁ Σατανᾶς· πειράζων μὲν γὰρ προσῆλθε κατὰ τὴν ἔρημον· εἶτα ἀπέστη μέχρι καιροῦ, καὶ εἰς πέρας ἤγαγε τὸν ἐξ ἀρχῆς τεθέντα σκοπόν. Κατέθηξε γὰρ ἐν αὐτῷ τὰς τῶν Ἰουδαίων καρδίας καὶ τὴν τοῦ προδότου ψυχὴν, ὃς δὴ καὶ κατ᾽ αὐτὸν τὸν τῆς ἑαυτοῦ δυσσεβείας πατέρα, φημὶ δὴ τὸν Σατανᾶν, συνέλαβε μὲν ἀδικίαν κατὰ τοῦ Χριστοῦ, αἰσχρῶν ἕνεκα λημμάτων, καταπροδοῦναι τοῖς φονῶσιν αὐτὸν βουλόμενος. Εἶτα καὶ ἔτεκεν ἀνομίαν· λαβὼν γὰρ τριάκοντα δηνάρια, παρέδωκεν αὐτὸν, σύνθημα φόνου τὸ τῆς ἀγάπης σύμβολον ποιησάμενος, τουτέστι τὸ φίλημα, καὶ αὐτὴν ἀδικήσας τὴν ἀρετήν. Εἶτα δέχεται μὲν ὁ προφήτης, ὡς ἐν λόγῳ παραδείγματος, τὸ ὀρύξαι λάκκον καὶ ἀνασκάψαι αὐτόν· καταλευκαίνει δὲ τοῦ φαινομένου τὴν διάνοιαν, ἐπενεγκὼν εὐθὺς τὸ, Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ. Πόνον δὲ οἶμαι λέγειν αὐτὸν, ἢ τὴν ἐπὶ τῷ τὸν βόθρον ὀρύξαι ματαιοπονίαν, ἢ τὸν φθόνον ὃς κατατήκει τὴν τῶν ἐχόντων καρδίαν· ἀδικίαν δὲ τὴν πλεονεξίαν, ἤγουν τὴν ἐπιβουλὴν ἣν ἄν τις ἐργάσαιτο κατὰ τοῦ πέλας.

Τοιοῦτόν τι καὶ ὁ Παροιμιαστὴς εὑρίσκεται λέγων· «Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται εἰς αὐτόν·» καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ τοιαύτην συγκληρῶσαι τῇ ἐπιβουλῇ τὴν φύσιν, ὥστε εἰς τοὺς ἐπιβουλεύοντας περιτρέψεσθαι. Ἐντεῦθεν καὶ ἡ εὐμηχανία τοῦ Θεοῦ μάλιστα διαλάμπει, καὶ τοῖς πονηροῖς πολὺς ὁ σωφρονισμὸς, καὶ τοῖς διαφεύγουσιν ἡ ἡδονή. <Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.> (A f. 51 b, B f. 30, E f. 13 b) Αὕτη φωνὴ καὶ τῶν ἐν Χριστῷ σεσωσμένων, ὡς καταργηθέντος τοῦ Σατανᾶ καὶ ἀναιρεθέντος τοῦ θανάτου καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, καὶ ἐπιγνωσθέντος ἤδη τοῦ κατὰ ἀλήθειαν Υἱοῦ τοῦ Θεοῦ. Τὸ δὲ, Ἐξομολογήσομαι, φησὶν, ἀντὶ τοῦ, Μετ᾽ ᾠδῆς ποιήσομαι τὴν εὐχαριστίαν κατὰ τὴν ἐνοῦσαν αὐτῷ (cod. E. μοι) δικαιοσύνην, ἤτοι κατὰ τὸ μέγεθος τῆς δικαιοκρισίας ἧς ἐποιήσατο, διασώσας τὴν ἁρπαζομένην ἀνθρωπότητα ὑπό τε τοῦ Σατανᾶ, καὶ τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων.

Μεγάλη τοίνυν ἡ Θεοῦ δικαιοσύνη· διὸ ψάλλειν ἐπαγγέλλονται τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου· ὃν γὰρ οὐκ ᾔδεισαν πάλαι, νῦν Κύριον καὶ Ὕψιστον ὀνομάζουσι.

ΨΑΛΜΟΣ Ηʹ. <Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαβίδ.> (A f. 52) Προαναφωνεῖται τοίνυν διὰ τῆς προκειμένης ᾠδῆς ἡ τῶν ἐθνῶν κλῆσις· ἐπεγράφη δὲ αὕτη· Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Καὶ τὸ μὲν Εἰς τὸ τέλος, δηλοῖ τὴν ἐπὶ συντελείᾳ τῶν αἰώνων γενομένην ἐπιδημίαν, ἤγουν ἐνανθρώπησιν τοῦ Μονογενοῦς· τὸ δὲ ὑπὲρ τῶν ληνῶν τοιάνδε τὴν διάνοιαν ἔχει· τινὲς μὲν γὰρ βούλονται ληνοὺς ὠνομάσθαι τροπικῶς τὰς Ἐκκλησίας Χριστοῦ, εἰς ἃς οἷά τινας βότρυας συγκομίζουσιν οἱ μυσταγωγοὶ τοὺς ἔκ τε τῆς Ἰουδαίων ἀγέλης καὶ ἐκ τῶν ἐθνῶν πιστεύοντας εἰς Χριστὸν, καὶ οἷον ἐξ ἀμπελῶνος Δεσποτικῆς καρποὺς συναγείρουσιν· ἢ ληνοὺς εἶναί φασι τὰ θυσιαστήρια, διὰ τὸ ἐν αὐτοῖς συμφέρεσθαι τὰς παρὰ πάντων δωροφορίας. <Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!> (A. f. 53) Πάλαι μὲν γὰρ ἡ τοῦ Θεοῦ δόξα μονονουχὶ συνεστέλλετο κατὰ μόνην τὴν Ἰουδαίαν· γνωστὸν γὰρ ἦν ἐν αὐτῇ ὁ Θεὸς, καὶ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ· ἐπειδὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, τεθαύμασται τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐκπλήττεται τοίνυν ὁ προφήτης τὴν εἰς ἀνθρώπους χυθεῖσαν γνῶσιν τοῦ ὀνόματος τοῦ Θεοῦ· οὐκέτι γὰρ μόνοις γνωστὸς τοῖς ἐν τῷ Ἰούδᾳ ὁ Θεός. <Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου.> (A. f. 53 b) Τάχα δὲ οὐκ ἄλλη τῆς οἰκονομίας αὐτοῦ ἡ ἐπαρθεῖσα μεγαλοπρέπεια.

Τί γάρ ἐστιν ἐν αὐτῇ μὴ ἔχον ἐν μεγάλοις τὸ πρέπον; ἐκ παρθένου τόκος, ἐν θαλάσσῃ πορεία, ἐν θανάτῳ ἀφθαρσία, καὶ ὅσα τούτοις ἐοικότα. Αὕτη τοίνυν ἡ μεγαλοπρέπεια ἐπήρθη, καθίσαντος ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, μετὰ τὸ καθαρισμὸν τῶν ἁμαρτιῶν πεποιηκέναι.

Οὕτω νοητέον καὶ τὸ ὑψηλότερον αὐτὸν τῶν οὐρανῶν γεγονέναι μετὰ τὴν ἀνάστασιν. <Ἐκ στόματος νηπίων καὶ θηλαζόντων, κ.τ.λ.> (C. f. 14) Τὴν νέαν καὶ καινὴν συναγωγὴν, ἐκ νηπίων λέγει συνεστάναι ψυχῶν, διὰ τὴν ἀναγέννησιν τὴν ἐν τῷ Χριστῷ πανταχοῦ συνιστᾶσαν τῆς οἰκουμένης μετὰ τὴν ἀνάληψιν αὐτοῦ. Διὸ καὶ βοώντων αὐτὸν τῶν παίδων· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,» ἀγανακτοῦσι τοῖς Ἰουδαίοις φησί· «Οὐδέποτε ἀνέγνωτε;» καὶ τὰ ἑξῆς. <Τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.> (A. f. 54) Τὸν διάβολον δηλονότι, ἐπειδὴ μετὰ τὸ ἀναγκάσαι πληρῶσαι τὴν ἁμαρτίαν, καὶ τιμωρεῖται τοὺς ἁμαρτάνοντας, τὸ μέγεθος αὐτοῖς τοῦ ἁμαρτήματος ἐν ὀφθαλμοῖς παριστῶν. Ὁ αὐτὸς γὰρ καὶ εἰς τὸ πλημμελὲς κατωθεῖ, καὶ κατήγορος τῶν ἡμαρτηκότων γίνεται· ὡς μὲν οὖν ἐχθρὸς, ἁμαρτάνειν καταναγκάζει, ὡς δὲ ἐκδικητὴς, παραδεδομένους κολάζει. Ὑμέναιον γοῦν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος, πάλιν ἐπαίδευσε διὰ τὰς εἰς Θεὸν βλασφημίας. <Τίς ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ;> (A f. 56) Ἄπερ οὖν καὶ ὁ Δαβὶδ ἐννοῶν, θαυμάζεται καὶ λέγει· Εἰ καὶ θαυμαστά σου δημιουργήματα ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ ἐν αὐτοῖς ἅπερ ἥδρασας δι᾽ ὅλου τοῦ αἰῶνος ἑστάναι, οὐ μήν σοι μεγάλα πρὸς ὕπαρξιν, ἀλλὰ βραχείας δυνάμεως δακτύλοις ἀναλογούσης· οὕτω γὰρ τὰς μικρὰς δυνάμεις ἐκάλεσε τοῦ Θεοῦ.

Ἀλλά γε τὰ κατὰ τὸν ἄνθρωπον μᾶλλον ἐκπέπληγμαι θεωρῶν, ὅπως καὶ μέμνησαι τούτου καὶ προνοῇ· ὅπερ οὐκ ἂν ὑπῆρξεν, εἴπερ σμικρόν τι παρὰ σοὶ καὶ οὐδαμινὸν ἐτύγχανε ζῶον. (B f. 32) Ἄλλοι μὲν τῶν Ἰουδαίων καθηγηταὶ πεπλάνηνται, μὴ συνιέντες τὸ μυστήριον· ἐγὼ δὲ, φησὶν, τοῖς τῆς διανοίας ὄμμασιν ἐνορῶν τὴν κτίσιν, σὰ τὰ πάντα δημιουργήματα βλέπω. Σὺ κατηρτίσω ἥλιον καὶ σελήνην, καὶ τὸν ἐπ᾽ αὐτοῖς τέθεικας νόμον διηνεκῆ· τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, «Ἐθεμελίωσας αὐτά.» Καὶ μετ᾽ ὀλίγα· Οὐκοῦν εἰ καὶ γέγονας, φησὶν, καθ᾽ ἡμᾶς, καὶ τὸ τῆς ἀνθρωπότητος μέτρον οἰκονομικῶς ὑπελθὼν οὐκ ἐπεγνώσθης παρά τινων, ἀλλ᾽ ἐγὼ τὴν σὴν ἐπίσταμαι δόξαν· οἶδα τῆς κατὰ πάντων ὑπεροχῆς τὸ ἀξίωμα, ὁμολογῶ καὶ ἐν σαρκὶ γεγονότα δημιουργὸν τῶν ὅλων, οἶδά σε Κύριον καὶ παρενεγκόντα πρὸς σὲ ἥλιον καὶ σελήνην. Δέχεται δὲ ἀπὸ μέρους, ἵνα πᾶσαν νοῇς τὴν κτίσιν. <Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους.> (A f. 56 b, B f. 32 b, K f. 35 b.) Λογικαὶ μὲν οὖν αἱ ἄνω δυνάμεις, μακράν τε καὶ ἀτελεύτητον τρίβουσαι ζωήν. Ὁμοίως δὲ λογικὸς ἐπὶ γῆς ὁ ἄνθρωπος, εἰ καὶ μὴ ἐν ἴσῳ μέτρῳ τοῖς ἄνω, βραχὺ δὲ ὑποβέβηκε τὴν τῶν ἀγγέλων ἀξίαν διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν· καὶ ἐλάττων, καθ᾽ ὃ ὑπὸ δίκην ἐστὶ θανάτου καὶ φθορᾶς, καὶ τοῦτο μετὰ τὴν παράβασιν· αὕτη γὰρ εἰσῆξε τὴν φθορὰν καὶ τὸν θάνατον.

