Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία στους Ψαλμούς ΜΗ΄ έως Ν΄

Ερμηνεία των ψαλμών ΜΗ΄ έως Ν΄. Περιγράφεται η ματαιότητα του πλούτου, η δίκαιη κρίση, το μέγα έλεος του Θεού και η χάρις της μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 15 από 23

ΨΑΛΜΟΣ ΜΗʹ. <Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορέ.> (A f. 269.) Διὰ τοῦ παρόντος ἠθικοῦ ψαλμοῦ τὰ περὶ τοῦ θείου δικαστηρίου τοῖς πᾶσιν ἀνθρώποις κηρύττεται, καὶ ἡ ἡμέρα ἐκείνη καθ᾽ ἣν ἄξει ὁ Θεὸς τὸ ποίημα εἰς κρίσιν. Ἔχοιεν δ᾽ ἂν οἱ υἱοὶ Κορὲ τῶν ἀποστόλων τὸ πρόσωπον τῶν μυσταγωγησάντων τὴν ὑπ᾽ οὐρανόν· ὅθεν δι᾽ ἀκολούθου ἐνταῦθα εἰς πᾶσαν τὴν γῆν διαφοιτᾷ τοῦ λόγου τὸ κήρυγμα· καὶ ὥσπερ ἦν πρὸ τῆς συγχύσεως τῶν γλωσσῶν χεῖλος ἓν πᾶσι καὶ μία φωνὴ, οὕτω καὶ νῦν πάντα ἔθνη καὶ ἡ οἰκουμένη πᾶσα καὶ πάντες ἄνθρωποι μία γίνονται ἀκοὴ καὶ καρδία μία, ἑνὸς τοῖς πᾶσιν ἐνηχοῦντος τοῦ λόγου. Βραδύγλωσσος μὲν γὰρ ὁμολογουμένως καὶ εὐστομεῖν οὐκ εἰδὼς ὁ πάλαι νόμος, διὰ κύκλου μόλις μακροῦ τοῦ κατὰ τὸ γράμμα μονονουχὶ καὶ ὑποψελίζων ἡμῖν τὸ τῷ Θεῷ δοκοῦν. Στόμα δὲ Μωσέως τὸ εὐφωνότατον ὁ Χριστὸς, μεθιστὰς τοὺς τύπους εἰς ἀλήθειαν, καὶ προτιθεὶς ἑτοίμην ἁπανταχοῦ τῶν ἀναγκαίων τὴν εἴδησιν. Καὶ ὁ μὲν νόμος πεπαιδαγώγηκε μόνον τὸν κατὰ σάρκα Ἰσραὴλ, ὁ δὲ Χριστὸς τὸ τῆς ἡμερότητος ἁπλώσας λῖνον ὅλην σεσαγήνευκε τὴν οἰκουμένην. Εἰκότως οὖν ἄρα καὶ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν συμβουλεύει· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη,» κ.τ.λ. <Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.> (I f. 267 b.)

Ὅμοιον ὡσεὶ λέγοι· Κατείθισμαι μὲν φιλοζητητής τις εἶναι, καὶ ἥδιστα μανθάνω τὰ σκοτεινὰ καὶ ἀσυμφανέστατα τῶν θεωρημάτων. Εἰ δὲ δή τις γένοιτο χρεία καὶ ἀνοῖξαι ταῦτα, τουτέστιν ἐμφανῆ καταστῆσαι τοῖς πολλοῖς, μεθ᾽ ἡδονῆς τοῦτο δρῶ. Οὐ γὰρ ἄχαρις ὁ παρ᾽ ἐμοῦ γενήσεται λόγος, ἀλλ᾽ οἷόν τις ᾠδὴ ψαλτηρίου. Τὸ δὲ πρόβλημα, φησὶν, ἅπερ ἂν πρόθωμαι λαλεῖν. Ἀεὶ δέ πως ἡδονῇ συγκέκραται τῶν ἁγίων ὁ λόγος. Οὕτω γάρ που καὶ ὁ πάνσοφος γράφει Παῦλος, ὅτι «Ὁ λόγος ὑμῶν ἐν χάριτι ἅλατι ἠρτυμένος,» ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.

Ἐνδοιάσειε δ᾽ ἂν οὐδεὶς ὡς ἔσται που πάντως ἡδὺς καὶ φίλος ταῖς τῶν φιλαρέτων ψυχαῖς. <Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; κ.τ.λ. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, κ.τ.λ. Ἀδελφὸς οὐ λυτροῦται, κ.τ.λ.> (I f. 270. Κυρίλλου, Εὐσεβίου, Θεοδωρήτου.) Νοήσεις δὲ καὶ οὕτως. Ἐγὼ μὲν ὁ θεσπίζειν ἁγίῳ Πνεύματι τὰ θεῖα λόγια κατηξιωμένος, περίφοβός εἰμι, τὴν κρίσιν τοῦ Θεοῦ πεφρικώς· ὑμεῖς δὲ ἀκούσατε, οἱ ἄφοβοι, οἱ διὰ τὴν παροῦσαν τρυφὴν καθηδυπαθοῦντες τοῦ βίου, οἱ μὴ ἐπὶ Θεῷ, ἀλλ᾽ ἐπὶ τῇ δυνάμει ἑαυτῶν πεποιθότες, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου ὑμῶν καυχώμενοι. Γινώσκετε ὅτι ταῦτα ὑμῖν οὐ παραστήσεται ἐν τῇ προλεχθείσῃ ἡμέρᾳ. Οὔτε δὲ ἀδελφὸς ἀδελφὸν λυτρώσεται, οὔτε φίλος φίλον· Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται· καὶ, «Ἑκάστου τὸ ἔργον ποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει.» Τίς οὖν ἄλλος ἀνθρώπων λυτρώσεται τὸν τοιοῦτον; Διὸ λέλεκται· «Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος;

Ἀλλ᾽ οὐδὲ δώσει τις τῷ Θεῷ ἐξίλασμα ὑπὲρ ἑαυτοῦ κατ᾽ ἐκείνην τὴν ἡμέραν, οὐδ᾽ ὥσπερ ἐξωνούμενος ἑαυτὸν, τιμὴν ἀντὶ τῆς ἑαυτοῦ ψυχῆς καταθήσεται· ὥστε μάταιος ὁ πλοῦτος τῷ κεκτημένῳ, καὶ ματαία ἡ θνητὴ δύναμις τῶν ἐπ᾽ αὐτῇ πεποιθότων.

Εἰ μὲν γὰρ κατὰ τὸν παρόντα βίον καὶ τὴν ἐνεστῶσαν ζωὴν χρήσαιτό τις πλούτῳ καλῶς, ἐπιστημόνως χρώμενος αὐτοῦ τῇ κτήσει κατὰ τὴν σωτήριον παραγγελίαν, ἥ φησι· »Τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις;» ἐλπίδας ἕξει ἀγαθάς. Ἐντεῦθεν ἤδη σπείρας ἑαυτῷ εἰς δικαιοσύνην, τρύγησον δὲ τότε καρποὺς ζωῆς. Λύτρον γὰρ ἀνδρὸς, ᾗ φησιν ὁ σοφὸς, ἴδιος πλοῦτος. Εἰ δὲ μηδὲν τούτων πράξειε, ναυάγιον πεπονθὼς, σὺν αὐτῷ τῷ φόρτῳ τοῦ πλούτου, τὴν ἑαυτοῦ ψυχὴν ζημιωθήσεται, οὐκέτι χρῆσθαι δυνάμενος τῷ πλούτῳ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. Διὸ ἐν τῇ προλεχθείσῃ ἡμέρᾳ, οὔτε αὐτὸς ὑπὲρ ἑαυτοῦ ἐξίλασμα δώσει, οὐδὲ τιμὴν λυτρώσεως καὶ ἐλευθερίας τῆς ἑαυτοῦ ψυχῆς, οὔτε ὑπὸ ἀδελφοῦ καὶ συγγενέως ὠφεληθήσεται.

Οἱ δὲ μήτ᾽ ἐπὶ πλούτῳ πεποιθότες, μήτ᾽ ἐπὶ δυνάμει ἀλαζονευόμενοι, ἔγκοπον δὲ καὶ ἐπίπονον τὸν παρόντα κτησάμενοι βίον, τῆς ὑπὸ τοῦ λόγου ἐπηγγελμένης ζωῆς καταξιωθήσονται. <Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα. —Οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας.> (I f. 270. b.) Ἀντὶ τοῦ, «Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα,» ὁ Σύμμαχος, Ἀλλὰ παυσάμενος, φησὶ, τῷ αἰῶνι τούτῳ, ζῶν εἰς αἰῶνα διατελέσει· κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ἐπαύσατο εἰς αἰῶνα, καὶ ζήσεται εἰς νῖκος· ἡ δὲ πέμπτη ἔκδοσις, Καὶ ἐκοπίασεν, φησὶν, εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νῖκος. Ὁ γὰρ ἐν τῷ παρόντι αἰῶνι κοπιάσας ὑπὲρ εὐσεβείας καὶ δικαιοσύνης, τῆς πολλῆς τύρβης καὶ ταραχῆς παυσάμενος, ἤρεμον καὶ ἡσύχιον βίον διάξει, τευξόμενος ἐπὶ τέλει τῆς αἰωνίου ζωῆς. Ὁ τοιοῦτος οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Ἢ κατὰ τὸν Σύμμαχον, Οὐκ ὄψεται τὴν διαφθορὰν ὅταν βλέπῃ σοφοὺς ἀποθνήσκοντας. Εἰς τοσοῦτον γὰρ μακρὰν τῶν ἀσεβῶν, ὡς μηδὲ πλησιάζειν αὐτῶν τῇ ἀπωλείᾳ, πόῤῥωθεν δὲ καὶ ἄνωθέν ποθεν ὡς ἀφ᾽ ὑψηλοῦ σκοποῦ τὴν διαφθορὰν τῶν σοφῶν πεύσεται. Ποίων δὲ σοφῶν, ἢ ὧν ὁ Θεὸς ἐμώρανεν τὴν σοφίαν, <Ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν.> (A f. 277.)

