Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στον Ψαλμό ΜΔ΄
Χριστολογική και εκκλησιολογική ανάλυση του τεσσαρακοστού τετάρτου ψαλμού, εστιάζοντας στην ενανθρώπηση του Λόγου, τη βασιλεία Του και το κάλλος της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον Ψαλμό ΜΔ΄
Χριστολογική και εκκλησιολογική ανάλυση του τεσσαρακοστού τετάρτου ψαλμού, εστιάζοντας στην ενανθρώπηση του Λόγου, τη βασιλεία Του και το κάλλος της Εκκλησίας.
ΨΑΛΜΟΣ ΜΔʹ. <Εἰς τὸ τέλος, ὑπὲρ ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ὑπὲρ τοῦ ἀγαπητοῦ.> (B f. 164, K f. 87 b) ᾌδεταί γε μὴν ὁ ψαλμὸς εἰς τὸ τέλος· διήγησιν γὰρ, ἤγουν προαναφώνησιν, ἔχει τοῦ κατὰ Χριστὸν μυστηρίου, ὂ γέγονεν ἐπὶ συντελείᾳ τοῦ παρόντος αἰῶνος. Οὕτω γὰρ ἡμῖν ἐπέφανεν ὁ Υἱός. Ἡ δέ γε τῆς ᾠδῆς δύναμις, ὑπὲρ τῶν ἀλλοιωθησομένων, καὶ ὑπὲρ τοῦ ἀγαπητοῦ, συντεθεῖσθαι λέγεται. Ἠλλοιῶσθαι δέ φαμεν Ἰουδαίους τε καὶ Ἕλληνας, ὥστε καὶ εἰς ἕνα καὶ ἀγαπητὸν γενέσθαι λαὸν τοὺς ἐξ ἀμφοῖν κεκλημένους. Ὡς γὰρ ὁ Παῦλός φησιν, «Τοὺς δύο λαοὺς ἔκτισεν ὁ Χριστὸς εἰς ἕνα καινὸν ἄνθρωπον.» <Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.> (B f. 165, L f. 231) Ἐνταῦθά μοι νόει τοῦ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Θεοῦ Λόγου πρόοδον, ἤτοι γέννησιν, οὐχ ὡς σῶμα ἐκ σώματος, ἀλλὰ ἀσύνθετον, ἄϋλόν τε καὶ νοητὴν, ὡς λόγον ἐκ νοῦ, οὐ κατὰ μερισμὸν ἢ διαίρεσιν. Τίς γὰρ ἀποστήσει καρδίας ἤτοι νοῦ λόγον, τὸν ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ καὶ ἀεὶ σὺν αὐτῷ; ἀποστήσει δὲ οὕτως, ὡς ἔξω γενέσθαι παντελῶς αὐτοῦ; Δοκεῖ μὲν γάρ πως ὁ ἐν προφορᾷ καὶ διὰ γλώττης προϊέμενος λόγος, ἕτερος εἶναί τις παρὰ τὴν ἀναβράττουσαν αὐτὸν καρδίαν· πρόεισί γε μὴν ἐξ αὐτῆς, καὶ ἔστιν ἐν αὐτῇ, καὶ οὐκ ἀλλότριος αὐτῆς.
Οὐ γὰρ ἐνδέχεται νοῦν, ἤτοι καρδίαν, ἄλογον εἶναί ποτε· οὔτε μὴν λόγον, ὃς οὐκ ἔστιν ἐκ νοῦ καὶ εἰς νοῦν, ἤτοι καρδίαν καὶ ἐν καρδίᾳ. Οὐκοῦν ὡς ἐν τάξει πα[ραδείγματός τινος] ἐπὶ Θεοῦ δεξάμενοι καρδίαν καὶ λόγον, τὸν τῆς ἑαυτῶν διανοίας ὑπερτείνωμεν ὀφθαλμὸν εἰς τὸ ἐπέκεινα τῶν αἰσθητῶν, καὶ θεοπρεπῆ τοῦ Θεοῦ Λόγου τὴν γέννησιν γενέσθαι πιστεύωμεν· ὃν ὡς λόγον ὁ Πατὴρ ἐκ καρδίας ἐξηρεύξατο.
Ἀγαθὸν δὲ αὐτὸν ἀποκαλεῖ, καὶ μάλα εἰκότως, ἔν γε δὴ μάλιστα τῷ προκειμένῳ σκοπῷ. Ἐπειδὴ γὰρ τῆς τοῦ κόσμου σωτηρίας ἔνεκα καὶ ζωῆς εἴλετο παθεῖν τὴν ἑκούσιον κένωσιν, ἐξ ἡμερότητος ἐμφύτου καὶ γαληνότητος τῆς θεοπρεποῦς, ἀναγκαῖον ἦν ἀγαθὸν ὀνομάζεσθαι νυνὶ μάλιστα, καίτοι καὶ φῶς ὄντα καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν. Ὡς ἤδη δὲ προειρημένης διὰ τοῦ προλαβόντος στίχου τῆς ἀφράστου γεννήσεως τοῦ Μονογενοῦς, ὁ περὶ τῆς ἐνανθρωπήσεως εἰσφέρεται λόγος· ἔστι μὲν γὰρ, ὡς ἔφην, ἐν ὑπεροχῇ καὶ δόξῃ θεότητος ὁ Υἱός· ἐπειδὴ δὴ [δὲ] ἅπαξ κεκένωκεν ἑαυτὸν, τῶν τῆς ἀνθρωπότητος ἀνέχεται μέτρων.