Ἠλαττῶσθαι τοίνυν ἀγγέλων λέγεται ὁ Χριστὸς διὰ τὸ πάθημα τοῦ θανάτου· παθεῖν γὰρ ἠνέσχετο σαρκὶ τῇ ἰδίᾳ, καίτοι μεμενηκὼς ἀπαθὴς τῇ τῆς θεότητος φύσει. [Ἐστεφάνωσε δὲ ἡμᾶς δόξῃ καὶ τιμῇ, δι᾽ ὧν ὑπάρχων Θεὸς κατὰ φύσιν, ἠλάττωται δι᾽ ἡμᾶς. ὡς ἂν ἡμεῖς ὑπὲρ φύσιν πλουτήσωμεν ἐν αὐτῷ. «Συνήγειρε γὰρ ἡμᾶς, καὶ συνεκάθισεν ἐν τοῖς οὐρανίοις ἐν Χριστῷ.» Συνεδρεύοντος γὰρ αὐτοῦ, ἐφ᾽ ὅλην τὴν ἀνθρώπου φύσιν δραμεῖται τὸ καύχημα. Οὕτω γὰρ τῇ αὐτοῦ πτωχίᾳ πεπλουτήκαμεν, δι᾽ οὓς δόξῃ καὶ τιμῇ ἐστεφάνωται, καίτοι τῆς δόξης Κύριος ὢν ὡς Θεός. Ἄτιμοι γὰρ ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει γεγενημένοι, ἐν τῇ ὑπὲρ ἡμῶν ὑπακοῇ τοῦ Χριστοῦ δεδοξάσμεθα.] <Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!> (A f. 58) Ἀναδιπλασιάζει τὸ θαῦμα, καὶ πάλιν αὐτὸ τὸ προοίμιον ἀκροτελεύτιον τίθησιν, ἐκπληττόμενος ἐπὶ τῇ γενομένῃ τῶν ἀνθρώπων θεογνωσίᾳ.

Καὶ πρὸ τῆς ἀποδείξεως καὶ μετὰ τὴν ἀπόδειξιν τὰ αὐτὰ λέγει ῥήματα, καὶ ὡς ἀπό γε τοῦ πλείστου θαύματος ἔρχεται πρὸς δοξολογίαν· καὶ κατευθυνομένην ὁρῶν τῆς ὑφ᾽ ἥλιον πάσης τὴν δόξαν τοῦ Σωτῆρος, μονονουχὶ καὶ ἀνασκιρτᾷ, καὶ τὸν ἑαυτοῦ λόγον ἀναλαβὼν λέγει· «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὅνομά σου ἐν πάσῃ τῇ γῇ!»

ΨΑΛΜΟΣ Θʹ. <Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ.> (A f. 58 b) Ἡ Εἰς τὸ τέλος ἐπιγραφὴ δείκνυσιν, ὅτι συντέθειται τῷ Δαβὶδ ὁ ψαλμὸς οὐκ ἐπί τισιν ἤδη συντετελεσμένοις πράγμασιν, ἀλλ᾽ ἐπὶ τοῖς ἐσομένοις ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. Ταῦτα δὴ ἦν τὰ κρύφια τοῦ υἱοῦ, τουτέστι τὸ Χριστοῦ μυστήριον, ὃ προέγνωστο μὲν τοῖς ἁγίοις προφήταις, ἀποκαλύπτοντος αὐτοῖς τοῦ ἀγίου Πνεύματος, ἐκβέβηκε δὲ εἰς πέρας καιροῖς ἰδίοις. Κρύφια τοίνυν τοῦ υἱοῦ, τὰ κρυφίως πεπραγμένα τῷ Σωτῆρι· πολλὰ δὲ ταῦτα ἦν, ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα γέννησις, τά τε θαύματα, ὅ τε θάνατος αὐτὸς, καὶ ἡ εἰς ᾅδου κάθοδος, καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις, καὶ ἁπλῶς ὁ τῆς ἐνανθρωπήσεως τρόπος, καὶ τὰ ἐντεῦθεν τῷ βίῳ κατωρθωμένα. Ταῦτα γὰρ πάντα κρυφίως αὐτῷ πέπρακται· ἀπέκρυψε γὰρ αὐτὰ καὶ τοὺς ἄρχοντας τοῦ κόσμου τούτου· «Μυστήριον γὰρ, φησὶ, τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν.» Καὶ πάλιν· «Σοφίαν λαλοῦμεν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἢν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν.» Ἐλάνθανε δὲ καὶ τοὺς μαθητὰς ὁ θάνατος Χριστοῦ, καὶ ἡ κατὰ τοῦ θανάτου νίκη. Ἦν γὰρ, φησὶ, τοῦτο κεκρυμμένον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Εἰκότως τοίνυν οἱ Ἑβδομήκοντα, τοῦ υἱοῦ τὸν θάνατον ὠνόμασαν κρύφιον. (

A f. 59) Περιέχει δὲ ὁ ψαλμὸς ἐθνῶν κλῆσιν καὶ εὐχαριστίαν ὑπὲρ αὐτῶν, ἤγουν παρ᾽ αὐτῶν· καὶ τῆς Χριστοῦ οἰκονομίας μεμέστωται, καὶ προσώπων ἔχει διαφορὰς, καὶ προσέτι θεωρημάτων ἄλλοτε ἄλλων ἐφ᾽ ἕτερα μεταστάσεις, πλὴν οὐκ ἔξω τοῦ εἰκότος ἀποκομιζούσας τὸν νοῦν. Ἄρχεται δὲ τοῦ ψαλμοῦ, τὸ τῶν ἐθνῶν πρόσωπον ὑποδὺς, ἤτοι τὸ τῆς ἀνθρωπότητος. <Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί.> (A f. 59) Μεγάλα μὲν οὖν πάντα καὶ ἀξιάκουστα τὰ διὰ Χριστοῦ, τοῖς γε μὴν ὁρῶσιν αὐτὰ καὶ ἐπεγνωκόσιν.

Αὐτὸς ὁ τούτων ἀποτελεστὴς, εὐφροσύνη γίνεται, καὶ πρόφασις εὐθυμίας, καὶ πανηγύρεως ἀφορμὴ, ὥστε καὶ λέγειν ἕκαστον· Εὐφρανθήσομαι ἐν σοί. Φιλοθέου δὲ ψυχῆς ἀπόδειξις τὸ χρῆμά ἐστι· τὸ γὰρ χαίρειν ἐπὶ Θεῷ καὶ εὐφραίνεσθαι διαδείκνυσι σαφῶς, ὅτι ὁ νοῦς τῶν ἐπὶ Θεῷ εὐφραινομένων ἔξω γέγονε τοῦ θέλειν ἐφήδεσθαι τοῖς κατὰ τόνδε τὸν βίον πράγμασιν, ἃ ματαιότητα καὶ μανίας ψευδεῖς εἴποι ἄν τις. Εὐφραίνεται δὲ νοῦς ἐπὶ Θεῷ, φιλάρετος ὢν, καὶ τῆς παρ᾽ αὐτοῦ δόξης ἐραστὴς, καὶ τῶν θαυμασίων τῶν παραδόξων αὐτοῦ θεωρὸς γεγονώς. <Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω.> (A f. 60) Ἐπειδὴ δὲ δεδώκαμεν τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ποιεῖσθαι τὴν ἐξομολόγησιν, ὅταν ἀκούσωμεν λεγόντων αὐτῶν, «Εὐφρανθήσομαι ἐν σοὶ,» καὶ τὰ ἑξῆς, νοοῦμεν ὅτι πρέποι ἂν τοῖς ἤδη πιστεύσασι καὶ πεφωτισμένοις καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν ἡ φωνὴ αὕτη. <Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.> (A f. 60 b) Κατὰ δὲ ἀναγωγὴν, πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅς ἐστιν εἰκὼν αὐτοῦ ἀπαράλλακτος· ἠσθένησαν δὲ ἀπ᾽ αὐτοῦ πάντες οἱ τῆς αὐτοῦ δόξης ἐχθροὶ, τουτέστιν ὁ Σατανᾶς καὶ αἱ σὺν αὐτῷ δυνάμεις. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, δυσάντητος ἦν καὶ ὅλης κατεθρασύνετο τῆς ὑπ᾽ οὐρανὸν, λέγων· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ.»

Ἐπειδὴ δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν ὁ Μονογενὴς γέγονεν ἄνθρωπος, ἠσθένησεν ὁ ἐχθρός· πεπτώκασιν αἱ δυνάμεις αἱ δειναὶ καὶ ἀφόρητοι, καὶ γεγόνασιν ὑπὸ πόδας ἁγίων. <Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.> (A f. 61) Ἐπεξεργάζεται προθύμως ὅπερ ἔφη, καὶ διδάσκει σαφῶς ὅ τι ἂν βούλοιτο δηλοῦν τὸ, ὅτι «Ἐποίησας τὴν δίκην μου.» Καθίσαι γὰρ αὐτὸν ἐπὶ θρόνου φησὶν, ἀνθρωπινώτερον φθεγγόμενος, καὶ ὡς ἐξ ὁμοιότητος τῶν καθ᾽ ἡμᾶς πραγμάτων διαπλάττων τὰ νοητά. Οἱ γὰρ βασιλεῖς ὅταν ἀκούσωσιν, ὅτι κάμνουσιν ἢ πόλεις ἢ χῶραι ἐκ βαρβαρικῆς ἐπιδρομῆς ἢ τυραννικῆς ἀπονοίας, ἐπὶ τοὺς τῆς βασιλείας ἀναπηδῶσι θώκους, οἷον δικάζοντες τοῖς τετολμημένοις, καὶ ψῆφον ἐκφέρουσι κατὰ τῶν ἠδικηκότων, καὶ τοὺς μὲν κακοὺς κακῶς ἀπολέσθαι προστάσσουσι, σώζουσι δὲ τοὺς ἠδικημένους· οὕτω καὶ ὁ Σωτὴρ ἐκάθισεν ἐπὶ θρόνου, καὶ οὐχ ἵδρυσίν τινα ἐν τούτοις δηλοῖ τὸ, ἐκάθισεν, ἀλλ᾽ οἷον ἐξουσίας ἐπίδειξιν, καὶ δικαστικῆς λαμπρότητος δόξαν· ὡς εἶναι τὸ, Ἐκάθισας, ἀντὶ τοῦ, Ἐδίκασας, ἐπεξῆλθες, ἤμυνας. (

A f. 61) Ἔοικε δὲ ἐν τούτοις ὁ Ψάλλων διὰ μὲν τοῦ, Ἐκάθισας, τὴν εἰς τὸ κρίνειν ἐπισκοπὴν δηλοῦν τοῦ Θεοῦ· Ἔθνη δὲ τὰς τῶν πονηρῶν δαιμόνων ἀγέλας ἀποκαλεῖν ἀναγωγικῶς, αἳ διεμοιράσαντο τὴν ὑπ᾽ οὐρανὸν, εἰς πολυειδῆ καὶ πολύτροπον ἀποφέρουσαι πλάνην καὶ ἁμαρτίαν· ἀσεβῆ δὲ ἀπολλύμενον ἢ καθόλου πάντα τοιοῦτον, ἢ καὶ αὐτὸν τὸν διάβολον.