Ὅταν τοίνυν, φησὶν, ἡμεῖς οἱ τὴν σεπτὴν καὶ ἀβέβηλον ἀγαπῶντες ζωὴν, τοῖς οὐχ οὕτω ζῇν εἰωθόσιν ἐπιστυγνάζωμεν λέγοντες, ὅτι «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε,» καὶ τὰ ἑξῆς, τότε καὶ αὐτοὶ, εἰ καὶ μὴ νῦν ὁμολογεῖν ἀνέχονται ἕως εἰσὶν ἐν τῷδε τῷ κόσμῳ, ἀλλ᾽ οὖν μετὰ ταῦτα τοῖς παρ᾽ ἡμῶν εὐδοκήσουσι λόγοις· ὅτι γάρ εἰσιν ἀληθεῖς, ἐξ αὐτῶν ἤδη τῶν συμβεβηκότων αὐτοῖς ἀναπεπεισμένοι συννεύσουσι. (B f. 189. E f. 87 b. I f. 273 b. L f 129. b.) Ἑτέρα δὲ φέρεται γραφή· Μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐλογήσουσιν, ἀντὶ τοῦ Καταράσονται ἑαυτοῖς, μετανοοῦντες ἐφ᾽ οἷς τοιαῦτα διεπράξαντο. Ἐν ἐκείνῃ γὰρ, φησὶ, τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. <Θάνατος ποιμανεῖ αὐτοὺς, καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τοπρωΐ.> (A f. 278, B f. 189 b, E f. 87 b, I f. 274, L f. 129 b.) Θάνατον τοίνυν ποιμαίνοντα αὐτοὺς, τὴν ἐν θανάτῳ συνήσεις κόλασιν. Πᾶσαν γὰρ ἀποβαλόντες τὴν ἐνοῦσαν αὐτοῖς ἰσχύν τε καὶ δόξαν, κατακυριευθήσονται τρόπον τινὰ παρὰ τῶν ἁγίων ὅταν γένηται πρωῒ, τουτέστιν ὅταν αὐτοῖς ὁ τῆς Χριστοῦ δόξης ἐπιλάμψῃ καιρός. Καταβήσεται γὰρ ἐξ οὐρανοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, μετὰ τῆς δόξης τοῦ Πατρὸς αὐτοῦ, τοῖς μὲν ἁγίοις ἀποκαταστήσων τὰ ηὐτρεπισμένα τῶν γερῶν, τοὺς δὲ ἁμαρτωλοὺς κολάσεσι καὶ δίκαις ὑποτιθείς.

Τότε καὶ ἡ τούτων βοήθεια παλαιωθήσεται, τουτέστιν ἀφανισθήσεται· τὸ γὰρ παλαιούμενον, φησὶ, καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Ἀπὸ δέ γε τῆς ἑαυτῶν δόξης ἧς εἶχον ἐν τῷ κόσμῳ μετοιχήσονται πρὸς ἀτιμίαν. <Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με.> (B f. 190, E f. 87 b, I f. 274 b.) Αἱ γὰρ τῶν ἁγίων ψυχαὶ εἰς χεῖρας δραμοῦνται Θεοῦ· προὐξένησεν δὲ καὶ τοῦτο ἡμῖν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐν καιρῷ τοῦ τιμίου σταυροῦ, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν εἰπών· «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» Καὶ βάσιμον ταῖς ἀνθρώπων ψυχαῖς ἀπένειμεν τὸν παράδεισον, πρῶτος εἰσελάσας, καὶ πρὸς τὸν συγκρεμάμενον αὐτῷ λῃστὴν εἰπών· «Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ταύτῃτοι καὶ ὁ μακάριος Στέφανος λιθαζόμενος ἔλεγε· «Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου.» Οὐκέτι γὰρ εἰς τὸν ᾄδην χωροῦσιν αἱ τῶν ἀγίων ψυχαὶ, ὥσπερ αἱ τῶν ἁμαρτωλῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅ φησι· «Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με.» <Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς.> (E f. 88.) Ὁ τοιοῦτος ἐστέρηται φωτὸς, μετὰ τῶν καθ᾽ ὁμοιοτροπίαν πατέρων αὐτοῦ. Οἱ γὰρ τὰ τοῦ σκότους πράξαντες ἔργα, εἰς σκότος χωροῦσι τὸ ἐξώτερον, οἵτινες ἔσχον τὴν κτηνώδη ζωήν.

ΨΑΛΜΟΣ ΜΘʹ. <Ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.> (A f. 280 b, B f. 191 b.) Καλοῦνται ὑπὸ τοῦ Θεοῦ οἱ ἅγιοι, ὅτε ἐνανθρωπήσας ἐλάλησε καὶ πᾶσαν συνεκάλεσε τὴν γῆν. Τί δὲ ἐλάλησε; «Μαθητεύσατε πάντα τὰ ἔθνη.» Καὶ τὸ, Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ. Χριστὸς γὰρ ἡ μεγάλη τε καὶ διαπρύσιόν τι βοῶσα σάλπιγξ. Οὕτω γὰρ τῶν δι᾽ αὐτοῦ κηρυγμάτων διαμνημονεύει λέγων ὁ προφήτης Ἡσαΐας· «Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ.» Κέκληκε τοίνυν οὐ κατά γε τὸν ἱεροφάντην μόνον Μωσέα τὸν Ἰσραὴλ, ἅπαντας δὲ μᾶλλον τοὺς ἐξ ἀνατολῆς ἡλίου μέχρι δυσμῶν.—(I f. 275.) Νοήσεις καὶ οὕτως· Μωσῆς ὁ θεσπέσιος μόνον ἐκάλει τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ μέτρον ἔχων οἰκετικὸν, ἰσχνόφωνός τε καὶ βραδύγλωσσος ὤν. Ταύτῃτοι κατὰ τὴν Ψάλλοντος φωνὴν, «Γνωστὸς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, καὶ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.» Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ἅτε δὴ καὶ ὑπάρχων ἐκ Θεοῦ Θεὸς, ἐπέφανεν ἡμῖν, ἵνα πᾶσαν καλέσῃ τὴν οἰκουμένην, τοὺς ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν. Ἔφη γάρ· «Δεῦτε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἐνετέλλετο δὲ καὶ πᾶσι τοῖς ἁγίοις μαθηταῖς καὶ ἀποστόλοις λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» <Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ.> (A f. 280 b, B f. 192, I f. 275.)

Ἦν μὲν γὰρ καὶ ἔστι Θεὸς ὁ Λόγος ὁμοούσιος τῷ Πατρὶ, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἐμφερείᾳ διαπρεπής. Ἀλλ᾽ ὧδε φύσεως ἔχων, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, ἔλαβέν τε δούλου μορφήν. Ἐδόκει δὴ οὖν οὐκ ἐν τῷ τῆς ὡραιότητος ὁρᾶσθαι κάλλει, διά τοι τὸ ἐν ὁμοιώσει γενέσθαι τῇ πρὸς ἡμᾶς. Ὅτι τοίνυν κατίδοι τις ἂν οὐκ ἀπό γε τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ θεῖον αὐτοῦ καὶ ἐξαίρετον κάλλος, ἀλλ᾽ ἐξ ὧν ἐστι Θεὸς καὶ ἰσοσθενὴς τῷ Πατρὶ, διαδείκνυσι λέγων· «Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ·» Τὸ δὲ, ἐκ Σιὼν, νοήσεις ἀντὶ τοῦ, ἐκ τῆς ἄνω Σιών· ἤγουν διὰ τῆς Σιὼν τὸ ἐξ οὐρανῶν καὶ ἄνωθεν. Οὐ γὰρ ἦν ἁπλῶς ἄνθρωπος ὁ Χριστὸς, ἐπουράνιός γε μᾶλλον· οὐχ ὡς ἐξ οὐρανοῦ τὴν σάρκα καταγαγὼν (γεγέννηται γὰρ ἐκ τῆς ἁγίας Παρθένου)· ἐπειδὴ δὲ ἦν ἐξ οὐρανῶν ὁ ἑνωθεὶς τῇ σαρκὶ Λόγος, οὐράνιος ἄνθρωπος ὠνομάσθη Χριστός· διὰ τοῦτο ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ.

Συνέντας αὐτοῦ τὸ κάλλος τοὺς ἁγίους ἀποστόλους εὑρήσομεν. Ἔφη γὰρ ὁ πάνσοφος Παῦλος· «Εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀναβίωσιν καὶ τὴν ἀναφοίτησιν τὴν εἰς οὐρανοὺς, οὐκ ἐκ τῶν τῆς κενώσεως μέτρων, ἀλλ᾽ ἐκ λαμπρότητος τῆς θεοπρεποῦς ἐπιγινώσκομεν αὐτόν. <Ὁ Θεὺς ἡμῶν ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.> (A f. 280 b, B f. 192, I f. 275 b.) Πότε ἦλθεν ἐμφανῶς, εἰ μὴ ὅτε γέγονε σὰρξ, κατὰ τὴν Ἰωάννου φωνήν; ὅτε τὴν καθ᾽ ἡμᾶς ὁμοίωσιν ἀναλαβὼν, διὰ τῆς ἁγίας ἐγεννήθη Παρθένου καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Τότε γὰρ ὁρατὸς γέγονεν ὁ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατὸς, ἁπτὸς ὁ ἀναφὴς, καθ᾽ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Ἀφίκετο τοίνυν ἐμφανῶς.

