Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς ΝΑ΄ έως Ξ΄
Σύντομα υπομνήματα στους ψαλμούς ΝΑ΄ έως Ξ΄, εξετάζοντας την αποβολή του άπιστου Ισραήλ, την κλήση των εθνών και τον Χριστό ως πύργο ισχύος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΝΑ΄ έως Ξ΄
Σύντομα υπομνήματα στους ψαλμούς ΝΑ΄ έως Ξ΄, εξετάζοντας την αποβολή του άπιστου Ισραήλ, την κλήση των εθνών και τον Χριστό ως πύργο ισχύος.
ΨΑΛΜΟΣ ΝΑʹ. <Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν;> (A f. 293. Κυρίλλου καὶ Θεοδωρήτου.) Δυνατὸν καλεῖ τὸν Δωὴκ ὡς τῷ Σαοὺλ προσῳκειωμένον, ἢ καὶ ὡς ἐν τῇ κακίᾳ πολύν· ἢ τὸν Ῥαψάκην ὡς στρατηγεῖν πεπιστευμένον κατὰ τῆς Ἱερουσαλὴμ, ἀφ᾽ ἧς ὡρμημένος ὑπὸ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθη. Θαυμάζοντος δὲ καὶ ἀποροῦντος, ὡς εἰκὸς, τὸ προοίμιον, ὅτι τοσοῦτόν τινες εἰς κακίαν προέκοψαν, ὥστε ἐφ᾽ οἷς ἔδει πενθεῖν, ἐπὶ τούτοις καυχῶνται. Πλὴν ὅτι τὸν μὲν Δωὴκ ἡ ἱστορία περιέχει, Ἰούδαν δὲ τὸν προδότην αἰνίττεται, δυνατὸν λίαν ἐν κακίᾳ γενόμενον, ὡς τὸν εὐεργέτην προδοῦναι. <Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.> (A f. 293 b.) Τοῦτο περὶ μὲν τοῦ Δωὴκ εἴρηται διὰ τὸ ξυρῆσαι καὶ ἐκκόψαι πᾶσαν τῶν ἱερέων τὴν πόλιν, οὕτως ὀξεῖα ἦν ἡ διαβολή· περὶ δὲ τοῦ Ῥαψάκου, ὡς ἀπατῆσαι βουλομένου τὸν λαὸν, ὥστε προδοῦναι τὴν πόλιν. Ὀξὺς δὲ ἦν καὶ ἀνεπαισθήτως τέμνων καὶ ὁ τοῦ Ἰούδα δόλος. Τί γὰρ τοῦ δόλου ἐκείνου ὀξύτερον, ὃν τῇ γλώσσῃ τῆς προδοσίας ἀκονήσας πρὸς τοὺς συλλαβόντας τὸν Ἰησοῦν συνέθετο· «Ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν;» <Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην.> (A f. 294. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἠδίκει ὁ Δωὴκ καταψευδόμενος τοῦ ἱερέως καὶ τὰ μὴ πραχθέντα κατ᾽ αὐτοῦ λέγων· τὸ γὰρ εἰπεῖν ὡς ἐπηρώτησε τὸν Θεὸν περὶ τοῦ Δαβὶδ, ψεῦδος ἦν καὶ οὐκ ἀλήθεια.
Ἐξῆν δὲ αὐτῷ λαλῆσαι δικαιοσύνην, διδάξαντι τὸν Σαοὺλ, ὅτι τὴν μὲν αἰτίαν τῆς ἀναχωρήσεως τοῦ Δαβὶδ ἠγνόει ὁ ἱερεὺς, ὡς φίλον δὲ αὐτὸν ὑπεδέχετο τοῦ βασιλέως, καὶ ὡς ἀπεσταλμένον ἐπὶ διακονίᾳ βασιλικῇ, εἰς τιμὴν τοῦ πέμψαντος ἐδεξιοῦτο.