Ἐοικὸς δὲ ἀνθρώπῳ τὸ διδακτῶς ἔχειν ἅπερ οὐκ οἶδεν. ᾟ γὰρ Θεὸς εἰς νοῦν ἐνήχει τὴν παντὸς εἴδησιν ἀγαθοῦ, ἤγουν .. παραινέσεις ἀποτελοῦσιν σοφούς. Ἄθρει δὴ οὖν ἐν τούτοις, ὡσπερεὶ ἐνανθρωπήσαντος τοῦ Υἱοῦ, λέγοντα τὸν Πατέρα· «Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.» Μόνον γὰρ οὐχὶ καθυπισχνεῖται διδάσκειν αὐτὸν ὁποίοις τισὶν κεχρήσεται λόγοις, ἐμβιβάζων ἡμᾶς εἰς τὸ δρᾷν ἐθέλειν τὰ ἔργα αὐτοῦ. Ἔργα δὲ Θεοῦ εἶναί φαμεν τὴν εὐσεβῆ πολιτείαν, καὶ τῶν ἁγιοπρεπῶν ἀνδραγαθημάτων τὴν δύναμιν, ἣ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γέγονεν ἡμῖν ἐμφανής. Ἔφασκε γὰρ ὁ Σωτήρ· «Ἀπ᾽ ἐμαυτοῦ οὐ ποιῶ οὐδὲν, ἀλλ᾽ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω.» Καὶ πάλιν· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Γράφει δὲ καὶ ὁ σοφὸς Ἱωάννης περὶ αὐτοῦ, ὅτι «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν· ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Ἐπειδὴ γὰρ παρωσάμενος τὴν ἐν νόμῳ σκιὰν, ἑαυτὸν ἔφασκεν εἶναι τὴν ἀλήθειαν, ἐδίδασκε δὲ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησίν τε καὶ λατρείαν, ὡς ἂν μὴ τοῖς Ἰουδαίοις παρά γε τὸ τῷ Θεῷ δοκοῦν τοὺς περὶ τῶν τοιούτων γίνεσθαι λόγους, τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς οἰκονομικῶς, ὡς ἔφην, ἀνατίθει τὰς ἑαυτοῦ φωνάς.
Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν τῷ ὄρει Χωρὴβ συναγηγερμένῳ τῷ Ἰσραὴλ ἐπαγγελίαν ἐδίδου Θεὸς τὴν περὶ Χριστοῦ, λέγων πρὸς τὸν ἱεροφάντην Μωσέα, ὅτι «Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὰ ῥήματά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.» Ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός· «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.» Τὸ γὰρ δείκνυσθαι τὰ ἔργα τοῦ Πατρὸς τῷ Υἱῷ, οὐκ ἀπηλλάχθαι μὲν ἴσως φαίη τις ἂν ἀνθρωπίνης σμικροπρεπείας, ἔοικέ γε μὴν τῷ τῆς κενώσεως σκοπῷ. Εὖ δὲ δὴ σφόδρα βασιλέα τὸν Υἱὸν ὁ Πατὴρ ἀποκαλεῖ, ἵνα μὴ τῷ τῆς ἐνανθρωπήσεως μέτρῳ τὸ μυστήριον ἀποφέρειν αὐτόν πως δοκῇ τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ἀξίας καὶ τῆς κατὰ πάντων ὑπεροχῆς. Εἰ γὰρ καὶ γέγονεν ἐν τῇ [γῇ ἄνθρωπος,] οὐδὲν ἧττον ὡς ἐκ βασιλέως γεννηθεὶς τοῦ Πατρὸς, μεμένηκε βασιλεὺς καὶ ἐν τοῖς κατὰ φύσιν ὑψώμασιν, θεοπρεπέσιν δὲ δηλονότι καὶ τοῖς ὑπὲρ πᾶσαν τὴν κτίσιν. <Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.> (B f. 165 b, I f. 232) Ἑτεροίως ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐκ τῆς οὐσίας ἑαυτοῦ κατασημαίνει Λόγον.
Γλῶσσαν γὰρ ἰδίαν αὐτὸν ὀνομάζει, οὐχ ὡς ἕτερόν τι λαλοῦντα, πλὴν ὅτι τὰ ἐν αὐτῷ· δρᾷ γὰρ τοῦτο καὶ ἐν ἡμῖν ἡ γλῶττα τὰ εἰς νοῦν καὶ καρδίαν τοῖς ἔξω διαπορθμεύουσα. Καὶ ὀξυγράφου δὲ κάλαμον αὐτὸν εἶναί φησιν· ὁ γὰρ τοῦ ὀξυγράφου κάλαμος ὀξέως ταῖς δέλτοις ἐναποσημαίνεται τάς τινων φωνάς. Ὁ δέ γε μονογενὴς τοῦ Θεοῦ Λόγος αὐτὸ δὴ τουτὶ πληροῖ, ταῖς τῶν πιστευόντων καρδίαις νοητῶς ἐγχαράττων τὸ μέγα καὶ σοφὸν καὶ ἀληθὲς βούλημα τοῦ Πατρός. Τί δὲ τὸ θέλημα τοῦ Πατρὸς, αὐτὸς ἐν Εὐαγγελίοις διασαφεῖ λέγων· «Ἵνα πᾶν ὃ δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ᾽ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.» Καὶ καθ᾽ ἕτερον τρόπον· ἐγγράφει γὰρ ἡμῖν τὸ θέλημα τοῦ Πατρὸς τὸ ἀγαθὸν καὶ εὐάρεστον. Ὀξὺς δὴ οὖν λίαν ὁ τοῦ Πατρὸς κάλαμος. Ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωσέως διὰ κύκλου μακροῦ καὶ περισκελίας πολλῆς, τῆς κατὰ τὸ γράμμα φημὶ, ἀμυδρῶς καὶ μόλις ὑπεδήλου τὰ χρήσιμα· ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, περιαγωγῆς ἁπάσης δίχα, συντόμως ἡμῖν, ὡς ἔφην, ἀπεκάλυψεν τὸ θέλημα τοῦ Πατρός. Ἔστι γὰρ μεγάλης βουλῆς Ἄγγελος. Ἔφη δέ που καὶ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τῶν κεκλημένων ἐν πίστει, ὅτι «Ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.»
Γράφει δὲ πρὸς αὐτοὺς καὶ ὁ πάνσοφος Παῦλος· «Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ᾽ ἡμῶν, γεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος.» Ἀλλ᾽ οὗτος ὁ κάλαμος πρὸς τῷ εἶναι ταχὺς καὶ ὀξὺς, ἔχει καὶ τὸ ὡραῖον ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Προσπεφώνηκε μὲν γὰρ τοῖς ἀρχαιοτέροις ὁ θεσπέσιος Μωσῆς τὸν δι᾽ ἀγγέλων διακονηθέντα νόμον· προσελάλουν δὲ καὶ οἱ προφῆται τὰ ἐξ ἀποκαλύψεως Θεοῦ τοῖς ἀρχαιοτέροις· ἀλλ᾽ ὡραῖος ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ τοῦ Πατρὸς κάλαμος. Τίς γὰρ τῶν ἁγίων ἁμιλλήσεται τῷ Χριστῷ; Οὐδεὶς παντελῶς.