Ἵνα δὲ μάθῃς τοῦ Θεοῦ τὴν ἰσχὺν, ἄκουε τῶν ἑξῆς· <Τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα.> (B f. 35) Οὐ μόνον, φησὶν, ἠσθένησαν καὶ ἀπολώλασιν ἐπιτιμηθέντες οἱ δυσμενεῖς, ἀλλὰ γὰρ καὶ ἐξηλείφθη τὸ ὄνομα αὐτῶν. Ὄνομα δέ φησιν ἐν τούτοις οὐχ ἁπλῶς τὴν κλῆσιν, ἐπεὶ μηδὲ τοῦτο γέγονεν (μεμνήμεθα γὰρ εἰς δεῦρο καὶ τοῦ Σατανᾶ καὶ τῶν σὺν αὐτῷ δαιμονίων ἀκαθάρτων)· δηλοῖ δὲ τὴν δόξαν. <Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος.> (A f. 61 b) Ἐξέλιπον καὶ τοῦ διαβόλου αἱ ῥομφαῖαι εἰς τέλος, ὅ ἐστι παντελῶς· αὗται δὲ εἶεν ἂν ἤτοι αἱ ἀντικείμεναι δυνάμεις, δι᾽ ὧν ἦν ἰσχυρός· ἢ τὰ καθ᾽ ἡμῶν τυραννήσαντα πάθη, δι᾽ ὧν ἐχειροῦτο τοὺς ἐπὶ τῆς γῆς, καὶ τραυματίας ἀποφαίνων, τοῖς ἰδίοις ὑπετίθει ζυγοῖς· ἢ τῆς ἐνούσης αὐτῷ δυστροπίας τὰ εὑρήματα, καὶ αἱ πολύτροποι μηχαναὶ, ἂς ἐπ᾽ ὀλέθρῳ τῶν ἀνθρωπίνων ψυχῶν εἰργάσατο. Πᾶν γὰρ εἶδος αἰσχρᾶς ἡδονῆς καὶ τῶν ἑτέρων ἁμαρτιῶν, μαχαίρας εἶναί φαμεν διαβολικὰς, ἤτοι βέλη τῶν ἀκαθάρτων πνευμάτων, δι᾽ ὧν καρδίαν κατατοξεύουσι καὶ κατανεκροῦσιν εἰς ἁμαρτίαν, ἀλλ᾽ ἐκλελοίπασιν αἱ ῥομφαῖαι· ἐνεδυσάμεθα γὰρ καὶ ἡμεῖς τὴν πανοπλίαν τοῦ Θεοῦ, δι᾽ ἧς αὐτὰς ἀπημβλύναμεν. <Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.> (B f. 35. b) Οὐκοῦν ὁ ἀεὶ βασιλεὺς Χριστὸς ὡς Θεὸς βεβασίλευκε καὶ τῶν ἐθνῶν, καὶ αὐτοὺς ὑποθεὶς τοῖς εὐαγγελικοῖς θεσπίσμασι.

Τοῦτο γάρ ἐστι τὸ, ἐν κρίσει τὸν ἑαυτοῦ θρόνον ἑτοιμάσαι, καὶ κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. <Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.> (A f. 62 b) Ἐπεὶ δὲ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τὸ κρίνειν ἀντὶ τοῦ δικάζειν λαμβάνειν, ἢ ἀντὶ τοῦ καθηγεῖσθαι καὶ προεστάναι πόλεων ἢ χωρῶν, κατὰ τὸ, «Παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν,» ῥητέον ὅτι ἐξαλειφθέντος εἰς τὸν αἰῶνα τοῦ ὀνόματος τῶν ἐθνῶν, καὶ εἰς ἄπαν ἀνῃρημένης ἀρχῆς ἁπάσης καὶ ἐξουσίας διαβολικῆς ἐν δικαιοσύνῃ, κατάρξει καὶ κατακυριεύσει Χριστός. Ὁ γάρ τοι θρόνος, τὴν βασιλείαν ὑποδηλοῖ, ἤτις, οὐδενὸς ἀνθεστηκότος, ἑτοιμοτάτη τις ἔσται, τουτέστιν ἀδιακωλύτως ἐκλάμπουσα, καὶ κατακρατοῦσα τῶν ὅλων. Δικάσει γὰρ ὁ Χριστὸς ἐν δικαιοσύνῃ, καὶ κατάρξει λαῶν τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην· βεβασίλευκε γὰρ τῆς ὑπ᾽ οὐρανόν. Νοήσεις δὲ τοὺς στίχους καὶ οὕτως· ὅτι ὁ τὴν τοῦ διαβόλου τυραννίδα καθελὼν, καὶ τῆς ἐκείνου σκαιότητος ὅλην ἀπαλλάξας τὴν ὑπ᾽ οὐρανὸν, αὐτὸς ἥξει κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ δεῖ πάντας ἡμᾶς φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. <Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι.> (C f. 16 b) Ποίῳ φησὶ πένητι;

Τῷ ἑκουσίως πενομένῳ καὶ διὰ τὸν Θεόν. Ἀντὶ γὰρ τῆς ἑκουσίου πενίας τούτῳ τὸν ἑαυτοῦ πλοῦτον ὁ Θεὸς χαρίζεται, καὶ ἐν τῷ τῆς θλίψεως καιρῷ ῥύστης καὶ βοηθὸς αὐτοῦ εὑρίσκεται. (A f. 63) Νοητέον δὲ ταῦτα καὶ κατὰ ἀναγωγὴν, ὅτι τῷ πτωχῷ τῷ πνεύματι λαῷ, τουτέστι τῷ πτωχεύοντι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὐ πρέσβυς, οὐκ ἄγγελος, οὐχ ἑτέρα τις δύναμις ἢ ἐξουσία λογικὴ βεβοήθηκεν, ἀλλ᾽ αὐτὸς ὁ Κύριος, ὁ τοῦ νοητοῦ πλούτου χορηγὸς, αὐτὸς βεβοήθηκεν ἐν εὐκαιρίαις, εἴτουν ἐν καιρῷ δεκτῷ θλίψεως σέσωκεν ἐπὶ καιροῦ.

Ποία δὲ ἦν ἡ θλίψις; Ἡ δυσφόρητος ἁμαρτία φορτίου δίκην ἐπηρτημένη, ὥστε καὶ ἕκαστον τῶν ὑπ᾽ αὐτῇ γεγονότων ἀναφωνεῖν, ὅτι «Αἱ ἀνομίαι μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ.» Καὶ αὐτὸς δὲ ὁ Σατανᾶς βαρὺς ἦν, καὶ φορτίου παντὸς δυσαχθέστερος ἐπιπίπτων μετὰ τῆς πονηρᾶς φάλαγγος. Πεπιεσμένης τοίνυν τῆς ὑπ᾽ οὐρανὸν καὶ οἷον ἐκτεθλιμμένης, ἐπὶ καιροῦ ἐπεφοίτησε τοῖς ἐπὶ γῆς ὁ Κύριος, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησεν. Οἱ δέ γε ἀλιτήριοι δαίμονες, τὸ μὴ ἐν καιρῷ πεπράχθαι τὴν οἰκονομίαν κατεψεύδοντο λέγοντες· «Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Ἀλλ᾽, ὦ παμπόνηροι, φαίη τις ἂν, οὐ πρὸ καιροῦ μᾶλλον, ἀλλ᾽ ἐν εὐκαιρίᾳ καὶ ἐν θλίψει βεβοήθηκεν ἡμῖν, καὶ καταφυγὴ γέγονεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. <Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ [var. lect., σοὶ] οἱ γινώσκοντες τὸ ὄνομά σου.> (A f. 63. b) Τίνες δέ εἰσιν οἱ ἐλπίζοντες ἐπ᾽ αὐτῷ καὶ γινώσκοντες τὸ ὄνομα αὐτοῦ; Οἱ τοῖς θεσπίσμασιν ὑπέχοντες τὸν αὐχένα. Καὶ τοῦτο διδάξει λέγων αὐτός· «Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ.» <Ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.> (A f. 63 b) Ἰσχυρίζεται διὰ πείρας ἔχειν τὸ πρᾶγμα, εἰδέναι τε ὅτι τὸ ἀκράδαντον ἔχει. Ἀληθὲς γὰρ τὸ τοῦ Ἱερεμίου, ὅτι «Εὐλογημένος ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλος εὐθηνοῦν παρ᾽ ὕδατι.»

Οὕτω καὶ ἕτερός φησιν· Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη, ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ἐγκατέλιπεν αὐτόν. <Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.> (A f. 64) Εἰ τοίνυν λέγοιτο κατοικεῖν ὁ Θεὸς ἐν Σιὼν, οὐ κατὰ τὰς Ἰουδαίων ὑπονοίας αἰσθητῶς τοῦτο πράττεσθαι νοοῦμεν· οὐ γὰρ ἐν τῇ ἐπιγείῳ Σιὼν, οὐδὲ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ κατοικεῖ ὁ Θεός· ἀλλὰ Σιὼν εἶναί φαμεν τὴν νοητὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἣ καὶ ἀδελφὴ τῆς ἄνω νοεῖται. Πρέποι δ᾽ ἂν ὀνομάζεσθαι Σιὼν τήν τε ἄνω καὶ ἐπὶ γῆς Ἐκκλησίαν· ἑρμηνεύεται γὰρ Σιὼν σκοπευτήριον· τοῦτο δέ ἐστιν αὕτη τε κἀκείνη. Οὐκοῦν κατοικεῖ Θεὸς ἐν τῇ Σιὼν οὐ περιγραφόμενος (πληροῖ γὰρ τὰ πάντα), ἀλλ᾽ οἷον ἐμφιλοχωρῶν καὶ ἀναπαυόμενος ἐν αὐτῇ. «Ὧδε γὰρ, φησὶ, κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ἀπεφοίτησε μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς, λέγων· «Ἰδοὺ ἀφίεται ὁ οἷκος ὑμῶν ὑμῖν.» Πεπλούτηκε δὲ αὐτὸν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πρὸς ἣν ὁ Ψάλλων φησίν· «Ἄκουσον, θύγατερ,» καὶ τὰ ἑξῆς, «ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου.»

Τοῖς γε μὴν κατοικοῦσιν ἐν ταύτῃ τῇ Σιὼν, τουτέστι τοῖς ἠλεημένοις καὶ σεσωσμένοις διὰ πίστεως, μηκέτι ζωοθυτεῖν· ἀλλ᾽ ἐπειδὴ εἰς πνευματικὴν λατρείαν μετεφοίτησε τὰ ἐν νόμῳ, τὰς ᾠδὰς ἀνιέναι τῷ Θεῷ, καὶ ψάλλειν αὐτῷ θυσίας αἰνέσεως θύοντας· ψάλλειν δὲ τὰ αὐτοῦ καὶ μόνα λαλοῦντας μεγαλεῖα καὶ κατορθώματα. <Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ.> (A f. 64 b) Χριστοῦ δέ φαμεν ἐπιτηδεύματα, ἤτοι τὰς θεοσημείας, ἢ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνές. Βαθὺς γὰρ λίαν ὁ τοῦ μυστηρίου λόγος, καὶ ἰσχναῖς ἐρεύναις ἐκ μέρους ἁλώσιμος, καὶ πίστει δεκτός· πολὺ γὰρ ἐν αὐτῷ τὸ θαῦμα. <Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν, ἐμνήσθη.> (A f. 64 b) Καὶ τίνα τρόπον; Ἐνηνθρώπηκε γὰρ, καὶ τὴν καθ᾽ ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ὑπέμεινε σταυρὸν, ἵνα πάντας ἀγοράσῃ τῷ ἰδίῳ αἵματι, καὶ διαβολικῶν ἁρπάσῃ βρόχων τοὺς ἁλόντας αὐτοῖς. <Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.> (A f. 65) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐν τούτοις ἢ τοὺς ἐξ ἐθνῶν ὀνομάζει, ἢ τοὺς ὑπὲρ αὐτῶν πλειστάκις παρακαλοῦντας ἁγίους· τοὺς μὲν, ὡς οὐκ ἔχοντας πλοῦτον τὸν νοητὸν (οἱ γὰρ ὅλως τὸν φύσει Θεὸν οὐκ εἰδότες, ποίαν ἂν ἔχοιεν λαμπρότητα νοητήν)· τοὺς δὲ, ὡς ταπεινὸν καὶ συνεσταλμένον ἔχοντας φρόνημα.