Ἐλθὼν δὲ, φησὶν, οὐ παρασιωπήσεται, τουτέστιν ἐλέγξει τοῦ κόσμου τὴν ἁμαρτίαν, ἤγουν ὅτι τὴν τοῦ Πατρὸς βούλησιν ἀπαγγελεῖ· καλεῖται γὰρ τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. <Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.> (A f. 281, B f. 192, I f. 275 b.) Ἐπὶ δὲ τῆς προτέρας παρουσίας νοούμενον τὸ πῦρ, ἢ ἀντὶ τοῦ φωτὸς, ὡς φωτὸς γένεσιν ὀνομάζει τὸ πῦρ· ἵν᾽ ἐννοῶμεν ὅτι φῶς προσελάσει τὸ νοητὸν τῆς ἐπὶ Χριστῷ γνώσεως, δι᾽ ἧς ἡ εἰς αὐτὸν πράττεται πίστις. Οὗ καὶ τύπος ὁ τῆς Ἰουδαίων συναγωγῆς ἐν νυκτὶ προβιβάζων στύλος τοῦ πυρὸς, καὶ καταδεικνύων αὐτὸς τὴν ὁδόν.

Ἢ τάχα που τοῦτο περινοεῖν ἀκόλουθον· ἀπεψυγμένους γὰρ ὥσπερ εἰς πολύτροπον ἁμαρτίαν τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ὁ τοῦ Θεοῦ Λόγος εὑρὼν ἀνεζωπύρησεν εἰς ἔφεσίν τε καὶ προθυμίαν παντὸς ἀγαθοῦ πράγματος, πῦρ ὥσπερ τι νοητὸν ἐμβαλὼν αὐτῇ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν. Ἔφη γοῦν, ὅτι «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» Γεγόναμεν γὰρ τῷ πνεύματι ζέοντες ὅσοι τῆς τοιαύτης ἠξιώμεθα χάριτος· καὶ τῆς θείας φύσεως γεγόναμεν κοινωνοὶ διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος.

Ταύτῃτοι καὶ ἐν τῇ τοῦ ἁγίου Πνεύματος χάριτι πυρὸς δήλωσις συνεισφέρεται. Βαπτιζόμεθα γὰρ ἐν Χριστῷ, κατά γε τὴν Ἰωάννου φωνὴν, ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔφη δέ πού τις περὶ αὐτοῦ τῶν ἁγίων προφητῶν, ὅτι «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Ὅτι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων.

Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Ἐκτήκει γὰρ πάντα ῥύπον τὸν ἐν ἡμῖν ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργειά τε καὶ δύναμις, πυρὸς δίκην τὸν τῆς ἁμαρτίας δαπανῶσα συρφετόν. Ὤνησέ γε μὴν τὴν τῶν Ἰουδαίων σκληροκαρδίαν οὐδὲν, ὅτι μὴ προσήκαντο τὴν χάριν. Ταύτῃτοι καὶ διὰ τῆς Ἰερεμίου φωνῆς ἔφη περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός· «Ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπεν μόλιβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ.

Πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Κύκλῳ δὲ αὐτοῦ καταιγίς.» Ὅσοι γὰρ θέλουσιν εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται. (A f. 281, B f. 192, I f. 276.) Νοήσεις δὲ καὶ οὕτως. Ἑωρᾶτο μὲν γὰρ, ὥς φησιν, Χριστὸς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, τουτέστιν ἄνθρωπος, ἀλλ᾽ ἦν καὶ οὕτως ἐν ἐξουσίᾳ τε καὶ δυνάμει θεότητος· καθάπερ τι πῦρ καὶ καταιγίδα σφοδρὰν ἐπαφιεὶς τοῖς ἀντικειμένοις τοῖς παρ᾽ αὐτοῦ θεσπίσμασιν, καὶ καταφλέγων μὲν πᾶσαν ἰσχὺν διαβολικὴν, δαπανῶν δὲ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. Οὕτω γάρ που καὶ ἑτέρωθί φησιν ὁ Ψάλλων πρὸς αὐτὸν περὶ τῶν ἀνθεστηκότων αὐτοῦ τῇ δόξῃ· «Ὁ Θεός μου, θοῦ αὐτοὺς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, ὡσεὶ πῦρ ὃ καταφλέξει δρυμοὺς, ὡσεὶ φλὸξ κατακαύσαι ὄρη· οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς.» <Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ.> (Ibidem) Ἐνταῦθα δὲ πάλιν τῆς τοῦ Σωτῆρος οἰκονομίας τῆς ἐφ᾽ ἡμῖν γενομένης εὑρήσεις τὸ εὐτεχνές.

Πάλαι μὲν γὰρ οἱ ἐπὶ τῆς γῆς κτηνοπρεπῆ διαζῶντες βίον διετέλουν, καὶ «μερίδες ἀλωπέκων» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Λελατρεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασιν, κατὰ χώρας τε καὶ πόλεις σέβας ἔχοντες, καὶ θεὸν εἶναι νομίζοντες τὸ ἑκάστῳ δοκοῦν. Ἐπειδὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, ἐνέστραψεν ταῖς ἁπάντων καρδίαις τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς, ἐπέστρεψε τὸ πεπλανημένον, κατέδησε τὸ ἠῤῥωστηκός· ἅτε δὴ ποιμὴν ὑπάρχων ἀγαθὸς, ἀπεσόβησε τοὺς θῆρας τῆς τῶν προβάτων αὐλῆς, ἡγίασε Πνεύματι, ἠσφαλίσατο δυνάμεσιν ἀγγελικαῖς, ἐπέστησε τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἁγίους μυσταγωγούς. (I f. 276 b.) Προσκαλέσεται τοίνυν, φησὶν, τὸν οὐρανὸν ἄνω, τουτέστιν τοὺς ὅντας ἄνω καὶ ἐν οὐρανοῖς ἁγίους ἀγγέλους, καὶ τὴν γῆν, ἤτοι τοὺς ἐξειλεγμένους ἐν αὐτῇ καὶ προχειρισθέντας εἰς ἀποστολὴν, πρὸς τὸ διακρῖναι τὸν λαὸν αὐτοῦ. Οἱ γὰρ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα, τοὺς μὲν πειθηνίους προσεκόμιζον τῷ Θεῷ, τοὺς δὲ μὴ τοιούτους ἠφίεσαν τῷ Σατανᾷ, μονονουχὶ λέγοντες· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ἐξεκαύσατε. Καὶ γοῦν Ἰουδαίοις προσελάλουν· ἐπειδὴ δὲ τεθέανται σκληροὺς ὄντας, καὶ πολὺ βλέποντας εἰς τὸ ἐξήνιον, διαῤῥήδην ἔφασκον· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.»

Ἄθρει δὴ οὖν ὅπως διακρίνουσι τὸν τοῦ Κυρίου λαόν. Ὅτι δὲ καὶ τοῖς ἁγίοις μυσταγωγοῖς ἐπικουροῦσιν ἄγγελοι, καὶ αὐτοῖς μυσταγωγουμένοις, σαφηνιεῖ Παῦλος λέγων περὶ αὐτῶν· «Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Οὕτω καὶ ὁ θεσπέσιος Ἰακὼβ τὴν κλίμακα τεθεᾶσθαί φησι τὴν ἐκ γῆς ἄνω διήκουσαν εἰς τὸν οὐρανὸν, καὶ ἐπεστηρίχθαι μὲν ἐπ᾽ αὐτῇ τὸν Κύριον, ἄνω δὲ καὶ κάτω διαθεῖν τοὺς ἀγγέλους. Ἐν Κυρίῳ γὰρ τοῖς ἄνω συνήφθη τὰ κάτω, καὶ κοινωνία γέγονεν ἀνθρώποις καὶ ἀγάπης δεσμὸς πρὸς τοὺς ἁγίους ἀγγέλους. Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Παρεμβαλεῖ ἄγγελος κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Συμπράττοντες τοίνυν τοῖς ἁγίοις μυσταγωγοῖς διακρίνουσι καὶ αὐτοὶ τὸν λαὸν Κυρίου. <Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ.> (B f. 193, I f. 278.) Νοήσεις καὶ οὕτως, ἅπερ μοι δοκεῖ ἄμεινον εἰρῆσθαι. Τοῦτό ἐστιν ἐναργῶς τὸ διακρίνεσθαι τὸν λαὸν Κυρίου παρά τε δυνάμεων λογικῶν, καὶ παρὰ τῶν τεταγμένων ἱερουργεῖν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα. Αὐτοῖς γὰρ δὴ τὸ Πνεῦμα διακελεύεται συναγείρειν Χριστῷ τοὺς ὁσίους αὐτοῦ. «Οὓς προέγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.»

Οὐκοῦν ἐξ ἁπάσης τῆς γῆς τοὺς ἤδη προεγνωσμένους ὡς ἔσονται πιστοὶ καὶ γνήσιοι, συγκομίσατε, φησίν· οἱ δὲ καὶ διατίθενται, τουτέστι πληροῦν ἐπείγονται τὴν διαθήκην Χριστοῦ ἐπὶ θυσίαις οὐχὶ ταῖς δι᾽ αἱμάτων καὶ καπνῶν, ἐπὶ πνευματικαῖς δὲ μᾶλλον. Γέγραπται γάρ· «Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.» Ταῖς τοιαύταις θυσίαις ἐπιγάννυται Θεός· προσδέξεται δὲ πάλιν ἐν εὐωδίας τάξει τῆς νοητῆς τὴν δοξολογίαν. Ἔφη γοῦν ὁ θεσπέσιος Μελῳδός· «Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.» Πλεῖστα δ᾽ ἄν τις καὶ ἕτερα τούτοις ἐπισωρεύσειεν εὐκόλως, δι᾽ ὧν ἔνεστιν ἰδεῖν ὅτι τῆς δοξολογίας τὸ χρῆμα γένοιτ᾽ ἂν εἰς θυσίαν εὐπαράδεκτον τῷ Θεῷ. Εἶτ᾽ ἐφεξῆς φησι· <Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην σου, Κύριε.> (A f. 282 b, B f. 193 b, I f. 278.) Ὅτι πρό γε τῶν ἄλλων προὔθηκε τὸ σωτήριον κήρυγμα τοῖς ἐξ Ἰσραήλ· ἧσαν γὰρ αὐτῶν αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες. Ἐπειδὴ δὲ γεγόνασι πονηροὶ καὶ ἀμείλικτοι, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων ὀλίγα πεφροντικότες, τὴν τοῦ καλοῦντος εἰς σωτηρίαν ἀπεώσαντο χάριν, μεταπεφοίτηκεν δὲ ἀναγκαίως ἐπὶ τὰς ἐθνῶν ἀγέλας, καὶ πᾶσαν ἐκτήσατο τὴν ὑπ᾽ οὐρανόν. Καὶ ταύτης ἕνεκα τῆς ὁσίας ψήφου ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ· κριτὴς γάρ ἐστι δίκαιος, ὅσιός τε καὶ ἀγαθός.

