Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς ΜΕ΄ έως ΜΖ΄
Σχολιασμός των ψαλμών ΜΕ΄ έως ΜΖ΄, με θέμα την ασάλευτη πόλη του Θεού, την παγκόσμια κλήση των εθνών και την ανάληψη του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΜΕ΄ έως ΜΖ΄
Σχολιασμός των ψαλμών ΜΕ΄ έως ΜΖ΄, με θέμα την ασάλευτη πόλη του Θεού, την παγκόσμια κλήση των εθνών και την ανάληψη του Χριστού.
<ΨΑΛΜΟΣ ΜΕʹ. <Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν.> (K f. 91, I f. 246. Κυρίλλου καὶ Βασιλείου.) Κἂν εἰ πᾶσα, φησὶ, ταραχθείη καθ᾽ ἡμῶν ἡ γῆ, τουτέστιν οἱ κατοικοῦντες ἐν αὐτῇ, κἂν εἰ τοσαῦτα πως ἰσχύσειαν οἱ παρ᾽ ἡμῶν κηρύγμασιν τὴν ἑαυτῶν σκαιότητα κατεξανιστᾷν ἐθέλοντες, ὥστε καὶ ὄρη δύνασθαι μεθιστᾷν, καὶ εἰς θάλασσαν ἐμβαλεῖν, ἀλλ᾽ ἡμῖν εἰς ἐπικουρίαν ἀρκέσει ἡ παναλκὴς δεξιὰ, καὶ θορύβου πέρα τιθεῖσα παντὸς τοὺς ἀνακειμένους Θεῷ· καὶ τὰ ἀνάντη καταλειαίνουσα, καὶ τὰ δυσχερῆ μεθιστᾶσα πρὸς εὐχέρειαν, καὶ βάσιμον ἀποφαίνουσα ἠρμένον ὑψοῦ, καὶ τὴν τῶν ὑπερηφάνων ὀφρὺν καταφέρουσα. <Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ.> (B f. 175, I f. 246 b) Ὕδατα δὲ ἠχοῦντα καὶ ταραττόμενα νοήσεις τὴν τῶν ἐθνῶν πληθύν· οὕτω γὰρ εἴωθεν ἡ θεόπνευστος Γραφὴ ταῦτα καλεῖν· οὕτω γάρ πού φησι καὶ περὶ τῆς Νινευὴ, ὅτι Νινευὴ ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς.» Ἔφη δέ τις καὶ ἕτερος τῶν ἁγίων προφητῶν· «Τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν,» ἀντὶ τοῦ ἐθνῶν. Βεβασίλευκε γὰρ ἐπὶ πάντα τὰ ἔθνη Χριστός.—(E f. 84 b, i f. 246 b. Κυρίλλου καὶ Βασιλείου) Ἀλλὰ «καὶ τὰ ὄρη, φησὶν, ἐταράχθησαν ἐν τῇ κραταιότητι αὐτοῦ.» Ὄρη δέ φησι τοὺς τῶν ἐν κόσμῳ τάχα που φανερωτέρους, καὶ ἐπὶ κενοῖς δοξαρίοις [al. cod. ἐπὶ δόξῃ κενῇ] φρονοῦντας μέγα.
Ἀλλὰ καὶ οὗτοι ἐταράχθησαν καὶ κατεξανέστησαν τῶν ἁγίων μυσταγωγῶν.
Ἠδίκησε δὲ αὐτοὺς οὐδὲν ὁ ἀλιτήριος Σατανᾶς· οἱ γὰρ ἐν ἀρχαῖς τοῖς ἁγίοις ἐπιπηδῶντες μυσταγωγοῖς ...τητα τὴν ἐν Χριστῷ, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων γεγόνασιν ἐρασταί. Ὃ δὴ κατεθαύμακεν ὁ μακάριος Δαβίδ· ἔφη γὰρ· «Τοιαύτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.» <Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.> (I f. 247) Ὅτι δὲ ποταμὸς καὶ ὁ Χριστὸς ὠνομάσθη πλεισταχοῦ τῶν ἱερῶν Γραμμάτων, οἶδέ που πάντως ὁ φιλομαθής. Ἔφη μὲν γὰρ αὐτὸς περὶ ἡμῶν δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ᾽ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Εὖ δὲ δὴ σφόδρα τὸἐκκλίνω φησίν· ἦν μὲν γὰρ ἡ πορεία, φησὶν, ἤτοι ἡ ὁδὸς αὐτῷ πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· ἐπειδὴ δὲ ἀπεώσαντο τὴν πίστιν, καὶ τῶν ἱερῶν αὐτοῦ ναμάτων τὴν μέθεξιν οὐδενὸς ἠξίωσαν λόγου, ταύτῃ τοι καὶ μάλα εἰκότως ἐγκέκλικεν εἰς ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους, καὶ γέγονεν ἡμῖν ποταμὸς εἰρήνης καὶ χείμαῤῥος ἐπικλύζων— «Ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος·» σκήνωμα δὲ οὐδὲν ἧττον αὐτὴν εἶναί φαμεν τὴν Ἐκκλησίαν.
Κατοικεῖ γὰρ ἐν ἁγίαις καὶ ὁσίαις ψυχαῖς, ἁγίας αὐτὰς ἀποφαίνων, διὰ τοῦ μετόχους ἀποτελεῖν τοῦ ἁγίου Πνεύματος. <Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ.> (B f. 176, I f. 248, L f. 123 b. Κυρίλλου καὶ Διδύμου.) Ἐπειδὴ ὄρθρου βαθέως ἡ ἀνάστασις Κυρίου, αὐτὴν καλεῖ τὴν βοήθειαν. Βοηθεῖται ἡ πόλις τοῦ Θεοῦ ἐγγυζούσης ἡμέρας. Ἑτέρα δ᾽ ἔστιν γραφὴ ἡ λέγουσα· «Βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ προσώπῳ·» σώζει γὰρ αὐτῆς τὸ κάλλος ἄτρωτόν τε καὶ ἀπαράφθορον, τὸ νοητὸν δηλονότι, ὅταν ταραχὴν δέξηται ἀπὸ τῶν ἀντικειμένων. Ἕως μὲν γὰρ ἀδιάβλητον ἔχει τὴν πίστιν ἐν ἑαυτῇ ψυχὴ, καὶ τοὺς ἐξ ἁπάσης ἀρετῆς ὡραϊσμοὺς ἑαυτῇ περιτίθησιν, κάλλος ἕχει τὸ νοητὸν, ᾧ καὶ αὐτὸς ἐπιγάννυται Χριστός.