Ταῦτα καὶ τοῦ Σατανᾶ ἰδιώματα, τὸ κακίᾳ χαίρειν, φημὶ, καὶ ἀδικίᾳ. Ἐπιτιμᾷ οὖν καὶ τοῖς Ἰουδαίοις τὴν ἐν Χριστῷ δικαιοσύνην οὐ προσιεμένοις. <Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.> (A f. 294.) Λέγοιτο δ᾽ ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων τῶν Ἰουδαίων καὶ αὐτοῦ τοῦ Ἰούδα· δεδυσφημήκασι γὰρ κἀκεῖνοι ἀκαθέκτως εἰς τὸν Κύριον, καὶ ὁ προδότης δὲ ῥήμασιν ἐκέχρητο δόλου μεστοῖς καὶ ὑποκρίσεως. Εἶεν δ᾽ ἂν ῥήματα καταποντισμοῦ τὰ εἰς θάνατον καὶ εἰς ᾅδην καταφέροντα τὴν τοῦ ἀνθρώπου ψυχὴν, ψιθυρισμοὶ, καταλαλιαὶ, καὶ ἡ κατὰ τοῦ Θεοῦ βλασφημία. <Μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων.> (A f. 294 b.) Καὶ ἀπὸ τῆς σκηνῆς, τουτέστιν ἀπὸ τοῦ τόπου τῆς μαθητείας μετέστησε, καὶ τὴν ῥίζαν ὡς ἀκανθώδους φυτοῦ ἐκ τῆς τῶν ζώντων γῆς καὶ τοῦ γεωργίου τῶν ἀποστόλων ἐξέτιλε. Καὶ τοῖς Ἰουδαίων δὲ λαοῖς ταῦτα συνέβη, τὴν ἐν Χριστῷ μὴ προσιεμένοις δικαίωσιν. Ὅμοιον δὲ τοῦτο τῷ, «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.» Μετετέθησαν δὲ καὶ τῆς ἱερατικῆς σκηνῆς, γεγονότες αἰχμάλωτοι διὰ τὸν τοῦ Κυρίου σταυρόν [pro σταύρωσιν]. <Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα.> (A f. 295.) Ἐγὼ, φησὶν, οὐδενὶ τῶν ματαίων καὶ χαμαιριφῶν ἐπεποίθησα, ἀλλ᾽ εἰς τὸ καταδιῶκον τοὺς ἀδικουμένους θεῖον ἔλεος.
Ἀναγωγικῶς δὲ ἔλεος τοῦ Θεοῦ αἱ θεῖαι Γραφαὶ τὸν Χριστὸν ὀνομάζουσι, διὰ τὸ γεγενῆσθαι ἡμῖν δι᾽ αὐτοῦ ἔλεος. Ἀνεκεφαλαιώσατο γὰρ ἐν ἑαυτῷ τὰ πάντα καὶ ἀνεστοιχείωσεν ὁ Πατήρ.
Καὶ ὁ ἐλεημοσύνας δὲ καρποφορήσας, ἐλπίζει ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, εἰδὼς ὅτι οἱ ἐλεήμονες ἐλεηθήσονται. Ἕχει δὲ τὴν ἐλπίδα οὐκ ἐφ᾽ ἕνα αἰῶνα, ἀλλὰ καὶ τὸ ὑπὲρ τούτων διάστημα, οὗ μέτρον ἐστὶν ἡ ἀπειρία, ὅπερ αἰώνων ὀνομάζει αἰῶνα.
ΨΑΛΜΟΣ ΝΒʹ. <Εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ, συνέσεως τῷ Δαβίδ.> (A f. 259 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Διὰ τῶν αὐτῶν ῥημάτων σχεδὸν τῷ τρισκαιδεκάτῳ καὶ ὁ παρὼν ψαλμὸς ἔρχεται, καὶ τὴν αὐτὴν ὑπόθεσιν ἔχει τὴν εἰς τὸν Ῥαψάκην καὶ τὰ τότε γενόμενα, καὶ τὴν περὶ τῆς σωτηρίου θεοφανείας προφητείαν. Βραχεῖαι δὲ λέξεις τὴν ἐν ἀμφοτέροις διαφορὰν ἐργάζονται· ὁ μὲν γὰρ τρισκαιδέκατος, «Εἰς τὸ τέλος τῷ Δαβὶδ» ἐλέγετο· ὁ δὲ παρὼν ἔχει μὲν καὶ τὴν «Εἰς τὸ τέλος» ἐπιγραφὴν, πλεονάζει δὲ ἐν τῷ λέγειν· «Ὑπὲρ μαελὲθ,» συνέσεως· ὅπερ σημαίνει ἐπινίκιον εἶναι τὸν ψαλμὸν, διὰ χορείας ἐν συνέσει γενόμενον. Τέρψις μὲν γὰρ, ἤτοι χορεία, τὸ μαελὲθ ἑρμηνεύεται. Ἀντὶ δὲ τοῦ «Εἰς τὸ τέλος,» ἕτεροι τῶν ἑρμηνέων, Ἐπινίκιον, ἐκδεδώκασι. Καὶ ἵνα τὴν ἐπιγραφὴν πᾶσαν ἰσχνῶς θεωρήσωμεν, τὸ μὲν «Εἰς τέλος» σημαντικὸν ἂν εἴη τοῦ χρόνου καθ᾽ ὃν ἔμελλε πληροῦσθαι τὰ προφητευόμενα, τά τε κατὰ τὸν Ῥαψάκην καὶ τοὺς Ἀσσυρίους, τά τε κατὰ τὴν Χριστοῦ παρουσίαν. Ὅ τε γὰρ τῶν Ἀσσυρίων παράδοξος ὄλεθρος χρόνοις πολλοῖς ὕστερον ἐγένετο μετὰ τὸν Δαβὶδ (οὗ χάριν καὶ «Ὑπὲρ χορείας» ἐπιγράφεται ἣν ἐποιήσαντο οἱ τῆς σωτηρίας τετυχηκότες,) τό τε σωτήριον τοῦ Θεοῦ κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος ἐπιφανὲν τοῖς ἐπὶ γῆς. χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συγκεκροτημένην.