Ἐδίκασε δὲ καὶ ἑτέρως τοῖς τε ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τῷ πονηρῷ καὶ ἀποστάτῃ δράκοντι.

Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· καὶ ἐγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καίτοι φησὶν αὐτός· «Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.» Πῶς οὖν γέγονε κρίσις τοῦ κόσμου τούτου;

Κατεψηφίσατο ὡς πλεονεκτοῦντος τοῦ Σατανᾶ καὶ σὺν αὐτῷ τῶν ἀλιτηρίων δαιμόνων· δεδικαίωκε δὲ τοὺς ἐπὶ τῆς γῆς ὡς ἠδικημένους. Ἐνταῦθα κριτὴν σαφῶς οἶδεν ὁ Δαβὶδ τὸν Χριστόν· καὶ ὅτι τὴν κρίσιν πᾶσαν παρὰ τοῦ Πατρὸς ἔλαβεν, οὐκ ἔκρυψεν εἰπὼν, ὅτι Ὁ Θεὸς κριτής ἐστι. Οὕτω δικάσας ἐδοξολογήθη παρὰ τῶν ἄνω καὶ ἐν οὐρανοῖς ἁγίων πνευμάτων, ὡς Θεὸς κριτὴς ὅσιος, καὶ ὀρθότητι τῇ κατὰ πᾶν ὁτιοῦν ἀδεκάστῳ χρώμενος. Διάψαλμα. <Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς, ὁ Θεός σού εἰμι ἐγώ.> (I f. 278 b.) Ἀναφανδὸν ἐν τούτοις τὸ τοῦ Θεοῦ πρόσωπον εἰσκεκόμισται, τοὺς ἐν νόμῳ τύπους μεθιστάντος εἰς ἀλήθειαν. Μέχρι γὰρ καιροῦ διορθώσεως τεθεῖσθαί φησιν ὁ πάνσοφος Παῦλος τὴν διὰ Μωσέως ἐντολήν. Ὁ δέ γε τῆς διορθώσεως καιρὸς οὐχ ἕτερος ἦν παρ᾽ ἐκεῖνον καθ᾽ ὃν ἔλαμψεν τοῖς ἐπὶ τῆς γῆς ὁ Χριστὸς ἐναργέστατα λέγων· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀνόνητα δὲ οὖν τὰ ἐν τύποις, τῆς ἀληθείας παρούσης· αὐτὴν γὰρ ὠδίνουσιν αἱ σκιαὶ, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν μόρφωσιν ἐν τοῖς τοῦ νόμου γράμμασιν καταθρήσαι τις ἂν, εἴπερ εἴη πνευματικός.

Οὐκοῦν ἐπειδήπερ ἔμελλεν ὁ Σωτὴρ τῆς ὑπὲρ νόμον μυσταγωγίας εἰσηγητὴς ἀναφαίνεσθαι τοῖς ἐπὶ τῆς γῆς, ἀναγκαίως διὰ τῆς τοῦ Ψάλλοντος λύρας προσεγγυᾷ καὶ διαμαρτύρεται τοῖς ἐξ Ἰσραὴλ λέγων· «Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι.» Ἵνα δὲ μή τις ὑπολάβοι, μὴ τὰ ἀπὸ στόματος Κυρίου μᾶλλον, ἀλλ᾽ ἐκ καρδίας τῆς ἑαυτοῦ τὸν Ψάλλοντα ποιεῖσθαι τοὺς λόγους, προσεπήνεγκεν· «Ὁ Θεὸς, ὁ Θεός σού εἰμι ἐγώ.» Ποῖος οὖν; Ἀγαθὸς, ὁ ἐκ καμίνου σιδηρᾶς ἀπαλλάξας τὸν Ἰσραὴλ τῆς Αἰγυπτίων πλεονεξίας, ὁ τὴν διὰ θαλάττης ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομίσῃς, τῶν νόμων ὁρῶν τὸ διάφορον. <Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω.> (B f. 194 b, I f. 281 b, L f. 132.) Ὡς ἐν ἔθει δὲ ληπτέον τὸ, «Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω.» Τὸ γὰρ ἀνέφικτον ὡς ἐφικτὸν ὑποτίθεται, διελέγχων τοὺς ἀνοήτους. Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, «Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδ᾽ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.» <Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, κ.τ.λ.> (B f. 195.) Ὅτι μὴ τοῖς τῶν εἰδώλων θεραπευταῖς, καὶ τοῖς οὔπω τὸ θεῖον πλουτήσασιν φῶς τὰ τοιάδε προσδιαλέγεται Θεὸς, ἀλλὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, δῆλον ἂν εἴη δήπουθεν.

Ποία γὰρ ἦν ὅλως παρ᾽ ἐκείνοις τοῦ θείου νόμου μελέτη, οἳ μηδὲ ὅτι τέθειται διεγνώκασιν; Τίς δὲ παρ᾽ ἐκείνοις ἦν ὁ τὴν θείαν διαθήκην ἀναλαβὼν ἐπὶ στόματος; Ἁμαρτωλὸν οὖν ἄρα φησὶν ἐν τούτοις τὸν ἀπειθῆ καὶ ἀλύτρωτον Ἰουδαῖον τὸν ἔτι δοῦλον τῆς ἁμαρτίας. «Πᾶς γὰρ, φησὶν, ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας.» Οὐ γὰρ ἠλευθέρωσεν αὐτοὺς ὁ Υἱός. [Εἶτα ἐγὼ μὲν ἀνεξικακῶν σεσίγηκα, καὶ οὐχ ὑπήρτησά σοι παραχρῆμα πλημμελοῦντι τὰς δίκας, περιμένων τὴν μετάγνωσιν· ὑπέλαβες δὲ σὺ ὅτι ἔσομαί σοι ὅμοιος, τουτέστιν, ᾠήθης ὅτι οὐκ ἀνεξικακῶν σεσίγηκα μᾶλλον, ἀλλ᾽ ἐπαίνων τὸν σὸν ἀξιώσας βίον, ἢ τάχα που καὶ ἡσθεὶς ἐφ᾽ οἷς ἔδρασας παρὰ νόμον. Ἐλέγξω δὴ οὖν σε, τὴν δίκην ἐπιθεὶς, καὶ τῶν ἐκτόπως βεβιωμένων πραττόμενος λόγους, καὶ οἷον κατὰ πρόσωπόν σου τὴν σὴν ἀνομίαν ἱστὰς, ἵνα σε κολάσῃ τὸ συνειδός· καὶ αὐτὸ συμμαχεῖται τὸ πλημμέλημα τὸ σὸν κατηγοροῦν σου καὶ κατακρίνον· δεινὸν γὰρ εἰς ἐλέγχους τὸ συνειδός.] <Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις.> (B f. 195 b.) Καθήμενοι δὲ καὶ ἐν συνεδρίοις κατελάλουν Χριστοῦ λέγοντες· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῖν καὶ τὸ ἔθνος καὶ τὴν χώραν.»

Τότε καὶ τὸ κατ᾽ αὐτοῦ σκάνδαλον ἐτεκτήναντο, καὶ τὴν τοῦ θανάτου πάγην ἐσκεύασαν· προσήγαγον γὰρ Πιλάτῳ καὶ σταυροῦσθαι παρεκάλουν. Εἰ δὲ ἀδελφὸν τῶν Ἰουδαίων καὶ υἱὸν τῆς μητρὸς αὐτῶν ὀνομάζει Χριστὸν, οὐκ ἔξω φέρεται τοῦ καθήκοντος τὸ χρῆμα λόγου.

Γέγονεν γὰρ κατὰ σάρκα ἐξ Ἰουδαίων, καὶ υἱὸς ἂν λέγοιτο διὰ τοῦτο τῆς Συναγωγῆς. <Καὶ ἐκεῖ ὁδὸς ᾗ δείξω αὐτῷ τὸ σωτήριον Θεοῦ.> (A f. 286 b, I f. 283 b.) Ἐπιτήρησον γὰρ ὅτι, καίτοι πάλαι δοθέντος τοῦ νόμου, ὡς οὔπω δειχθείσης τῆς ὁδοῦ δι᾽ ἧς ἄν τις ἐλάσαι πρὸς σωτηρίαν, ἐπιδείξειν αὐτὴν ἐπαγγέλλεται. Ἀσυγκρίτως δὴ οὖν ἐν ἀμείνοσι τῶν διὰ Μωσέως τὰ διὰ Χριστοῦ, εἴπερ ἐν αὐτοῖς ἡ τῆς σωτηρίας ὁδὸς, αὐτὸς ἂν νοοῖτο ὁ Χριστὸς, καὶ τὰ δι᾽ αὐτοῦ θεσπίσματα. Ἔφη γοῦν Ἡσαΐας μὲν ὁ θεσπέσιος· [«Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται.» Καὶ πάλιν Ἱερεμίας· «Στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὐρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.» Ἑαυτόν γε μὴν ὁ Σωτὴρ τὴν ὁδὸν ὄντα τὴν σωτήριον ἀπέφηνε, λέγων· «Ἐγώ εἰμι ἡ ὁδός.» Ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητὴς, «Οὐκ ἔστι ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς·» οὕτω καὶ ὁ θεῖος Δαβὶδ αὐτὸν εἶναί φησι τὸ ἀληθὲς καὶ μέγα καθάρσιον.]