Διὰ γάρ τοι τοῦτο καὶ ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων εἰσφερομένη νύμφη, τὸ τῆς Ἐκκλησίας φοροῦσα πρόσωπον, καίτοι προκείμενον αὐτῇ ταῖς τοῦ πανσόφου Μωσέως ἐντυγχάνειν συγγραφαῖς, καὶ ταῖς τῶν ἁγίων προφητῶν, τὸν παρὰ Χριστοῦ δεδίψηκε λόγον καὶ δὴ καὶ ἔφασκεν· «Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου· ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.» Τὰ ὅμοια κατὰ διάνοιαν πρὸς τοῖς ἤδη ῥηθεῖσιν, ἐν δευτέρᾳ Ἐξηγήσει Εὐσέβιος ὁ Καισαρεύς φησιν· εἰ καὶ μὴ μετὰ τοσαύτης τῶν Γραφικῶν μαρτυρίας. (A f. 246) Νοήματα δὲ ἡμῖν ἐγγράφει τὸ Πνεῦμα κατὰ τὴν ἀναλογίαν τοῦ πλάτους τῆς καρδίας, καὶ πλείονα ἢ ἐλάττονα, ἢ ἐμφανῆ πᾶσιν ἢ ἀμυδρότερα κατὰ τὴν προπαρασκευὴν τῆς καθαρότητος. <Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.> (B f. 166, I f. 233 b) Τοῦ Θεοῦ καὶ Πατρὸς διὰ τῶν προλαβόντων στίχων τὰ πρῶτα εἰπόντος, ἁρπάζει τὴν ἀποκάλυψιν τῶν ἁγίων προφητῶν ὁ χορὸς, καὶ οἱονεὶ ἐπικροτεῖ τοῖς τοῦ Πατρὸς λόγοις, καὶ τῇ συναινέσει τιμᾷ τὸ μυστήριον, καὶ οἷον ἐκ πολλῆς ἄγαν φιλοθεΐας ἀναφωνεῖ· Ἐπειδή σοι πρόσεστιν τὸ ὡραῖον ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁμολογοῦμεν ὅτι ἐξεχύθη ἡ χάρις ἐν χείλεσίν σου, καὶ διὰ τοῦτο ηὐλόγησέν σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Τὸ δὲ, ηὐλόγησεν, ἀντὶ τοῦ, ηὐλογημένον ἐποίησεν.
Δοξολογοῦμεν γὰρ ἀκαταλήκτως αὐτὸν οἱ πιστεύσαντες· δοξασθήσεται δὲ καὶ εἰς ἀεὶ, Θεὸς ὢν ἀληθινὸς καὶ Υἱὸς τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ αὐτὸς ὑπάρχων ὁ τῆς δόξης Κύριος. Εἰ δὲ δή τις λέγοι δοτὸν γενέσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς τὸ εὐλογεῖσθαι πρὸς ἡμῶν, διενθυμείσθω κἀκεῖνο· ὥσπερ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, δέδωκεν αὐτῷ ὁ Πατὴρ «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵν᾽ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός·» οὕτω καὶ εὐλογητὸς [ὑπὸ τοῦ Θεοῦ δοτὸν αὐτῷ] λέγεται τὸ εὐλογεῖσθαι παρὰ πάντων. Καὶ τοῦτό ἐστιν ἡ κένωσις· ἃ γὰρ ἔχει ὡς Θεὸς φυσικῶς, ταῦτα λέγεται λαβεῖν ἀνθρωπίνως. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον ἔδει τὸν Υἱὸν γενόμενον ἄνθρωπον χρηματίσαντα δεύτερον Ἀδὰμ, καὶ εἰς ῥίζαν τοῖς ἐπὶ τῆς γῆς τεθέντα δευτέραν, εὐλογηθῆναι παρὰ τοῦ Πατρὸς ὡς ἄνθρωπον, ἵνα παύσηται λοιπὸν ἡ τῆς ἀρᾶς δύναμις τῆς ἐπενεχθείσης τῷ ἐκ γῆς τε καὶ χοϊκῷ, ἤτοι τῇ πρώτῃ ῥίζῃ τῆς ἀνθρωπότητος, τουτέστιν Ἀδάμ. Ὥσπερ γὰρ ἐν ἐκείνῳ γεγόναμεν ἐπάρατοι, οὕτως ηὐλογήθημεν ἐν Χριστῷ· πέμποντος εἰς ἅπαν τὸ γένος τὴν ὡς ἀνθρώπῳ δοθεῖσαν αὐτῷ χάριν.
Καὶ ἐπ᾽ αὐτῷ δὴ τούτῳ χαίρων ὁ Μελῳδὸς ἀνεφώνει· «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» <Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου.> (I f. 234) Ὦ Δέσποτα, φασὶ, πρὸς τῷ κάλλει σου τῷ ὑπὲρ πάντας καὶ ἀπαραβλήτῳ, περίζωσαι καὶ ῥομφαίαν, καὶ οὔ τί που ἀλλοτρίαν, τὴν σὴν δὲ μᾶλλον.
Οὐδὲν γὰρ τῶν ἔξωθεν ἢ εἰσκεκριμένον προσεῖναί φαμεν τῷ Χριστῷ, ἀλλ᾽ ἴδια αὐτῷ τὰ θεοπρεπῆ νοοῖντ᾽ ἂν εἰκότως ... δυνατὸς γάρ ἐστιν, τουτέστι τῶν δυνάμεων Κύριος· οὐ παρ᾽ ἑτέρου τὸ δύνασθαι λαβὼν, ἀλλ᾽ ἴδιον καὶ ἐμπεφυκὸς οὐσιωδῶς μετὰ τῶν ἑτέρων θεοπρεπεστάτων ἀξιωμάτων. Ἔστι γε μὴν ὡραῖος μὲν τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐπεγνωκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τοῖς τῆς διανοίας ὄμμασιν καταθρεῖν δυναμένοις τὸ ἐξαίσιον αὐτοῦ καὶ ὑπερκόσμιον κάλλος. Τῷ δὲ μηρῷ τὴν ῥομφαίαν ἡρμοσμένην ἔχων, ἵνα τὰς τῶν ἀντικειμένων φάλαγγας θορυβῇ, ἢ καὶ τὰς τῶν ἀπειθούντων ἀπονοίας καταπτοῇ, δίκην αὐτοῖς καὶ κόλασιν ἀπειλῶν. Τοῦτο γάρ που καὶ ἑτέρωθί φησιν ὁ Ψάλλων· «Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.» <Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἔνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης.> (A f. 248 b, B f. 167 b, I f. 235) Τὸ κατευοδοῦ, ἀντὶ τοῦ, Παντὸς ἀγαθοῦ πράγματος εὐθὺ κέλευε τρέχειν τοὺς τὰ σὰ φρονεῖν ἑλομένους, οὕτω τε βασίλευε τῶν κατευοδουμένων. Ἔνεστί γε μὴν τῷ λόγῳ πλείστην τε ὅσην ἰδεῖν ἐνοῦσαν ἀκολουθίαν.