Παρενεχθεῖσά γε μὴν τοῦ εἰκότος, παραχρῆμα τὸ εἰδεχθὲς καὶ ἀτερπὲς ἔχει. Ἀλλ᾽ οὐ πείσεται τοῦτο, φησὶν, ἡ Ἐκκλησία· σώζει γὰρ αὐτῆς τὸ κάλλος. Πρόσωπον δὲ νοηθεῖεν ἂν Ἐκκλησίας οἱ ἡγούμενοι αὐτῆς, οὓς καὶ νευροῖ συντόνως πρὸς τὸ δύνασθαι ἀντιλαμβάνεσθαι τοῦ κηρύγματος. <Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.> (A f. 258 b, E f. 84 b, I f. 249) Εἰ δὲ δή τις βούλοιτο καὶ καθ᾽ ἕτερον ἐκδέχεσθαι τρόπον, οὐκ ἂν ἀμοιρήσειεν ἐννοιῶν ἀγαθῶν. Μεθ᾽ ἡμῶν γὰρ γέγονεν ὁ τῶν δυνάμεων Κύριος, ὅτε γέγονεν καθ᾽ ἡμᾶς, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Διὰ τοῦτο γὰρ καὶ Ἐμμανουὴλ ὠνόμασται, ὅ ἐστι μεθερμηνευόμενον, μεθ᾽ ἡμῶν ὁ Θεός.
Τότε γὰρ ἡμῶν ἀντελάβετο καὶ σέσωκε κεκινδυνευκότας· ἀπήλλαξε γὰρ ἁμαρτιῶν καὶ φθορᾶς, καὶ τοῦ καταδυναστεύεσθαι παρ᾽ ἐχθρῶν, αἰσθητῶν τε καὶ νοητῶν. Εἶδεν οὖν ὁ Δαβὶδ τὸν ἐνανθρωπήσαντα Θεόν. Εἶδε τὸν ἐκ Παρθένου γεννηθέντα Ἐμμανουὴλ, καὶ διὰ τοῦτο προφητικῶς ἐβόα· «Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν·» δεικνὺς ὅτι οὗτός ἐστιν ὁ τοῖς ἁγίοις προφήταις καὶ πατριάρχαις ἐμφανισθείς.
Ἀντιλήπτωρ ἡμῶν, φησὶ, οὐχὶ ἄλλος Θεὸς παρὰ τὸν ὑπὸ τῶν προφητῶν παραδιδόμενον, ἀλλ᾽ ὁ Θεὸς Ἰακὼβ, ὁ ἐν τῷ χρηματισμῷ πρὸς τὸν ἑαυτοῦ θεράποντα διαλεχθείς· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.» <Ἴδετε τὰ ἔργα τοῦ Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.> (I f. 249 b. L f. 123 b) Πλεῖστα γὰρ ὅσα γέγονε τὰ τερατουργήματα λαμπρά τε καὶ διαβόητα, καὶ οὔ τί που κατὰ μόνην τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ καὶ πᾶσιν ἐγνωσμένα τοῖς ἐπὶ γῆς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων τῶν ἁγίων ἱερουργῶν, οἳ πᾶσαν φοιτῶντες τὴν ὑπ᾽ οὐρανῶν, τὴν ἀξιάγαστον δύναμιν καὶ ὑπεροχὴν τοῦ Χριστοῦ κατέστησαν ἐναργῆ, τοῦτο μὲν τὰ δι᾽ αὐτοῦ γεγονότα λέγοντες, τοῦτο δὲ καὶ ἐν ὀνόματι αὐτοῦ κατορθοῦντες. Εἰ δὲ δή τις λέγοι χρῆναι μαθεῖν τοὺς ἐξ ἐθνῶν καλουμένους τὰ ἔργα τοῦ Θεοῦ, τουτέστιν τὴν ὁρωμένην κτίσιν, πολὺ λίαν ἔχουσαν τὸ ἀξιοθαύμαστον καὶ τερατουργίας οὐ μακρὰν, ὥστε εἰδέναι σύμπαντας ὅτι τῶν ὅλων ἐστὶ δημιουργὸς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος.
ΨΑΛΜΟΣ Μϛʹ. <Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ.> (A f. 260 b, B f. 178, K f. 92, I f. 250 b, L f. 124) Διακονοῦσί τινες τοῖς υἱοῖς Κορὲ ἱεροψάλται πάντως που, οἳ δὴ καὶ ἀναφέρουσιν τὴν λιτήν. Ἐπιγέγραπται γοῦν ὑπὲρ τῶν υἱῶν Κορὲ, οὐχ ὡς ὑπέρ γε πάντως ἐκείνων γενομένης τῆς ᾠδῆς, ἀλλ᾽ ὡς δι᾽ αὐτῶν ὑπηρετεῖν τεταγμένων τῇ ἀναφορᾷ τῆς ᾠδῆς.
Ἔστι δὲ τῶν ἁγίων ἀποστόλων τὸ πρόσωπον, ὡς ἤδη κεκελευσμένων μαθητεῦσαι μὲν πάντα τὰ ἔθνη, βαπτίσαι τε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ δὲ πλείστων ὅσων αὐτοῖς καὶ μεγάλων ἀγαθῶν προμνήστρια γέγονεν ἡ πίστις (κέκληνται γὰρ δι᾽ αὐτῆς εἰς υἱοθεσίαν Θεοῦ, εἰς μέθεξιν τοῦ ἁγίου Πνεύματος θείας τε φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὴν τῶν ἐξ οὐρανοῦ χαρισμάτων πεπλουτήκασι χάριν, καὶ τῆς τῶν ἁγίων ἐλπίδος γεγόνασι κοινωνοὶ), ταύτῃ τοι καὶ μάλα εἰκότως πανηγυρίζειν αὐτοῖς ἐπιτάττουσι λέγοντες· <Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ.> (I f. 251, L f. 124) Τὸ δ᾽ αἴτιον τῆς πανηγύρεως, ὅτι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐγνώσθη Χριστὸς τοῦτο ὑπάρχων, ὅπερ ἐστὶ κατὰ ἀλήθειαν, βασιλεὺς δηλονότι καὶ Θεὸς ὕψιστός τε καὶ φοβερός· βασιλεὺς δὲ τῶν ἐθνῶν οὐκ ἀρχὴν ἕχων καὶ τῆς βασιλείας, ὅτε κεκράτηκεν αὐτῶν, ἀλλ᾽ ὅτι Κύριος ὢν τῶν ὅλων καὶ βασιλεὺς ὡς Θεὸς, ὑπὸ σκῆπτρα τέθεικε τῆς ἑαυτοῦ βασιλείας καὶ αὐτὰ, τῆς τῶν πάλαι κρατούντων πλεονεξίας ἐξελών.—(A f. 261) Ἐπινίκιος ᾠδή ἐστιν ὁ ψαλμός. Ὡς οὗν πεπτωκυιῶν τῶν ἀντικειμένων δυνάμεων, ᾄδειν τὰ ἔθνη παρακελεύεται. Ἀλαλάξουσι δὲ ὡς νικήσαντες ἐν Χριστῷ. <Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.
Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν.> (B f. 179, E f. 85, I f. 252, L. f. 124 b) Δοκεῖ γε μὴν ἑτέροις τὸ, «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν,» καὶ ἑτέρως χρῆναι νοεῖν· λαοὺς γὰρ δὴ καὶ ἔθνη τὰ ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν Σατανᾶν καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις εἶναί φασι. Περὶ ὧν ἔφη ὁ Χριστός· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Καταθαυμάζουσι δὲ καὶ τὴν τοῦ Σωτῆρος φιλοτιμίαν, ὅτι ψήφῳ δικαίᾳ Θεοῦ πάντα τὰ γέρα τῶν ἐξ Ἰσραὴλ, καὶ τὰ ἐκείνοις ἐπηγγελμένα παρὰ Θεοῦ, δέδοται μᾶλλον τοῖς ἐξ ἐθνῶν, ἅτε δὴ προσηκαμένοις τὴν πίστιν, καὶ ἐπεγνωκόσι τὸν εὐεργέτην. Καὶ γοῦν περὶ αὐτοῦ τοῦ θείου κηρύγματος εἴρηταί που πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ παρὰ τῶν ἁγίων μυσταγωγῶν· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος.» Χαίρουσι τοίνυν ὡς λαβόντες παρὰ Χριστοῦ τὸ εἶναι κλῆρος αὐτοῦ, καταλογισθῆναι δὲ ὥσπερ καὶ ἐν τῇ καλλονῇ Ἰακώβ.
Πάλαι μὲν γὰρ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ πεπαρῴνηκεν εἰς Χριστὸν, ἐξώσθη τοῦ εἶναι κλῆρος αὐτοῦ Σεσαγήνευται δὲ διὰ πίστεως τῶν ἐθνῶν ἡ πληθὺς, καὶ ἀνεκομίσθη παρὰ Θεοῦ εἰς τὸ εἶναι σχοίνισμά τε καὶ κλῆρος αὐτοῦ.
Καὶ καθ᾽ ἕτερον δὲ τρόπον νοήσεις, ὅτι πρὸς τῇ τῶν ἐθνῶν πληθύϊ, καὶ αὐτὸν ἐσχήκασιν ὑπὸ πόδας τὸν Ἰακὼβ, ἤτοι τοὺς ἐξ αἵματος Ἰακώβ· εἰ γὰρ καὶ μὴ ἅπας πεπίστευκεν Ἰακὼβ, ἀλλ᾽ οὖν ἡ καλλονὴ παντὸς τοῦ λαοῦ δεδράμηκεν εἰς τοῦτο, ἵνα νοῇς τὸ κατάλειμμα.
Ἐννοεῖν γὰρ ἀκόλουθον, ὅτι τῆς Ἰουδαίων ἀγέλης οἱ συνετώτεροι πεπιστεύκασιν εἰς Χριστὸν, ἔκ τε νόμου καὶ προφητῶν τὸ περὶ αὐτοῦ συνέντες μυστήριον, καὶ δι᾽ ὧν ἔφη τε ὁμοῦ καὶ τεθαυματούργηκεν ὁ Χριστός. Καὶ γοῦν ὁ μὲν Φίλιππος ἔφη τῷ Ναθαναήλ· «Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.» Εἶτα πρὸς ταῦτα ἐκεῖνος· «Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι;» Ἅμα γὰρ ἀκήκοεν τὴν Ναζαρὲθ, καὶ εἰς ἀρχὰς ἀνεπήδα τῆς ἐπὶ Χριστῷ γνώσεώς τε καὶ ἀκριβείας. Ταύτην εἶναί φαμεν τὴν καλλονὴν Ἰακώβ. Οἱ γὰρ οὕτω διατεθέντες, καθ᾽ ἃ καὶ αὐτὸς ὁ Ναθαναὴλ ὁ ἀληθῶς Ἰσραηλίτης, καὶ ἐν ᾧ δόλος οὐκ ἦν, εἰκότως ἂν λέγοιντο καλλονὴ τοῦ Ἰακὼβ, καὶ δὴ καὶ ἠγαπῆσθαι παρὰ Θεοῦ, οἳ δὴ καὶ ὁμοῦ τούτοις ὑπετάχθησαν τοῖς ἁγίοις μυσταγωγοῖς. <Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ψάλατε τῷ Θεῷ ἡμῶν, κ.τ.λ.> (I f. 252 b) Συγχορευτὰς ἀποφαίνουσιν τῶν ἐν οὐρανοῖς ἁγίων ἀγγέλων τοὺς ἐπὶ τῆς γῆς, καὶ μίαν ὥσπερ ἁρμοσαμένους τὴν λύραν, εὔρυθμόν τε καὶ εὔηχον ἀνακρούειν μέλος, χαίροντας ὅτι τὴν καθ᾽ ἡμᾶς πληρώσας οἰκονομίαν ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, ἀπαρχή τις ὥσπερ ἀνθρωπότητος γεγονὼς ἀνανεωθείσης εἰς ἀφθαρσίαν· καὶ τοῦτο γὰρ ἐν Χριστῷ πεπλουτήκαμεν. Ψάλατε δὴ οὖν, φησὶ, καὶ ἔτι ψάλατε, καὶ ἀκατάληκτον ποιεῖσθε τὴν ὑμνῳδίαν.