Καίτοιγε πεποίηται ὁ ψαλμὸς ἐπὶ τέρψεσι καὶ χορείαις ταῖς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γεγενημέναις, ὅτε κεχρημάτικεν ἄνθρωπος ὁ Μονογενής. Τὸ δὲ συνέσεως ἀναγκαίως πρόσκειται, ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι τὴν τῆς ψαλμῳδίας διάνοιαν. <Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.> (K f. 102.) Ὀστᾶ τὰς δογματικάς φησι δυνάμεις τῶν ἀσεβῶν, ἃ ταῖς ἰδίαις ἐνέθηκαν συγγραφαῖς, προσκυνεῖν ἀναπείθοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα.
ΨΑΛΜΟΣ ΝΖʹ. <Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ.> (A f. 298.) Οὐ μάτην δὲ πρόσκειται τὸ «ἐν τῇ γῇ·» κἂν γὰρ ἐν καρδίᾳ τίς ἀνομίαν ποιήσῃ, ἐν τῇ γῇ ἐνεργεῖ αὐτὴν, τουτέστι περὶ τὰ ὑλικά. Ἀκούσαιεν δ᾽ ἂν καὶ Ἰουδαῖοι· Κρίνατε εὐθεῖα, καὶ λογίσασθε παρ᾽ ἑαυτοῖς εἰ τοῖς ὑμετέροις λόγοις συμφωνεῖ τὰ ἔργα· δείκνυσθε γὰρ ἀδικίαν ἐν τῇ καρδίᾳ λογιζόμενοι, καὶ ἕτερα μὲν διανοούμενοι, ἕτερα δὲ τῷ στόματι λαλοῦντες. Εἰ γὰρ καὶ οἱ λόγοι χρηστοὶ, δι᾽ ὧν ἐκδικεῖν βούλεσθε τὸν νόμον, ἀλλ᾽ ἡ καρδία πικρίας ἐστὶ πλήρης, καὶ αἱ πράξεις δὲ ὁμοίως ἀδικίας πεπλήρωνται, ἔλεγχος οὖσαι τῶν ἐν καρδίᾳ νοημάτων, ἄπερ ἐν γῇ δύνανται λανθάνειν, οὐ μὴν καὶ ὅταν πάντα γυμνὰ κρίνηται. Εἶτα ἐπάγει, σχετλιάζων ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτωκότων, τὰς μετὰ ταῦτα φωνὰς, λέγων· <Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας.> (A f. 298 b.) Εἰσὶ δέ τινες οἱ μὴ εἰδότες τὸ ἔθος τῆς ἐν ταῖς θεοπνεύστοις Γραφαῖς φράσεως, καὶ νομίζουσιν ἀπηλλοτριῶσθαί τινας ἀπὸ Θεοῦ ἐκ μήτρας αὐτῆς, καὶ οἱονεὶ ἐξ αὐτῆς πεπλανῆσθαι γαστρὸς καὶ πρὸ τῆς τοῦ λόγου συμπληρώσεως. Ἔστι δὲ τοῦτο οὐδὲν ἕτερον εἰπεῖν, ἢ ἐκεῖνό που πάντως, ὅτι κατὰ φύσιν ἐστὶ τὸ κακὸν, καὶ γεγόνασί τινες ἐξ αὐτῆς τῆς δημιουργίας, οἱ μὲν ἀγαθοὶ τὸν τρόπον, οἱ δὲ κακοί. Ἔστι δὲ Μανιχαίων τὸ οὕτω φρονεῖν, μᾶλλον δὲ παραφρονεῖν· οὕτω γὰρ εἰπεῖν ἀληθέστερον.