ΨΑΛΜΟΣ Νʹ. [Ἐπακούσας ὁ Δαβὶδ προφητικοῦ Πνεύματος θεσπίσαντος διὰ τοῦ προλεχθέντος ψαλμοῦ περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ὡς ἔλεγε τῷ ἁμαρτωλῷ· «Εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·» πληγεὶς ἐπὶ τῇ μνήμῃ τῆς κλεψιγάμου μοιχείας, φθάνει τοῦ Θεοῦ τὴν κρίσιν, ὥσπερ στήλην κατηγορίας καθ᾽ ἑαυτοῦ τὸν προκείμενον συνάψας ψαλμόν. Ἐφοβήθη γὰρ ἀκούσας· «Ὡς Θεὸς ἐμφανῶς ἥξει, καὶ τὸ πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.» Διὸ πρὸς τὸν ἔλεον κατέφυγε τοῦ Θεοῦ. Καὶ πάλιν ἀκούσας· «Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα· καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον·» εἰς ἔννοιαν ἦλθε τῆς κατ᾽ Οὐρίου σκευωρίας, ἣν περὶ τοῦ δεῖν ἀναιρεθῆναι κατὰ πόλεμον ἔγραψε. Καί φησιν· «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω.» Καὶ πάλιν· «Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός.» Καὶ πάλιν ἀκούσας, «Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου,» φησίν· «Ἀπό[σ]τρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.» Ἦν δὲ πάλιν πυθόμενος· «Οὐ προσδέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους·» πρὸς ὃ ἐπήγαγεν· «Ὅτι εἰ ἐθέλησας θυσίαν, ἔδωκα ἄν.» Τὰ δὲ κατὰ τὸν Οὐρίαν καὶ τὸν ἔλεγχον τοῦ Νάθαν, ἐν τῇ δευτέρᾳ γέγραπται τῶν Βασιλειῶν.

Πρὶν δὲ τὸν Νάθαν ἐλθεῖν πρὸς αὐτὸν οὐκ ἐξωμολογεῖτο, περὶ τῆς ἁμαρτίας, κεκρατημένος ὥσπερ ὑπὸ κάρου καὶ μέθης. Ἀλλὰ οὐδὲ μετὰ τὴν ἁμαρτίαν εὐθὺς ὁ προφήτης ἀφίκετο. Τὸ γὰρ, «Οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων,» καὶ ἐπὶ τοῦ Δαβὶδ ἦν εἰπεῖν. Οὐ γὰρ ἐχρῆν αὐτοῦ περικοπῆναι τὸ αὐτεξούσιον, καὶ χείρονα γενέσθαι κρυπτομένης ἐν βάθει τῆς μοχθηρίας. Ὅτε δὲ πᾶσαν εἰς τὸ ἐμφανὲς ἤγαγε τὴν κακίαν, καὶ ἡ νόσος χρόνου μεταξὺ γεγονότος παρήκμασε, κατάστασίν τε ἀνελάμβανεν, ἐν εὐσταθείᾳ τότε κατὰ καιρὸν ὁ προφήτης ἰατρικῶς ἐπάγει τὸ διὰ τῶν ἐλέγχων βοήθημα, οὐκ ὠμοῦ τοῦ πάθους ὄντος, οὐδὲ μὴν ἔτι φλεγμαίνοντος. Εἰκότως οὖν ἡ Γραφὴ καὶ τὸν χρόνον ἐπισημαίνεται λέγουσα· «Καὶ συνήγαγε αὐτὴν μετὰ τὸν θάνατον τοῦ αὐτῆς ἀνδρὸς εἰς τὸν οἶκον αὐτοῦ ὁ Δαβὶδ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱὸν, καὶ ἐφάνη πονηρὸν τὸ ῥῆμα ὃ ἐποίησε Δαβὶδ ἐν ὀφθαλμοῖς Κυρίου. Καὶ ἀπέστειλε Κύριος τὸν Νάθαν πρὸς Δαβίδ.» Ὡς εἶναι μεθ᾽ ὅλον ἐνιαύσιον χρόνον. Πρὸ δὲ τούτου τῆς ψυχῆς ἔτι τεθολωμένης, ἢ καὶ οὐκ ἂν ἐνέσχετο τῶν ἐλέγχων, ἤ τι καὶ δεδράκει κατὰ τοῦ προφήτου δεινὸν, κατὰ τοὺς ἐν νόσῳ παρακόπτοντας, οἳ καὶ γονεῦσι καὶ φιλτάτοις καὶ αὐτοῖς ἰατροῖς ἐπανίστανται. Τί οὖν ἄρα τῆς τοσαύτης ἁμαρτίας ἀνδρὶ τοσούτῳ τὸ αἴτιον;

αὐτὸς ἐδίδαξεν ὁ Νάθαν διὰ τοῦ παραδείγματος· Δύο φησὶν ἄνδρας γεγονέναι, τὸν μὲν πλούσιον, δηλαδὴ τὸν Δαβὶδ, τὸν δὲ πένητα, τὸν Οὐρίαν· εἶτα παροδίτην εἰσάγει ξένον ἐπιδημήσαντα τῷ πλουσίῳ, αἰνιττόμενος ξένον ἐπιδημῆσαι πνεῦμα τῇ ψυχῇ τοῦ Δαβίδ· χωρὶς γὰρ δυνάμεως διαβολικῆς οὐκ ἂν εἰς τοσαύτην ἀφροσύνην ἤλασεν τοσοῦτος ἀνὴρ, ὁ καὶ ἐν ἀκμῇ τῆς ἡλικίας γεγονὼς ἐγκρατής. Τοιγαροῦν ἐν τῷ τὸν Σαοὺλ ὑποφεύγειν εἶχε μὲν ἐπὶ τῆς ἐρήμου τὴν Ἀχιναάν· εἶχε δὲ τὴν Ἀβιγαίαν τελευτήσαντος τοῦ αὐτῆς ἀνδρός· ἀλλ᾽ οὐδαμοῦ φαίνεται παρὰ τὴν φυγὴν πλησιάσας αὐταῖς· οὐδὲ γὰρ παῖδας ἔσχεν, εἰ μὴ μετὰ τελευτὴν τοῦ Σαούλ. Ἱκετηρίας γὰρ καὶ προσευχῶν ὁ τῆς φυγῆς ὑπῆρχε καιρός. Μετὰ δὲ τὴν βασιλείαν, φησὶν ἡ Γραφὴ, παῖδες αὐτῷ γεγόνασιν ἐν Χεβρών.

Τὸ δὲ πνεῦμα τὸ καταστρέφον μεγάλας ψυχὰς εἰδὼς ὁ Σολομὼν ἔλεγεν· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς.»] <Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου.> (A f. 287 b, B f. 197 b, L f. 134.) Οὐδὲν δὲ οὕτως εἰς ἔλεον ἐπισπᾶται Δεσπότην, ὡς ὁμολογία πλημμελήματος· διὸ καὶ ὁ Δαβὶδ ὅλον εἰς ἑαυτὸν ἱκετεύει χεθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγήν.

Ὡς γὰρ ἐπὶ τοῦ ἐλέου τὸ μέγα ᾔτησεν, οὕτως καὶ ἐπὶ τῶν οἰκτιρμῶν τὸ πλῆθος ἐξῄτησεν, ὡς μεγάλου ὄντος τοῦ πλημμελήματος, καὶ μὴ δυναμένου ἄλλως ἐξαλειφθῆναι, εἰ μὴ ἀναλόγου τύχῃ φιλανθρωπίας. Μόνων γάρ ἐστιν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν τῆς μιαιφονίας ἀπολοῦσαι τὰς χεῖρας. Ἐλεεῖ δὲ τὴν φύσιν ὁ πλάσας αὐτήν· οἶδε γὰρ ὅτι πολὺ νοσοῦσα τὸ ἀδρανὲς, κατασείεται προχείρως εἰς τὰ βέβηλα τῆς σαρκὸς πάθη. Καταληΐζεται γὰρ εὐκόλως τὸν ἀνθρώπινον νοῦν ὁ τῆς ἁμαρτίας εὑρετὴς, συνεργὸν ἔχων τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον.

Προσιτέον οὖν τῷ ἰατρῷ τῶν πνευμάτων, ἵνα τὸ εὐσθενὲς ἐργάσηται τῷ νῷ· πᾶσα γὰρ, ἰσχὺς παρ᾽ αὐτοῦ. Τάχα δὲ προγνοὺς ὁ Δαβὶδ, ὅτι κατὰ καιροὺς ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Χριστὸς ἐξαλείφων πᾶσαν ἁμαρτίαν τοῦ κόσμου, ἔλεος μέγα τὴν οὕτων λαμπρὰν εἰκότως χάριν καλεῖ. Γέγραπται γὰρ ὅτι «Πᾶσα ἁμαρτία ἐμφράξει τὸ στόμα αὐτῆς.» Κατὰ γὰρ τὸν Ἀπόστολον· «Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Ἀνόμημα δὲ τὸ πλημμέλημα, ὅτι διπλῆν ἔχει τοῦ νόμου παράβασιν. <Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, κ.τ.λ.> (A f. 287 b, B f. 197 b, I f. 288, K f. 98 b.) Λέγων δὲ τὸ, «Ἐπιπλεῖον πλῦνόν με,» πάλιν ὅρα, κατὰ τὸ εἰκὸς, εἰς τοῦ Χριστοῦ μυστήριον. Εἶχεν μὲν γὰρ καὶ ὁ νόμος τὴν δι᾽ ὕδατος κάθαρσιν, ἧς καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· «Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα.» Πλὴν ὁ τύπος ἦν ἀδρανὴς εἰς ἀπόνιψιν ἁμαρτίας, ἐπράττετο δὲ μόνον πρὸς τὴν καθαρότητα τῆς σαρκός· ἡ δέ γε διὰ Χριστοῦ καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις καὶ δύναμις, ὑπερβαίνουσα τὴν ἐν νόμῳ κάθαρσιν, ἐπιπλεῖον ἐκπλύνει· μᾶλλον δὲ καὶ τὸν εἰς ἅπαν ἐργάζεται καθαρισμὸν καὶ αὐτῆς τῆς ψυχῆς. <Σοὶ μόνῳ ἤμαρτον, κ.τ.λ.> (A f. 288, B f. 198, I f. 288 b, K f. 99.) Ἀσεβὴς ὁ λέγων βασιλεῖ· Παρανομεῖς, ἔφη που ἡ θεία Γραφή.