Ἀνέβη γὰρ ὁ Θεὸς ἐν ἀλαλαγμῷ, καὶ ὁ Κύριος ἐν φωνῇ σάλπιγγος, οὐχ ἕτερος ὢν ὁ Θεὸς, καὶ ἕτερος Κύριος, ἀλλ᾽ εἷς τε καὶ ὁ αὐτός· ἕψεται γὰρ πάντως τῷ εἶναι Θεὸν ἡ τῆς κυριότητος δόξα, καθάπερ ἀμέλει καὶ τῷ κατὰ φύσιν ὄντι Κυρίῳ, τὸ εἶναι Θεόν. Ἐπειδὴ δὲ καὶ ἀλαλαγμοῦ ποιεῖται μνήμην καὶ σάλπιγγος φωνῆς, εἰς ἐννοίας ἄνιμεν τοιαύτας οἱ τὰ Χριστοῦ φρονοῦντες καὶ λέγοντες. Ἀνέβη μὲν γὰρ ἐν τοῖς οὐρανοῖς νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, ἀλλ᾽ ἦν τοῖς ἐν οὐρανῷ πνεύμασιν θέαμα ξένον θεοπρεπεῖ δόξῃ διαπρέπων ἄνθρωπος, καὶ ἐν ὑπεροχαῖς ὁρώμενος ταῖς ἐπέκεινα λόγου. Ἦν οὖν ἀναγκαῖον μυσταγωγεῖσθαι παρὰ τοῦ ἁγίου Πνεύματος τὰς ἄνω δυνάμεις, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος.
Ταύτῃτοι καὶ προσέταττεν αὐτοῖς αἴρειν τε τὰς ἄνω πύλας, καὶ μὴν τὸ εἰδέναι σαφῶς, τὸν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ἀναφοιτῶντα Θεὸν εἰς τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν καὶ οὐσιωδῶς ἐνυπάρχουσαν δόξαν Ἔφασκε γὰρ, ὅτι «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.» Ἐρομένων δὲ τῶν ἄνω πνευμάτων ἢ καὶ ἐνδοιαζόντων ὑπό γε τοῦ μὴ εἰδέναι σαφῶς τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, ἐμάνθανον ὅτι Κύριος ἦν τῶν δυνάμεων, καὶ Κύριος δυνατὸς ἐν πολέμῳ. Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων ἢν ἐποίησεν ἐν τῷ Χριστῷ.» Ἐδιδάσκοντο τοίνυν ἀλαλάζειν αὐτῷ καὶ δυνάμεις αἱ νοηταὶ, καὶ οἷά τινος σάλπιγγος ἠχὴ διαπρύσιος ἡ διὰ τοῦ Πνεύματος ἀποκάλυψις ἐν αὐταῖς ἦν, τὸ βαθὺ τῆς ἐνανθρωπήσεως μυστήριον ἐκκαλύπτουσα. Ἦν οὖν ἀναγκαῖον τοῖς ἄνω πνεύμασιν συναλαλάζειν τοὺς σεσωσμένους, ψάλλειν τε διηνεκῶς, καὶ ἀκατεύνεστον αὐτῷ προσάγειν τὴν ὑμνῳδίαν. Πλὴν τὸ ἀνέβη λέγοντες, διδάσκουσιν ὅτι κατέβη. Συνιεὶς γὰρ οὕτως καὶ ὁ πάνσοφος Παῦλός φησι· «Τὸ δὲ Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;»
Καὶ πάλιν· «Ὁ καταβὰς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» <Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς.> (B f. 180, I f. 253 b) Οὐκ ἐπὶ μόνης τῆς Ἰουδαίας Θεός τε καὶ βασιλεὺς ὑπάρχων ὁ Υἱὸς γνωρίζεται, ἀλλὰ γὰρ ἤδη καὶ ἐν πάσῃ τῇ γῇ. Ὑποδεδράμηκε γὰρ τῆς ὑπ᾽ αὐτῷ βασιλείας τὸν ζυγὸν ἡ πολλὴ καὶ ἀμέτρητος τῶν ἐθνῶν πληθὺς τῶν ἀνὰ πᾶσαν ὅντων τὴν ὑπ᾽ οὐρανόν. Ψάλατε δὴ οὖν συνετῶς, τουτέστιν ἁγιοπρεπεῖ συνέσει χρώμενοι, καὶ συνιέντες ὀρθῶς τοῦ Χριστοῦ μυστήριον· νοῦ γὰρ καὶ καρδίας δεῖται σοφῆς. Οὕτω γάρ που καὶ ὁ προφήτης φησί· «Τίς σοφὸς, καὶ συνήσει ταῦτα; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτά;» οἶμαι δὲ δεῖν καθ᾽ ἑτέραν ἔννοιαν τοῖς προκειμένοις προσβαλεῖν. Ψάλατε γὰρ δὴ καὶ δοξολογεῖτε· βεβασίλευκε γὰρ ὁ Θεὸς συνετῶς ἐπὶ πάντα τὰ ἔθνη. Τὸ δὲ συνετῶς, ἀντὶ τοῦ μετὰ σοφίας καὶ ἀποῤῥήτου τινὸς οἰκονομίας. Καὶ γάρ ἐστιν ἀληθῶς σοφίας ἔμπλεων τὸ Χριστοῦ μυστήριον. <Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.> (I f. 253 b) Θρόνον ὀνομάζει Θεοῦ τὸν οὐρανὸν ἡ θεόπνευστος Γραφή· καὶ οὐχ ἵνα τι νοῶμεν σωματικὸν (οὐ γὰρ ἐν τάξει τῇ καθ᾽ ἡμᾶς τὸ Θεῖον· ἀσώματον γὰρ καὶ ἀπερινόητον παντελῶς), διὰ δὲ τοῦ θρόνου τὴν βασιλείαν ἔθος ὀνομάζειν αὐτῇ. Ὅταν οὖν θρόνον ἔχειν λέγηται τὸν οὐρανὸν, ἰστέον ὅτι τὴν κατὰ τῶν ἁγίων ἀγγέλων ἀρχὴν διὰ τούτου νοεῖσθαι πρέπει.
Γεγόνασι δὲ θρόνος αὐτοῦ καὶ οἱ πιστεύσαντες εἰς αὐτὸν, οἳ καὶ εἰσὶν ἅγιοι, ἅτε δὲ καὶ ἀπόνιψιν μὲν ἐσχηκότες τῶν ἡμαρτημένων, κατακεχριμένοι δὲ τὰς καρδίας τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ καὶ χάριτι. Γεγόνασι δὲ οὕτω καὶ τῆς θείας φύσεως αὐτοῦ κοινωνοί. Ὅτι τοίνυν ἐπανεπαύσατο καὶ ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, χαίροντες οἱ πνευματοφόροι καὶ τοῦτό φασιν· ὅτι Κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, τουτέστιν ἐπαναπαύεται τοῖς ἑαυτοῦ γνωρίμοις, καὶ ἔστιν ἐν ἡμῖν, καθάπερ ἀμέλει καὶ ἐν τοῖς ἄνω πνεύμασιν.