Εἰ μὲν οὖν πένητας εἶναί φαμεν τοὺς ἁγίους, οὐκ ἐπελάθετο τῆς κραυγῆς αὐτῶν, ἧς πεποίηνται, πλειστάκις παρακαλοῦντες τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, ἐπισκέψασθαι τὴν ὑπ᾽ οὐρανὸν, καὶ ἀντιλαβέσθαι τῶν ἐπὶ τῆς γῆς. Ἔφασκον γάρ· «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς·» καὶ πάλιν· «Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι.» Εἰ δὲ τὰ ἔθνη νοοῦμεν τοὺς πένητας, ἐπειδὴ φωνὰς ὑπὲρ ἑαυτῶν οὐκ ἂν ἔχοι τις αὐτὰ καταδεῖξαι ῥήξαντά ποτε (πῶς γὰρ ἂν ἐπεκαλέσαντο Θεὸν ὃν οὐκ ᾔδεισαν)· φαμὲν, ὅτι διὰ πραγμάτων μᾶλλον ἢ ῥημάτων παρ᾽ αὐτῶν γέγονεν ἡ φωνή. Πᾶσα γάρ πως ἀδικία μονονουχὶ κατακέκραγε τοῦ δρῶντος αὐτὴν, καὶ ὑπὲρ τῶν ἀδικουμένων προσάγει λιτὴν, τοῦ πλημμελοῦντος τὸ ἀπηνὲς καταγγέλλουσα, καὶ διανιστῶσα πρὸς ἐπικουρίαν τὸν ἐπαμῦναι δυνάμενον.

Κατεβόησε γοῦν τοῦ Κάϊν τὸ αἷμα τοῦ ὑπ᾽ αὐτοῦ ἀναιρεθέντος. «Φωνὴ γὰρ, φησὶν, αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με.» Δέδωκε δὲ καὶ ὁ θεῖος παῦλος φωνὴν τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ· κρεῖττον γὰρ ἔφη λαλεῖν αὐτὸ παρὰ τὸ Ἄβελ· τὸ μὲν γὰρ κατέκρινε τὸν φονευτὴν, καὶ οἷα κατηγοροῦσαν ἠφίει φωνὴν, τὸ δὲ γέγονε τῷ κόσμῳ σωτήριον, καὶ πλημμελημάτων ἄφεσιν ἐκάλεσεν ἐπ᾽ αὐτόν. Καθαρίζει γὰρ ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας τὸ αἷμα Χριστοῦ, καθὰ γέγραπται. Οὐκοῦν ἡ ἀπώλεια τῶν ἐθνῶν, ἤγουν τὰ αἵματα αὐτῶν τὰ ζητηθέντα παρὰ Θεοῦ, κραυγῆς δύναμιν ἀπετέλεσε, καὶ κέκληκε τὸν τῶν ὅλων Δημιουργὸν εἰς ὀργὰς τὰς κατὰ τῶν ἀνῃρηκότων. Ὥσπερ γὰρ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, οὐκ αὐτό που πάντως ἰδίαν ἔχον φωνὴν, ἀλλ᾽ οἱονεὶ τὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· οὕτω νοήσει τις καὶ ἐπὶ τῶν προσκυνούντων τοῖς δαίμοσιν. Εἰ γὰρ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, καὶ διὰ τοῦτο οὐδὲ ἐβόησαν πρὸς αὐτὸν, ἀλλ᾽ ὅτι πεπλεονέκτηνται παρὰ τοῦ Σατανᾶ, δι᾽ αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι, τὴν ἐφ᾽ ἑαυτοῖς πάντως αἰτοῦντες ἐπικουρίαν. <Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου.> (A f. 66) Κατὰ δὲ ἀναγωγὴν, μνημονεύσας ὁ Ψαλμῳδὸς πενήτων κραυγῆς ἧς οὐκ ἐπελάθετο ὁ Θεὸς, εἰσεκόμισεν εὐθέως ὁποία γέγονεν ἡ κραυγὴ παρὰ τῶν πενήτων ἐθνῶν.

Οἷον γὰρ ἤδη πεφωτισμένοι καὶ ἀνανήψαντες, καὶ τῆς τῶν δαιμόνων κατεγνωκότες ἀπάτης, καὶ ἐν ἐπιγνώσει γεγονότες τῆς αὐτῶν ἐπιβουλῆς, ὡς καὶ ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ τοὺς πάλαι προσκυνουμένους, παρακαλοῦσι τῆς ἄνωθεν ἐπικουρίας τυχεῖν, καί φασι τεταπεινῶσθαι, οὐχ ὑπὸ τῆς ἑαυτῶν φύσεως (ἐπὶ ἀφθαρσίᾳ γὰρ ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ ἔργοις ἀγαθοῖς), ἀλλ᾽ ἐκ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς. Φθόνῳ γὰρ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἀλλ᾽, ὦ Δέσποτα, φησὶν, ἐλέησόν με· σὺ γὰρ, ὁ ὑψῶσαι δυνάμενος ἐκ τῶν πυλῶν τοῦ θανάτου τοὺς ἁλόντας αὐταῖς. Πύλαι δὲ θανάτου, αἱ πονηραὶ δυνάμεις, κατακομίζουσαι εἰς πυθμένα θανάτου τοὺς ὑπ᾽ αὐτοῖς γεγονότας, καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, ἐξ ὧν τοὺς ἐνειλημμένους ἐξαιρεῖται Θεός. Θυγατέρα δὲ Σιὼν, τῆς ἐν οὐρανοῖς ἤτοι τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὴν ἐπὶ γῆς ὀνομάζουσι· πεποίηται γὰρ ὡς πρὸς ἐκείνην. «Ὅρα γὰρ, φησὶ ἡ Γραφὴ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·» τύπος γὰρ ἦν Ἐκκλησίας, ἡ σκηνή. Ἐν ταύτῃ τοίνυν γεγονὼς τῇ Σιὼν, φησὶν, μελῳδήσω σοι, τὰς αἰνέσεις ἐξαγγελῶ καὶ πάσας ἀπαραλείπτως, ὡς μηδένα τρόπον ἐλλεῖψαι δοξολογίας. Ἐοίκασι δὲ διὰ τούτου δηλοῦν, ὡς οὐχὶ τοῖς ἔξω τῶν Ἐκκλησιῶν, ἀλλὰ τοῖς ἐν αὐταῖς εἰσελαύνουσι διὰ τῆς πίστεως, πρέπει τὸ δοξολογεῖν· «Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.»

Καὶ πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Φασὶν οὖν οἱ ἐξ ἐθνῶν, ὅτι Διὰ τοῦτο ἐγείρεις ἡμᾶς ἐκ τῆς ταπεινώσεως, ἵνα ἐν τῇ ἐπουρανίῳ Σιὼν χορεύσωμεν. [<Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.> Πύλαι θανάτου κατὰ Διαφόρους ἂν νοοῖντο τρόπους.

Καὶ γὰρ καὶ αὐτὸς ὁ δράκων ὁ ἀποστάτης, ὁ φαυλότητος ἁπάσης εὑρετὴς, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραὶ, λέγοιντο ἂν οὐκ ἀπεικότως θανάτου πύλαι· κατακομίζουσι γὰρ εἰς πέταυρον ᾅδου, καὶ εἰς πυθμένα θανάτου, τοὺς ὑπ᾽ αὐτοὺς γεγονότας. Νοηθεῖεν δὲ ἂν θανάτου πύλαι καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, καὶ μὴν καὶ οἱ παρ᾽ Ἕλλησιν σοφοὶ, συνασπίζοντες τῇ πλάνῃ, καὶ τῆς εἰδωλολατρείας τὸ ἀκαλλὲς ταῖς ἑαυτῶν εὐγλωττίαις ἐξωραΐζειν σπουδάζοντες.] <Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου.> (A f. 66 b) Κατὰ δὲ ἀναγωγὴν, ἀσμενίζουσι τὴν οἰκονομίαν οἱ ἐξ ἐθνῶν, ἢν ἐν Χριστῷ πεποίηκεν ὁ Θεὸς καὶ Πατὴρ, Σωτῆρα καὶ Λυτρωτὴν ἀναδείξας αὐτὸν τῷ κόσμῳ παντί· εὐδόκησε γὰρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὐκοῦν προσιέντες τὴν πίστιν, ὡς εἰσκομίζειν ἰσχύουσαν ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Σωτήριον δὲ πανταχοῦ ἡ Γραφὴ τὸν Χριστὸν ὀνομάζει. ᾌδεται γοῦν ὡς ἐκ προσώπου τινῶν δεδιψηκότων ἰδεῖν τὴν ἐπιφάνειαν αὐτοῦ· «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.» <Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν.> (A f. 66 b) Κατὰ δὲ ἀναγωγὴν, ἔθνη χρὴ λέγειν τὴν ἀκάθαρτον τῶν δαιμόνων πληθὺν, οἳ κατεσκεύασαν μὲν τῷ Σωτῆρι, καθάπερ ᾠήθησαν, τὴν ἐπὶ τῷ θανάτῳ διαφθοράν.

Ἐστρατήγησαν αὐτοὶ ταῖς Ἰουδαίων μανίαις, στήσαντες ὑπουργὸν τὸν κλεπτίστατον μαθητήν· ἐνεπάγησαν δὲ αὐτοὶ μᾶλλον, ἤπερ ὁ τὴν παρ᾽ αὐτῶν ὑπομείνας ἐπιβουλήν. Ἐξεπρίατο γὰρ τῷ ἰδίῳ αἵματι τὴν ὑπ᾽ οὐρανὸν, καὶ τῆς τοῦ διαβόλου σκαιότητος ἠλευθέρωσεν. Ἔφη γὰρ τὸν τῷ κόσμῳ σωτήριον μέλλων ὑπομεῖναι σταυρόν· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται·» Καὶ, «Ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ οἱ διῶκται δὲ ταῦτα πεπόνθασιν, ἃ τοῖς πολλοῖς ἐξήρτυσαν. <Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ.> (A f. 67, C f. 18) Κατὰ δὲ ἀναγωγὴν, ὀρθοῦ κρίματος γεγονότος, καὶ κολάσεως ἐπενηνεγμένης τοῖς ἀνόσια πεπλημμεληκόσιν, ἐπιγινώσκεται ὁ Κύριος παρὰ τῶν πιστευσάντων εἰς αὐτὸν, ὡς ὑπάρχων δίκαιος, ὅσιός τε καὶ δυνατός· ἐν γὰρ τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Τοῦτο δὲ διχῆ νοητέον· ἢ γὰρ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ καθάπερ εἴς τινα παγίδα ἐμπεσὼν ὁ ἁμαρτωλὸς, τὰς τῆς δυσσεβείας δίδωσι δίκας, ἢ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν περιπεσὼν, συλληφθήσεται· ὁ γὰρ τῷ πλησίον ὀρύσσων βόθρον, ἐμπεσεῖται εἰς αὐτόν. Καὶ κρῖμα ἀληθῶς δίκαιον, τὸ, τοὺς κατασκευάσαντας ἀνθρώπῳ τὸν θάνατον, ἐν αὐτῷ περιληφθῆναι, τοῦ Θεοῦ τὴν ἀπάτην κατὰ τοῦ μηχανωμένου τρέποντος.

Ἁμαρτωλὸν δὲ ἐνταῦθα καλεῖ ὁ Δαβὶδ, ἤτοι καθ᾽ ὅλου τὸν ἁμαρτίαις ἔνοχον (πᾶσα γὰρ ἀνάγκη τὸν οὕτω ζῇν εἰωθότα, κολάζεσθαι τοῖς ἰδίοις ἔργοις ἐμπεπαρμένον· σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται)· ἢ ἁμαρτωλὸν τὸν Ἰουδαίων δῆμον ὀνομάζει, καὶ μάλα εἰκότως· ἀπέμεινε γὰρ ἐν μολυσμοῖς, οὐ προσηκάμενος τὴν διασμήχουσαν χάριν, ἐναπέθανε τοῖς ἑαυτοῦ πλημμελήμασι. Κληθείη δ᾽ ἂν ἁμαρτωλὸς καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς Σατανᾶς, ὃς δικαίῳ κρίματι συνελήφθη, τοῖς ἰδίοις ἔργοις περιπεσών· κατεσκεύασε μὲν γὰρ καὶ γέγονεν ὑπὸ πόδας δικαίων. <Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην.> (A f. 67 b) Κατὰ δὲ ἀναγωγὴν, ἐκ πολλῆς ἄγαν φιλοθεΐας οἱ πιστεύσαντες ἐοίκασιν ἐπαρᾶσθαι τοῖς ἠθετηκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ τὴν πολύευκτον χάριν, δι᾽ ἧς ἠδύναντο τῆς τῶν οὐρανῶν βασιλείας ἀποφαίνεσθαι κληρονόμοι. Ἢ τάχα ἔθνη Θεοῦ ἐπιλανθανόμενα, οἱ δαίμονές εἰσι· κατ᾽ οὐδένα γὰρ τρόπον πρακτικῶς Θεοῦ διαμέμνηνται, ἀλλ᾽ ἔξω πάσης εἰσὶν ἀρετῆς καὶ ἀγαθουργίας. <Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός.> (A f. 68) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐνταῦθα ἢ πάντας τοὺς ἁγίους ὀνομάζει ἁπλῶς, ὑφειμένον καὶ ταπεινὸν ἔχοντας φρόνημα, ἢ τοὺς ἐξ ἐθνῶν κεκλημένους, οἳ πάλαι ἐν ἐνδείᾳ ἦσαν παντὸς ἀγαθοῦ.