Ἐπιτήρει τοίνυν, ὅτι οὐκ εἴρηκεν ὁ μακάριος Δαβὶδ ἀπηλλοτριώθησαν ἀπὸ Θεοῦ τινες, ἁπλῶς δὲ μᾶλλον καὶ ἀπολελυμένως οὐκ ἀπὸ Θεοῦ μᾶλλον, ἀλλ᾽ ἀπὸ μήτρας. Ὡς γὰρ ἤδη γεγονότες, φησὶν, ἁμαρτωλοὶ ἀπηλλοτριώθησαν μήτρας καὶ γαστρὸς, τουτέστι ξένοι γεγόνασι καὶ μακρὰν, οὐ μήτραν ἔχοντες καὶ γαστέρα νοητὴν, τίκτειν δυναμένην καρποὺς ἀγαθούς. Τὰ μὲν γὰρ ἀπὸ γῆς ἡμῶν σώματα τίκτουσι κατὰ τὴν ἰδίαν φύσιν· αἱ δὲ τῶν ἀνθρώπων ψυχαὶ, καθάπερ ἀπὸ γαστρὸς καὶ μήτρας τῆς ἑαυτῶν καρδίας, ἐκφέρουσι καρποὺς ἀγαθοὺς, ἄνωθεν καὶ παρὰ Θεοῦ τὰ τῆς εὐσεβείας δεχόμεναι σπέρματα. <Ἐπλανήθησαν, ἀπὸ γαστρὸς ἐλάλησαν ψευδῆ.> (A f. 299.) Δείκνυσι δὲ ἡ προφητεία καὶ τοὺς Ἰουδαίους, μηδεμίαν τὸ παράπαν ἐσχηκότας αἰτίαν εἰς σωτηρίαν, οἳ τῇ προγνωστικῇ τοῦ Θεοῦ προνοίᾳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ᾽ αὐτῷ, καὶ πρὸ τοῦ συλληφθῆναι οὐκ ἠγνοοῦντο. Ἐλάλησαν δὲ ψευδῆ οὐκ ἀπὸ γαστρὸς, ἀλλ᾽ εἰς ἡλικίαν ἐλθόντες.
Συνήθως μέντοι τῇ ἀναδιπλώσει ὁ Δαβὶδ κέχρηται· τὸ γὰρ «Ἀπηλλοτριώθησαν» ταυτὸν τῷ «Ἐπλανήθησαν,» καὶ «ἡ μήτρα» τῇ «γαστρὶ,» ἵνα ᾗ τὸ δι᾽ ἀμφοτέρων δηλούμενον τοιοῦτον· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἐλάλησαν ψευδῆ· ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ὄφιν ἔχει τὴν ὁμοιότητα. Ἄκουε γάρ· «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοιότητα τοῦ ὄφεως.» <Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον.> (F f. 86 b.) Τὸ διατρέχον ὕδωρ οὐχ ἕστηκεν ἐν τῷ αὐτῷ. Κατὰ τὸν ἴσον οὖν τρόπον καὶ οἱ δυσσεβεῖς οὐ μένουσιν ἐν εὐημερίαις, ἀλλ᾽ οἷον ὡσεὶ ὕδωρ τρέχον, δρομαῖοι βαδιοῦνται πρὸς ὄλεθρον. <Ἐντενεῖ τὸ τόξον αὐτοῦ.> (F f. 86 b.) Τόξον δὲ ὅταν ἀκούσῃς ἐπὶ Θεού, ὀργὴν ἐννόει θανατηφόρον. <Ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται.> [Cod. M f. 95.] Δίκην δὲ κηροῦ πυρὶ πελάζοντος καὶ τηκομένου διαλυθήσονται, καὶ τῆς ζωῆς στερηθήσονται.