Εἰ δὲ δὴ βούλοιτό τις διὰ τοῦ θρόνου τὸ ἱδρυμένον καὶ ἀκατάσειστον παντελῶς τῆς Χριστοῦ βασιλείας σημαίνεσθαι, συνήσει καὶ οὕτως ὀρθῶς. Διηνεκὴς γὰρ ἡ βασιλεία Χριστοῦ, καὶ εἰς ἀτελευτήτους αἰῶνας πέμπεται· οὐ γὰρ ἔσται τέλος τῆς βασιλείας αὐτοῦ, κατὰ τὴν τοῦ ἀγγέλου φωνήν. <Ἄρχοντες λαῶν συνήχθησαν μετὰ [τοῦ Θεοῦ] Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.> (B f. 180 b. I f. 254) Ἐοίκασιν ἐν τούτοις ἢ τὴν ἑαυτῶν ἀνάῤῥησιν καταδηλοῦν οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν ὡς ἐν τάξει προφητείας τὴν τῶν ἐσομένων μετ᾽ αὐτοὺς ποιμένων ἁγίων πληθὺν ὑπομένειν.
Ἄρχοντες γὰρ γεγόνασι λαῶν πρῶτοι μὲν αὐτοὶ, μετ᾽ αὐτοὺς δὲ καὶ καθ᾽ ἑξῆς ἕτεροι πλεῖστοί τε ὅσοι καὶ σοφοὶ, καὶ τῆς αὐτῶν εὐσεβείας κατόπιν ἰέναι σπουδάζοντες, καὶ τὸ θεῖόν τε καὶ ἀγγελικὸν περιαγγέλλοντες κήρυγμα τοῖς ἁπανταχοῦ. Οὗτοι δὴ οὖν συνήχθησαν, τουτέστι συνῆλθον, ἤτοι συνέβησαν εἰς ὁμοπιστίαν τε καὶ ὁμοψυχίαν, προσθείην δ᾽ ἂν ὅτι καὶ ταυτοέπειαν· εἷς γὰρ Κύριος, μία πίστις, ἒν βάπτισμα, καὶ εἷς ὁ παρὰ πάντων ἐστὶ λόγος ἐπὶ Χριστῷ τῶν συνιέντων ὀρθῶς τὸ ἐπ᾽ αὐτῷ μυστήριον. Εἰ δὲ παρασημαίνουσί τινες καὶ παρευθύνουσι τὴν ἀλήθειαν, ἀλλ᾽ οὐδεὶς τῶν τοιούτων ἡμῖν ὁ λόγος, οἷς καὶ σύνεστιν ὁ Χριστός· καὶ οὐ πρόσφατος ὑπάρχων Θεὸς, ἀλλ᾽ ἐκεῖνος αὐτὸς ὁ καὶ τοῦ προπάτορος Ἀβραάμ. Οὕτω συνήχθησαν οἱ ἄρχοντες, οἱ περὶ ὧν ἀρτίως γέγονεν ἡμῖν ὁ λόγος, μετὰ τοῦ Θεοῦ Ἀβραάμ.
Ὅτι δὲ γεγόνασιν ἐπίσημοι καὶ ἀπόβλεπτοι τοῖς ἁπανταχοῦ, Χριστοῦ νέμοντος αὐτοῖς τὸ εἶναι τοιούτους, διασαφοῦσι λέγοντες, ὅτι «Τοῦ Θεοῦ οἱ κραταιοὶ,» τουτέστιν οἱ πνευματικὴν ἔχοντες εὐανδρίαν, οἱ εὐσθενέστατοι μαχηταὶ, οἱ ταῖς τοῦ διαβόλου δυστροπίαις ἀντιταττόμενοι, καὶ ταῖς τῶν φλυαρούντων κενοφωνίαις ἀντανιστάμενοι, τῆς γῆς σφόδρα ἐπήρθησαν· τουτέστιν οὐ χθαμαλοὶ καὶ ἄσημοι καὶ ἀπεῤῥιμμένοι νοηθεῖεν ἂν, ἀλλ᾽ οἷον ὑψοῦ βεβηκότες κατὰ ἀρετὴν, καὶ ἀνῳκισμένην ἔχοντες ζωὴν, καὶ οὐ βάσιμον τοῖς πολλοῖς. Ἢ τάχα που καὶ τὸ ἐπῆρθαι λέγειν αὐτοὺς ἀπὸ τῆς γῆς, κατασημαίνειεν τὸ νοῦν ἔχειν αὐτοὺς οὐ τοῖς ἐπιγείοις ἐμπεπηγότα πράγμασιν, ἀλλ᾽ ὑπερορῶντα τῶν σαρκικῶν, καὶ ἄνω βλέποντα, διά τοι τὸ βούλεσθαι δογματικῆς εὐτεχνίας καὶ πρακτικῆς ἀστειότητος εἰς λῆξιν ἐλθεῖν.
ΨΑΛΜΟΣ ΜΖʹ. <Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ αὐτοῦ.> (B f. 181, I. f. 256, L. f. 125) Μέγας δὲ κυρίως, ἅτε δὴ καὶ ἐκ μεγάλου γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ, ὅτι «Ὁ Πατὴρ ὃς δέδωκέν μοι, πάντων μείζων ἐστίν.» Εἰ γὰρ κεχώρηκεν καθ᾽ ἑτέρων ἡ κλῆσις, καί τινες εἴρηνται μεγάλοι καὶ τῶν ἐν οὐρανοῖς πνευμάτων, καὶ τῶν ἐπὶ γῆς, ἀλλ᾽ οὖν κατὰ μέθεξιν καὶ μίμησιν τοῦ κυρίως τε καὶ ἀληθῶς καὶ φύσει μεγάλου, κεκερδάκασι καὶ αὐτοὶ τὴν ἐπωνυμίαν.