Οὐ γὰρ ἦν ὅλως ἰσχύσαι τινὰς δι᾽ εὐθείας ὥσπερ ᾄττειν ὁδοῦ πρὸς τὸ αὐτῷ δοκοῦν, ἐγκειμένου τοῦ Σατανᾶ· ταύτῃ τοι καὶ μάλα εἰκότως πρῶτον ἐντείνει τὸ τόξον· ἵν᾽ ἐκ μέσου γεγονότος ἐκείνου, καὶ σὺν αὐτῷ τῶν ἑτέρων, οἳ ταῖς τῶν ἁγίων εὐδοκιμήσεσιν ἐπιμαίνονται, δυνηθῶσιν εὐοδοῦσθαι λοιπὸν, καὶ διὰ ψιλῆς ὥσπερ ἰέναι τρίβου, μαχομένου τε καὶ ὑπαντιάζοντος οὐδενὸς, πρός τε τὸ χρῆναι τῆς ὑπ᾽ αὐτῷ βασιλείας ὑπελθεῖν τὸν ζυγόν. Ὀρθῶς οὖν ἄρα φασὶ πρῶτον μὲν τὸ Ἔντεινον, εἶτα τὸ Κατευοδοῦ, καὶ τρίτον εὐθὺς τὸ Βασίλευε. Προσεπάγουσι δὲ τὸ, «ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης.» Πραότητα, καθάπερ ἐγᾦμαι, καὶ μὴν καὶ ἀλήθειαν καὶ δικαιοσύνην, οὐδὲν ἕτερον εἶναι λέγοντες, πλὴν ὅτι τὸ κήρυγμα τὸ εὐαγγελικὸν δι᾽ οὗ γεγόναμεν ὑπὸ Χριστῷ· βεβασίλευκε γὰρ δι᾽ αὐτοῦ τῆς ὑπ᾽ οὐρανόν.
Ἔστι δὲ ἀλήθεια μὲν, ὅτι τύπων ἐπέκεινα καὶ σκιᾶς ἐστιν τῆς κατὰ τὸν Μωσέα, γυμνῶς τε καὶ ἀπημφιεσμένως τὸ Χριστοῦ μυστήριον διδάσκει. Πραότητος δὲ πάλιν· οὐ γὰρ ἔχει τὴν ἀποτομίαν τὴν ἔν γε τῷ νόμῳ. Ὡς γὰρ ὁ Παῦλός φησιν· «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει.» Πραότητος δὲ καὶ ἑτέρως τὸ εὐαγγελικόν ἐστι κήρυγμα· πράους γὰρ ἀποτελεῖ τοὺς πιστεύοντας εἰς Χριστὸν, οὐκ ἀμυντικοὺς καὶ ὀργίλους, οὔτε μὴν ἀπαιτεῖν ἐθέλοντας ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ πόδα ἀντὶ ποδὸς, καὶ χεῖρα ἀντὶ χειρὸς, ἀλλὰ τῷ παίοντι τὴν δεξιὰν σιαγόνα, στρέφοντας καὶ τὴν ἄλλην· ἑπομένους τε αὐτῷ λέγοντι· «Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Εἰ δὲ δή τις προσεῖναι λέγοι καὶ αὐτῷ τῷ Χριστῷ τό τε ἀληθὲς ἐν πᾶσιν (οὐδὲν γὰρ ἐψευσμένον ἐν αὐτῷ τῶν θεοπρεπῶν), καὶ μὴν καὶ τὴν εἰς ἄκρον πραότητα καὶ δικαιοσύνην, οὐκ ἂν ἔξω γένοιτο τοῦ εἰκότος.
Ἀληθὲς γὰρ καὶ ταυτὸ ἔνεστί γε μὴν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν καὶ ἡ δικαιοσύνη. Ὁσίους γὰρ καὶ ἀμώμους ἀποτελεῖ. <Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.> (B f. 167 b, I f. 236) Ὁ θεσπέσιος Παῦλος τὸν τῆς διανοίας ἑαυτοῦ ὀφθαλμὸν ἀνατείνων εἰς θεοπτείαν, «Ὦ βάθος, φησὶ, πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Δεῖται γὰρ τὸ σύμπαν οὐδενὸς εἴς γε τὸ εἰδέναι καλῶς τε καὶ ἀμωμήτως τὸ τελοῦν εἰς ὄνησιν τοῖς ὑπ᾽ αὐτῷ γενομένοις, ἀλλ᾽ οἷόν τινα ποδηγὸν εἰς ἕκαστα τῶν πρακτέων αὐτὸς ἑαυτὸν ἔχει. Μόνος τὰ πάντα γὰρ οἶδε, καὶ τὸ φῶς μετ᾽ αὐτοῦ ἐστι, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.