Τούτους οὐκ εἰς τέλος ἐπιλησθήσεσθαί φησι· μνήμη γὰρ γέγονεν αὐτῶν παρὰ τῷ φιλοικτίρμονι Θεῷ, καὶ κέκληνται διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν, τὸν τῆς ἀρχαίας ἀπάτης ἀπολυσάμενοι ζυγόν. <Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος.> (A f. 68) Κατὰ δὲ ἀναγωγὴν, ἐπιλάμψειν τοῖς ἐπὶ τῆς γῆς εὔχεται τὸν Μονογενῆ καὶ διεγερθῆναι, ὅπως ὁ ὑψηλόφρων ἐκεῖνος διάβολος (ὂν καὶ ἄνθρωπον ἐπὶ τοῦ παρόντος καλεῖ διὰ τὸ ἀσθενὲς, καὶ τό γε πρὸς Θεὸν μηδὲν ὅλως ὑπάρχειν αὐτὸν, ἀλλ᾽ οἷον ἐν τάξει τῶν γηγενῶν) μὴ ἐπὶ πλεῖον ἐπαίρῃ τὴν ὀφρὺν, μηδὲ κραταιὸς φαίνηται. <Κριθήτωσαν ἔθνη ἐνώπιόν σου.> (A f. 68 b) Κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ σωτηρίᾳ γενησομένην τῶν ἐθνῶν κρίσιν γενέσθαι εὔχεται· Κριθήτωσαν γὰρ, φησὶν, ἔθνη, οὐχ ἵνα τὰς τῶν ἐπταισμένων δοῖεν δίκας, ἀλλ᾽ ἵνα γνωσθεῖεν ὡς ἠδικημένοι, καὶ τῆς τοῦ τυραννήσαντος ἔξω γένοιντο χειρός· ὡς εἶναι κρίσιν ἐνταῦθα τὴν τοῦ Θεοῦ δικαιοκρισίαν, καθ᾽ ἣν ἠλέηται τὰ ἔθνη καὶ κέκληνται πρὸς τὴν θείαν ἐπίγνωσιν αὐτοῦ. <Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν.> (A f. 68 b) Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πολλοὶ καὶ τοῦτο ἀπολωλέκασιν, ἐπελάθοντο τῆς φύσεως, εἰς μανίαν ἐξώκειλαν, ἠγνόησαν ἑαυτούς. Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν ἀξιοῖ διορθωθῆναι;

Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης μανίας καὶ φρενίτιδος χαλεπώτερον· τὸ μὲν γὰρ, ἀνάγκης σώματος· τὸ δὲ, διεφθαρμένης προαιρέσεως.

Κατὰ δὲ ἀναγωγὴν, εὔχεται τοῖς ἔθνεσι νομοθέτην καταστῆναι Χριστόν· καὶ τὴν αἰτίαν ἐπιφέρει, δι᾽ ἢν τοῦτο εὔχεται· «Γνώτωσαν ἔθνη, φησὶν, ὅτι ἄνθρωποί εἰσι.» Πρὶν μὲν γὰρ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑπενεγκεῖν τὸν αὐχένα, κτηνοπρεπῆ διέζησαν βίον, οὐδὲν ὄντες ἔτερον πλὴν ὅτι σάρκα, καὶ οἷον βοσκήματα ταῖς τῆς γαστρὸς ἡδοναῖς προσκείμενοι· ὥστε τὸν Δαβὶδ ἐπιστενάζοντα λέγειν· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσιν.» Ἀνεκομίσθησαν δὲ διὰ Χριστοῦ πρὸς σύνεσιν ἀνθρωποπρεπῆ, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι πρὸς ἀρετὴν ἀπευθύνονται. <Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν;> (A f. 69.) Κατὰ δὲ ἀναγωγὴν, ἐπιταχῦναι τὴν μικρὸν ὕστερον γενησομένην τῶν ἐθνῶν κλῆσιν εὔχεται.

Τοῦτο δὲ αὐτῷ πεποίηκεν ἢ τοῦ διαβόλου ὑπεροψία, ἢ καὶ οὕτως· Ἵνα τί ἀφέστηκας μακρόθεν, οἷον ἀποφέρων ἑαυτὸν τῶν ἠδικημένων, καὶ πλεονεκτεῖν ἐφιεὶς τοῖς τὰ σὰ διαρπάζουσι, καὶ οὐχὶ δὲ μᾶλλον ἔγγιον ἔρχῃ διὰ τῆς ἐπικουρίας, ὑπερορᾷς δὲ συντεθλιμμένους καί τοι καιροῦ καλοῦντος εἰς τὸ ἐπαμῦναι; Πρέπει γὰρ οὐχ ἑτέροις ἢ τοῖς παθοῦσιν ὁ ἔλεος. Οὐκοῦν ἡ θλῖψις, ὡς ἐπὶ καιροῦ βοήθειαν αἰτεῖ· «Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.» Ἐσχημάτισται δὲ ὁ λόγος ὡς ἐφ᾽ ἡμῶν· οὐ γὰρ ἀπέστη Θεὸς, πληροῖ δὲ μᾶλλον τὰ πάντα, καὶ οὐδὲν αὐτοῦ κενόν. Εἰ δὲ ἀφεστάναι λέγεται μακρὰν, μὴ τὴν ὡς ἐν τόπῳ νοήσῃς ἀπόστασιν, ἀπεριόριστον γὰρ τὸ Θεῖον, ἀλλὰ καθ᾽ ὃ συγκεχώρηκεν ἀδικηθῆναι καὶ παθεῖν, οὐ χαριζόμενος τὴν ἐπικουρίαν· ταύτῃ τοι καὶ ἀφεστάναι λέγεται.

Ἔτι ἀφέστηκεν ὥσπερ ἡμῶν ὁ Θεὸς τῇ τῆς φύσεως διαφορᾷ· πολὺ γάρ τι τὸ μεσολαβοῦν Θεὸν καὶ κτίσιν, καὶ ἀσύγκριτος ἡ διαφορά. Ἔοικε τοίνυν ἐνταῦθα καλεῖν τὸν μονογενῆ Λόγον εἰς ἐνανθρώπησιν· οὕτω γὰρ γέγονεν ἐγγὺς ἡμῶν ὁ μακρὰν, ὅτι Θεὸς ὢν φύσει, γέγονε σάρξ. Ἐπὶ καιροῦ δὲ πέπρακται τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ὅτε καὶ εἰς λῆξιν κακοῦ διελήλακεν ἡ ὑπ᾽ οὐρανὸν, πάντα τρόπον ἐπιβουλῆς ἐπαρτυσάντων αὐτῇ τῶν ἐχθρῶν. <Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός.> (C f. 18 b.) Οὐ μόνον ἐν τοῖς ἀνθρωπικοῖς ἀδικούμενος πράγμασιν, ἀλλὰ καὶ εἰς ἁμαρτίαν ἐρεθιζόμενος· ὅταν γὰρ ἴδῃ τὸν ἀσεβῆ εὐοδούμενον, ὑπὸ τῶν λογισμῶν ἐμπυρίζεται, τοῦ Σατανᾶ ὑποβάλλοντος αὐτῷ ζηλῶσαι τὸν ἄνομον. (A f. 69 b.) Οὐκοῦν ἀληθὴς ὁ λόγος καὶ κατὰ παντὸς ἀλαζόνος καὶ ἀπηνοῦς λεγόμενος, ἀφύκτοις ὥσπερ πλεονεξίαις καταφλέγοντος τοὺς ἀσθενεστέρους.

Ἀληθὲς γὰρ κἀκεῖνο· οἱ γὰρ τὴν ἐγκόσμιον ταύτην καὶ δαιμονιώδη καὶ ψυχικὴν σοφίαν ἐξησκηκότες, ἀλαζονεύονται διὰ τοῦτο, καὶ τοὺς ἐν πτωχείᾳ φρενῶν ἐμπυρίζουσι, τουτέστιν υἱοὺς γεέννης ἀποφαίνουσι, συνηγοροῦντες τῷ ψεύδει, καὶ ταῖς αὐτῶν εὐγλωττίαις τὴν ἀπάτην κατακαλλύνοντες, καὶ ἀποφέροντες διὰ τούτου πρὸς τὸ πλανᾶσθαι πολλούς· οὗτοι συλλαμβάνονται, καθάπερ εἰς παγίδα πεσόντες εἰς τὰ τῶν πλάνων διαβούλια· ὃ γὰρ ἂν ἐκεῖνοι συμβουλεύσειαν, τοῦτο τοῖς ἀσθενεστέροις πάγη καὶ βρόχος γίνεται.

Ἑτέρως δὲ ὑπερήφανος μὲν ὁ Σατανᾶς· ἐπειδὴ δὲ τοιοῦτός ἐστιν, ἕως ἐξῆν αὐτῷ τοῦτο δρᾷν καὶ κατεπαίρεσθαι τῶν ἐπὶ τῆς γῆς, ἐνεπυρίσθη πᾶς ὁ πτωχὸς, τουτέστιν ὁ ἐν ἐνδείᾳ φρενῶν, καὶ πνευματικῆς ἰσχύος ἐπιδεής· ἡ γὰρ ὑπεροψία τοῦ πονηροῦ, πύρωσις τῷ πτωχῷ γίνεται λαῷ. «Συνελήφθησαν γὰρ ἐν διαβουλίοις οἷς διαλογίζονται.» Καὶ τίνες οἱ διαλογιζόμενοι;

Ἢ αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς, καὶ οἱ κοσμοκράτορες τοῦ κόσμου τούτου, ὧν τὰ διαβούλια καὶ αἱ κακουργίαι καὶ κατὰ πάντων μηχανήματα, παγίδες εἰσὶ τοῖς ἁλισκομένοις· ἢ αὐτοὶ οἱ πλεονεκτούμενοι, ἐν τοῖς ἑαυτῶν διαβουλίοις συλλαμβάνονται· ὃ γὰρ ἂν βουλεύσωνται, τοῦτο πάντως ἔσται κατ᾽ αὐτῶν. Ὡς ἐν κεφαλαίῳ τοίνυν εἰπεῖν, ἐκ μέσου γενέσθαι παρακαλεῖ τὸν ἀλαζόνα δράκοντα καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις, ὧν τοῖς διαβουλίοις ὁ πτωχὸς ἐμπυρίζεται, πρὸς πᾶν εἶδος φαυλότητος κατωθούμενος· διὰ τοῦ μὴ εἰδέναι τίς ὁ φύσει Θεὸς, μήτε μὴν τοῖς θείοις νόμοις πρὸς τὸ καλὸν ἀπευθύνεσθαι. <Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ.> (A f. 70.) Ἢ καὶ οὕτως. Εἰς τοῦτο, φησὶ, φαυλότητος καὶ ἀθλιότητος πραγμάτων κατεκομίσθη τὰ ἀνθρώπινα ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ὡς εἶναι μὲν παντελῶς οὐδένα τῆς ἀγαθουργίας τὸν ἐπιμελητὴν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἐπαινεῖσθαι παρὰ πάντων τοὺς ταῖς τῶν ἰδίων ψυχῶν ἐπιθυμίαις ἀκολουθοῦντας, οἳ τάχα που καὶ ἐναβρύνονται τῷ κακῷ καὶ ἐπὶ τῷ εἶναι πονηροὶ μέγα φρονοῦσι, κατασκώπτοντος μὲν αὐτοὺς οὐδενὸς, εὐλογοῦντος δὲ μᾶλλον ἤγουν εὐφημοῦντος. <Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός.> (A f. 70.) Νοήσεις δὲ καὶ οὕτως ὅτι παρώξυνε τὸν Κύριον, χλευάζων τοὺς περὶ τῆς προνοίας καὶ τῆς κρίσεως αὐτοῦ λόγους.