Οὐκέτι ἐπὶ τὴν Ἰουδαίαν μόνον μέγας ὁ Θεὸς, ἀλλὰ καὶ ἐπὶ τὸ ὄρος τὸ ἡγιασμένον, ἤγουν τὴν Ἐκκλησίαν διὰ τὸ ὑψηλὸν τῶν περὶ Θεοῦ δογμάτων. <Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ.> (A f. 265 b. B f. 181, I f. 256 b, L f. 125, b) Καὶ ἀγαλλίαμα δὲ τυγχάνει πάσης τῆς γῆς. Οὕτω δὴ αὐτὸν ἑτέρωθί που κατωνόμασε λέγων ὁ θεσπέσιος Δαβίδ· «Τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» [Εὐφρο]σύνη γὰρ καὶ ἀγαλλίαμα, καὶ τῆς ἀνωτάτω θυμηδίας ὑπόθεσις τοῖς ἀνὰ πᾶσάν ἐστιν τὴν γῆν Χριστὸς, πᾶσαν ἡμῖν κατήφειαν ἐξιστὰς, καὶ περιστέλλων τὸ δάκρυον, κατά γε τὴν Ἡσαΐου φωνήν. Ἔφη γὰρ, ὅτι «Κατέπινεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.» Καὶ ὅπως ἀγαλλίαμα τυγχάνει πάσης τῆς γῆς, σαφῶς εἴρηται. (I f. 257) Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι καὶ ὁ νόμος ὁ διὰ Μωσέως ἀμνὸν ἐκέλευε σφάζεσθαι ἐκ πλαγίων τοῦ θυσιαστηρίου βλέποντα πρὸς βοῤῥᾶν, ὑποδηλοῦντος τοῦ τύπου ὅτι ... γῆν ὁ Χριστὸς εἰς τὰ βόῤῥεια τῆς οἰκουμένης τετράψεται μέρη, καὶ ἐπ᾽ αὐτὰ χωρήσει λοιπὸν, καὶ αὐτοῖς χαριεῖται τὴν ἐποπτείαν, κατά γε τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.» <Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.> (I f. 259 b, L f. 126) Νοήσεις δὲ καὶ οὕτως.
Βάρεις ὠνομάσθαι φαμὲν τοὺς ἐπισήμους μάλιστα τῶν πύργων, οἵπερ ἂν εἶεν ἐν τειχῶν περιβολαῖς. Οὐδὲν οὖν ἄρα ἀπεικὸς, ἅτε δὴ πόλεως ἅπαξ τῆς Ἐκκλησίας ὠνομασμένης, βάρεις αὐτῆς εἶναι λέγειν τοὺς ἁγίους ἀποστόλους, ἤγουν τοὺς καθάπαξ κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν διδασκάλους καὶ μυσταγωγούς.
Οὗτοι πύργων δίκην ὑπερανεστήκασιν τῶν ἄλλων, καὶ εἰσὶν ἐπισημότεροι, καὶ οἷον ἔρεισμα τοῦ παντὸς τῆς Ἐκκλησίας σώματος. Ἐν ταύταις δὴ οὖν ταῖς βάρεσιν, πᾶς ὅστις ἐστὶν εἰς εὐσθένειαν, ἐπιγινώσκεται Χριστὸς, ὅταν ἀντιλαμβάνηται αὐτῆς, δῆλον δὲ ὅτι τῆς Ἐκκλησίας .... ἀνωτάτω διανέμων ἀεὶ τοῖς προεστηκόσιν αὐτῆς καὶ δὴ καὶ ἀμείνους ἀποφαίνων ἀεὶ πανταχοῦ τῶν ἀνθεστηκότων. Δῆλον ἂν εἴη δήπουθεν παντὸς ἀξιῶν λόγου τὴν Ἐκκλησίαν.
Ἰστέον γε μὴν κἀκεῖνο πρὸς τούτῳ· βάρεις γὰρ εἶναι λέγουσιν οὐ τοὺς ἐν τοῖς τείχεσι πύργους μόνον, ἀλλὰ γὰρ καί τινα τῶν πλοίων εὖ καὶ ἐντέχνως διηρτισμένα. Παρεικαστέον δὲ πάλιν καὶ τούτοις αὐτοῖς τὰς τῶν ἁγίων κεφαλὰς, διά τοι τὸ πανταχοῦ μονονουχὶ διαπλεῖν, καὶ τὸν τῆς εὐσεβείας φόρτον διακομίζειν τοῖς ἁπανταχοῦ· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ διατρέχων καὶ κηρύσσων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.
Ἔφη δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ἐν τῇ πλατείᾳ καὶ εὐρυχώρῳ θαλάσσῃ πλοῖά τε διαπορεύεσθαι· καὶ μὴν καὶ δράκοντα τὸν πεπλασμένον εἰς τὸ ἐμπαίζεσθαι· πλοῖα .. ἱερῶν κηρυγμάτων διακομιστάς· δράκοντά τε τὸν ἐφεδρεύοντα αὐτοῖς Σατανᾶν, ὃν καὶ νενικήκασιν οἱ πλοῖα χρηματίζοντες ἅγιοι, ἀντίληψιν αὐτοῖς τὴν ἀποχρῶσαν εἰς σωτηρίαν νέμοντος τοῦ Χριστοῦ. Τὰ δ᾽ ἄλλα τῷ πρώτῳ ὁμοίως. <Συντρίψεις πλοῖα Θαρσεῖς.> (L f. 126) Θαρσεῖς θαλάσσης· λέγεται δὲ μέρος τῆς Αἰθιοπίας. Καὶ Ταρσὸς ἡ πόλις, παρὰ Ἰωνᾶ Θαρσεῖς καλεῖται. <Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.> (B f. 182 b, I f. 260 b, L f. 126 Κυρίλλου καὶ Θεοδώρου.) Συνέδραμον μὲν ὡς πολεμήσοντες οἱ τῆς Ἐκκλησίας ἐχθροί· θεασάμενοι δὲ τῆς πολεμουμένης τὸ ἄμαχον κατεπλάγησαν, καὶ τοῦ πολεμεῖν καὶ βάλλειν παυσάμενοι, βοῶσι· Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν· τὰς γὰρ περὶ αὐτῆς προῤῥήσεις οὐ βουλόμενοι δέχεσθαι, δι᾽ ἑαυτῶν ἐθεασάμεθα τὴν ἐκείνων ἀλήθειαν. Πῶς δὲ λέγειν ἐδύναντο, «Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν,» μὴ πιστοὶ γεγονότες; Οἱ γὰρ Θεόν τε ὁμοῦ καὶ τῶν δυνάμεων Κύριον ὁμολογοῦντες ὑπάρχειν αὐτὸν, ἱδρυμένην πάντως που τὴν πίστιν ἐν ἑαυτοῖς [ἔχειν σημαίνουσιν.] Ποῦ δὲ τὴν ἐπαγγελίαν εἶδον πληρωθεῖσαν, ἢ ἐν τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶν πόλις τοῦ Θεοῦ;
Ὅσον διὰ τῆς πίστεως ἀκούομεν Θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομεν πεπιστευμένως, τὰς ἀποδείξεις διὰ τῆς ἀπαθείας λαμβάνοντες.
