Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς ΞΑ΄ έως ΞΕ΄
Ερμηνευτική προσέγγιση των ψαλμών ΞΑ΄ έως ΞΕ΄, με αναφορές στη δίψα της ψυχής, την προστασία των δικαίων, τις πνευματικές θυσίες και τη νοερά προσευχή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΞΑ΄ έως ΞΕ΄
Ερμηνευτική προσέγγιση των ψαλμών ΞΑ΄ έως ΞΕ΄, με αναφορές στη δίψα της ψυχής, την προστασία των δικαίων, τις πνευματικές θυσίες και τη νοερά προσευχή.
Πῶς οὖν ἔφης ἐνταῦθα, ἅπαξ λαλῆσαι τὸν Θεόν; Νοήσωμεν τοῦ λόγου τὴν δύναμιν· βούλεται δέ τι τοιοῦτον δηλοῦν ὁ πνευματοφόρος· Κἂν ἄπαξ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, ἀλλ᾽ ἔχων πᾶσαν εὐθὺς τὴν τοῦ συμφέροντος γνῶσιν, οὐ μακρῶν εἰς τοῦτο δεηθήσομαι λόγων. Ἅπαξ λαλείτω, καὶ πείθομαι· καὶ διττὴν ἐν ἐμαυτῷ συλλέγω τὴν παίδευσιν, ψυχικήν τε ἅμα καὶ πνευματικήν. Διττὸς γὰρ ἀεί πώς ἐστι τῆς ἐν ἡμῖν ἐπιεικείας ὁ τρόπος, καὶ διπλοῦν ἡμῶν τὸ ἐπιτήδευμα, τὸ εἰς ὀσμὴν εὐωδίας προσφερόμενον παρ᾽ ἡμῶν τῷ Θεῷ. Δεῖ γὰρ ἡμᾶς καθαροὺς εἶναι τῷ σώματι καὶ τῷ πνεύματι. Ἢ τὸ, «Ἄπαξ ἐλάλησεν,» ἀντὶ τοῦ, Ἕστηκε βεβαίως ὁ τοῦ Θεοῦ λόγος Μωσῇ ῥηθεὶς ἅπαξ καὶ μηκέτι μετακινούμενος, ὅτι Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων καὶ δικαιοσύνην διατηρῶν.
Τὸ τοίνυν ἄπαξ οὐκ ἐπὶ ἀριθμοῦ τέθεικεν, ἀλλ᾽ ἐπὶ τοῦ πάντως ἐσομένου. Ἀδύνατον γὰρ μὴ γενέσθαι ὃ ὁ Θεὸς ἀπεφήνατο. Οὐκ ἀναβαλεῖται τὴν ἀπόφασιν· ὡς τὸ, «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου,» ἀντὶ τοῦ βεβαίως. Ἢ τὸ ἅπαξ, ὅτι κἂν πολλάκις ἐλάλησεν, εἶς αὐτῷ σκοπὸς τῶν πολυμερῶν διαλέξεων, τὸ γνῶναι ἡμᾶς ἰσχυρὸν εἶναι τὸν Θεὸν καὶ φιλάνθρωπον, ἵν᾽ ὡς μὲν ἰσχυρὸν φοβηθῶμεν, ὡς δὲ φιλανθρώπῳ προσδράμωμεν. <Ὅτι τὸ κράτος, τοῦ Θεοῦ· καὶ σοῦ. Κύριε, τὸ ἔλεος.> (A f. 220, B f. 256, H f. 89 b.) Ὅτι δυνατὸς, φησὶν, ὁ Θεὸς ἐν τῇ κρίσει, ὁ αὐτὸς καὶ ἐλεήμων. Ἀπεφήνατο γὰρ λόγον περὶ τῆς κρίσεως, δι᾽ οὗ δύο ταῦτα ἀκήκοα, ἒν μὲν ὅτι τοῖς δεηθεῖσιν ὀργῆς διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολὴν, ὀργὴν ἀποδώσει· τοῖς δὲ ἄξια πεποιηκόσιν ἐλέους, ἀπονέμει ἔλεον. Τὸ γὰρ κράτος τὴν ὀργὴν σημαίνει καὶ τὴν ἀποτομίαν τὴν κατὰ τῶν ἀξίων αὐτῆς γινομένην. Κατακρατεῖ γὰρ τῶν ὅλων ὁ πάντων ἔχων τὴν ἐξουσίαν Θεός· καὶ ἰσχυρᾷ μὲν χειρὶ καταστρέφει τὸν ἀλαζόνα, καὶ κολάζει τὸν ἀποστάτην, ἐλεεῖ δὲ τοὺς ἀγαπῶντας αὐτόν.
Ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Μήτε οὖν ἐλπίζετε ἐπ᾽ ἀδικίαν, μήτε ἐπὶ πλοῦτον προστίθεσθε.
ΨΑΛΜΟΣ ΞΒʹ. <Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.> (F f. 92 b.) Ὀρθρίζειν δέ φησι πρὸς τὸν Θεὸν, οὐχ ὡς ἑτέροις πράγμασι τὴν διάνοιαν ἔχοντας, ἀλλ᾽ ἐπὶ μόνοις τοῖς αὐτῷ δοκοῦσι καὶ φίλοις. Αὕτη γάρ ἐστιν ἡ ἁγιοπρεπὴς ἀληθῶς πολιτεία, καὶ τῆς ἐξαιρέτου ζωῆς τὰ κατορθώματα. <Ἐδίψησέν σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.> (A f. 320 b, E f. 114 b. Κυρίλλου καὶ τοῦ Νύσσης.) Λέγει δὲ ταῦτα ψυχὴ οὖσα μὲν ἐν γῇ ἐρήμῳ διδασκαλίας ὑγιαινούσης, ζητοῦσα δὲ θείαν ἐπιῤῥοήν· δύναται δὲ λέγειν τὸ, Ἐδίψησέ σε ἡ ψυχή μου, καὶ ἡ σάρξ μου, καὶ ὅστις ὑποτάξει τὴν σάρκα τῷ πνεύματι καὶ συμφωνοῦσαν τῇ ψυχῇ ἀπεργάσεται, ἔρημον οὖσαν παθῶν καὶ ἄβατον αὐτοῖς καὶ ἄνυδρον, εἴτουν τῆς λαγνείας ἀπηλλαγμένην καὶ τῆς μιαρᾶς ῥεύσεως καὶ τῆς κατὰ ἡδονὰς ὑγρότητος. Ὅταν οὗν καὶ ἡμεῖς κατανεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τότε ἐροῦμεν ἐκ παῤῥησίας τὰ τοῦ Δαβίδ· «Οὕτως ἐν τῷ ἁγίῳ,» καὶ τὰ ἑξῆς. Ἢ διψῶν καὶ ἐπιποθῶν τὴν περὶ τὸν ἅγιόν σου συνάφειαν. Τίς δὲ ὁ ἅγιος, ἢ ὁ μονογενής σου Υἱός; <Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς.> (A f. 321, E f. 114 b.) Οἱ τῷ ἐλέῳ προσελθόντες Θεοῦ, τουτέστι Χριστοῦ, οὐδὲν ἡγούμενοι τοῦ παρόντος βίου τὴν ζωὴν, τὴν τοιαύτην ἀναφθέγγονται φωνήν· ὑπὲρ πλῆθος ζωῆς τῆς παρούσης δηλονότι λέγοντες εἶναι τὸ δεδομένον αὐτοῖς παρὰ τοῦ Μονογενοῦς ἔλεος.