Τί δὴ οὖν ἄρα φασὶν οἱ ἅγιοι τῷ Χριστῷ; «Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.» Βλέποντι γὰρ, φησὶν, τὰ εἰς κατόρθωσιν σωτηρίας τῶν ἐπὶ τῆς γῆς, σύμβουλος ἔσται τῶν καθ᾽ ἡμᾶς, ἤγουν ἕτερός τις τῶν ἐπέκεινα παντελῶς οὐδείς· ἀρκέσει γὰρ πρὸς τοῦτο ἡ σὴ δεξιά. Καὶ οὐχ ὡς ἑτέραν τινὰ παρ᾽ αὐτὸν οὖσαν τὴν δεξιὰν αὐτοῦ, ἤτοι τὴν δύναμιν, ἐν τούτῳ κατασημαίνουσιν, ἀλλ᾽ οἷον ὡσεὶ ἔλεγον, «ἡ δεξιά σου,» ἤγουν ἡ μεγαλοπρέπειά σου, οὐχ ἕτερόν τινα παρ᾽ αὐτὸν ἔδει νοεῖν. Οὕτω κἂν εἰ λέγοιεν ἡ δεξιὰ, τουτέστιν ἡ δύναμις, αὐτὸν δὴ μόνον ὡς ἐν περιφράσει σημαίνουσιν. Οἶδε γὰρ, οἶδεν ἡ δεξιά σου, φασὶ, τίσι μὲν ἂν πρέποι τὴν ῥομφαίαν ἐπενεγκεῖν, ἢ καὶ κατὰ τίνων τὸ ἀδιάφυκτον ἐντεῖναι τόξον, τίνας δὲ αὖ καὶ κατευοδοῦσθαι πρέποι ἂν καὶ τοῖς σοῖς ὑποφέρεσθαι ζυγοῖς, ἵνα σὲ καὶ μόνον ὁμολογῶσιν Θεόν τε καὶ βασιλέα, Σωτῆρα καὶ Λυτρωτήν. <Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.> (A f. 249 b) Οὐδεὶς δὲ θεομάχος ἢ ἀλαζὼν ὑποκάτω πίπτει τοῦ Θεοῦ, ἀλλ᾽ οἱ τὴν ἐκ πίστεως ὑποταγὴν καταδεξάμενοι. Βέλη οὖν τοῦ δυνατοῦ, τουτέστι τοῦ Χριστοῦ, οἱ ἀπόστολοι· ἐχθροὶ δὲ τοῦ βασιλέως, ἤγουν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Σατανᾶς, καὶ ἁπλῶς οἱ τοῖς θείοις δόγμασιν ἀντεξάγοντες.
Κατατοξευθέντος οὖν τοῦ Σατανᾶ, καὶ τρωθείσης τῆς καρδίας τῶν νοητῶν ἐχθρῶν διὰ τῶν βελῶν τοῦ δυνατοῦ, ὑποπεπτώκασι λαοὶ ὑπὸ πόδας Χριστοῦ, καὶ τοῖς ζυγοῖς τῆς αὐτοῦ βασιλείας ὑπέπεσον καὶ ὑπετάγησαν.
Οἱ γὰρ μυσταγωγοὶ πλήττουσι τοὺς πεπλανημένους καὶ τὸν φύσει Θεὸν οὐκ εἰδότας, πλὴν οὐκ εἰς θάνατον, ἀλλ᾽ εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν Χριστῷ, ἵνα ὑποκάτω πίπτοιεν αὐτοῦ, καὶ λέγοιεν· «Τετρωμένη ἀγάπης ἐγώ.» Εἶδες τοῦ πολέμου τὸ κατόρθωμα, τὴν προσαγωγὴν τῶν πρὸ τούτου στασιαζόντων; Ἡ γὰρ πρόσπτωσις αὕτη ὕψους ἐστὶν ὑπόθεσις καὶ ῥίζα. <Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.> (A f. 250, B f. 168 b, I f. 239) Ἄθρει τοίνυν ὅτι Θεὸν τὸν ἐνανθρωπήσαντα καλεῖ, καὶ θρόνον αὐτῷ νέμει τὸν ἀνωτάτω. Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, καὶ οὐκ ἔξω γεγονὼς διὰ τοῦτο τοῦ εἶναι ὃ ἦν, μεμενηκὼς δὲ μᾶλλον ἐν ταῖς ἰδίαις ὑπεροχαῖς, καὶ τὴν τῆς εὐθύτητος ἔχων ῥάβδον. Ῥάβδος δὲ, καὶ βασιλείας σύμβολον· βασιλεύει γὰρ ἐν δικαιοσύνῃ Χριστός.
Ἔφη γάρ τις τῶν ἁγίων προφητῶν περί τε αὐτοῦ καὶ τῶν ἁγίων μυσταγωγῶν· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Οὐκοῦν ὡς ἐκ παραδείγματος τῶν ἐπὶ γῆς βασιλέων σκηπτροφορεῖν εἰωθότων, τὸ τοῦ λόγου γέγονε σχῆμα. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ Χριστὸς ῥάβδος ὠνομάσθη πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος, διά τε τὴν φύσιν τῆς θεότητος καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Χριστοῦ ἀποβλέψας ὁ Δαβὶδ φησί· <Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, κ.τ.λ.> (B f. 168 b, D f. 123 b, I f. 239) Εὑρίσκεται παρὰ τῇ θείᾳ Γραφῇ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς κείμενα τοιαῦτα πολλὰ, ὅτι Δίκαιος Κύριος καὶ δικαιοσύνην ἠγάπησεν. Καὶ πάλιν· «Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.» Καὶ πάλιν· «Ἐγώ εἰμι Κύριος ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας.» Ἆρ᾽ οὖν, εἴπερ καὶ διὰ ταῦτα λέγει μέγας ὁ Κύριος ἡμῶν, ὅτι τὴν μὲν δικαιοσύνην ἀγαπᾶ, μισεῖ δὲ τὴν ἀδικίαν, μισθὸς ἔσται τῷ Θεῷ καὶ Πατρὶ τὸ μέγας; καὶ ἀρετῆς ἀνταπόδοσις, ὅτι τάδε μὲν ἀγαπᾷ, μισεῖ δὲ ἐκεῖνα; Ἀλλ᾽ οὐκ ἄν τις τοῦτο μανείη ποτέ. Ὥσπερ οὖν ἐπὶ τοῦ Πατρὸς εὐσεβῶς νοεῖται τὰ τοιῶσδε λεγόμενα, ὡσαύτως ἐκληφθείη καὶ ἐφ᾽ Υἱοῦ· πρὸς γὰρ τὸ ἀρχέτυπον ἡ εἰκὼν, καὶ τὸ ἀρχέτυπον πρὸς τὴν εἰκόνα.