Τοῦτο γάρ ἐστι· «Καὶ οὐκ εἶδον τὸν ἥλιον.» <Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, κ.τ.λ.> (E f 106.) Τὸ ἄρα ἐν τούτοις οὐκ ἀμφιβάλλοντός ἐστιν, πεπληροφορημένου δὲ μᾶλλον καὶ πεπιστευκότος καὶ οἷον ἤδη συννεύοντος, ὅτι καρπὸν ἔχει τῆς εἰς Θεὸν ἀγάπης, καὶ τὴν παρ᾽ αὐτοῦ φειδὼ καὶ ἐπικουρίαν.
Ἦ γὰρ σώζεται μὲν αὐτὸς, ὡς ἔφην, ἐπαμύνοντος τοῦ Θεοῦ· κολάζεται δὲ δι᾽ αὐτὸν ὁ ἁμαρτωλός.
ΨΑΛΜΟΣ ΝΗʹ. <Ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου.> (E f. 106 b.) Οὐ γὰρ διελελοίπασιν οἱ τάλανες Ἰουδαῖοι τὰ τῆς αὐτῶν δυστροπίας ἐπιφέροντες τῷ Χριστῷ, καὶ παγίδας ἀρτύοντες καὶ δόλους, καὶ πάντα τρόπον ἀνόσιον ἐγχειρημάτων κατασκευάζοντες. <Καὶ σὺ, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραὴλ, κ.τ.λ.> (A f. 306.) Τὸ ἀναμάρτητον ὁ Δαβὶδ ἐν μόνῳ θεωρήσας τῷ ἐξ αὐτοῦ κατὰ σάρκα Χριστῷ, καὶ τὴν τῶν ὁμοφυλίων Ἰουδαίων κατ᾽ αὐτοῦ μανίαν προθεωρήσας τῷ πνεύματι, τὸν τῶν δυνάμεων τῶν ἀγγελικῶν Κύριον καὶ τοῦ Ἰσραὴλ ἱκετεύει Θεὸν, καταλιπεῖν μὲν Ἰουδαίους ἀτημελήτους, μᾶλλον μὲν οὖν μηδεμιᾶς αὐτοὺς συγγνώμης ἀξιῶσαι ὡς θεοκτόνους, πᾶσαν δὲ εἰς τὰ ἔθνη μεταθεῖναι τὴν πρόνοιαν καὶ τῷ τῆς θεογνωσίας καταυγάσαι φωτί. Οὐ μόνος δὲ ὁ Δαβὶδ εὔχεται ἐπιστροφὴν μὲν τῶν εἰδωλολατρῶν γενέσθαι ἐπὶ τὴν εἰς Χριστὸν πίστιν, ἀποβολὴν δὲ τοῦ Ἰσραὴλ διὰ τὴν ἀνομίαν αὐτῶν, ἀλλὰ καὶ ὁ Κύριος. Ἄκουε γοῦν ὅπως καὶ πρὸ τῆς ἐνανθρωπήσεως, ὡς ἤδη γεγονὼς καθ᾽ ἡμᾶς, ὑπὲρ παντὸς τοῦ κόσμου τὰς διαλέξεις ποιεῖται πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν. —Ἐπεσκέψατο μὲν γὰρ καὶ πάλαι Θεὸς τοὺς ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἦν ἐπὶ μόνον τὸν Ἰσραὴλ ἡ ἐπίσκεψις· καὶ πεπαιδαγώγηκεν ὁ Μωσῆς διὰ τύπου καὶ σκιᾶς ἀναφέρων ἐπὶ τὸ μυστήριον τοῦ Χριστοῦ. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός.
Ἠκούετο μὲν γὰρ ὁ πάλαι νόμος, ἀλλὰ κατὰ μόνην τὴν Ἰουδαίαν· τὸ δὲ θεῖον καὶ οὐράνιον κήρυγμα ὅλην περιπεφοίτηκε τὴν ὑπ᾽ οὐρανόν. Ἔφη γὰρ τοῦτο περὶ τῶν ἁγίων ἀποστόλων· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,» καὶ τὰ ἑξῆς. (E f. 107. Κυρίλλου καὶ Ἡσυχίου) Καὶ ταῦτα ἀνθρωπίνως πρὸς τὸν αὐτοῦ Πατέρα καὶ Κύριον τῶν δυνάμεων καὶ Θεὸν τοῦ Ἰσραὴλ τυγχάνοντα, καὶ ἰδεῖν ὁ Χριστὸς βούλεται καὶ προσεύχεται.