Πολλοὶ γοῦν ἀκούοντες τοιοῦτόν τι, γελῶσιν εὐθέως· τούτῳ δὲ συναπτέον καὶ τὸ, «Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ,» ἵνα ᾖ τὸ ὅλον οὕτω· Παρώξυνε γὰρ, φησὶ, τὸν Κύριον ὁ ἁμαρτωλὸς, πλῆθος ὀργῆς ἑαυτῷ θησαυρίζων· τὸ γὰρ αὐτοῦ ἐπὶ τοῦ παροξύνοντος αὐτὸν ληπτέον. Εἶτα τὸ οὐκ ἐκζητήσει, καθ᾽ ὑποστιγμὴν ἀναγνωστέον· ἵνα ᾖ τὸ νοούμενον οὕτως· Ἆρ᾽ οὖν ὁ μὲν παροξύνει τὸν Θεὸν καὶ τὸ πλῆθος ἑαυτῷ ἐκκαίων ὀργῆς; ὁ δὲ οὐ· ἐκζητήσει; Ἢ καὶ οὕτως· Παροξύνει μὲν τὸν Θεὸν ὁ ἁμαρτωλὸς, οὐκ ἔχων αὐτὸν εἰς νοῦν. Εἶτα ὡς ἐν ἐπερωτήσει· Τί δέ; Ὁ Θεὸς οὐκ ἐκζητήσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε καὶ τὸ πλῆθος καὶ ἡ ἔκκαυσις ἔσται τῆς ὀργῆς αὐτοῦ; <Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ· βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ.> (A f. 70 b, B f. 39.) Ὁ γὰρ μὴ ἐπιστάμενος ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Ἐπὶ μὲν οὖν ἀνθρώπων, οὕτως ἂν νοηθεῖεν οἱ προκείμενοι λόγοι τῶν στίχων, ὅτι παντὸς φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνενευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τὸ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶ μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἶον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κριμάτων, ἤτοι νόμων.

Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων, καὶ τό γε ἧκον εἰς αὐτὴν, ὁ τῆς ἀρετῆς βραβευτὴς ἀναιρεῖται νόμος, καὶ ἀνατέτραπται θέλημα τὸ Δεσποτικόν. Ἐπὶ δὲ τοῦ Σατανᾶ λεγόμενα ταῦτα, πολὺ τὸ εἰκὸς ἔχει· ἀεὶ γὰρ ἀκάθαρτοι αἱ ὁδοὶ αὐτοῦ, καὶ τοῖς τοῦ Θεοῦ νόμοις ἀντανίστανται. <Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ.> [Παντὸς ἀνθρώπου φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνενευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τοῦ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶν μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἷον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κριμάτων, ἤτοι νόμων. Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων] <Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.> (C f. 19.) Οὐ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ Σατανᾶς. Πάντες δὲ οἱ δίκαιοι ἐχθροὶ αὐτοῦ ὄντες, πάντων ἆρα τούτων κατακυριεύσει; Οὐκ ἐν παντὶ δηλονότι κατακυριεύσει πράγματι, ἀλλ᾽ ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» <Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου.> (A f. 71.) Καὶ τοῦ διαβόλου δὲ τὸ στόμα πικρίας καὶ δόλου πεπλήρωται· καὶ μὴν καὶ ἐνεδρεύει πτωχοὺς πρὸς τὸ ἀποκτεῖναι διὰ τῶν οἰκείων παγίδων.

Τὸ δὲ «μετὰ πλουσίων,» τί ἂν ἔτερον νοηθείη, ἢ τῶν πλουτούντων ἐν κακοῖς; Οὗτοι γὰρ δὴ τῷ διαβόλῳ κατὰ τῶν πτωχῶν τῷ πνεύματι συμπράττουσι. Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τῶν αἱρετικῶν. Ὥσπερ γὰρ οἱ δεινοὶ καὶ πικροὶ τῶν ὄφεων ἐν τοῖς δήγμασιν ὅλην ἔχουσι τὴν ἰσχὺν, οὕτως καὶ οὗτοι· μεστοὶ γάρ εἰσι ῥημάτων πικρῶν καὶ ἐπαράτων ἐννοιῶν καὶ ἀπάτης καὶ δόλου, καὶ πόνον ὑπὸ τὴν γλῶτταν ἔχουσι. Συντρίβουσι γὰρ αἱ τῶν ἀνοσίων φωναὶ τὰς τῶν ἁπλουστέρων καρδίας, διὰ δόλου καὶ ἀπάτης, ἀποφέρουσαι πλειστάκις ἐφ᾽ ἃ μὴ θέμις. Ἐπάρατον δὲ μάλιστα τοῦ Σατανᾶ τὸ δολερὸν καὶ ἀπατηλόν· ἀποφέρει γὰρ οὕτως εἰς τὸ πλημμελὲς, ψιθυρίζων ὁ πονηρὸς εἰς νοῦν καὶ καρδίαν, καὶ συναγορεύων ἀεὶ τῷ κακῷ, καὶ τὸ πικρὸν γλυκὺ λέγων αὐτός τε καὶ οἱ μιμηταὶ τῆς αὐτοῦ σκαιότητος· ἔργον γὰρ αὐτοῖς τὸ ὑποσκελίζειν ἀγαθοὺς καὶ ἀποκτείνειν ἀθώους· ἐνεδρεύοντας ἐν ἀποκρύφοις, τουτέστι κρύπτοντας τὴν πονηρίαν, καὶ οἷς ἂν δύνωνται τρόποις κατασκιάζοντας τὸ κακόν. Οἱ γὰρ ἀπατῶντες τοὺς ὀρθοποδοῦντας, ὑποπλάττονται πολλάκις εἶναι χρηστοί· εἶτα κολλώμενοι ἐπιπλέκουσι τὸν τῆς ἀπάτης ἰὸν, καὶ κατὰ βραχὺ παρακλέπτουσι τῶν ἀκεραίων τὸν νοῦν, ἀποφέροντες αὐτοὺς εἰς τὰ οἰκεῖα. Πλὴν τοῦτο δρῶσιν, οὐ κατὰ πάντων ἀδιακρίτως, κατ᾽ ἐκείνων δὲ μᾶλλον οἷς πτωχός ἐστι νοῦς, τὸν ἐκ φρονήσεως δηλονότι πλοῦτον οὐκ ἔχων.

Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι.» <Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ.> (C f. 19 b.) Τὸν γὰρ ἐν ἀρετῇ ζῶντα κἂν ἑλκύσῃ αὐτὸν πρὸς μικρὸν, ὅμως εἰς τέλος νήψαντος καὶ ἀποστάντος οὐ περιγίνεται· τὸν δὲ πτωχὸν τῇ ἀρετῇ καὶ ἀσύνετον ὅταν ἑλκῦσαι φθάσῃ, εἰς τὸ σπήλαιον τῆς κακίας λαβὼν μασᾶται, καθάπερ λέων ἐν ἀποκρύφῳ πρόβατον. (A f. 71 b, B f. 39 b.) Τί δὲ βούλεται τὸ ἐνεδρεύει ὡς λέων; Φασὶν γὰρ ἐν τοῖς ὄρεσι τὸν λέοντα ἐν ταῖς οἰκείαις μάνδραις ἠρεμεῖν, καὶ οἷον κατακρύπτεσθαι, μὴ ἄρα πως τῇ θέᾳ καταπτοήσῃ τι τῶν ἑτέρων ζώων, ἃ δὴ ποιεῖται τροφήν· ἐπ᾽ ἂν δὲ ἴδῃ τὸ γεγονὸς ἐγγὺς, ἀναπηδήσας εὐθὺς καταβρυχᾶται μέγα, καὶ καταβροντήσας ἀφορήτως ἐπιπηδᾷ, καὶ ἁρπάζει τὸ παρατυχὸν, προαπονευρώσας τοῖς δείμασι. «Λέων γὰρ ἐρεύξεται, φησὶ, καὶ τίς οὐ φοβηθήσεται; Λέοντι τοίνυν παραπλησίως ὁ Σατανᾶς ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν· δέδιε γὰρ τοῦ πλουτοῦντος κατ᾽ ἀρετὴν τὴν ἀντίστασιν· τοὺς δὲ ἐν ἐνδείᾳ φρενῶν καὶ πνευματικῆς ἰσχύος, ἑτοιμότατα λαβὼν, γλυκὺ ποιεῖται τὸ θήραμα. Πλεῖσται δὲ λίαν αἱ τοῦ διαβόλου παγίδες, καὶ πρός γε τῶν ἄλλων, τὸ μὴ εἰδέναι τὸν φύσει Θεόν. Τὸ δὲ »Κύψει καὶ πεσεῖται,» διχῆ νοητέον.

Ἤτοι γὰρ ἐν τῷ κατακυριεῦσαι τὸν ἀσεβῆ τῶν πενήτων, πᾶς ὁ τοῦτο πεπονθὼς, ὑπὸ τὴν ἐκείνου χεῖρα καὶ τυραννίδα γεγονὼς, κύψει καὶ πεσεῖται· τουτέστι ταπεινωθήσεται, καὶ οἷον ἐν γῇ κείσεται, τοῖς ἐν πολέμῳ τεθνεῶσι προσεοικώς. Ἢ αὐτὸς ὁ ἀσεβὴς ἐπειδὰν κυριεύσῃ τῶν πτωχῶν, τουτέστι τῶν ἀσθενῶν, πεσεῖται· ὥσπερ οὖν καὶ ὁ Σατανᾶς, ὅτε κεκυρίευκε τῶν πενήτων, τότε τεταπείνωται. <Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός.> (L f. 72.) ᾨήθη δὲ καὶ ὁ Σατανᾶς ὅτι κατακυριεύσει τῶν πενήτων, οὐκ ἐφορῶντος ἔτι τοῦ Θεοῦ τὴν γῆν, ἀλλ᾽ ἅπαν ἀποστρεφομένου, καὶ μὴ κηδομένου τοὺς ἐν αὐτῇ. <Ὑψωθήτω ἡ χείρ σου.> (A f. 72, B f. 40·) Καταπαιέτω ἡ χείρ σου, φησὶ, καὶ ὑψούσθω λοιπὸν, ἐπιφέρουσα τοῖς πλημμελοῦσι τὴν μάστιγα, κατά γε τὸ εἰρημένον διὰ τῆς Ἡσαΐου φωνῆς· «Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή·» αἴρεται γὰρ ἀεί πως ὑψοῦ τῶν παιόντων ἡ χείρ. Εἰ γὰρ οὕτως συνήσεις τὸν στίχον, ἤγουν καὶ ἑτέρως δὲ χείρ ἐστι Θεοῦ, ἡ πάντα ἰσχύουσα αὐτοῦ, ζῶσά τε καὶ ἐνυπόστατος δύναμις, τουτέστιν ὁ Υἱὸς, ὃς ὑψωθεὶς ὑπὲρ ἡμῶν, καὶ τὸν τίμιον ὑπομείνας σταυρὸν, ἐδοξάσθη. Κατήργηκε γὰρ οὕτω τοῦ θανάτου τὸ κράτος, καὶ ἀνεκόμισεν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐκ φθορᾶς τὴν ἀνθρώπου φύσιν· καὶ γὰρ δι᾽ Υἱοῦ τὰ πάντα κατεργάζεται.