Εἶτ᾽ ἐπειδὴ, φησὶ, Θεὸς ὢν πλημμελεῖν οὐκ οἶσθα (δικαιοσύνην γὰρ ἀγαπᾷς, καὶ ἀποστρέφῃ ἀνομίαν, ἄβατον, ἵν᾽ οὕτως εἴπω, τὴν σαυτοῦ φύσιν ἔχων παντὶ πονηρῷ), «διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου.» Κέχρισται γὰρ εἰς ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, γενόμενος ἄνθρωπος ὁ Υἱὸς, ἵν᾽ ἡμᾶς προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ τὴν εἰς αὐτὸν πίστιν εὐωδιάζοντας.
Χρίεται δὲ τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἵνα τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἐννοήσωμεν χάριν, πρὸς εὐθυμίαν ἡμᾶς καὶ ἀγαλλίασιν ἀναφέρουσαν διηνεκῆ. Εἰ γὰρ καὶ ἐπὶ Χριστῷ πεπράχθαι λέγεται, ἀλλ᾽ οἰκονομίας ἧν τὸ χρῆμα μεστόν. Ἔστι μὲν γὰρ ὁ Υἱὸς, τοῦ ἁγίου Πνεύματος χορηγός· ἔνεστι γὰρ αὐτῷ φυσικῶς πάντα τοῦ Πατρός. Δέχεται δὲ ἀνθρωπίνως μεθ᾽ ἡμῶν τὸ Πνεῦμα καὶ αὐτὸς, ὅτε γέγονε καθ᾽ ἡμᾶς, οὐχ ἑαυτῷ τι προστιθεὶς καθ᾽ ὃ νοεῖται καὶ Θεὸς καὶ Λόγος, ἀλλ᾽ ἐν ἑαυτῷ καὶ πρώτῳ τῇ τοῦ ἀνθρώπου φύσει προξενῶν τὸ τῆς ἀγαλλιάσεως Πνεῦμα.
Ὅπου γὰρ θείας φύσεως μέθεξις, καὶ χάρις υἱοθεσίας, καὶ ζωῆς ὑπόσχεσις τῆς εἰς μακρὸν αἰῶνα καὶ οὐρανῶν βασιλείαν, ἐκεῖ που πάντως τὸ ἀγαλλιᾶσθαί ἐστιν. Πλὴν παρὰ τοὺς μετόχους αὐτοῦ κέχρισται Χριστός· ἡμεῖς μὲν γὰρ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ἑαυτοῖς ἐσχήκαμεν· ὡς δὲ ὁ Παῦλός φησι, πᾶν τὸ πλήρωμα τῆς θεότητος ἐν Χριστῷ νοεῖται σωματικῶς.
Διὰ τοῦτο οὐδὲ ἐκ μέρους αὐτὸν διδόναι φασὶ τὸ Πνεῦμα οἱ ἅγιοι, ὁμολογοῦσι δὲ μᾶλλον ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνουσιν(A f. 250 b) Πότε δὲ ἐχρίσθη ὁ Χριστός; Ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ᾽ αὐτόν. Τότε καὶ τὸ καινὸν ὄνομα ἐδέξατο, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἔφη γὰρ ὅτι καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν, ὃ Κύριος ὀνομάσει αὐτῷ. Πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως γυμνὸς ἔτι καὶ ἄσαρκος ὁ λόγος ὢν, θεοπρεπῶς ὠνομάζετο φῶς καὶ ζωὴ καὶ τὰ τοιαῦτα.
Μετὰ δὲ τὴν ἐνανθρώπησιν, ἧς τὴν οἰκονομίαν ἡ τοῦ κεχρίσθαι δύναμις εἰσφέρει, ὡς κεχρισμένος ἤδη παρὰ τοῦ Πατρὸς τὸ καινὸν ὄνομα δέχεται, τουτέστι τὸ Χριστός. Αὐτὸς γὰρ ὢν ὁ τοῖς ἄλλοις ἁγιασμοῦ χορηγὸς ὡς Θεὸς, μεθ᾽ ἡμῶν ἁγιάζεται κατὰ τὸ ἀνθρώπινον· περὶ ὃ καὶ ἡ χάρις, καὶ τῆς σαρκὸς ὁ ἁγιασμὸς, τῆς οὐ κατὰ φύσιν ἁγίας, ἀλλ᾽ ὡς ἐν μεθέξει τῇ παρὰ Θεῷ. Τοὺς δὲ μαθητὰς ἀδελφοὺς ὠνόμασε, καὶ μετόχους ἑαυτοῦ κατεστήσατο. Ἁγιάζει γὰρ ὡς Θεὸς, τῷ ἰδίῳ καταχρίων Πνεύματι τοὺς ἐν μεθέξει γεγονότας αὐτοῦ διὰ πίστεως. <Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου.> (E f. 83, I f. 239 b) Ἰμάτια Χριστοῦ νοητέον τοὺς ἐγγὺς αὐτοῦ γεγονότας, καὶ οἱονεί πως ἐν χρῷ καὶ περὶ αὐτὸν, διά τε πίστεως καὶ ἁγιασμοῦ καὶ οἰκειότητος τῆς πνευματικῆς. Βάρεις γε μὴν ἐλεφαντίνας, τὰς Ἐκκλησίας ἐν τούτοις φασί. Βάρις μὲν γὰρ καλεῖται πύργος ἅπας· πεπυργῶσθαι δέ φαμεν τὰς Ἐκκλησίας τῇ τοῦ Χριστοῦ δυνάμει καὶ χάριτι· τεθεμελίωνται γὰρ ἐπὶ τὴν πέτραν· Ἐλεφαντίνας δὲ, ἀντὶ τοῦ λαμπρὰς καὶ τιμίας καὶ περικαλλεστάτας· ἔνεστι γὰρ καὶ τοῦτο αὐταῖς, καθάπερ ἀμέλει καὶ τοῖς ἐξ ἐλέφαντος κατεσκευασμένοις τῶν σκευῶν.