ΨΑΛΜΟΣ ΝΘʹ. <Σῶσον τῇ δεξιᾷ σου.> (E f. 110.) Δεξιὰν εἶναί φαμεν τοῦ Πατρὸς τὸν Υἱὸν, δι᾽ ὃν τὰ πάντα ἐγένετο. <Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.> (A f. 313.) Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Καὶ πάλιν· «Οὐκ ἐγὼ δὲ, ἀλλ᾽ ἡ χάρις ἡ σὺν ἐμοί.»
ΨΑΛΜΟΣ Ξʹ. <Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος.> (A f. 315, E f. 111 b, F f. 90 b. Κυρίλλου καὶ Ἀθανασίου.) Ἐπεὶ δὲ τῶν ὁδηγούντων ἴδιον τὸ δεικνύειν ποία μὲν ἀσφαλὴς ὁδὸς, ποία δὲ σφαλερὰ καὶ βλαβερὰ μαρτύρεσθαι, καὶ τοῦτο Χριστὸς πεποιηκὼς εὑρίσκεται, ἐν τῷ λέγειν· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα.» Τὸ δὲ, πύργος ἰσχύος, ὅμοιον ὡσεὶ λέγοι· Τεῖχος καὶ ἀσφάλεια γέγονας, εἰς τὸ μηδὲν παθεῖν ἐπηρεαζόντων τῶν ἐχθρῶν. Ὥσπερ γὰρ πολεμίων ἐμβεβληκότων, οἱ πύργον ἔχοντες ἰσχυρὸν κερδαίνουσι τὴν σωτηρίαν, οὕτως μαχομένων ἡμῖν ἐχθρῶν, πύργος ἑδραῖος καὶ ἀκατάσειστος γίνεται ὁ Χριστὸς, καὶ ἀνασώζει ῥᾳδίως τοὺς ἐπ᾽ αὐτῷ πεποιθότας. <Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.> (A f. 315. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, ἀφ᾽ ὧν ἤδη εἴληφεν ἀγαθῶν, καὶ περὶ τῶν μελλόντων ἐλπίζει, ὅτι δὴ εἰς τὰς ἄνω σκηνὰς γεγονὼς ὑπὸ τὴν αὐτοῦ διὰ παντὸς γενήσεται σκέπην.
Ὥσπερ γὰρ οἱ μέλλοντες ἐπιτελεῖν ἑορτὴν, ἐγγύς τε καὶ ἐπὶ θύραις ἔχοντες αὐτὴν προαναπίπλανται θυμηδίας, καὶ τὴν οὔπω παροῦσαν ὡς ἤδη παροῦσαν ὁρῶσιν, οὕτω καὶ οἱ ἅγιοι χρηστὰς ἔχοντες ἐλπίδας ἐπὶ τῇ μελλούσῃ ζωῇ, χαίρουσιν ἐπ᾽ αὐτῇ. Πτέρυγας δὲ καλεῖ τὰς τοῦ Θεοῦ προνοητικὰς δυνάμεις, ὑφ᾽ ἃς σκέπεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκηνῆς ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι᾽ αἰῶνος ἐν αὐτῇ κατοικῶν. <Ἡμέρας ἐφ᾽ ἡμέρας τοῦ βασιλέως προσθήσεις.> (A f. 316, F f. 90 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, σημαίνει ὁ λόγος, ὡς καὶ τοῦτο μέρος κληρονομίας ἐστὶν ἡ αἰώνιος ζωή. Τοῦτο γάρ ἐστι τὸ ἡμέρας ἡμερῶν τοῖς ἔτεσι τοῦ βασιλέως προσθεῖναι· σημαίνει γὰρ διὰ τῶν ἡμερῶν χρόνους τινὰς καὶ αἰῶνας· μὴ ὑπολάβῃς δὲ ὅτι περὶ ἑνός τινος βασιλέως τὰ τοιάδε φησὶν, ἴσθι δὲ μᾶλλον ὅτι περὶ παντὸς τοῦ κεκλημένου πρὸς βασιλείαν οὐρανῶν· ὃν καὶ διαμένειν φησὶν εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Οἱ γὰρ σύμμορφοι γενόμενοι τῶν παθημάτων αὐτοῦ, καὶ συμβασιλεύσουσιν αὐτῷ διηνεκῶς. Προειπὼν μέντοι ὁ προφήτης· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου,» καθ᾽ ὑπέρβατον συνῆψε τὸ, «Ἡμέρας ἐφ᾽ ἡμέρας τοῦ βασιλέως προσθήσεις.» Ἀκούσας γὰρ, φησὶ, τῶν εὐχῶν μου, ἡμέρας ἐφ᾽ ἡμέρας προσέθηκας.
Διὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα Κυρίου μνήμη, ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφητεία· ἦν δὲ ἡ αἰώνιος ζωή.
ΨΑΛΜΟΣ ΞΑʹ. <Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;> (A f. 316. b. Κυρίλλου καὶ τοῦ Νύσσης.) Τὸ ὑποταγῆναι τῷ Θεῷ τὴν ψυχὴν, σωτηρίαν εἶναι ὁ Δαβὶδ ἀπεφήνατο. Ἄριστον καὶ ἐπωφελὲς καὶ ἁπάσης ἡμῖν ἐλπίδος πρόξενον ἀγαθῆς, τὸ ὑποτάττεσθαι τῷ Κυρίῳ καὶ ὑποφέρειν αὐτῷ τῆς διανοίας τὸν αὐχένα, καὶ προσοικειοῦσθαι αὐτῷ διὰ πάσης ἐπιεικείας, τὸ προφητικὸν ἐκεῖνο λέγοντας· «Ἰδοὺ οἴδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν εἶ.» <Ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς;> (A f. 317 b.) Φονευτὴς γάρ ἐστιν ὁ Σατανᾶς ψυχῶν καὶ πνευμάτων, καὶ τὰ τούτου τέκνα· καὶ τοὺς ἤδη διανενευκότας πρὸς τὸ πλημμελὲς, διὰ τὴν ἐνοῦσαν ἀσθένειαν τῇ φύσει, προσωθεῖν καταστρέφων.
Τάχα δὲ καὶ τοῖς πονηροῖς ὑπηρέταις τοῦ διαβόλου ὁ λόγος μάχεται, αἰτιώμενος τὴν ἀμετρίαν τῆς παρ᾽ αὐτῶν ἐπαγομένης ἐπιβουλῆς· ὅτι οἱ μὲν ἄνθρωποί εἰσι ζῶον ἀσθενὲς, ὑμεῖς δὲ ἐπιτίθεσθε, οὐκ ἀρκούμενοι πρώτῃ προσβολῇ, ἀλλὰ καὶ δευτέραν καὶ τρίτην ἐπάγετε· ἕως ἂν οὕτω τὴν ψυχὴν τοῦ περιπεσόντος ἡμῖν καταστρέψητε, ὥστε γενέσθαι παραπλησίαν τοίχῳ κλιθέντι καὶ φραγμῷ ἀνατραπέντι. <Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι.> (A f. 317 b.) Μόνον γὰρ οὐχὶ καὶ αὐτοῦ τοῦ λογικοῦ οἱ δαίμονες ἡμᾶς ἀπεστέρησαν, ξύλα καὶ λίθους ἀναγκάσαντες προσκυνεῖν, ὡς καὶ λέγεσθαι περὶ ἡμῶν· «Ἄνθρωπος ἐν τιμῇ ὣν οὐ συνῆκε.» <Ἔδραμον ἐν δίψει.> (A f. 318.) Τὸ σύντονον λέγει τῆς τῶν δαιμόνων ἐπιβουλῆς, ὅτι τρέχουσι καθ᾽ ἡμῶν διψῶντες ἡμῶν τὴν ἀπώλειαν καὶ τὴν ἀποστέρησιν τῆς τιμῆς.