Δείξας τῶν πολεμίων τὴν μεταβολὴν, προλέγει λοιπὸν ὁποίοις χρήσονται λόγοις οἱ τῆς σωτηρίας τετυχηκότες ὑμνοῦντες τὸν εὐεργέτην. <Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου, κ.τ.λ.> (E f. 86, I f. 260 b, L f. 126 b) Τὸ ὑπελάβομεν ἐν τούτοις ἢ ἐκληπτέον ἀντὶ τοῦ Εἰκάσαμεν, ἐνενοήσαμεν, ἢ διετέθημεν βεβαίως ἀραρότως, ὅτι τὸ ἔλεός σου πάντη τε καὶ πάντως ὑπάρξει τοῖς ἐν μέσῳ γεγονόσι τοῦ ναοῦ. Οὐ γάρ τοί φαμεν τοῖς ἀπίστοις ὅτι ἡ τῶν παρὰ Θεοῦ χαρισμάτων ἐκνεμηθήσεται μέθεξις, ἀλλὰ τοῖς ἤδη πιστεύσασιν. Εἴρηται γὰρ τοῖς ἀρχαιοτέροις, ὅτι «Τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν, θαρσεῖτε.» Ὁμοίως δὲ καὶ ἐν τοῖς πρὸ τούτου, ὅτι «Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται.» <Κατὰ τὸ ὅνομά σου, ὁ Θεὸς, οὔτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς.> Ὄνομα τὴν δόξαν ἔθος τῇ θείᾳ λέγειν Γραφῇ· ἕπεσθαι δὲ τῇ τοῦ Θεοῦ δόξῃ τὴν περὶ αὐτοῦ φησιν εὐφημίαν, ἀναλόγως τε καὶ εἰκότως· ὑμνεῖται γὰρ πρὸς ἁπάντων τῶν ἐπὶ τῆς γῆς κατὰ τὸ ὕψος τῆς ὑπεροχῆς αὐτοῦ. Τί γὰρ δὴ καί φαμεν ὑμνοῦντες αὐτόν· «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι;» Καί· «Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω ἥλιον καὶ σελήνην.» Καὶ ἁπλῶς ὡς Θεὸν τῶν ὅλων καὶ Κύριον ὑμνολογοῦμεν αὐτόν. «
Δικαιοσύνης πλήρης ἡ δεξιά σου.» Τεθαυμάκασι μὲν τὴν αἴνεσιν τοῦ ἐπὶ πάντας Θεοῦ τὴν ἐξ ἁπάσης αὐτῷ γινομένην τῆς γῆς, ὡς ἀναλόγως ἔχουσαν τῇ αὐτοῦ δόξῃ καὶ ὑπεροχῇ. Θαυμάζουσι δὲ καὶ ἕτερόν τι πρὸς τούτοις· τὴν γάρ τοι τοῦ Θεοῦ καὶ Πατρὸς δεξιὰν πλήρη φασὶν εἶναι δικαιοσύνης, ἤτοι δικαιοκρισίας.
Τίς δ᾽ ἂν νοοῖτο πρὸς ἡμῶν ἡ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, πλὴν ὅτι κατὰ ἀλήθειαν ὁ ἐξ αὐτοῦ πεφηνὼς μονογενὴς Θεοῦ Λόγος; Αὕτη ἡ μεγάλη καὶ ὑπερφυὴς καὶ πάντων ἐπέκεινα δεξιὰ τοῦ Πατρὸς δικαίᾳ ψήφῳ τὸν ἀλιτήριον Σατανᾶν ἀπεσόβησε μὲν τῶν ἐπὶ τῆς ... πάλαι κεκρατημένους καὶ πεσόντας ὑπ᾽ αὐτῷ. Δεδικαίωκε γὰρ διὰ τῆς πίστεως, καὶ τῶν ἀρχαίων ἐλευθερώσας αἰτιαμάτων, ἁγίους αὐτοὺς καὶ ἀμώμους προσεκόμισεν τῷ Θεῷ καὶ Πατρί. Πιστώσεται δὲ καὶ αὐτὸς ὁ Υἱὸς ὧδε λέγων· «Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Οὐκοῦν ἐφ᾽ ὁσιότητι καὶ δικαιοσύνῃ τεθαύμασται λίαν πρὸς ἁπάντων τῶν ἐθνῶν ἡ ἀξιάγαστος δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐπαμύνασα τοῖς ἠδικημένοις, καὶ ἀναστήσασα τοὺς κατεῤῥαγμένους, καὶ φωτίσασα τοὺς ἐσκοτισμένους. <Εὐφρανθήτω τὸ ὄρος Σιὼν, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας.> (B f. 183, I f. 261 b, L f. 126 b) Οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, χαίρουσι μὲν λίαν ἐπί γε σφίσιν αὐτοῖς, ὡς ἠλεημένοι καὶ ἐν μεθέξει παντὸς γεγονότες καλοῦ διὰ τῆς θείας καὶ πανσθενοῦς δεξιᾶς τοῦ Θεοῦ καὶ Πατρός.
Ἐοίκασι δέ πως καὶ τῷ ἑτέρῳ συγχαίρειν λαῷ, φημὶ δὲ τῷ Ἰσραὴλ, ὡς κληθησομένῳ κατὰ καιροὺς εἰς ἐπίγνωσιν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ εἰς μέθεξιν χαρισμάτων ὧν ἐσχήκασιν ἤδη προεισβαλόντες αὐτοί. Τοῦτο δὲ καὶ προφητικὸς ἐμπεδοῖ λόγος, «Μετὰ ταῦτα, φήσας, ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν.» Εὐφραινέσθω δὴ οὖν, φασὶ, τὸ ὄρος Σιὼν, τουτέστιν ἡ Ἱερουσαλὴμ, καὶ αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε, τῶν ἀγαθῶν δηλονότι. Θυγατέρες δὲ τῆς Ἱερουσαλὴμ νοηθεῖεν ἂν αἱ περὶ αὐτήν τε καὶ ὑπ᾽ αὐτὴν κείμεναι πόλεις. Νοήσεις δὲ καὶ οὕτως· Ὄρος μὲν Σιὼν τὴν Ἐκκλησίαν λέγων Χριστοῦ· θυγατέρας δὲ αὐτῆς, τὰς ἐν αὐτῇ τεθραμμένας τῶν ἁγίων ψυχὰς, ἤτοι τῆς Ἐκκλησίας τέκνα, τῆς τὴν ἐν πνεύματι λαχούσης περιτομὴν, ἣ καὶ ἀμείνων ἐστὶ τῆς πρώτης καὶ ἀληθεστέρα. Σκιὰ γὰρ ἦν νόμος, ἀλήθεια δὲ Χριστὸς, καὶ τὰ δι᾽ αὐτοῦ. <Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς.> (E f. 86 b. Κυρίλλου καὶ Εὐσεβίου.) Τὸ Πνεῦμα τὸ ἅγιον προσφωνεῖ ταῖς θείαις δυνάμεσι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ φρουρῆσαι, ὥστε πανταχόθεν αὐτὴν περιλαβεῖν καὶ φυλάττειν.