Αὗται δὲ αἱ ἐξ ἐλέφαντος βάρεις, καὶ βασιλέων εἰσὶ θυγατέρες. Πῶς ἢ τίνα τρόπον; Υἱοὶ γὰρ ὅντες τῆς βασιλείας οἱ θεσπέσιοι μαθηταὶ, ὀνομάζοιντο ἂν καὶ βασιλεῖς εἰκότως. Γεγόνασι δὲ καὶ πατέρες τῶν Ἐκκλησιῶν· ἐγέννησαν γὰρ αὐτὰς διὰ τοῦ Εὐαγγελίου καὶ τῶν ἱερῶν κηρυγμάτων. Τοῦτο γάρ φησι καὶ ὁ μακάριος Παῦλος· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Οὐκοῦν ἀπὸ τῶν ἱματίων σου, καὶ ἀπὸ τῶν βάρεων τῶν ἐλεφαντίνων, τουτέστι τῶν περικαλλεστάτων ἐκκλησιῶν, ἐκδίδοται σμύρνα καὶ στακτὴ καὶ κασία, τουτέστι τρόπος ἅπας εὐωδίας πνευματικῆς. Τούτοις γάρ σε τοῖς ἀρώμασιν, ἤτοι ταῖς νοηταῖς εὐοσμίαις, αἱ τῶν βασιλέων ηὔφραναν θυγατέρες ἐν τῇ τιμῇ σου, τουτέστιν ἐν καιρῷ καθ᾽ ὃν ἔδει τιμηθῆναί σε παρ᾽ αὐτῶν.
Ὅτε γὰρ κέκληνται, τότε καὶ τετιμήκασιν. Ἰστέον δὲ ὅτι, κατά γε τὸν Μωσέως νόμον, ἡ τοῦ ἁγίου ἐλαίου σύνθεσις, ὑφ᾽ οὗ κατεχρίοντο καὶ ἡ σκηνὴ καὶ σκεύη τὰ ἱερὰ καὶ οἱ καλούμενοι πρὸς ἱερουργίαν, διὰ τῶν ὠνομασμένων ἀρωμάτων ἐδέχετο τὴν κατασκευήν. <Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου.> (B f. 171, I f. 241) Τὰς κατὰ πᾶσαν τὴν οἰκουμένην Ἐκκλησίας, μίαν νῦν ὀνομάζει, διὰ τὸ ἑνὸς εἶναι Δεσπότου καὶ μίαν εἶναι τὴν πίστιν ἐν αὐταῖς, ἔν τε ὁμοίως τὸ σωτήριον βάπτισμα. Οὐ γὰρ μερίζονται πρὸς διχόνοιαν· ὥστε καὶ ἀναριθμήτους οὔσας, μίαν εἶναί τε καὶ ὀνομάζεσθαι. <Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου.> (B f. 171, I f. 241) Μυσταγωγοῦσι τὴν βασιλίδα καὶ σοφωτάτην ἀποτελεῖν σπουδάζουσιν οἱ νυμφαγωγοὶ, καὶ τὰ δι᾽ ὧν ἔσται τῷ νυμφίῳ θυμηρεστάτη παραφωνοῦσιν αὐτῇ. Πρόεισί γε μὴν ἐν κόσμῳ τῷ δέοντι καὶ νῦν ὁ λόγος αὐτοῖς. Δεῖ γὰρ πρῶτον ἡμᾶς ἀκοῦσαι, τουτέστιν εἰς οὖς δέξασθαι τὸ λαλούμενον, καὶ ἀνασχέσθαι μυσταγωγίας· εἶθ᾽ οὕτως ἐν κατανοήσει γενέσθαι τῶν εἰρημένων· κατακλίνεσθαι τὸ οὖς μετὰ τοῦτο, τουτέστιν προσκομίσαι λοιπὸν τὸ εἰς ἅπαν εὐήκοον. Θυγατέρα γε μὴν καλοῦσι τὴν Ἐκκλησίαν, ἅτε δὴ δι᾽ αὐτῶν προσκεκοσμημένην τῷ ἄνωθεν καὶ ἐξ οὐρανῶν νυμφίῳ, τουτέστι Χριστῷ.
Θεοῦ γὰρ γεγόνασι συνεργοὶ Θεοῦ διάκονοι, καταλλάσσοντες αὐτῷ διὰ τῆς πίστεως καὶ τοῦ ἁγίου βαπτίσματος τὴν ὑπ᾽ οὐρανόν. <Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστιν κύριός σου· καὶ προσκυνήσουσιν αὐτῷ.> (I f. 241 b) Ἐν τούτοις εὖ μάλα καὶ ἐναργῶς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ὁ τῶν ἁγίων προφητῶν αἰνίττεται λόγος. Οὐ γὰρ ἂν εἶπεν τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἐξ Ἰσραὴλ τὸ, «Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου·» τοῖς δ᾽ ἐξ ἐθνῶν προσιοῦσιν ταῦτα ἂν λέγοιτο εἰκότως, ἐπειδήπερ ἦμέν ποτε ἀνόητοι καὶ τέκνα ὀργῆς, πατέρα τὸν διάβολον ἐπιγραφόμενοι, λαός τε ἡμῶν ἦν πᾶς τε ἄθεος καὶ εἰδωλολάτρης. Ἐπεὶ οὖν ἐκ τοιούτων μεταβέβληται ἡ ἐπὶ γῆς Ἐκκλησία, εἰκότως ὁ λόγος προσφωνεῖ φάσκων αὐτῇ· «Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου.» Οὕτω ποτὲ καὶ τῷ Ἀβραὰμ ἐλέγετο· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.» Τετήρηται δὲ καὶ εἰς δεῦρο παρ᾽ ἡμῖν, τὸ χρῆναι τοὺς ἐπιστρέφοντας εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἐπιλανθάνεσθαι τρόπον τινὰ τοῦ οἴκου τοῦ πρώτου πατρὸς καὶ τοῦ λαοῦ αὐτοῦ.