Ἐπειδὴ τοίνυν οὐδεὶς ἦν ὁ ἐλέγχειν με δυνάμενος ἡμαρτηκότα, ἐπηνώρθωσας δὲ σὺ μόνος, «Σοὶ καὶ μόνῳ ἥμαρτον.» Καλῶς δὲ προστέθεικε· «Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·» τοῦτο γὰρ καὶ ἐν τῇ ἱστορίᾳ τέθειται· ὤφθη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυρίου. <Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.> (I f. 288 b.) [Ἐγὼ] μὲν, φησὶ, πρόξενος ἐγενόμην κακῶν, τὸ δὲ σὸν δίκαιον ἀναλάμπει καὶ οὕτως. Κρίσεως γὰρ γενομένης, καὶ τῶν παρὰ σοῦ εἰς ἐμὲ γενομένων φερομένων εἰς μέσον, καὶ τῶν παρ᾽ ἐμοῦ τετολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ δίκαιος καὶ φιλάνθρωπος, ἐγὼ δὲ παράνομος ὀφθήσομαι καὶ ἀχάριστος. Τὸ τοίνυν ὅπως οὐκ ἔστιν αἰτίας ἐνταῦθα δηλωτικόν· οὐ γὰρ διὰ τοῦτο ἥμαρτεν ὁ Δαβὶδ ἵνα ὁ Θεὸς δικαιωθῇ, ἀλλὰ τοὐναντίον καὶ ὑπὸ τῆς ἁμαρτίας τούτου, τοῦ Θεοῦ τὸ δίκαιον ἀναδείκνυται. Πάντων γὰρ ἀνθρώπων πεποίηται πρόνοιαν. <Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην.> (A f. 288 b.) Τοῦτο δὲ λέγει οὐχ ὅτι φυσικὴ ἡ τῆς ἁμαρτίας ἐνέργεια (ἀτιμώρητος γὰρ ἂν ἦν), ἀλλ᾽ ὅτι τὸ εὐόλισθον τῇ φύσει συγκεκλήρωται· νικᾷ δὲ ὅμως γνώμῃ καὶ πόνοις, ἀλλ᾽ οὐκ ἀνάγκῃ κρατεῖται διὰ τὸ αὐτεξούσιον. (A f. 289.)

Λέγοιεν δ᾽ ἂν καὶ οἱ ἐν Βαβυλῶνι κατά τινας πρὸς Θεόν· Εἰ δίκας με ἀπαιτῆσαι βούλει ὧν ἐπλημμέλησα εἰς σὲ, ὥρα σοι καὶ τοὺς προγόνους εἰσπράττεσθαι· οὐδὲ γὰρ ἐκεῖνοι εὐγνώμονες ὤφθησαν.

Τρόπον οὖν τινα, τὴν τῶν πατέρων ἀγνωμοσύνην ἐκληρονόμησα, καὶ ἐξ ἐκείνων τὸ ἁμαρτάνειν ἐπισύρομαι. (B f. 198 b, I f. 298.) Ἔθος τοῖς ἁγίοις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἔλεον διὰ πλείστων μὲν ὅσων ἔσθ᾽ ὅτε φωνῶν, πλὴν καὶ διά γε τοῦ κατηγορεῖν ἐπείγεσθαι τῆς ἐνούσης ἀσθενείας τῇ ἀνθρώπου φύσει. Ἔστι γοῦν ἀκοῦσαι βοώντων· «Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ.» Καὶ πάλιν· «Μνήσθητι τίς μου ἡ ὑπόστασις.» Ἐναργέστερον δὲ τοῦτο τιθεὶς ὁ τληπαθέστατος Ἰὼβ, ἀνεφώνει πρὸς Θεόν· «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρασας δέ με ἴσα τυρῷ; Δέρμα καὶ κρέα με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνείρας; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾽ ἐμοί.» Τοσοῦτον δή τοι καὶ νῦν διὰ τῶν προκειμένων στίχων ὑποδηλοῦσθαί φαμεν. Αὐτὴν γὰρ ἡμῶν τῆς γενέσεως τὴν ἀρχὴν οὐ δίχα ῥύπου φιλοσαρκίας γενέσθαι φησί. Τίμιος μὲν γὰρ ὁμολογουμένως ὁ γάμος καὶ πέρα διαβολῆς τὸ χρῆμα παρὰ Θεῷ. Πλὴν εἴ τις περιεργάσαιτο τῆς συνόδου τὴν πρόφασιν, ὄρεξιν εὑρήσει σαρκὸς ... αὐτὴν, κἂν μὴ ἐπα[μύνηται ὡς ἁ]μαρτία τὸ δρώμενον. Κολάζεται γοῦν ἡ σύνοδος, ἐὰν μὴ νόμον ἔχῃ τὸν βραβευτὴν, καὶ παιδοποιίας ἔφεσιν τὴν ἀληθῆ τοῦ πράγματος ἀφορμήν. Οὐκοῦν, τό γε ἧκον εἰς ὀρέξεις μόνας καὶ κίνημα σαρκικὸν, ἐν ἀνομίαις ἡμῶν ἡ σύλληψις, καὶ ἐν ἁμαρτίαις κισσῶσιν αἱ μητέρες.

Εἰ δὲ ῥίζαν ἔχει τὴν φιλοσαρκίαν τῶν σωμάτων ἡ γένεσις, νοσεῖ που πάντως αὐτὴ, καὶ τὰ ἐξ αὐτῆς γεννώμενα. Καὶ γοῦν ὁ ἱερώτατος Παῦλος πλείστην ὅσην τὴν καταβοὴν τῶν σαρκικῶν ἐποιήσατο κινημάτων οὕτω λέγων· «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσίν μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι᾽ οὗ καὶ τῆς ἁμαρτίας ἐτιθασσεύθη νόμος, καὶ τῶν σαρκικῶν κινημάτων ἡ προσβολὴ τοῖς ..αν νεύμασι, καὶ οὐχ ἐκου... χωρεῖ. Κατώρθωκε ... καὶ τοῦτο μετὰ τῶν [ἄλλων ὁ μο]νογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος.

Καὶ πιστώσεται [πάλιν ὁ] θεσπέσιος Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιότητι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα» <Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.> (A f. 289, B f. 199 b.) Ἔδειξεν ὡς ἐξ ἀρχῆς ἡ ἀνθρώπων φύσις ὑπὸ τὴν ἁμαρτίαν πέπτωκεν ἀπὸ τῆς ἐν Εὔᾳ παραβάσεως, καὶ ὑπὸ κατάρᾳ ἡ γένεσις γέγονεν.

Ἄνωθεν δὲ ὑφαίνει τὸν λόγον ἵνα δείξῃ τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς, ὡς τῆς οὕτω μακρᾶς κατάρας διὰ λουτροῦ τῆς παλιγγενεσίας ῥυσαμένου. Ἔοικε μέντοι ἐνταῦθα ἀλήθειαν ὀνομάζειν τὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ ἀνυπόκριτον βίον· ὁ γὰρ μὴ οὕτω ζῇν ᾑρημένος, ψεύδεται τῷ Θεῷ. Ὁ γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς παρενεχθεὶς εἰς γένεσιν, καθ᾽ ἅ φησιν ὁ σοφώτατος Παῦλος, εἰ πονηρὸς γένοιτο, ψεύδεται τῷ Δημιουργῷ, τοὺς τῆς δικαιοσύνης οὐκ ἔχων καρπούς.

Οὕτω φησὶ καὶ ἑτέρωθι ὁ θεῖος Δαβὶδ ἐκ προσώπου τοῦ Χριστοῦ περὶ τῶν ἐξ Ἰσραήλ· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι.» Τοιοῦτον καὶ τὸ, «Ψεύσεται ἔργον ἐλαίας.» Καὶ ἑτέρως δὲ προσβαλεῖς· ὅτι ἀδρανὴς ὁ νόμος πρὸς ἀποκάθαρσιν ἁμαρτίας, ὕδατι περιῤῥαίνων εἰς ἔκπλυσιν τῆς σαρκός. Ἔνεστι δὲ τὸ ἄμεινον ἀσυγκρίτως τῇ διὰ Χριστοῦ χάριτι πάντα ῥύπον ἀφανίσαι δυναμένῃ. Μαρτυρεῖ τοίνυν ὅτι τὴν ἀλήθειαν ἀγαπᾷ ὁ Θεός. Ἀλήθεια δὲ ὁ Χριστὸς καὶ τὰ δι᾽ αὐτοῦ, ὥσπερ οὖν ὁ νόμος, τύποι καὶ σκιαί.

Σὺ οὖν, φησὶ, Κύριε, ἡ ἀλήθεια ὢν καὶ ἀλήθειαν ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διάγειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας καὶ ὥσπερ χιόνα λευκανθῆναι. Τὸ δὲ, «Τὰ κρύφια ἐδήλωσάς μοι,» ὡς πάντα αὐτῷ τὰ ἐσόμενα, ἃ ἐν τῇ ἰδίᾳ σοφίᾳ ἔθετο ὁ Θεὸς, διὰ τοῦ ἁγίου Πνεύματος ἀπεκάλυψεν. Ἴσως δὲ καὶ ὀγκοῖ τὴν ἑαυτοῦ ἁμαρτίαν πρὸς ἐντροπὴν, δεικνὺς ὅτι οὐ κατὰ ἄγνοιαν ἥμαρτεν, ἀλλ᾽ ἔχων τὴν γνῶσιν ἀπὸ τοῦ νόμου, καὶ μετὰ τῆς βασιλείας καὶ προφητείᾳ τετιμημένος. Δείξας οὖν ἐντεῦθεν τὸ κραταιὸν τῆς ἁμαρτίας, τὴν λύσιν ἐν τοῖς ἑξῆς αἰτεῖ, λέγων· Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. (A f. 289 b, F f. 77 b, K f. 99 b.) Ὑσσώπῳ τὴν τοῦ ἁγίου Πνεύματος ἐνέργειαν ἀφομοιοῖ, ἅτε θερμαίνουσαν, καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσαν.