Οὕτω γάρ πού φησιν ὁ Θεὸς καὶ Πατήρ· Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. <Ἔνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν;> (A f. 72, B f. 40 b.) Ὁ μὲν οὖν παράνομος ταῦτά φησιν, ὁ ἁρπάζων, ὁ πλεονεκτῶν, ὁ μὴ διδοὺς δίκην· ὁ δὲ προφήτης, ἀναιρῶν αὐτοῦ τὰ δόγματα, τὸν περὶ μακροθυμίας ἐξαπλοῖ λόγον. Ἐκεῖνος μὲν γάρ φησιν, ὅτι ἀπέστρεψεν ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν· ὁ δὲ Δαβὶδ ἀπεναντίας λέγει, ὅτι καὶ βλέπεις καὶ κατανοεῖς καὶ τὸν κόπον τῶν ἀδικουμένων καὶ τὸν θυμὸν τῶν ἀδικούντων αὐτούς· μακροθυμεῖς δὲ ἕως ἂν αὐτοὶ ἐμπέσωσιν εἰς χεῖράς σου. Οὐχ ἕτεροι δὲ ἡμᾶς εἰς χεῖρας Θεοῦ πέμπουσιν, ἀλλ᾽ ἕκαστος ὑπὸ τῶν ἰδίων πλημμελημάτων μονονουχὶ καὶ προσάγεται. Τὸ μέν τοι ἕνεκεν τίνος, οὐκ ἐνδοιάζοντός ἐστιν, οὐδὲ ἀγνοοῦντος τὴν αἰτίαν δι᾽ ἣν ἐθάῤῥησεν ὁ ἀσεβὴς παροξύναι τὸν Θεὸν, ἐξηγουμένου δὲ μᾶλλον αὐτήν. Ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ οὖν τὸν πρῶτον στίχον ἀναγνωστέον, ὡς ἀπόδοσιν αἰτίας τὸν δεύτερον ποιησώμεθα. Ἀλλ᾽ ὁ μὲν ἀσεβὴς ᾠήθη καθ᾽ ἑαυτὸν μὴ ἐκζητεῖν τὸν Θεὸν, μήτε μὴν ἐφορᾷν τὰ ἀνθρώπινα. Ὅτι δὲ τῆς ἀληθείας ἐσφάλλετο, καὶ τοῦ εἰδέναι τὴν ἐνοῦσαν ἡμερότητα τῷ Θεῷ καὶ φιλανθρωπίαν ἀπεκομίσθη μακρὰν, αὐτὰ δι᾽ ἑαυτῶν βοήσει τὰ πράγματα.

Κατημέλησε γὰρ τῶν τῇδε ὁ Θεὸς οὐδαμῶς, ἀλλ᾽ ἔπεμψεν ἐξ οὐρανῶν τὸν Υἱὸν αὐτοῦ ζητῆσαι τὸ ἀπολωλὸς, ἐπιστρέψοντα τὸν πεπλανημένον, ἀναῤῥωννύντα τὸ ἀσθενὲς, ἀπαλλάσσοντα τοῦ νοσεῖν τὸν συντετριμμένον. <Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός.> (A f. 72 b, B f. 40 b.) Τὸν ἀσθενῆ φησι καὶ τὸν ἀνεπικούρητον, τὴν παρὰ σοῦ μόνου ζητουμένους ἐπικουρίαν· δύναται γὰρ διασώζειν τοὺς πτωχούς τε καὶ ὀρφανούς. Αὐτοὶ δ᾽ ἂν εἶεν καὶ μάλα εἰκότως οἱ οὔπω Θεὸν τὸν φύσει καὶ ἀληθῶς ἐπεγνωκότες· καὶ πτωχοὶ μὲν ὡς πλοῦτον οὐκ ἔχοντες τὸν ἐκ θείων τε καὶ ἱερῶν χαρισμάτων, ἤγουν τῶν ἐκ πολιτείας εὐαγοῦς καὶ ζωῆς τῆς κατὰ Χριστόν· ὀρφανοὶ δὲ ὡς οὔπω λαχόντες Πατέρα τὸν Θεόν. Δέδωκε γὰρ ἐξουσίαν ὁ Υἱὸς τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ τέκνα Θεοῦ γενέσθαι· οἱ τοίνυν οὔπω πιστεύσαντες, οὔτε μὴν τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος ἔχοντες ἀναγέννησιν, ὀρφανοὶ πάντως νοηθεῖεν. <Ὀρφανῷ σὺ ἦσθα βοηθός.> (Cf. 20.) Οὐκ εἶπε· Σὺ εἶ, ἀλλ᾽, Ἦσθα. Πρότερον γὰρ πάντων παρανομούντων, σὺ μόνος βοηθὸς τῶν ὀρφανῶν ἐτύγχανες· νῦν δὲ καὶ οἱ σοὶ, οἱ τοῦ νόμου τὰς ἐντολὰς φυλάσσοντες. <Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ.> (A f. 72 b, E f. 18.)

Καὶ τοῦ Σατανᾶ δὲ τοσαύτη γέγονεν ἡ ἁμαρτία, ὥστε διερευνηθεῖσαν παρὰ Θεοῦ, δίκης ἄξιον αὐτὸν τῆς ἐσχάτης ἀποφῆναι· τοιγάρτοι καὶ συνετρίβη καὶ ἠτόνησεν ὁ βραχίων αὐτοῦ, τουτέστιν ἡ καθ᾽ ἡμῶν δυναστεία. Πλὴν ἁγιοπρεπὴς ἡ αἴτησις καὶ παντὸς ἐπαίνου μεστὸν τῆς προσευχῆς τὸ χρῆμα. Ὅσιον γὰρ καὶ παντὶ τῷ βίῳ χρήσιμον τὸ παντὸς ἁμαρτωλοῦ συντρίβεσθαι βραχίονα, τουτέστι τὴν δυναστείαν· ἐπ᾽ οὐδενὶ γὰρ ἔχουσιν αὐτὴν ἑτέρῳ, ἐπὶ δὲ τῷ συντρίβειν πτωχούς.

Ἁμαρτωλοῦ τούτου ὁ βραχίων ὑπὸ Κυρίου συντρίβεται, καὶ ἡ ἁμαρτία αὐτοῦ ζητουμένη οὐχ εὑρίσκεται. <Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐχ εὑρεθῇ.> (B f. 41.) Εἰ γὰρ ἐρευνῷτο, φησὶν, ἡ [ἁμαρτία] τοῦ τὰ φαῦλα δρῶντος ἁμαρτωλοῦ, οὐκ ἀνευρεθείη δι᾽ αὐτὴν, τουτέστι δικαίως ἀφανισθήσεται. <Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ.> (A f. 73.) Ἐν γὰρ τῇ βασιλείᾳ αὐτοῦ βληθήσονται εἰς τὸ πῦρ τὸ αἰώνιον. Ἔθνη δὲ λέγει τοὺς ἀκαθάρτους δαίμονας, ἀλλ᾽ οὐκ ἀνθρώπους οὓς ἦν ἐλπὶς σωθήσεσθαι διὰ Χριστοῦ δικαιωθέντας ἐν πίστει.

Πῶς ἂν ηὔξατο δραμεῖν εἰς ἀπώλειαν καὶ ἔθνη τὰ ἄπιστα; <Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος.> (A f. 73.) Αὕτη ἦν αὐτῶν ἡ ἐπιθυμία, τὸ τῶν μελλόντων ἀξιωθῆναι ἀγαθῶν· εἰς τοῦτο γὰρ ἑτοιμαζόμενοι, πάντα ὑπομένειν τὴν καρδίαν ηὐτρέπιζον.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις· Καὶ ποία τις ἦν ἐπιθυμία τοιαύτη παρὰ τοῖς ἔτι πλανωμένοις; Φαμὲν οὖν ὅτι συντριβέντος τοῦ βραχίονος τοῦ πονηροῦ, καὶ οὐκ ἐνεργοῦντος ἐν αὐτοῖς καθὰ καὶ πάλαι τὸ ἐν ἀγνοίᾳ κεῖσθαι Θεοῦ, κέκληνται τὰ ἔθνη πρὸς ἐπιθυμίαν τῆς διὰ Χριστοῦ σωτηρίας καὶ τοῦ εἰδέναι τὴν ἀλήθειαν, καὶ ἑτοιμοτάτην ἔσχον τὴν καρδίαν εἰς τὸ πιστεύειν εἰς αὐτόν. <Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν.> (A f. 73.) Κατὰ δὲ ἀναγωγὴν, πτωχὸς καὶ ταπεινὸς οἱ οὔπω πιστεύσαντες. Τούτοις εὔχεται γενέσθαι κριτὴν τὸν Χριστὸν, καταδικάζοντα μὲν τὸν Σατανᾶν, δικαιοῦντα δὲ τοὺς ἠπατημένους. Τούτου γὰρ γεγονότος, οὐκ ἂν ἔτι μεγαλαυχήσειεν ἄνθρωπος ἐπὶ τῆς γῆς, ἢ αὐτὸς ὁ Σατανᾶς ἄνθρωπος κληθεὶς, διὰ τὴν ἐνοῦσαν αὐτῷ ἀσθένειαν· οὐδεὶς γάρ ἐστι παντελῶς ὡς πρός γε τὴν θείαν ἰσχὺν, ἢ ἁπλῶς πᾶς ἄνθρωπος τῆς τοῦ διαβόλου σκαιότητος ὑπουργὸς καὶ τῶν αὐτοῦ θελημάτων ὅργανον. Ὁ γὰρ τοιοῦτος, οὐκ ἔτι μέγα φρονήσει περιγινόμενος τῶν ἀσθενεστέρων.

Δῴη δὲ καὶ ἡμῖν ὁ Θεὸς νικῆσαι τὸν ἐν κρυφίοις ἐνεδρεύοντα καθ᾽ ἡμῶν θῆρα, ὥστε μηκέτι τοῦ ἐχθροῦ τὸ καθ᾽ ἡμῶν περιλειφθῆναι καύχημα.

ΨΑΛΜΟΣ Ιʹ. <Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου; κ.τ.λ.> (A f. 73 b, B f. 42, C f. 21.) Ὁ μὲν οὖν σκοπὸς τοῦ Ψάλλοντος ἐναργής· πεποιθέναι γάρ φησιν ἐπὶ τῷ Κυρίῳ. Ὁ δὲ ἐπιφερόμενος στίχος διαφόρους ἡμῖν ἐννοίας εἰσκομίζει. Τίκτει γὰρ ὑπόνοιαν, ὅτι προσδιαλέγεταί τισι, καὶ οἷον ἐπιπλήττει λέγουσιν αὐτῷ· «Μεταναστεύου ἐπὶ τὰ ὄρη.» Διὰ τί γάρ μοι, φησὶν, ἐπὶ τῷ Θεῷ πεποιθότι, στρουθίῳ παρεικάζεσθαι συμβουλεύετε, καὶ ἐν ὄρεσιν ἀναπτῆναι τοῖς ὑψηλοτάτοις; Ἔδει τοίνυν, φησὶν, ἐπὶ τῷ Κυρίῳ με πεποιθότα, μὴ μᾶλλον ἀκούειν «Μεταναστεύου ἐπὶ τὰ ὄρη,» ἀλλ᾽ ἐπαινεῖσθαι τῆς γνώμης, καὶ ὡς τῶν ἀρίστων βουλευμάτων ἐπιδραξάμενον, εὖ μάλα καταθαυμάζεσθαι.

Μία μὲν οὖν αὕτη διάνοια· ἑτέρα δέ· Πειρασμοῦ γὰρ ἐπικειμένου καὶ πολέμου κινεῖσθαι μέλλοντος, ἢ νοητοῦ τυχὸν ἢ αἰσθητοῦ, πῶς ἡμᾶς χρὴ διακεῖσθαι, μετασχηματίσας ἐφ᾽ ἑαυτῷ τὸν λόγον, πειρᾶται διδάσκειν, καί φησιν· «Ἐπὶ τῷ Κυρίῳ πέποιθα.» Μέχρι τούτου στήσας τὸν λόγον, τοῖς εἰωθόσι παρακαλεῖν τοὺς ἐν περιστάσει, ἐπιφθέγγεται· «Πῶς ἐρεῖτε τῇ ψυχῇ μου;» τουτέστι, Τίνα ἐστὶν ἄπερ ἂν εἰσηγησαμένους ὑμᾶς ἐπαινέσαι δικαίως, Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ταῦτά μοι παρ᾽ ὑμῶν λεγέσθω, φησί. Τοὺς γὰρ ἐπὶ τῷ Θεῷ πεποιθότας, νοητῶς ἀναπτῆναι προσήκει καὶ ἁγίοις ὄρεσιν ἐμφιλοχωρεῖν, τουτέστι τὰς τῶν ἁγίων ἐκείνων κατασκέπτεσθαι πολιτείας, καὶ τοὺς τῆς εὐδοκιμήσεως περιεργάζεσθαι τρόπους, οὕτω τε κατ᾽ ἴχνος ἰέναι τῆς ἐκείνων ἀγωγῆς. Ὄρη δὲ ἅγιά φαμεν εἶναι τοὺς ἁγίους προφήτας καὶ δικαίους. Εἴ τις οὖν ἀναπτὰς οἷάπερ στρουθίον τούτοις τοῖς νοητοῖς ὄρεσιν ἐνιζήσειεν, ὄψεται πάντως λαμπροὺς γεγονότας, οὐ διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰσχὺν, ἀλλ᾽ ὅτι πεποιθότες ἦσαν ἐπὶ τῷ Κυρίῳ. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον τοὺς ἐπὶ τῷ Κυρίῳ πεποιθότας ὡς στρουθίον ἀνίπτασθαι δεῖ ἐπὶ τὰ ὄρη.