Εἰσιόντας γοῦν ἐπὶ τὸ σωτήριον βάπτισμα, εἶτα στραφέντας πρὸς δυσμὰς, βοᾷν ἀναπείθομεν· «Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ πᾶσι τοῖς ἔργοις σου, καὶ πᾶσι τοῖς ἀγγέλοις σου, καὶ πάσῃ τῇ πομπῇ σου, καὶ πάσῃ τῇ λατρείᾳ σου. Ὁποῖον δ᾽ ἕξει μισθὸν ἡ Χριστοῦ θυγάτηρ ταῦτα ποιοῦσα, ἑξῆς παρίστησι λέγων· »Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν κύριός σου.» Ἐὰν γὰρ, φησὶν, καθαρθεῖσα λήθην ποιήσαιο τῶν προτέρων κακῶν, καὶ τὸ φυσικὸν κάλλος τῆς ψυχῆς τὸ κατ᾽ εἰκόνα Θεοῦ πεποιημένον ἀναλαβοῦσα, τὸν ἀγαπητὸν τοῦ Θεοῦ ἕξεις ἐρώμενον· αὐτὸς γὰρ ὁ μέγας βασιλεὺς ἐπιθυμήσει τοῦ κάλλους σου· οὐκ ἀπαξιώσει <cod. ἀξιώσει> τε Κύριός σου χρηματίζειν, καίπερ ὢν ἁπάντων τῶν ἁγίων αὐτοῦ βασιλεύς. Ἀντὶ δὲ τοῦ «Προσκυνήσουσιν αὐτῷ,» ὁ μὲν Ἀκύλας, Καὶ προσεκύνησεν αὐτῷ, ἑρμήνευσεν· ὁ δὲ Σύμμαχος, Καὶ προσκύνει αὐτόν· ἀξίαν σεαυτὴν παραστήσασα τῆς αὐτοῦ προσκυνήσεως, προσκαλούμενος δὲ αὐτὴν ἐπὶ τὴν ἀκρόασιν. —Ἕτεροι δὲ κατὰ πρόγνωσιν οὕτω αὐτὴν καλεῖσθαί φασιν. <Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς.> (A f. 253) Κρυπτὸς, φησὶν, ὁ κόσμος τῆς Ἐκκλησίας εἰς νοῦν καὶ διάνοιαν.
Κροσσοὶ δὲ, εἴτουν σειραὶ, αἱ πολυειδεῖς ἀρεταὶ, μονονουχὶ καὶ ἀπηρτημέναι τῆς τῶν ἁγίων πληθύος. <Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοὶ, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.> (A f. 254, L f. 122 b) Νοήσεις δὲ καὶ οὕτως. Πάλαι μὲν ἐβασίλευον τῆς Ἱερουσαλὴμ οἱ ἐκ τῆς Ἰούδα φυλῆς· τετάχαντο δὲ πρὸς τὸ κρίνειν οἱ ἐν τῇ ἁγίᾳ σκηνῇ προσεδρεύοντες· «Χείλη γὰρ, φησὶν, ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτῶν.» Ἐπεὶ δὲ τῆς σκιᾶς συνεσταλμένης, καὶ τῆς ἐν πνεύματι λατρείας λαμψάσης, ἔδει τῷ κόσμῳ λαμπροτέρων κριτῶν, εἰσκέκληνται πρὸς τοῦτο λοιπὸν οἱ θεσπέσιοι μαθηταί. Διὸ πρὸς τὴν Ἰουδαίων μητέρα τὴν Ἱερουσαλήμ φησιν· «Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν υἱοὶ,» τουτέστι τὴν τῶν πατέρων τάξιν διέλαχον. Πρὸς δὲ τὸν Κύριον· «Καταστήσεις αὐτοὺς ἄρχοντας·» ὃ καὶ ἐξέβη· ἄρχοντας γὰρ πεποιήμεθα, καὶ κριτὰς ἐσχήκαμεν οἰκουμενικοὺς τοὺς ἁγίους μαθητὰς, ὧν ταῖς ὑποθήκαις καὶ αὐτὸ τὸ τοῦ Χριστοῦ λαλεῖται μυστήριον. Ἐπείπερ εἰσὶν αὐτοὶ καὶ ταμίαι τοῦ σώζοντος λόγου, καὶ τῶν πρακτέων εἰσηγηταὶ, τὸ μὲν κίβδηλον ἀποκρίνοντες, τὸ δ᾽ ὠφέλιμον συμβουλεύοντες. Οὐκοῦν οὕτως συντακτέον, οἱ υἱοὶ ἀντὶ πατέρων σου γεννήσονται. (
I f. 243 b, B f. 173) Ἔκτισεν ὁ Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκαταλλάξας τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Ἐκ τούτων τε κἀκείνων τὸ τῆς Ἐκκλησίας νοεῖται πλήρωμα. Φασὶ δὴ οὖν πρὸς αὐτὴν οἱ προφῆται· «Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί·» ἐοίκασι δὲ διὰ τουτωνὶ τῶν ἁγίων ἀποστόλων τε καὶ εὐαγγελιστῶν ποιεῖσθαι μνήμην. Ἦσαν μὲν γὰρ πατέρες τῆς Ἰουδαίων Συναγωγῆς Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οἱ μετ᾽ ἐκείνους πατριάρχαι τε καὶ προφῆται· ἐπεὶ δὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, κεχειροτόνηνται παρ᾽ αὐτοῦ τῆς Ἐκκλησίας Πατέρες, καὶ ἐν τάξει γεγόνασι τῶν πρώτων οἱ θεσπέσιοι μαθηταί. Ὅτι γὰρ ἐθνῶν τε καὶ Ἰουδαίων πατὴρ ἦν ὁ θεσπέσιος Ἀβραὰμ, πῶς ἔστιν ἀμφιβαλεῖν; Τοῦ μὲν γὰρ Ἰσραὴλ, κατὰ σάρκα γέγονε πατήρ· τοῖς γε μὴν ἐξ ἐθνῶν, δι᾽ ἐπαγγελίας· εἴρηται γὰρ πρὸς αὐτὸν, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε·» ἠκολούθησαν γὰρ τοῖς ἴχνεσιν αὐτοῦ δικαιωθέντες ἐκ πίστεως, καὶ ἐπειδὴ γεγόνασι πιστοὶ, ηὐλογήθησαν σὺν αὐτῷ. Ἐν τάξει δὴ οὖν πατέρων τέθεινται τῇ Ἐκκλησίᾳ οἱ πάνσοφοι μαθηταί. Ἔστι γοῦν [ἀληθὲς τὸ τοῦ Παύλου, «Ὥστε κἂν] μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.»
Ναὶ μὴν καὶ ὁ σοφὸς Ἰωάννης ὡς τέκνοις ἄνω τε καὶ κάτω τοῖς εἰς Χριστὸν πιστεύσασι διαλέγεται. <Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.> (I f. 244 b) Εἰ γὰρ καὶ τῶν καθ᾽ ἡμᾶς ἀπηλλάχθησαν πραγμάτων, ἔτι διαμέμνηνται καὶ οὕτω Χριστοῦ, Βίβλοις τε ἱεραῖς ἐναπέθεντο τὰς μυσταγωγίας, καὶ εἰς δεῦρο κηρύττουσι Θεὸν αὐτόν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.