Ἀκούεις ὅπως οἱ τῆς ἀνομίας υἱοὶ ἐξωθεῖν [cod. ἔξωθεν] ἡμᾶς σπουδάζουσι τῆς ἐκνεμηθείσης παρὰ Θεοῦ τιμῆς, καὶ ἀποστερεῖν ἐπείγοντες τῶν δεδωρημένων ἡμῖν ἄνωθεν ἀγαθῶν; Θέλοντες δὲ τιμῆς ἐξῶσαι τοὺς ἡγιασμένους, δεδιψήκασι τοῦ πράγματος τὴν κατόρθωσιν, καὶ πᾶσαν εἰς τοῦτο πεποίηνται τὴν σπουδήν. Τοῦτο γάρ ἐστι τὸ, «Ἔδραμον ἐν δίψει.» Ποίαις δὲ κέχρηνται μηχαναῖς· <Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.> (E f. 112 b.) Εἰσὶ γὰρ, εἰσὶν οἳ μὲν τὴν γλῶτταν ἔχουσι διφυᾶ, διπρόσωπον δὲ τὴν καρδίαν, οἳ χρηστοὶ μὲν εἰσὶν, ὅσον ἧκον εἰς λόγους, ἰοῦ δὲ μεμεστωμένον καὶ πονηρίας ἁπάσης ἔχουσι τὸν νοῦν. <Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου.> (A f. 318. Κυρίλλου, Βασιλείου, Θεοδωρήτου.) Πάλιν τῇ ἰδίᾳ ψυχῇ διαλέγεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς Θεὸν ἐπιτείνων. Ἐνδείκνυται δὲ τὸ μέγεθος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀποστόλου λέγει· «Ὅτι οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν.»—«Παρ᾽ αὐτοῦ γὰρ ἡ ὑπομονή μου.» <Καὶ γὰρ αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μεταναστεύσω.> (A f. 318 b.) Ὁμολογοῦμεν οὐχ ὑπεσταλμένως, ἀλλ᾽ ἐν παῤῥησίᾳ τεθαρσηκότες καὶ ἀληθεύοντες ὅτι Θεὸς ἡμῶν ὁ Ἐμμανουὴλ, ὃν ἡ ἁγία θεοτόκος Παρθένος ἀπεκύησεν. Αὐτὸν οὖν εἰδότες ἀληθινὸν Θεὸν καὶ σωτηρίας πηγὴν, οὐκ ἀνεξόμεθα τὴν δουλείαν ἀμεῖψαι καὶ πρὸς ἑτέραν δεσποτείαν ἀναδραμεῖν.
Τὸ γὰρ «Οὐ μὴ μεταναστεύσω,» ἀντὶ τοῦ «οὐ μεταθήσομαι» τέθεικεν. Οὐ γενήσομαι, φησὶ, μετανάστης ἀπὸ τῆς ἀληθείας εἰς πλάνην, καὶ δοῦλος τῆς ἁμαρτίας. <Ἐλπίσατε ἐπ᾽ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν.> (A f. 318 b, E f. 113.) Συναγωγὴν οὐ μερικήν τινα λέγει, καθὰ καὶ πάλιν Μωσῆς.
Ἅμα δὲ καὶ προφητικώτερον τὴν τῶν ἐθνῶν πάντων προαναφωνεῖ κλῆσιν. Ἐπεφάνη γὰρ ὁ Μονογενὴς οὐ μερικήν τινα ποιούμενος κλῆσιν, οὐδὲ σώζων ἔτι μόνον τὸν Ἰσραὴλ καθὰ καὶ διὰ τῶν ἁγίων προφητῶν, ἀλλὰ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην προσφωνῶν τε καὶ λέγων· «Ἀκούσατε, πάντα τὰ ἔθνη,» καὶ τὰ ἑξῆς. Ὁ μὲν γὰρ διὰ Μωσέως [νόμος] ἓν ἐπαίδευσεν ἔθνος τὸν Ἰσραήλ· ἡ δὲ διὰ Χριστοῦ χάρις εἰς πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν ἐπευρύνεται. <Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων.> (F f. 91 b.) Μάταιοι δὲ κατὰ τὸ ἀληθὲς οἱ υἱοὶ τῶν ἀνθρώπων, τουτέστιν οἱ μόνα φρονοῦντες τὰ ἐπὶ τῆς γῆς, οἱ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις προσκείμενοι, καὶ μόνα ζητοῦντες τὰ πρόσκαιρα. <Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.> (B f. 255 b, H f. 88.) Μηδὲν μέγα τὸ πρᾶγμα εἶναι νομίσῃς. Παρατρέχει γὰρ, ὡς ἔφην, ὁ πλοῦτος, καὶ μόνον ὀφθεὶς σκιᾶς ἐν ἴσῳ φεύγει. Ζητῶμεν δὲ πανταχοῦ τὴν δικαιοσύνην τοῦ Θεοῦ, ἐρευνῶμεν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. <Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα.> (A f. 319 b.) Τί φὴς, ὦ μακάριε Δαβίδ; Ἅπαξ λαλῆσαι διισχυρίζῃ τὸν τῶν ὅλων Θεόν; Εἶτα πῶς ὁ λόγος ἐστὶν ἀληθής; Λελάληκε γὰρ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις, πολυμερῶς τε καὶ πολυτρόπως τοῖς πατράσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.