Ἢ ἔλεος μὲν ὀνομάζει τὴν ἐν Χριστῷ σωτηρίαν· ζωὰς δὲ τὸν νόμον, ἤτοι τῆς κατὰ νόμον πολιτείας τὴν ὁδόν. Μεῖζον τοίνυν, φησὶν, ὑπὲρ ζωὰς τὸ ἔλεός σου. <Τὰ χείλη μου ἐπαινέσουσί σε, οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου. (A f. 321.) Καρπὸν χειλέων τὴν ὑμνῳδίαν ἐπαγγέλλεται, καὶ τὸν Θεὸν οὐ μόνον στόματι εὐλογεῖν συντίθεται, ἀλλὰ καὶ διὰ τῆς ζωῆς τοῦτο ποιεῖν, τουτέστι δι᾽ ἐναρέτου πολιτείας δοξάζειν αὐτόν· καί φησιν, ὅτι Οὐ πρὸς Θεὸν ἀλλότριον τὰς χεῖρας ἐκτενῶ, ἀλλ᾽ ἢ σοὶ μόνῳ, καὶ τὸ σὸν ἐπικαλούμενος ἐν προσευχαῖς ὄνομα, οὐκ αἰτήσω παρά τινος αἴτημα τῶν ψευδωνύμων θεῶν· σοὶ δὲ τῷ κατὰ φύσιν ὄντι Θεῷ προσκομιῶ τὰς λιτάς. Καύχημα δὲ τοῦτο ἀξιοπρεπὲς καὶ ἐξαίρετον, τὸ μόνον εἰδέναι τὸν τῶν ὅλων Θεὸν, καὶ αὐτῷ προσκομίζειν τὰς προσευχάς. <Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου.> (A f. 321). Δείκνυσιν πόσον τὸ κέρδος τῶν ἐπ᾽ αὐτῷ μόνῳ τὰς ἐλπίδας ἐχόντων. Ὥσπερ γὰρ τὸ σῶμα τοῖς ἐστεατωμένοις ὅ ἐστι τοῖς λιπαροῖς ὄψοις πιαίνεται μᾶλλον, οὕτως ἡ ψυχὴ τῇ δαψιλεῖ χορηγίᾳ τοῦ Πνεύματος καὶ τῇ εὐφροσύνῃ, ἧς ἐμπλησθῆναι ὁ προφήτης εὔχεται, ἵνα ἐν χείλει ἀγαλλιάσεως αἰνέσῃ τὸν Κύριον, τῆς πνευματικῆς τροφῆς κορεσθείς. Ὅτε γὰρ, φησὶ, τοῦ σοῦ ἐν μνήμῃ ὀνόματος γένωμαι, τότε δὴ, τότε χαρᾶς πληροῦται τὸ στόμα μου. <Ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.> D f. 159, G f. 32 b.)
Τὴν φρουρητικὴν δύναμιν τοῦ Θεοῦ σημαίνει ἢ τὴν Παλαιὰν καὶ τὴν Νέαν. <Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.> (A f. 321 b, E f. 115.) Κόλλησιν ὀνομάζει τὸ οἱονεί πως πεπηγὸς φρόνημα, καὶ τὸ ἐκτενὲς εἰς ἀρετὴν, καὶ τὸ ἀδιάσπαστον εἰς ἀγάπην. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Ὅταν δέ τις τῷ καθαρῷ συναφθείη διὰ καθάρσεως, ὑπὸ τῆς ἐκείνου λοιπὸν ἄγεται δεξιᾶς, τουτέστι Χριστοῦ· αὐτὸς γάρ ἐστιν ἡ δεξιὰ τοῦ Θεοῦ, δι᾽ ἧς τὰ πάντα κατορθοῖ καὶ πάντα ἐργάζεται.
Ἐκεῖνος δὲ δύναται κολληθῆναι τῷ Κυρίῳ, ὁ ἐπ᾽ αὐτὸ φθάσας τὸ τῆς μακαριότητος τέλος· ὃς καὶ ἀκούει παρὰ Θεοῦ· «Σὺ δὲ αὐτοῦ στῆθι μετ᾽ ἐμοῦ.» <Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.> (A f. 322.) Κατακράζει λοιπὸν τῶν ἀντικειμένων δυνάμεων δι᾽ ἢν ὑπέμεινε βίαν, εὐχόμενος ταῖς αἰωνίαις αὐτοὺς παραδοθῆναι κολάσεσιν· ἢ καὶ προφητεύει ὅτι στραφήσεται ἐπὶ τοὺς ἐχθροὺς ἃ κατ᾽ αὐτοῦ ἐμηχανήσαντο, θάνατος, καὶ ἡ εἰς ᾅδου κατάβασις. καὶ ξίφος ὅπερ ἤραντο κατ᾽ αὐτοῦ, καὶ θηρίων ἅλωσις. <Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.> (A f. 322, B f. 259, C f. 132, E f. 115 b, H f. 97.) Τὴν ἐκεῖ δὲ τιμωρίαν ἡ ῥομφαία δηλοῖ· ταύτης δὲ χεῖρας ἢ τοὺς ὑπ᾽ αὐτῆς πόνους, ἢ τοὺς ὑπηρετοῦντας αὐδῇ, σκεύη λεγομένους ὀργῆς· καὶ διὰ τὴν πονηρίαν αἱ πονηραὶ δυνάμεις ἀλώπεκες λέγονται· μερίζονται γὰρ τὰς τῶν ἀσθενεστέρων ψυχὰς αἱ ἀλώπεκες αἱ νοηταὶ, αἱ νεκροῖς καὶ ὀδωδόσι τρεφόμεναι σώμασι, τουτέστι τὰ πονηρὰ καὶ δυστροπώτατα πνεύματα.