Ὄρη δὲ εἶναί φαμεν τὰς ἀρετὰς, οὐδὲν ἐχούσας χαμαιριφές· ἐν οἷς ὄρεσι πέμποντες τὰ φρονήματα, καὶ τὸ χαμαίζηλον τῶν ἐπὶ γῆς πραγμάτων διωθούμενοι, ἀνάλωτοι τῶν εἰς τὸ φαῦλον ἡδονῶν ἐσόμεθα. <Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον.> (A f. 74 b.) Κατὰ δὲ ἀναγωγὴν, ἀναγκαίαν εἶναί φησι τὴν εἰς τὰ ὄρη νοητὴν ἀναφοίτησιν, ὡς ἐντεινάντων τὸ τόξον τῶν ἁμαρτωλῶν καὶ ηὐτρεπισμένων ἤδη πρὸς μάχην. Τούτοις γὰρ τοῖς λόγοις φυγεῖν ἠρέθιζον, φάσκοντες, εἰ μὴ φύγοι, κατατοξεύειν αὐτὸν τοὺς ἁμαρτωλοὺς ἐν σκοτομήνῃ, ἀντὶ τοῦ λεληθότως καὶ ὡς ἐν σελήνης ἀμυδροῖς φέγγεσι. Τοιαῦτα γὰρ τῶν νοητῶν ἐχθρῶν τὰ τοξεύματα· τῷ ζόφῳ γὰρ ἑαυτὸν ἐγκρύπτων, ὁ πονηρὸς κατατοξεύει τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας. (A f. 74 b) Εἶεν δ᾽ ἂν ἁμαρτωλοὶ, καὶ οἱ τὴν πίστιν διώκοντες, καὶ οἱ τοῖς εὐαγῶς ἐθέλουσι ζῇν ἀνέδην ἐπιβουλεύοντες. Δρῶσι δὲ τοῦτο καὶ μάλα ἐντόνως καὶ αἱ πονηραὶ δυνάμεις, πάντα τρόπον ἐπιβουλῆς τοῖς ἁγίοις ἀρτύουσαι. <Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.> (C f. 21.) Εὐτρεπῆ μὲν τῶν πολεμίων τόξα ἐν σκοτομήνῃ· οὕτω δὲ τὸ τὴν σελήνην ὑποτρέχον σκότος καὶ σκιάζον αὐτὴν ὠνόμασεν.

Τότε τοίνυν πολεμοῦσιν οἱ ἁμαρτωλοὶ δαίμονες· τοξεῦσαι γὰρ ἐν φωτὶ τοὺς δικαίους οὐ δύνανται, ἀλλ᾽ ἐν τῷ σκότει τῆς ἀγνοίας, ὅταν νεφέλη ῥᾳθυμίας ἐπελθοῦσα ἀμαυροῖ τὸ φῶς τῆς ἡμετέρας σελήνης, ἤτοι τῆς διανοίας ἐργάσηται. <Ὅτι ἂ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον.> (A f. 75 b.) Κατὰ δὲ ἀναγωγὴν, δείκνυσιν ἐναργῶς ὡς Θεῷ μαχόμενος ὁ Σατανᾶς, καὶ αἱ σὺν αὐτῷ πονηραὶ δυνάμεις τοῖς εὖ βιοῦν ᾑρημένοις ἐπιβουλεύουσι.

Σκοπὸς γὰρ αὐτοῖς τὸ οἰκοδομούμενον ὑπὸ Θεοῦ καταστρέφειν, καὶ τοῖς αὐτοῦ θελήμασιν ἀντανίστασθαι· Κατήνεγκε γὰρ, φησὶν, ὁ ἐχθρὸς τὸν ἄνθρωπον εἰς φθορὰν, καί τοι ἐπὶ ἀφθαρσίαν κατηρτισμένον.—(B. f. 42 b) Μάχονται τῷ θείῳ σκοπῷ, καὶ ἅπερ ἂν αὐτὸς ὁ τῶν ὅλων Δεσπότης καταρτίσαιτο πρός γε τὸ εὖ ἔχειν, καθαιροῦσιν αὐτοί. Πλάττει γὰρ κόπον ἐπὶ προστάγματι ὁ τῆς ἀνομίας θρόνος, τουτέστιν ὁ Σατανᾶς. <Ὁ δὲ δίκαιος τί ἐποίησε; Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, κ.τ.λ.> (C f. 21.) Δίκαιον νῦν τὸν Θεὸν ὁμολογεῖ, πάντων μὲν, ἐξαιρέτως δὲ τῆς τῶν δικαίων σωτηρίας, νοήσωμεν λέγεσθαι.—(A f. 76.) Κατὰ δὲ ἀναγωγὴν, τὴν τοῦ διαβόλου δυστροπίαν εἰρηκὼς ὁ Δαβὶδ, ἐναργῆ καθίστησι τὸν σώζειν εἰδότα καὶ τῆς ἐκείνου πλεονεξίας ἐξέλκοντα. Τοῦ γὰρ διαβόλου, φησὶ, καθαιρεῖν ἐπιχειροῦντος ἄπερ ἂν εἰς σωτηρίαν τῶν ἐπὶ τῆς γῆς καταρτίσαιτο Θεὸς νομοθετῶν καὶ διδάσκων τί πεποίηκεν ὁ δίκαιος; ὁ ἐν τῷ ἰδίῳ ναῷ κατοικῶν, ὁ θρόνον ἔχων τὸν οὐρανὸν, οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἐπιβλέπουσι. Δεῖ γὰρ συνάψαι τοὺς στίχους, ὡς εἰς μίαν τελοῦντας διάνοιαν. Ἡ δὲ ἐπίβλεψις ἐνταῦθα τὴν ἐπισκοπὴν κατασημαίνει. Σώζει δὲ πάντως ἐφορῶν, καὶ ἔξω παγίδος τίθησι· ἐπιβλέπει δὲ τὸν πένητα, τὸν πτωχὸν δηλαδὴ τῷ πνεύματι· «Ἐπὶ τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον;»

Ὅταν δὲ ἡ θεία Γραφὴ τοὺς περὶ Θεοῦ ποιεῖται λόγους, εἶτα μορίων μνημονεύσει σωματικῶν, μὴ τοῖς αἰσθητοῖς ἐνορμιζέσθω τῶν ἀκροωμένων ὁ νοῦς, ἀλλ᾽ ἐκ τῶν αἰσθητῶν ὡς ἐξ εἰκότων πραγμάτων, πρὸς τὸ τῶν νοητῶν ἀναφοιτάτω κάλλος, ἔξω τε σχημάτων καὶ ποσότητος καὶ περιγραφῆς, εἴδους τε καὶ τῶν ἑτέρων, ἃ τοῖς σώμασιν ἀκολουθεῖ, νοείτω Θεόν· ἔστι μὲν γὰρ ὑπὲρ πάντα νοῦν. Ἀνθρωπίνως δὲ τὰ περὶ αὐτοῦ λαλοῦμεν· οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν τὰ ὑπὲρ ἡμᾶς. Βλέφαρα τοίνυν, ἤγουν ὀφθαλμοὶ, ἡ ἐποπτικὴ ἐνέργεια τοῦ Θεοῦ λέγεται, ἤπερ ἂν νοοῖτο κατὰ τὴν αὐτοῦ φύσιν· ἐξετάζει δὲ, ἤγουν ἀκριβῶς ἐρευνᾷ καὶ κατασκέπτεται, τόν τε δίκαιον καὶ τὸν ἀσεβῆ· καὶ τῷ μὲν χεῖρα νέμει τὴν ἐπίκουρον, καὶ φῶς ἐνίησιν εἰς νοῦν, ἵνα μὴ ἐν σκοτομήνῃ τοξεύηται· τὸν δὲ ὡς ἀχαλίνως ἐρχόμενον, κατὰ πετρῶν καὶ κρημνῶν ἀφίησιν. <Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.> (C f. 21.) Ὅτε κρίσεως καιρὸς, τοῖς βλεφάροις ὡς ἀπειλὴν μηνύουσιν κέχρηται· ταῦτα γὰρ καὶ ἡμεῖς ἀνασπᾷν ἐν τῷ θυμοῦσθαι εἰώθαμεν· ἀλλὰ μὴν καὶ ὄταν ἀκριβῶς τι κατοπτεῦσαι βουλώμεθα. Ὅθεν οὐδὲ Σολομὼν αὐτῶν ἐν τῷ τὸν νυμφίον ἢ τὴν νύμφην, ὡς θυμῷ καὶ κρίσει μᾶλλον, οὐχὶ δὲ γάμῳ καὶ χαρᾷ πρεπόντων ἐμνημόνευσεν. Ἢ ὀφθαλμὸς τὸ ἀλάθητον τοῦ Θεοῦ σημαίνει. <Πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.> (A f. 76. b.)

Ποτήριον δὲ ἐνταῦθα τὴν τιμωρίαν ὀνομάζει, ὡς τὸ ποτήριον ἐν χειρὶ Κυρίου ἐξ οὗ πίονται ἁμαρτωλοί. Τὸ μὲν οὖν τῶν δικαίων ποτήριον ἀποφέρει πρὸς σωτηρίαν αὐτούς· ποιεῖται γὰρ εὐφροσύνην καὶ ζωὴν, κατὰ τὸ, «Ποτήριον σωτηρίου λήψομαι.» Τὸ δέ γε τῶν ἁμαρτωλῶν κατακομίζει πρὸς θάνατον, καὶ ἀκατεύναστον ἔχει φλόγα· πῦρ γάρ ἐστι, θεῖον καὶ πνεῦμα καταιγίδος, ἵν᾽ ἐννοῶμεν ὅτι καθάπερ ἄνεμος ἐμπεσὼν εἰς φλόγα διανίστησιν αὐτὴν καὶ ἀποφέρει πως ἐνεργεστέραν, οὕτω καὶ ὁ τοῦ κρίνοντος θυμὸς, οἷον πνεῦμα καταιγίδος ἐμπίπτων τοῖς κολαζομένοις, ἄσβεστον ἀεὶ ἀποφαίνει τὴν τιμωρίαν. <Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν.> (C f. 22.) Τουτέστιν ἰσότητα, ἤτις τότε σώζεται καὶ φανεροῦται μάλιστα ὅταν ὑψωθῶσι τοῖς ἀγαθοῖς οἱ διὰ τὸν Θεὸν ἑαυτοὺς ταπεινώσαντες· ταπεινωθῶσι δὲ ταῖς τιμωρίαις πάλιν, οὓς ὁ διάβολος ὕψωσε· ταύτην γὰρ ὁ Θεὸς ὁρᾷ καὶ οἰκεῖ τὴν εὐθύτητα. (A f. 76 b.) Κολασθήσονται τοίνυν οἱ τῆς ἀδικίας ἐρασταί· ἐφορᾷ δὲ τὸν εὐθῆ, τουτέστι τὸν ὅσιόν τε καὶ ἀδιάστροφον, καὶ ὥσπερ τινὰ κανόνα τῆς ἑαυτοῦ πολιτείας καὶ ζωῆς τὸν θεῖον νόμον ποιούμενον.