Ἡ ἀποκάθαρσις οὖν δι᾽ ὑσσώπου γενήσεται, ἤτοι διὰ τοῦ ἁγίου Πνεύματος. Τὴν γὰρ ὕσσωπον πόαν εἶναί φασι θερμοτάτην καὶ συνεκτικὴν ἔχουσαν τὴν ἐνέργειαν· καὶ δὴ καὶ ἰατρῶν παῖδες ταύτην θαυμάζουσιν, ὡς δυναμένην τὴν ἐν σπλάγχνοις ἐκτήκειν ἀκαθαρσίαν καὶ καταλεπτύνειν εὖ μάλα τὰ τῶν φλεγμάτων συμπεπηγότα, καὶ τὴν ἐξ ἑτέρων χυμῶν σύστασιν καὶ παχύτητα, διὰ τὸ τῆς ἐνούσης αὐτῇ φυσικῆς θερμασίας εὐσθενές. Πλαγίως οὖν ὑπεμφαίνει τὴν ἐν ἡμῖν γινομένην τοῦ ἁγίου Πνεύματος ἐνέργειαν, οὖ ἡ χάρις ζέοντας ἡμᾶς ἀποτελεῖ τῷ πνεύματι, καὶ πάντα ῥύπον ἐκτήκει τὸν ἐν ἡμῖν, πυρὸς δίκην ἀοράτως εἰσχεομένη. Διὰ γάρ τοι τοῦτο βαπτίζεσθαί φασιν ἡμᾶς οἱ πνευματοφόροι παρὰ Χριστοῦ Πνεύματι ἁγίῳ καὶ πυρί. Καὶ τὸ τίμιον δὲ αἷμα Χριστοῦ οὐ μόνον ἡμᾶς ἀπαλλάττει φθορᾶς, ἀλλὰ γὰρ καὶ ἁπάσης ἀκαθαρσίας τῆς εἰς τὸ ἔσω κεκρυμμένης, καὶ ἀποψύχεσθαι οὐκ ἐᾷ πρὸς ῥᾴθυμον. <Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, κ.τ.λ.> (A f. 290) Ἀκουστὴν, φησὶ, γενέσθαι μοι παρασκευάσεις διὰ τοῦ Πνεύματος τὴν ἐν ἐσχάτοις καιροῖς ἐσομένην ἀγαλλίασιν. Τίς δὲ ἂν εἴη αὕτη, ἢ ἐκείνη ἡ γνῶσις ἡ περὶ τῆς ἀναστάσεως; Ἣν καὶ ἔδειξεν εἰπών· «Ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.» Πότε δὲ ἄλλοτε ἀγαλλιάσονται τὰ σεσημμένα ἡμῶν ὀστᾶ, ἢ κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ᾽ ὃν, ὡσεὶ προφητεία, «Τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ;»

Εἰκότως δὲ μετὰ τὸ, «Ῥαντιεῖς με,» ταῦτα ἐπήγαγεν· ἕπεται γὰρ τῇ τοῦ ἁγίου βαπτίσματος χάριτι ἡ τῆς ἀναστάσεως ἐλπὶς, εἰς ἀρχὰς ἀναφέρουσα τοὺς πιστεύοντας εἰς Χριστὸν ἀτελευτήτου καὶ τρισμακαρίας ζωῆς. Τότε γὰρ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, καὶ τοῖς ὑπὲρ νοῦν ἐντρυφῶντες ἀγαθοῖς ἀκατάληκτον ἕξουσι τὴν εὐφροσύνην. Οὐκοῦν ἡ μὲν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσις πράττεται παραχρῆμα· δίδοται γὰρ ἡ χάρις ἐν Χριστῷ, τοῦ ἁγίου Πνεύματος ἁγιάζοντος καὶ διασμήχοντος τὰς τῶν πιστευόντων καρδίας. Ἀκούεται δὲ, καὶ τέως ἐστὶν ἐλπὶς οὐκ ἐψευσμένη, ἡ ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς ἀγαλλίασίς τε καὶ εὐφροσύνη. Δοκεῖ δέ τισι τῶν ἐξηγητῶν ἀγαλλίασις καὶ εὐφροσύνη, ἀκοαῖς θείαις ἐνηχουμένη, οὐχ ἑτέρα τις εἶναι παρὰ τὸν ταύτης πάροχον, φημὶ δὴ Χριστὸν, ὃς ἀνανεώσει καὶ ἀναστήσει τῆς ἑκάστου ψυχῆς τὰς δυνάμεις παθούσας τὴν συντριβήν. Ὀστᾶ γὰρ νοητέον ἐνταῦθα τὰς εὐτονίας τοῦ νοῦ. Ἁπλούστερον δέ φημι· Ἀκούσαιμι, φησὶ, τὴν φωνὴν τῆς ἀγαλλιάσεως, ὅτι ἀφεῖταί μοι καὶ συγκεχώρηται ἡ διπλῆ ἁμαρτία. <Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, κ.τ.λ.> (A f. 290, L f. 135.)

Μὴ εἴδῃς, φησὶ, τὰς ὑπ᾽ ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ᾽ ἐμὲ τὸν ταύτας ὀλοφυρόμενον. —Τὸ δὲ ταῦτα αἰτεῖν, οὐδὲν ἦν ἕτερον, πλὴν ὅτι τὴν ἐν Χριστῷ βούλεσθαι δοθῆναι χάριν τοῖς ἐπὶ τῆς γῆς. <Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.> (A f. 290.) Κτίσις ἐν τῇ Γραφῇ λέγεται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ, ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή. Ἔκτισεν ὁ Θεὸς τὸν οὐρανὸν, τοῦτό ἐστιν ἐκ τοῦ μὴ ὄντος ἐργάσασθαι.

Κτίζει δὲ καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἀπεργάσηται· ἐνταῦθα τὸ κτίζειν πραγμάτων ἐστὶ μεταβολὴ πρὸς τὸ βέλτιον. Καὶ ἄκουσον τοῦ Δαβίδ· ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ ἐκτισμένη, συνεπεώθη δὲ τῇ μοιχείᾳ καὶ τῷ φόνῳ, καὶ πρὸς φθορὰν κατεφέρετο, «Κτίσον, φησὶν, ἐν ἐμοὶ καρδίαν καθαράν·» οὐχ ὅτι πρότερον οὐκ εἶχε καρδίαν, οὐδὲ περὶ τῆς οὐσίας τῆς ψυχῆς λέγων, ἀλλὰ περὶ τῆς ἀρίστης πολιτείας.—(A f. 290 b, I. f. 135.) Τάχα δὲ καὶ ὡς ῥυπώσης τῆς ἁπάντων καρδίας, διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως καὶ τῆς εἰς τὸ φαῦλον παρατροπῆς, ἀναστοιχείωσίν τινα τῶν καθ᾽ ἡμᾶς γενέσθαι πραγμάτων οἱ ἅγιοι παρακαλοῦσι παρὰ τοῦ πάντων δημιουργοῦ τοῦ καὶ εἰδότος τὸ πλάσμα ἡμῶν καὶ πάντα ποιεῖν ἰσχύοντος, ὃ δὴ καὶ πεποίηκεν. Ἀνεκτίσθημεν γὰρ ἐν Χριστῷ τῇ ἀνακαινώσει τοῦ νοὸς ἡμῶν, καὶ καρδίαν ἐσχήκαμεν καθαρὰν, μεθορμισθέντες εἰς ἔφεσιν ἀρετῆς. <Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα τὸ ἄγιόν σου μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.> (A f. 291, B f. 201.) Ἐκ τῶν καθ᾽ ἑαυτὸν κινηθεὶς ὁ Δαβὶδ, τὸ κοινὸν τῆς ἀνθρωπότητος πρόσωπον ἀναλαβὼν, τὰς ὑπὲρ τῆς ὑπ᾽ οὐρανὸν ποιεῖται λιτάς.

Ἀπὸ γὰρ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὥσπερ ἐν ἀπαρχῇ τοῦ γένους, ἐν ἀποστροφῇ τοῦ Θεοῦ γέγονεν ἡ ἀνθρώπου φύσις· καὶ γοῦν ἔξω τέθειται τοῦ παραδείσου, καὶ ἐπάρατος ἦν ἡ πάλαι ὑπὸ τοῦ Δημιουργοῦ εὐλογηθεῖσα. Ἐκτεινομένου δὲ τοῦ γένους εἰς πλῆθος, καὶ τυραννούσης κατὰ πάντων τῆς ἁμαρτίας. ἀπέπτη καὶ τὸ ἐν ἀρχαῖς ἐμφυσηθὲν ἡμῖν ἅγιον Πνεῦμα Θεοῦ, καὶ τὸ τῆς εἰκόνος παρεχαράττετο κάλλος. Ἔφη γὰρ ὁ τῶν ὅλων Θεὸς, ὅτι «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις. διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Λέγων τοίνυν· «Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἄγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ,» δύο κατὰ ταυτὸν αἰτεῖ, ἀπόλυσιν μὲν τῆς συμβάσης ἀποστροφῆς, τοῦ γε μὴν ἁγίου Πνεύματος ὑποστροφὴν εἰς ἡμᾶς. Ὅτι γὰρ ἀπεφοίτησεν εἰκότως, ἅτε δὴ τῆς ἁπάντων καρδίας ἐγκειμένης ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, διαδείκνυσιν εὖ μάλα τὸ, «Μὴ ἀντανέλῃς,» εἰπών. Πλὴν ἐξ ἡμερότητος Θεοῦ, τῶν ἀδοκήτως συμβεβηκότων τὴν λύσιν γενέσθαι παρακαλεῖ· αὕτη δ᾽ ἦν ἡ ἀπόδοσις τοῦ ἀποπτάντος ἡμῶν ἁγίου Πνεύματος, ὃ δὴ καὶ γέγονεν ἐν Χριστῷ· τὴν γὰρ πρὸς ἡμᾶς ὁμοίωσιν λαβὼν, ἔλυσε τὴν ἀποστροφὴν, καθαρὰν καὶ ἄμωμον ἐν ἑαυτῷ τὴν ἀνθρώπου φύσιν παραστήσας τῷ Θεῷ καὶ Πατρί. Ἔλαβε δὲ καὶ τὸ Πνεῦμα· καίτοι καθ᾽ ὃ νοεῖται, αὐτός ἐστιν ὁ τοῦ Πνεύματος χορηγὸς, καὶ δι᾽ αὐτοῦ τοῖς ἁγίοις ἐνίησιν αὐτὸ ὁ Πατήρ.