Πανοῦργον γὰρ καὶ ἀκάθαρτον οὖσα θηρίον ἡ ἀλώπηξ, εἰς εἰκόνα τῶν ἀκαθάρτων τῆς πονηρίας πνευμάτων λαμβάνεται, ὑφ᾽ ὧν τῇδέ τε κἀκεῖσε περιελεύσονται οἱ πρὸς τὸ ῥᾴθυμον νενευκότες, οὐ μὴν καὶ οἱ νομοφύλακες. Ὀρθῶς γὰρ περὶ τοῦ δικαίου εἴρηται· «Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Ἀπορθοῖ γὰρ ὁ νόμος εἰς τὸ ἀρέσκον Θεῷ. <Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ.> (A f. 322. E f. 115 b.) Οὔτω, φησὶ, καύχημα αὐτῶν ἔσται Χριστὸς, τῶν βασιλευσάντων δηλονότι, ὡς καὶ ὅρκον αὐτὸν ποιουμένους ἐπαινεῖσθαι δικαίως. Ὀμοῦνται γὰρ τὸν Θεὸν τὸν ἀληθινὸν, κατὰ τὸ γεγραμμένον.
Φησὶ δὲ καὶ ὁ θεσπέσιος Μωσῆς· «Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ,» τουτέστιν Ὀμώσεις. Χρὴ γὰρ καὶ ἡμᾶς καὶ ἐν ταῖς τῶν ὅρκων χρείαις, Θεοῦ τοῦ φύσει καὶ ἀληθῶς διαμεμνῆσθαι μόνου, ἑτέρου δὲ παρ᾽ αὐτὸν παντελῶς οὐδενός.
Τοιοῦτόν τι καὶ νῦν μακάριος Δαβὶδ ἐξηγεῖται λέγων· «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ·» δεῖγμα γὰρ μετὰ τῶν ἄλλων καὶ τοῦτο τῆς εἰς αὐτὸν ἀγάπης, τὸ εἰ γένοιτο τυχὸν ὅρκου χρεία, αὐτοῦ διαμνημονεῦσαι μόνου. Ἆρ᾽ οὖν ἐκεῖνό φαμεν, ὅτι προτρέπει πρὸς ὅρκους ἡμᾶς ὁ τοῦ προφήτου λόγος; Καίτοι πῶς οὐκ ἄμεινον μηδὲ ὀμνύναι ποτέ; Τοῦτο γὰρ ἡμῖν ποιεῖν καὶ αὐτὸς προστέταχεν ὁ Σωτήρ. Τί οὖν ἆρά ἐστι τὸ ἐν τούτοις δηλούμενον; Πῶς ἐπαινετὸς ὁ ὀμνύων κατ᾽ αὐτοῦ; Ἔχει τινὰ σοφὴν καὶ ἀναγκαίαν οἰκονομίαν ὁ λόγος. Ἄκουε δέ· Οἱ ἐξ αἵματος Ἰσραὴλ, καίτοι τῷ θείῳ παιδαγωγούμενοι νόμῳ, ἕνα τε καὶ μόνον Θεὸν κεκελευσμένοι προσκυνεῖν, ἐκ πολλῆς ἄγαν ἀνοσιότητος εἰς ἀτόπους εἰδωλολατρείας ἐτράποντο κατὰ καιροὺς, καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, τὸν φύσει Θεὸν ἀφέντες, καὶ ὤμνυον κατὰ τῶν οὐκ ὅντων θεῶν. Ἦν οὖν ἄρα τὸ τηνικάδε πιστὸς καὶ γνήσιος, καὶ τῶν τῆς εἰδωλολατρείας ἐγκλημάτων ἀπηλλαγμένος, ὅστις μὴ ὤμνυε κατά τινος ἑτέρου Θεοῦ, ἐν δὲ ταῖς τῶν ὅρκων χρείαις ὠνόμαζε τὸ ὄνομα τοῦ κατὰ φύσιν ὄντος Θεοῦ. Ἀπὸ τῆς τοίνυν τότε κρατούσης συνηθείας, τὸν πιστὸν ἀληθῶς καὶ γνήσιον προσκυνητὴν κατασημαίνει λέγων· «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν τῷ Θεῷ.»
ΨΑΛΜΟΣ ΞΓʹ. <Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σὲ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.> (A f. 323.) Τὸ δὲ, «Εἰσάκουσόν μου ἐν τῷ δέεσθαι,» ἀντὶ τοῦ, Οὐ σιωπῶντος, ἀλλ᾽ εὐχομένου· χρῆμα γὰρ ἐπιζήμιον ἐν τοῖς τοιούτοις ἡ σιωπή. Ἢ ὅτι Ταχύ μου εἰσάκουσον καὶ ἐν αὐτῷ τῷ δέεσθαι, κατὰ τὸ, «Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι.» Ὅρα δὲ ὅπως ἐστὶν ἀκριβὴς τῆς προσευχῆς ὁ λόγος· οὐ γὰρ εἴρηκεν· Ἀπὸ ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου, ἀλλ᾽ «Ἀπὸ φόβου ἐχθροῦ.» Οὐ δέδιε τοὺς ἀγῶνας, οὐ παραιτεῖται τὴν μάχην, οὐ φεύγει τὴν ἀντίστασιν, αἰτεῖ δὲ μᾶλλον τὸ δύνασθαι παρὰ Θεοῦ, ἵνα μὴ καταθραύηται τῷ φόβῳ. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ τὸ, «Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.» Ἀνδρείαν γὰρ αἰτεῖ τὸν Θεὸν, εἰς τὸ πάντως καταβαλεῖν τὸν ἀντικείμενον. <Ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον.> (A f. 323 b, E f. 116.) Πρᾶγμα δὲ πικρὸν, τὴν κατὰ τοῦ ἀμώμου, εἴτουν ἀθώου, συκοφαντίαν ἐκάλεσεν· ἐπειδὴ ἄτοπον καὶ τὸν τυχόντα συκοφαντεῖν, τὸ δὲ τὸν δίκαιον, δεινότερον· ὃν ἐν ἀποκρύφῳ τοξεύουσι, τουτέστι κατὰ τὸ λεληθός· οὐδὲ γὰρ τολμῶσιν εἰς τὸ ἐμφανὲς αὐτὸν διαβάλλειν.
Οὐ γὰρ ὁρατοῖς μάχονται βέλεσιν οἱ τὰ ἐπίγεια φρονοῦντες, οὔτε μὴν τοῖς ἐκ καλάμου καὶ ξύλου πεποιημένοις, ἀλλ᾽ οἱονεί τι τόξον τὴν ἑαυτῶν δυστροπίαν ἐντείνοντες, βέλεσι πικροῖς καὶ φιλοκακούργως κατεσκευασμένοις τὰς τῶν ὁσίων κατατιτρώσκουσι ψυχάς. <Καὶ οὐ φοβηθήσονται.> (E f. 116.) Τίνα φοβηθήσονται; Οὐδὲ γὰρ δεδίασιν, φησὶ, τὸν τῶν ἁγίων προεστηκότα Θεόν· οἴονται δέ που τάχα καὶ λανθάνειν ἐκεῖνον, λέγοντες· «Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς Ἰακώβ.» <Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν.> (B f. 260 b, E f. 116 b.) Πονηρὰ γὰρ, ὡς ἤδη πλειστάκις ἔφην, τὰ τῶν ἀνοσίων ἐστὶ βουλεύματα· καὶ πάντα σκαιότητος διερευνώμενοι τρόπον προσκρούουσι τῷ φιλαρέτῳ Θεῷ.
ΨΑΛΜΟΣ ΞΔʹ. <Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.> (A f. 325, E f. 117 b) Σιών φησιν οὐ τὴν ἐπίγειον τὴν ἐν τῇ Ἰουδαίᾳ χώρᾳ κειμένην, ἀλλὰ τὴν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς, τὴν ἀληθῶς Καλλίπολιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, τὴν τῶν ἁγίων μητέρα, τὸ τῶν ἀγγέλων πανάγιον ἐνδιαίτημα. Πρὸς ὁμοιότητα δὲ ταύτης καὶ ἡμεῖς τὴν ἐπίγειον πληροῦμεν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ ταῖς καθηκούσαις δοξολογίαις στεφανοῦμεν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. Ἐκεῖ γὰρ οἱ τέλειοι καὶ ἀληθεῖς ὕμνοι ἀποδίδονται τῷ Θεῷ· ὁ τοίνυν ὕμνος ὁ ἐν τῇ Σιὼν, ἤτοι τῇ ἐπουρανίῳ, ἢ καὶ τῇ ἐπὶ γῆς Ἐκκλησίᾳ, τῷ Θεῷ ἀποδιδόμενος, πρέποι ἂν μόνῳ τῷ ὑμνουμένῳ Θεῷ, ᾧ καὶ τὰς εὐχὰς ἀποδιδόναι προσήκει.
Εὐχὴν δὲ σύνηθες τῇ Γραφῇ καλεῖν τὴν ἐπαγγελίαν ἣν ἐπαγγέλληταί τις τῷ Θεῷ. Διὰ μέντοι τοῦ εἰπεῖν, «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει,» εἴτουν πιστεύσει πᾶς ἄνθρωπος (συνεκδοχικῶς γὰρ τὰ τοιαῦτα λέγεται, ἀπὸ μέρους τοῦ παντὸς δηλουμένου), τὴν κλῆσιν πάντων τῶν ἐθνῶν εὐαγγελίζεται, ἀλλ᾽ οὐχὶ μόνου τοῦ Ἰσραὴλ ὡς διὰ τοῦ νομικοῦ γράμματος. <Λόγοι ἀνόμων ὑπερ[ε]δυνάμωσαν ἡμᾶς.> (E f. 118.) Λόγους ἀνόμων φησὶ τὴν σοφίαν τῶν σοφῶν τοῦ αἰῶνος τούτου, δι᾽ ἧς καὶ ἐξησθένησαν τῆς ἀληθοῦς ἐκπεσόντες γνώσεως. <Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ σου.> (E f. 118 b.) Ἑτοιμάζων φησὶν ἀντὶ τοῦ καταλεαίνειν καὶ εὐπρεπεῖς ἀποφαίνειν· δύνασθαι δέ τινας ἀποπηδᾷν καὶ ἐν ὄρεσι, τουτέστιν ἐν ταῖς ὑψηλοτάταις γίνεσθαι ἀρεταῖς. <Ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης.— Ταραχθήσονται τὰ ἔθνη.> (A f. 326 b, B f. 264, D f. 161 b, G f. 35 b et 36, H f. 110 b, L f. 151 b. Κυρίλλου καὶ Ἀθανασίου.) Θάλασσαν ὀνομάζει τὸν κόσμον, καὶ τὸ πλῆθος ἁπάντων ἐν αὐτῷ κατοικούντων ἐθνῶν. Πρὸς δὲ διάνοιαν, συνταράσσει Χριστὸς οἷόν τι κῦτος καὶ πλάτος θαλάσσης, τὰ πλήθη τῶν ἐθνῶν· μὴ συγχωρήσας αὐτὰ ἠρεμεῖν ἐν ταῖς ἀρχαίαις ἀπάταις, κεκινηκὼς δὲ μᾶλλον εἰς ἐπίγνωσιν τῆς ἑαυτοῦ δυνάμεως καὶ ὑπεροχῆς, καὶ ὥσπερ τινὰς ἤχους κυμάτων ἀνασαλεύσας ἁπάντων τὰς ἐπ᾽ αὐτῷ δοξολογίας. Ποῦ γὰρ ἢ παρὰ τίνων οὐ δοξολογεῖται Χριστός; Καὶ μετ᾽ ὀλίγα.
Καὶ τίνα τρόπον ταραχθήσονται, πάλιν αὐτὸς διερμηνεύει λέγων· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Πεφόβηνται γὰρ τὰ ἔθνη τὸν Χριστόν· ἀκηκόασι γὰρ αὐτοῦ τὰ παράδοξα τὰ διὰ τῆς αὐτοῦ δυνάμεώς τε καὶ ἐξουσίας τετελεσμένα· ἐγνώκασιν ἐκ μνημάτων τοὺς νεκροὺς ἐγειρομένους· ἑνὶ λόγῳ καὶ νεύματι τὸν παράλυτον ἐξ οὕτω μακρᾶς ἀπήλλαξεν ἀῤῥωστίας· τυφλοῖς ἀδοκήτως ἐνετίθει τὸ βλέπειν· θάλασσαν ἀγριαίνουσαν κατεκοίμισε παραδόξως. Τούτων τῶν σημείων ἀκηκοότα τὰ ἔθνη πεφόβηνται δικαίως τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· καὶ τὴν ἀρχαίαν σύντροφον ἀφέντα πλάνην, παρεδέξαντο τὴν πίστιν. Ἢ θάλασσαν ἐνταῦθα τὸ πλῆθος τῶν ἀκαθάρτων πνευμάτων φησὶν, ὃ συνταράσσεται τῇ τοῦ Χριστοῦ παρουσίᾳ.
Διὸ καὶ φοβούμενοι ἔλεγον· «Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς·» ἢ θάλασσαν μὲν τὸ πλῆθος καλεῖ τῶν τυράννων, διὰ τὸ ἁλμυρὸν τῆς εἰδωλολατρείας αὐτῶν· ἤχους δὲ κυμάτων, τὰς κατὰ τῶν μαρτύρων ἐπιβουλὰς καὶ βασάνους, ἃς τίς ὑπέμεινεν εἰ μὴ τῇ δυνάμει Χριστοῦ ἐνεδυναμοῦτο καὶ ἐστηρίζετο; <Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις.> (A f. 327. Κυρίλλου, Ἀθανασίου, Εὐσεβίου.) Καὶ ὅταν ἄρξηται τρέχειν ἡ πρωΐα τῆς ἡμέρας, καὶ ἐν τῇ ἑσπέρᾳ, ὅ ἐστιν ἐν τῇ ἀρχῇ τῆς ἡμέρας καὶ ἐν τῷ τέλει. Καὶ μέντοι ὅταν τὰ μεγάλα σημεῖα θεωρήσαντες οἱ τὴν οἰκουμένην οἰκοῦντες φοβηθῶσι τὸν ἀγαθὸν φόβον, τότε δὴ καὶ εἰς τὰς πρωΐας καὶ εἰς τὰς ἑσπέρας ἐξόδους, τουτέστιν ἐν παντὶ καιρῷ, τέρψις ἔσται αὐτοῖς ἀγαλλιωμένοις ἐφ᾽ οἷς κατώρθωσεν ἡ Χριστοῦ παρουσία. Καὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ δύο ἔξοδοι, ἤγουν πρόοδοι, ἡ μὲν πρωΐας πρὸ πάντων τῶν αἰώνων ἐκ Πατρὸς γενομένη, κατὰ τὸ, «Αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος·» ἡ δὲ ἑσπέρας, ἡ ἐκ Παρθένου, ἥτις ἐπὶ συντελείᾳ τῶν αἰώνων ἀπήντησεν· ἑκάτερα δὲ τέρψις ἐστὶ καὶ ἀγαλλίασις. Ὁ μέντοι Σύμμαχος εἰπών· «Τὰς προσελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας ὑμνολογοῦσι,» τοῦτο δοκεῖ λέγειν, ὅτι καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας, τὴν ἀρεστὴν τῷ Θεῷ προσοίσουσιν ὑμνῳδίαν οἱ τὴν πλάνην καταλιπόντες, τὸν δὲ φύσει γνόντες Θεόν.
Τινὲς δὲ ἐξόδους μὲν πρωΐας τὰ ἀνατολικὰ μέρη τῆς γῆς νοοῦσιν· ἐξόδους δὲ ἑσπέρας τὰ δυτικά.
Ἐνανθρωπήσας οὖν, φησὶ, καὶ πολιτευσάμενος ἐπὶ γῆς, εὐφρανεῖς καὶ τοὺς ἐπὶ τῆς ἀνατολῆς καὶ τοὺς ἐπὶ δυσμῶν.—(C f. 154 b) Ἐν τῷ φωτί σου ἐξαγάγῃς τὰ ἔθνη, καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος πληρώσῃς ταῦτα ἀγαλλιάσεως. <Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν.> (E f. 119) Κατεκόρεσας, φησὶ, τῶν ἄνωθεν ἀγαθῶν τὴν σύμπασαν γῆν, πεπλήρωκας αὐτὴν τῶν πνευματικῶν χαρισμάτων, τοὺς κατὰ πᾶσαν ὄντας τὴν ὑπ᾽ οὐρανόν· ἡμᾶς δὲ τοὺς πεπλανημένους, γῆν ὄντας ξηρὰν ὥσπερ καὶ ἄνυδρον, καρποφόρον ἔδειξας καὶ γονιμωτάτην. <Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.> (E f. 119 b) Θεοῦ ποταμὸς ὁ λόγος αὐτοῦ τυγχάνει.
Αὐτὸς καὶ ζωῆς πηγὴ, καθ᾽ ἃ εἴρηται· «Παρὰ σοῦ πηγὴ ζωῆς.» Τούτου τὰ ὁρμήματα, τουτέστιν αἱ διδασκαλίαι, εὐφραίνουσι τὴν Ἐκκλησίαν. <Ὅτι οὕτως ἡ ἑτοιμασία.> (Cod. M f. 105.) Οὕτως προνοητικώτατα καὶ θεοπρεπῶς· ἐντεῦθεν δηλονότι πρόῤῥησις μελλόντων, καὶ οὐ γεγενημένων διήγησις. <Τοὺς αὔλακας αὐτῆς μέθυσον.> (E f. 116 b. Κυρίλλου καὶ Ἡσυχίου.) Αὔλακάς φησι τὰ βάθη τῆς καρδίας· ἅπερ ὅτ᾽ ἂν μεθυσθῇ τῇ χορηγίᾳ τοῦ Πνεύματος, πλῆθος ἐν ἡμῖν ἀρετῶν βλαστάνει. <Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.> (A f. 328 b, D f. 162, E f. 119 b, L f. 152) Πρὸς δὲ νοῦν, Ἐνιαυτὸς χρηστότητος καρπὸν φέρων εὐσέβειαν, ὁ τῆς ἐπιδημίας Χριστοῦ, ὅτε καὶ εὐλογήμεθα, ἐμφύτῳ χρηστότητι καὶ φιλανθρωπίᾳ χρησαμένου Θεοῦ. Οὕτω καὶ αὐτὸς ὁ Χριστὸς διὰ φωνῆς Ἡσαΐου τοῦ προφήτου φησί· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με,» καὶ ἑξῆς· «καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν.» Δεκτὸς γὰρ ἐνιαυτὸς ἦν, καθ᾽ ὃν ἐνηνθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· εἰσδεδέγμεθα δὲ καὶ ἡμεῖς διὰ πίστεως, προσκομίζοντος ἡμᾶς αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ μετ᾽ ὀλίγα· Ὅταν τοίνυν εὐλογήσῃς τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, τότε καὶ τὰ πεδία σου πλησθήσονται πιότητος.
Πεδίοις δὲ καὶ γαίαις παρεικάζει τὰς τῶν πιστευόντων ψυχὰς, ἃς τοῖς θείοις καὶ πνευματικοῖς χαρίσμασι καταπιαίνει ὁ Θεὸς, ἵνα δύνωνται φέρειν τοὺς τῆς εὐσεβείας καρπούς. <Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.> (A f. 328 b, C f. 134 b, D f. 162, F f. 95 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, Τῆς τοῦ Θεοῦ φανείσης χρηστότητος ἡ πάλαι ἔρημος καρποφορήσει· καὶ οἱ βουνοὶ οἱ ταῖς εἰδωλικαῖς θυσίαις μιαινόμενοι, τοὺς τὸν ἀγγελικὸν αἱρουμένους βίον δεξάμενοι εὐφρανθήσονται.
Ἢ βουνοῖς ἀπεικάζει τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, καὶ λαῶν προεστηκότας, ἤτοι ποιμένας καὶ διδασκάλους. Ὥσπερ γὰρ τῆς ἄλλης ἁπάσης γῆς ὑπερανέχουσι τὰ ὄρη καὶ οἱ βουνοὶ, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ἁγίων μυσταγωγῶν ἀξία ὑψηλοτέρα τῶν ἄλλων ἐστίν. Οὗτοι καὶ ἀγαλλίασιν περιζώννυνται, τουτέστιν, τὴν τοῦ Πνεύματος παράκλησιν ἔχουσιν ἐν ἑαυτοῖς. <Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.> (E f. 120) Τότε καὶ αἱ κοιλάδες, τουτέστιν αἱ Ἐκκλησίαι, τὸν σῖτον ἐκεῖνον ἐπλήθυναν, περὶ οὗ ὁ Κύριος ἔλεγεν· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Καὶ τίνος χάριν αἱ Ἐκκλησίαι κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
ΨΑΛΜΟΣ ΞΕʹ. <Εἰς τὸ τέλος, ᾠδὴ ψαλμοῦ ἀναστάσεως.> (A f. 329) Προλέγει δὲ κατὰ ταυτὸν καὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ σωτηρίαν, καὶ τὴν ἀνάστασιν τῶν ψυχῶν αὐτῶν τὴν γενομένην εὐαγγελίζεται· κατὰ τὸ εἰρημένον· «Ὁ ἀνιστῶν ἀπὸ γῆς πτωχόν.» Καὶ μὴν καὶ τῶν ἀποστόλων εἰσφέρεται τὸ πρόσωπον, διδασκόντων ὅσα ὑπὲρ τοῦ κηρύγματος πεπόνθασι τοῦ εὐαγγελικοῦ, καὶ ὡς αἱ θλίψεις εἰς αἰωνίους εὐφροσύνας ἐξήγαγον αὐτούς. Ἔτι μὴν καὶ τοῦ Ἰουδαίων λαοῦ σημαίνεται ἡ ἀποβολή. <Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου!> (A f. 329 b, C f. 135, D f. 162 b, E f. 120 b, F f. 96, G f. 37 b. Κυρίλλου καὶ Ἀθανασίου.) Καὶ οὕτω μὲν πρὸς ἱστορίαν· πρὸς δὲ πνευματικὴν ἔκληψιν, λίαν φοβερὰ τὰ ἔργα Χριστοῦ, εἴτουν αἱ θεοσημεῖαι, καὶ τὸ ἐκποδὼν γενέσθαι τῶν ἀκαθάρτων δαιμόνων τὰ πλήθη· πλῆθος δὲ καὶ περιουσία δυνάμεως ἡ ἀνάστασις αὐτοῦ, καταστρέφουσα μὲν τοῦ θανάτου τὸ κράτος, ἅπασαν δὲ τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρσίαν ἀνακαινίζουσα. Ἀλλ᾽ οἱ τῶν Ἰουδαίων δῆμοι, καίτοι τῶν μεγάλων Χριστοῦ θαυμάτων γεγονότες θεωροὶ, δέον ἀποθαυμάζειν τὸν τερατουργὸν, ἐκ δὲ τῶν ἐναντίων δυσφημοῦντες ἔλεγον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Καὶ μετ᾽ ὀλίγα. Ἐπιπλήττει τοίνυν αὐτοῖς ὁ μακάριος Ψαλμῳδὸς λέγων· «Εἴπατε τῷ Θεῷ· Φοβερὰ τὰ ἔργα σου.»
Παύσασθε, φησὶ, τὴν οὕτως ἀσελγῆ καὶ ἀχάλινον ἀφιέντες γλῶτταν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἔθος δὲ τοῖς ἁγίοις οὐ μετρίως ἀγανακτεῖν ἐφ᾽ οἷς ἂν πλημμελῶσί τινες εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Καὶ ὁ μὲν μακάριος προφήτης Δαβὶδ πραότερον αὐτοῖς ἐπιτιμᾷ λέγων· «Εἴπατε,» καὶ τὰ ἑξῆς. Ὁ δέ γε προφήτης Ἡσαΐας θερμότερον τοῖς ὑβρίζουσιν ἐπιπηδᾷ λέγων· «Υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης.» Καὶ μετ᾽ ὀλίγα· «Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας;» Οὐκοῦν ἐπειδὴ ἀπειθοῦντας ἑώρα, ἀφεὶς τὸ πρὸς αὐτοὺς διαλέγεσθαι, τῷ συκοφαντουμένῳ Χριστῷ προσομιλεῖ λέγων· Πολλή σου ἡ δύναμις, εἰ καὶ οἱ ἐχθροί σου ἐψεύσαντό σε· ἑκουσίως πρὸς τὸ φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς μύσαντες, καὶ μηδὲ τῶν θαυμάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Πλήθει γὰρ δυνάμεως τοῦ Κυρίου ἡμῶν ἐκτελέσαντος τὴν οἰκείαν ἐκ νεκρῶν ἀνάστασιν κατὰ τὸ ἀνθρώπινον, οἱ ἐχθροὶ αὐτοῦ Ἑβραῖοι ἐψεύσαντο αὐτὸν, τουτέστιν ἐνδιέβαλλον τὴν ἀνάστασιν.— Ἐχθροὺς δὲ καὶ ψεύστας τοὺς τῶν Ἰουδαίων διδασκάλους δηλοῖ, ψευσαμένους τὴν ἀνάστασιν, καὶ τοῖς στρατιώταις δόντες ἀργύρια. <Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι.> (A f. 330. Κυρ., Ἀθαν., καὶ τοῦ Νύσσης.) Εἰ καὶ Ἰουδαῖοι, φησὶν, ἀρνήσονταί σε, ἀλλ᾽ ἀντ᾽ ἐκείνων ὑποκλιθήσεταί σοι καὶ προσκυνήσει πᾶσα ἡ γῆ, ἤτοι τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν.
Οὐκέτι γὰρ ἐν Ἱερουσαλὴμ ἡ προσκύνησις, τῆς νομικῆς παυσαμένης σκιᾶς, κατὰ τὸ, «Προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ·» καὶ τῆς προσκυνήσεως γενομένης ἐν πνεύματι καὶ ἀληθείᾳ, καταλλήλων ἔργων πραττομένων τῇ προσκυνήσει Θεοῦ, τῆς αὐτοῦ προσηγορίας ἐπικληθείσης αὐτοῖς. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ᾽ ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων ὑμνεῖται Θεὸς, καὶ ὁ Δεσπότης Χριστὸς Ὕψιστος παρὰ πάντων καλεῖται. <Ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾽ αὐτῷ.> (A f. 330 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πὸς δὲ νοῦν, Ἐκεῖ σὺν Χριστῷ βασιλεύσομεν, ἡνίκα τοῦ νέου αἰῶνος βασιλεύσει, καὶ εὐφρανθησόμεθα ἐπ᾽ αὐτῷ· εὐφραινόμεθα δὲ ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ ῥᾴδια. —Ἐκεῖ γὰρ ἡμῶν ἀπομάττεται τὸ δάκρυον, ἐκεῖ πάσης ἡμᾶς ἐξίστησι λύπης, φιλανθρώπως ἐπιφωνῶν τε καὶ λέγων· «Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» <Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.> (E f. 121 b, F f. 96 b) Παραπικραίνοντας Ἰουδαίους καλεῖ. —Τουτέστι, μὴ μέγα φρονείτω καὶ νῦν ὁ ὑπέροπτος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψηλὴν ἐπαιρέτω τὴν ὀφρύν.
Μὴ λεγέτω καθ᾽ ἑαυτόν· Ἐγὼ γέγονα πρωτότοκος ἐν τέκνοις Θεοῦ, ἐγὼ πατέρα τὸν Ἀβραὰμ ἔχω. Μὴ μέγα φρονείτω, ἴστω δὲ μᾶλλον ὅτι διὰ τῆς ἀπειθείας παρεπίκραναν ἐφ᾽ ἑαυτοῖς τὸν τιμήσαντα Θεόν. <Ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.> (B f. 268, E f. 121 b, H f. 120 b) Ὅταν, φησὶν, ἀκούσητε παρ᾽ ἡμῶν τίνα τρόπον προσήκει δοξολογεῖν, τότε μεθ᾽ ἡμῶν εὐλογήσατε, οὐκέτι ὡς πάλαι τοὺς ψευδωνύμους θεοὺς, ἀλλὰ τὸν Θεὸν ἡμῶν.
Τουτέστι, διδάχθητε παρ᾽ ἡμῶν, καὶ τότε δοξολογήσατε μεθ᾽ ἡμῶν, στεφανοῦντες ἀεὶ ταῖς ἀκαταλήκτοις εὐφημίαις τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. <Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.> (A f. 331 b, B f. 268, H f. 121 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, Τὰς θλίψεις τὰς γενομένας διὰ τὸ κήρυγμα τοῖς ἀποστόλοις τὸ Πνεῦμα προαναφωνεῖ ἐκ προσώπου αὐτῶν ταύτας καταλέγον.
Ὥσπερ γὰρ ὁ ἄργυρος πυρὶ τηκόμενος εὖ μάλα διακαθαίρεται, οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ παντὸς ἀπαλλάττονται ῥύπου, ταῖς τῶν πειρασμῶν ἐφόδοις προσβάλλουσαι νεανικῶς· καὶ ἡ αὐτῶν εὐδοκίμησις διὰ πυρώσεων γίνεται, δοκιμαζομένων ὡς διὰ πυρός.
Ταύτας τὰς φωνὰς τοῖς ἁγίοις μάρτυσιν ὁ Παῦλος ἀνατίθησιν. Ἀλλὰ καὶ οἱ διὰ πυρὸς καὶ ὕδατος τοῦ ζέοντος θυμοῦ, καὶ τῆς διακεχυμένης ἡδονῆς καὶ ἐπιθυμίας διελθόντες, καὶ μὴ ἐναπομείναντες τούτοις τοῖς πάθεσιν, εὑρίσκουσι τὴν ἀνάψυξιν. (D f. 163 b, G f. 39, L f. 154) Ὁ τοῦ Σωτῆρος ἡμῖν προσπεφώνηκε μαθητής· «Ἀδελφοὶ, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει, πρὸς πειρασμὸν ὑμῖν ἐγγινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθ᾽ ὃ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε.» Πύρωσιν δέ φησιν ἐν τούτοις τὴν διὰ πόνων δοκιμασίαν.
Χρὴ γὰρ ἡμᾶς ἐν τούτοις ὁρᾶσθαι νεανικοὺς, «Εἰδότας ὅτι τὸ δόκιμον ἡμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν. Ἀλλ᾽ ἡ ὑπομονὴ, φησὶ, ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.» Καὶ μετ᾽ ὀλίγα. Οὐκοῦν οἱ γενναίως διενεγκόντες τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ εὐδοκιμεῖν εἰωθότες διὰ πειρασμῶν, εἶτα νενικηκότες, καὶ εἰς τὸ τῆς ἐλπίδος καταντήσαντες τέλος, λέγουσι· «Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» (E f. 122) Πύρωσιν δὲ, ὡς ἔφην, ὀνομάζει τὴν ἐν τοῖς ἀγῶσι θλίψιν· ὕδασι δὲ πάλιν ἀφομοιοῖ τὰς τῶν διωκόντων ἐπηρείας, ἤτοι τὰς ἀκαθέκτους ὁρμὰς καὶ τὰς ἀφορήτους ἐφόδους· ἀφόρητος γάρ ἐστιν τῶν ποταμίων ὑδάτων ἡ ἔφοδος. <Ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν.> (K f. 118 b) Ποῦ γὰρ ἡ τοῦ παλαίειν εἰδότος εὐτεχνία διαγινώσκεται, ἢ δῆλον ὅτι προτεθέντων ἀγώνων, καὶ στεφάνων ἐπηγγελμένων; Ποῦ δὲ ὁ στρατιώτης; ἆρ᾽ οὐχὶ καιροῦ καλοῦντος εἰς μάχην; Οὐκοῦν καὶ τὸν γενναῖον τῆς ἀσεβείας ἐραστὴν δοκιμάζουσιν οἱ πόνοι, καταλαμπρύνουσιν οἱ πειρασμοί. Θεὸς γὰρ εἰσήγαγεν εἰς τὴν παγίδα, οὐκ ἀρτύσας τὸν πειρασμὸν, συγχωρήσας δὲ μᾶλλον τὸ πειράζεσθαι, ἵνα φαίνωνται γνήσιοι, ἵνα τὸν ἀμαράντινον κομίσωνται στέφανον. <Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι, κ.τ.λ.> (A f. 331 b. Κυρίλλου, Ἀθανασίου, Βασιλείου.)
Πρὸς δὲ διάνοιαν, πνευματικὰ πάντα καὶ τὰ ὁλοκαυτώματα καὶ οἱ βόες καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται. Καὶ μετὰ κριῶν δὲ ἡ προσφορὰ γίνεται.
Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ὁρμὴν ἔχουσαι· ἢ λογισμοὶ ἡγεμονικοὶ τὰ πάθη κερατίζοντες. Βοῦν δὲ ἱερουργεῖ ὁ προσάγων θυσίαν ζῶσαν ἑαυτὸν διὰ πράξεως· ἀναλογεῖ γὰρ τῷ ἐκ τῆς γῆς πλασθέντι σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον ὁ βοῦς. Χίμαροι δὲ, τὰ μετανοίας ἔργα· περὶ ἁμαρτίας γὰρ προσεφέροντο. Θυμίαμα δὲ ἡ ἀποπνέουσα τῶν καθαρῶν ψυχῶν εὐωδία. <Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι.> (B f. 269, H f. 124) Οὐκ ἀρχαίων διηγημάτων ποιεῖται μνήμην, ἀλλ᾽ οὐδὲ τίνα τρόπον ἐξ Αἰγύπτου λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ· διδάσκει δὲ οὐ καθ᾽ ἅ φησιν τὸ γράμμα τὸ νομικὸν, ἀλλ᾽ ὡς νέας διαθήκης κηρύξας τὰ νέα, τοῦ Σωτῆρος ἡμῶν θαυμάζει κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ἐχαρίσατο ψυχαῖς. <Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.> (A f. 332, B f. 269, E f. 123, G f. 59 b, H f. 124, L. f. 154 b) Τί δὴ ἆρά ἐστι τὸ, «Ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου,» ἀναγκαῖον ἀκριβολογουμένους ἰδεῖν. Τινὲς μὲν γὰρ προσευχόμενοι, τὰς Ἰουδαϊκὰς μιμοῦνται κακίας, καὶ τὴν τῶν ἀνοσίων Φαρισαίων ζηλοῦσι φιλοδοξίαν, ὑψηλῇ καὶ μεγάλῃ κεχρημένοι τῇ φωνῇ· νομίζουσι γὰρ, κατὰ τὸ εἰκὸς, ἐκ πολλῆς ἄγαν ἀμαθίας, ὡς εἰ μὴ μέγα κράξαιεν, οὐκ ἂν ἀκούσοι Θεός.
Δεῖ οὖν, ἡμᾶς πάντας εἰδότος Θεοῦ καὶ τὰ ἐν τῇ καρδίᾳ, ἠρέμα καὶ λεληθότως πρὸς αὐτὸν εὔχεσθαι· καὶ ἀνακεκραγέτω μὲν ὁ νοῦς πρὸς τὸν Θεὸν διὰ τὸ συντείνεσθαι τὴν αἴτησιν. Οὕτως ἡμᾶς αὐτὸς προσεύχεσθαι ἐδίδαξεν ὁ Σωτὴρ λέγων· «Σὺ δὲ ὅτ᾽ ἂν προσεύχῃ,» καὶ τὰ ἑξῆς. Τί οὖν δηλοῖ τὸ, «Πρὸς αὐτὸν ἐκέκραξα;» Τὴν ἔνδον ἐνταῦθα λέγει κραυγὴν τὴν σύντονον, ἣν ἡ πεπυρωμένη καρδία ἔτικτεν. <Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος.> (E f. 123, G f. 39 b) Καλὴ τῶν ἁγίων παῤῥησία· καθαρὸν γὰρ ἔχουσι τὸ συνειδὸς ἀπὸ πάσης ἀδικίας.
Καὶ ἕτερόν τι καύχημα προσφέρει Θεῷ, τὸ ἔξω πάσης ἀδικίας γενέσθαι· διὸ καὶ εἰσακούεσθαι θαῤῥεῖ. Ὁ δὲ Σύμμαχος οὕτως· «Ἀδικίαν εἰ προεῖδον ἐν καρδίᾳ μου, μὴ ὑπακούσῃ Κύριος.» Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι καὶ τῆς ἐπανόδου τυχεῖν, ἄδικά τινα δράσσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι· ὅτι δὲ οὐ ψεύδομαι, τὰ πράγματα μαρτυρεῖ. Οὐκ εἶπεν εἰ ἐθεώρησα, ἀλλ᾽ εἰ ἐθεώρουν. Τὸ μὲν πρῶτον, ὀλιγοχρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν· τὸ δὲ δεύτερον, πολυχρονιώτερον. <Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου.> (G f. 39 b) Καθαρὸν γάρ με τοιούτων λογισμῶν θεασάμενος, φιλοτιμίᾳ τῶν οἰκείων ἠξίωσε δωρεῶν· οὕτω ταῦτα διηγησάμενος, τῶν εὐσεβῶν ὁ χορὸς εἰς ὕμνον συμπεραίνει τοὺς λόγους· τοῦ καθαρὰν ἔχοντος τὴν καρδίαν μὴ ἀφίστατο ἡ καθαρὰ προσευχή. Ἡ δὲ προσευχὴ, καὶ τὸ ἔλεον δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμαι παρὰ Θεῷ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.