Ἀντὶ δὲ τοῦ περιλάβετε, Περιτειχίσατε εἶπεν ὁ Σύμμαχος· ἀντὶ δὲ τοῦ διηγήσασθε, ὁ μὲν Ἀκύλας, Ψηφίσατε, φησὶ, τοὺς πύργους αὐτῆς· ὁ δὲ Σύμμαχος, Ἀριθμήσατε. (B f. 183 b, I f. 264.) Ἐπιβαλεῖς καὶ οὕτως· Χοροῦ κελεύει πλάττεσθαι σχῆμα, καὶ οἷον ἐχούσας μέσην ὡς μητέρα τὴν Σιὼν τὰς ἁγίας αὐτῆς θυγατέρας λέγειν εἰς εὐφημίαν Χριστοῦ. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, «Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς.» Βάρεις μὲν οὖν, ἤτοι πύργους τῆς Ἐκκλησίας, τοὺς ἁγίους εἶναί φαμεν ἀποστόλους τε καὶ εὐαγγελιστάς. Διηγούμεθά γε μὴν ἐν αὐτοῖς ἀποστοματίζοντες, καὶ ταῖς αὐτῶν κεχρημένοι φωναῖς καὶ ἀκραιφνέσι μυσταγωγίαις, ἵν᾽ ὦμεν, κατὰ τὸ εἰρημένον, ὡς Περιστεραὶ μελετητικαί. Μεμνήμεθα δὲ καὶ προφήτου λέγοντος· «Λάβετε μεθ᾽ ἑαυτῶν λόγους,» τοὺς ἐξ ἁγίου Πνεύματος δηλονότι, δι᾽ ὧν ἔστι μαθεῖν τὸ Χριστοῦ μυστήριον. Χρῆμα γὰρ ὄντως σωτήριον τὸ μεμνῆσθαι Θεοῦ, καὶ ἐπὶ γλώττης ἔχειν τὰ εἰς δό....
Καὶ ἑτέρωθί πού φησιν ὁ Ψάλλων· «Ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου.» Ἔτι γε μὴν ἐπιφωνεῖ τὸ Πνεῦμα σαφῶς τοῖς ἐν Χριστῷ δεδικαιωμένοις, ἀνευρύνειν εὖ μάλα τῆς διανοίας τοὺς ὀφθαλμοὺς, καὶ ἀκριβῶς κατασκέπτεσθαι τῆς Ἐκκλησίας τὸν Λυτρωτὴν, ὅς ἐστιν Χριστὸς Ἰησοῦς. Πᾶσα γὰρ ἡμῶν ἡ δύναμις αὐτός τε καὶ ἐν αὐτῷ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς ὅτι, «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Ὀψόμεθα δὲ Χριστὸν μάλιστα μὲν ὡς ἀπό γε ἀοράτου καὶ ὁρατῆς κτίσεως (καὶ γάρ ἐστι τῶν ὅλων δημιουργὸς, Θεὸς ὢν καὶ Κύριος καὶ σύνθρονος τῷ γεννήσαντι Πατρὶ, καὶ ὡς ἀπό γε τῶν κατωρθωμένων κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρόν. Καθεῖλεν γὰρ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, σέσωκε τὴν ὑπ᾽ οὐρανὸν, δικαιώσας τῇ πίστει τοὺς πεπλανημένους, καὶ καλέσας εἰς υἱοθεσίαν τοὺς ἀπ᾽ ἐσχάτου τῆς γῆς, τοῦτο μὲν πανσόφοις μυσταγωγίαις, τοῦτο δὲ καὶ παραδόξοις θεοσημείαις, δι᾽ ὧν ἦν δύνασθαι κατιδεῖν ὅσος .. οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρός. Ὅπου δὲ ἰσχύος ἰσότης ἀπαραλλάκτως ὁρᾶται, ἐκεῖ δὲ πάντως ἂν εἴη καὶ ἡ τῆς οὐσίας ταυτότης. (A f. 266, B f. 184 b.) Βάρεις δὲ πάλιν ὠνομάσθαι φαμὲν τοὺς ἐπισήμους μάλιστα τῶν πύργων· εἶεν δὲ βάρεις οἱ μεγάλοι καὶ ἐξαίρετοι τῆς τοῦ Θεοῦ πόλεως, οἱ ἐν αὐτῇ ὑπερέχοντες, ἐν οἷς γινώσκεται ὁ Θεὸς ἀντιλαμβανόμενος καὶ σώζων αὐτοὺς ἐκ τῶν πειρασμῶν.
Τούτοις ἡμεῖς οἱ μετ᾽ ἐκείνους μυσταγωγοὶ μονονουχὶ μεριζόμεθα, τὰ παρ᾽ αὐτῶν ὀρθῶς τε καὶ ἀπλανῶς εἰρημένα δεχόμενοι πρὸς βεβαίωσιν ὧν ἂν ποιώμεθα λόγων, τοῖς τῆς ἀληθείας δόγμασι συναγορεύειν ἐθέλοντες, ἤγουν τοῖς ὑπὸ χεῖρα λαοῖς ὑφήγησιν ἐξυφαίνοντες ἠθικήν. Διηγούμεθα δὲ ταῦτα καὶ εἰς γενεὰν ἑτέραν παραπεμπομένης ἀεὶ τῆς μυσταγωγίας καὶ τοῖς μεθ᾽ ἡμᾶς. Ἰσχυρίζεται δὲ τῶν μυσταγωγούντων ὁ λόγος, ἀεί τε καὶ ἐν παντὶ καιρῷ, ὅτι Θεὸς ὢν οὐ πεπαύσεται, βασιλεύσει δὲ μᾶλλον ἡμῶν διηνεκῶς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.