Ἐνεφύσησε γοῦν τοῖς ἀποστόλοις εἰπών· «Λάβετε Πνεῦμα ἅγιον.» Οὕτω γὰρ ἐδόθη καὶ ἐν ἀρχαῖς τῇ ἀνθρώπου φύσει. <Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου.> (A f. 291.) Ὑπάρξαι δὲ καὶ τῇ τοῦ ἀνθρώπου φύσει παρακαλεῖ τῶν ἐν ἀρχαῖς ἀγαθῶν τὴν μέθεξιν, ὃ καὶ γέγονεν αὐτῇ μεσιτεύοντος τοῦ Χριστοῦ, ὅς ἐστιν ἀγαλλίαμα καὶ σωτήριον. Ἠλευθερώθημεν γὰρ τῆς ἐπὶ τῷ φθείρεσθαι κατηφείας, καθῃρημένου θανάτου· σεσώσμεθα δὲ, τὸ τῆς ἁμαρτίας φορτίον ἀποπεμψάμενοι διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ ἐστηρίχθημεν τῷ ἡγεμονικῷ Πνεύματι, ὅπερ ἐστὶν ἡ διὰ τοῦ ἁγίου Πνεύματος εὐανδρία· ἢν εἴπερ τις ἕλοιτο καὶ ἐνοικίσαιτο κατὰ νοῦν, ἄρξει πάντως τῶν ἑαυτοῦ θελημάτων, καὶ πλεονεξίας ἀμείνων ἔσται διαβολικῆς, ἡγεμονοῦν ἔχων ἐν ἑαυτῷ τὸ Πνεῦμα. «Ὅσοι γὰρ, φησὶ, Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.» Καὶ πάλιν· «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» <Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.> (B f. 202.) Ἢ καὶ οὕτως· Πρόφασιν πνευματικῆς ἑορτῆς τὴν σὴν ποιήσεται δικαιοσύνην, διὰ πίστεως χάριν δικαιοῦσαν τὸν ἀσεβῆ· ἤγουν αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς γέγονεν ἡμῖν παρὰ τοῦ Θεοῦ τε καὶ Πατρὸς δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. <Κύριε, τὰ χείλη μου ἀνοίξεις.> (A f. 291 b.) Ἡ ἁμαρτία πέφυκε τὴν γλῶσσαν δεσμεῖν καὶ ἐμφράττειν τὸ στόμα.

Ἐπεὶ οὖν καὶ τοῦ Δαβὶδ κεκλεισμένα τὰ χείλη διὰ τὴν ἁμαρτίαν ἐτύγχανεν, εὔχεται ταῦτα ἀνοιγῆναι, καὶ τῆς προτέρας παῤῥησίας μεταλαχεῖν. «Τὰ χείλη μου ἀνοίξεις·» θεόσδοτον γὰρ τὸ χρῆμά ἐστιν· «Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.» Ἀνοίγεται δὲ διὰ μετανοίας, καὶ τοῦ Θεοῦ διηγεῖσθαι τὴν αἴνεσιν ἄρχεται.

Καὶ οἱ δορυάλωτοι δὲ διὰ τὸ μὴ ἐξεῖναι αὐτοῖς ᾄδειν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, ἢ θυσίας ἐπιτελεῖν, εὔχονται τὴν ἐπάνοδον. <Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον.> (B f. 202.) Τῆς πνευματικῆς λατρείας ἡ δύναμις οὐ διὰ ψιλῆς καὶ μόνης διανοίας ἔρχεται, συνδρομὴν δὲ ἀεί πως δέχεσθαι φιλεῖ καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, ἢν δὴ κατορθοῦντες τὴν δι᾽ ὑπακοῆς καὶ εὐπειθείας. Τὴν δέ γε ὑπακοὴν καρπὸν εἶναί φαμεν τρυφερᾶς καὶ εὐαφοῦς καρδίας καὶ οὐδὲν ἐχούσης τὸ ἀπηνές· ὁποία τις ἦν ἡ τῶν ἀτέγκτων Ἰουδαίων σκληρὰ καὶ δυσάγωγος. Καὶ γοῦν τὸ αὐτῶν πρόσωπον ἀναλαβὼν ἔφη τις τῶν ἁγίων προφητῶν· «Τί ἐπλάνησας ἡμᾶς, Κύριε, τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε;» Σκληραῖς δὲ καρδίαις ἀπαράδεκτος παντελῶς ὁ τοῦ Θεοῦ λόγος.

Οὐκοῦν εἴη ἂν καὶ μάλα εἰκότως εἰς θυσίαν τῷ Θεῷ καὶ εἰς ἀφιέρωσιν πνευματικῆς εὐοσμίας πνεῦμα συντετριμμένον, τουτέστι ψυχὴ τρυφερὰ καὶ τοῖς θείοις εἴκουσα λόγοις. <Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών.> (A f. 292 b. Κυρίλλου καὶ Εὐσεβίου.) Κατὰ δὲ ἀναγωγὴν, ὅταν, φησὶν, ἀγαθύνῃς τὴν Σιὼν, εἴτουν τὴν Ἐκκλησίαν, εὐδοκήσας ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Υἱῷ, καὶ ὅταν οἰκοδομηθῇ τὰ τείχη τῆς Ἐκκλησίας, ἅπερ εἰσὶν οἱ ταύτην περιφράττοντες ἱερουργοὶ καὶ μυσταγωγοὶ, τότε καὶ ἀνενεχθήσονται θυσίαι οὐχὶ δι᾽ αἱμάτων, ἀλλ᾽ αἱ τῆς δικαιοσύνης, εἴτουν αἱ τῆς αἰνέσεως. Ὁμοίως καὶ ἀναφορὰ καὶ ὁλοκαυτώματα, καὶ ταῦτα δικαιοσύνη. <Τότε ἀνοίσουσι ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.> (A f. 292 b, B f. 203, K f. 100 b.) Ἱερὸν μὲν ζῶον καὶ κατὰ νόμον ὁ μόσχος· προσκομίζεται γὰρ εἰς θυσίαν ὡς καθαρὸν, μεῖζόν γε μὲν καὶ αἰγὸς καὶ προβάτου· μεγέθει σώματος εἰς τύπον καὶ αὐτὸ τῆς τελεωτάτης θυσίας, καὶ τῆς εἰς λῆξιν ἰούσης εὐοσμίας, δῆλον δὲ ὅτι τῆς νοητῆς. Ὁ γὰρ τοῦ σώματος ὄγκος εἰκὼν ἂν εἴη τῆς πνευματικῆς ποσότητος τῆς ὡς ἔν γε ταῖς ἀρεταῖς νοουμένης. «Ἀνοίσουσι δὴ οὖν, φησὶ, μόσχους ἐπὶ τὸ θυσιαστήριόν σου,» τουτέστι τελεωτάτας θυσίας. Ἢ τάχα που μόσχους, τοὺς τῶν λαῶν ἡγουμένους αἰνιγματωδῶς ἐνθάδε ὀνομάζει, διὰ τὴν πνευματικὴν καὶ νοητὴν εὐανδρίαν, ὧν ἐστι καὶ ἱερὸς βίος.

Ἐφίστησι δὲ ἡμᾶς τοιαύταις ἐννοίαις ὁ πάνσοφος Παῦλος εἰπὼν γεγράφθαι ἐν τῷ νόμῳ· «Οὐ φιμώσεις βοῦν ἁλοῶντα.» Εἶτα τούτοις ἐπενεγκών· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι᾽ ἡμᾶς πάντως λέγει;» Κυρίλλου, ἐκ τῆς εἰς τὸν νʹ ψαλμόν. Ἐνταῦθά μοι θαύμαζε τὸν μακάριον Δαβίδ. Οὐ νενίκηται παντελῶς ταῖς εἰς ἡδονὴν ἐπιθυμίαις, οὐδὲ φορτικὸν ἡγήσατο τὸν προφήτην, οὐ δεδυσφόρηκε περὶ τὸν ἔλεγχον· ἥρπασεν ὡς δῶρον τὸν ἐπανορθοῦντα λόγον· ὡμολόγηκεν εὐθὺς τὸ πλημμέλημα· τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας. Καὶ ὥσπερ τις ἡνίοχος εὐσθενὴς καὶ τεχνίτης, ταῖς τῶν ἵππων ἀκαθέκτοις ὁρμαῖς ἔξω τοῦ σταδίου παρενηνεγμένος, ἐρυθριᾷ καὶ αἰσχύνεται· οὕτω καὶ ὁ μακάριος Δαβὶδ παρηνέχθη μὲν ἠρέμα τοῦ πρέποντος, ἀλλ᾽ ὡς ἔφην, ἥρπασε τὴν ὑπόθεσιν, τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας.