Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία στους Ψαλμούς ΠΓ΄ έως Ϟ΄

Σχολιασμός των ψαλμών ΠΓ΄ έως Ϟ΄, με αναφορά στην Εκκλησία, την προστασία από τα πονηρά πνεύματα και την αναίρεση των αιρετικών παρερμηνειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 21 από 23

Οὐχὶ ἡ ψυχὴ δὲ μόνη γάννυται καὶ ἀγάλλεται, ἀλλὰ καὶ τὸ σῶμα κεκοινώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ ὁ λόγος αἰνίττεται. Διὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγόρευσεν, ὡς ζωῆς ὑπάρχοντα χορηγόν. Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλώνιοι θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμετέρων προγόνων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, καὶ μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες, ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσι. [<Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου.> Ἐν γὰρ ταῖς ἐκκλησίαις μάλιστα τὰς τῆς σωτηρίας συλλέγουσιν ἀφορμὰς οἱ τῶν ἁγιοπρεπῶν σπουδασμάτων ἐπιστήμονες· λαλεῖ γὰρ ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον διὰ προφητῶν ἁγίων, διὰ φωνῆς ἀποστόλων καὶ εὐαγγελιστῶν. Καὶ ὥσπερ ἐν ἰατρείῳ πολλοὶ μὲν οἱ νοσοῦντές εἰσιν, ἐσθότε καὶ κατὰ διαφόρους τρόπους, ἔξεστι δὲ ἑκάστῳ τῆς προσφόρου θεραπείας τυχεῖν· οὕτω καὶ ἐν ταῖς ἐκκλησίαις εὑρίσκομεν.] <Ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο.> (E f. 174) Καὶ ποίας ἀναβάσεις; Τὰς εἰς οὐρανὸν δηλονότι. Διενθυμούμεθα γὰρ καθ᾽ ἑαυτοὺς, καὶ ἐν ἐλπίσιν ἐσμὲν ὅτι εἰς τὴν ἄνω πόλιν ἀναβησόμεθα, τὴν τῶν ἁγίων μητέρα, τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν, κἀκεῖ συνεσόμεθα τῷ πάντων Σωτῆρι Χριστῷ. [Θεὸς θεῶν ὁ ὀφθεὶς κατὰ σάρκα.

Μὴ τοίνυν ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις κατακολουθεῖν σπουδάζωμεν, πιστεύωμεν δὲ μᾶλλον ὅτι καὶ Υἱός ἐστιν ἀληθῶς, καὶ ἐκ Θεοῦ Θεὸς, ὁ κατὰ σάρκα ἐκ γυναικὸς ὁ δι᾽ ἡμᾶς καταβεβηκὼς ἐν τοῖς καθ᾽ ἡμᾶς, ἵνα ἡμᾶς εἰς τὴν ἰδίαν ἀνακομίσῃ δόξαν, ἵνα ἐν αὐτῷ τὸ δοῦλον υἱοποιηθῇ· πλουτήσῃ τὸ ἐν πτωχείᾳ· κρεῖττον γένηται θανάτου τὸ ὑπὸ φθορὰν, ἅγιον τὸ ὑφ᾽ ἁμαρτίαν.

Ταῦτα γὰρ πάντα πεπλουτήκαμεν διὰ τῆς ἐπιφανείας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.] <Κύριε ὁ Θεὸς τῶν δυνάμεων.> (B f. 360, E f. 174 b, G f. 96, H f. 338, K f. 152 b, L f. 199) Κύριον δὲ τῶν δυνάμεων καὶ Θεὸν Ἰακὼβ ὀνομάζει Χριστὸν, ἵνα μή τις πρόσφατον αὐτὸν νομίσῃ Θεὸν διὰ τὴν κατὰ σάρκα γέννησιν, πιστεύωμεν δὲ μᾶλλον ἐκεῖνον ὑπάρχειν, ᾧ καὶ αὐτοὶ λελατρεύκασιν οἱ τοῦ Ἰσραὴλ πατέρες, ὃν ἐν προγνώσει τεθέανται, οὗ τὸ μυστήριον οὐκ ἠγνόησαν, ἀποκαλύπτοντος δηλονότι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ διὰ τῆς φωταγωγίας τοῦ ἁγίου Πνεύματος. <Ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν με ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν.> (G f. 96 b) Τῆς σῆς κηδεμονίας, ὦ Δέσποτα, ὁ σὸς λαὸς ἀπολαύων ἀεὶ τῷ σῷ προσεδρεύει ναῷ, πολλὴν ἐντεῦθεν τὴν ὠφέλειαν καρπούμενος. Ἃ γὰρ ἐν μιᾷ τῇ σῇ ἡμέρᾳ ἐδρέψατο, οὐκ ἂν ἐτέρωθεν συναγάγοι, πολλὰς ἀναλώσας ἡμερῶν χιλιάδας. Ταῦτα μὲν καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσιν ἀνθρώποις συμβιωτεύειν ἠναγκασμένοις, κέρδος δὲ ἐντεῦθεν ποριζομένοις οὐδὲν, λογιζομένοις τὴν ἀπὸ τοῦ Θεοῦ νεῶ πάλιν ὠφέλειαν. [<Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος.> Καλὴν τῷ ψαλμῷ ὁ προφήτης σφραγίδα ἐπέθηκε τὴν εἰς Θεὸν ἐλπίδα, ἧς μακάριον ἔχεσθαι· ἄγκυρα γὰρ τῷ χειμαζομένῳ, τῷ δὲ πολεμουμένῳ τεῖχος ἀῤῥαγὲς γίνεται.]

ΨΑΛΜΟΣ ΠΕʹ. <Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.> (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ καθ᾽ ὅλην τὴν ἡμέραν, ἤγουν ἐν παντὶ καιρῷ. Χρὴ γὰρ ἡμᾶς ἀδιαλείπτως προσπίπτειν τῷ Θεῷ, καὶ παρ᾽ αὐτοῦ τὸν ἔλεον ἐπιζητεῖν.

ΨΑΛΜΟΣ ΠΖʹ. <Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.> (E f. 179) Ὄρεσι παρεικάζει τὴν Ἐκκλησίαν ἡ θεόπνευστος Γραφὴ, διὰ τὸ ὑψηλὸν τῶν ἐν αὐτῇ θείων δογμάτων. —Ὄρη οὖν νοοῦμεν τὰς Ἐκκλησίας, ἤτοι τοὺς ἐν αὐταῖς. Ναοὶ γάρ ἐσμεν Θεοῦ ζῶντος, καὶ οἶκος Θεοῦ κατὰ τὰς Γραφάς. Ποῖα δὲ αὐτά ἐστι τὰ θεμέλια ἃ τίθησιν ἐν ἡμῖν Χριστὸς, διδάξει λέγων ὁ Παῦλος· «Πίστις, ἐλπὶς, ἀγάπη· καὶ πρὸς ἐπὶ τούτοις ἀνδρεία καὶ ὑπομονὴ, σωφροσύνη καὶ ἐγκράτεια, πραότης καὶ μακροθυμία,» καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς. (F f. 143 b) Ἡ ἐπίγειος Σιὼν, ἡ κατὰ τὴν Ἰουδαίαν χώραν, μέρος μέν ἐστι τῆς Ἱερουσαλὴμ, ὑψηλὴ δὲ καὶ ὥσπερ ἐν ὄρει διακειμένη· διὰ τοῦτο καὶ ἑρμηνεύεται σκοπευτήριον. Ταύτῃ τοίνυν τῇ ὡς ἐν ὄρει διακειμένῃ Σιὼν ἀπεικάζει τὴν Ἐκκλησίαν, ἤγουν τὴν τῶν πιστευσάντων πληθὺν, τὸ Γράμμα τὸ ἱερόν. Ὑψηλὴ γὰρ, οὐδὲν ἔχουσα ταπεινόν· οὐδὲ γὰρ ἀξιοῖ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, ζητεῖ δὲ μᾶλλον τὰ ἄνω· καὶ οἱ τῆς Ἐκκλησίας δὲ τρόφιμοι περιπατοῦσι μὲν ἐπὶ γῆς, ἔχουσι δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς.

ΨΑΛΜΟΣ ΠΗʹ. <Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου.> (F f. 147, K f. 158 b) Ἐγήγερται ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα Χριστὸς, καὶ ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἦν ὁ μακάριος Δαβίδ. <Ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου.> (F f. 148 b) Βραχίονα δὲ τοῦ Πατρὸς ὀνομάζει τὸν Υἱόν· ἐνεργεῖ γὰρ δι᾽ αὐτοῦ τὰ πάντα, καθάπερ ἀμέλει καὶ ἡμεῖς αὐτοὶ διὰ τῆς ἑαυτῶν χειρὸς πάντα ποιεῖν εἰθίσμεθα. <Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται.> (F f. 148 b) Ἐν τῷ φωτὶ τῷ διὰ τοῦ Πνεύματος τῷ ἐκπεμπομένῳ διὰ τοῦ σοῦ προσώπου, τουτέστι τοῦ σοῦ Υἱοῦ, πορεύσονται. Ὁδηγεῖ γὰρ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἕκαστα τῶν ἐν φωτὶ πρακτέων. <Ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.> (F f. 148 b, K f. 159) Ἀεὶ γὰρ ἡμᾶς στεφανοῖ τὸ καλὸν ὄνομα τοῦ Χριστοῦ τὸ ἐπικληθὲν εἰς ἡμᾶς· ὠνομάσμεθα γὰρ διὰ Χριστὸν Χριστιανοί. [<Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.> Ὁ Σωτὴρ ἔφασκε· «Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα ποιήσω αὐτά· αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι αὐτός με ἀπέσταλκε.» Καὶ πάλιν· «Ἀπ᾽ ἐμοῦ λαλῶ οὐδέν· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.»

Καὶ τοῦτό ἐστιν ὃ λέγει νῦν ὁ Πατὴρ περὶ αὐτοῦ· «Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.]» <Τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.> (F f. 149 b, K f. 160) Μετὰ γὰρ τὸν τοῦ Σωτῆρος σταυρὸν δειναῖς καὶ ἀφύκτοις περιπέπτωκε συμφοραῖς ἡ τῶν Ἰουδαίων συναγωγή. Παρεδόθησαν γὰρ εἰς χεῖρας ἐχθρῶν, οἳ καὶ πᾶσαν αὐτῶν ἠρήμωσαν τὴν χώραν· καὶ διεσκορπίσθησαν. <Ὑψωθήσεται τὸ κέρας αὐτοῦ.> (F f. 149 b) Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ κέρας ὀνομάζειν, ἐπὶ μὲν τῶν ἁμαρτωλῶν, τὴν ὑπεροψίαν· ἐπὶ δὲ τῶν δικαίων, τὴν δόξαν. [Τοῖς ὀνόμασι τοῖς μάλιστα πρέπουσι τῷ Πατρὶ καὶ αὐτὸς ὁ Υἱὸς δοξάζεται· οἷόν τί φημι, Θεὸς ἀληθινὸς, ὁ Πατὴρ τοῦτό ἐστι καὶ ὁ Υἱός· αὐτὸς γάρ ἐστιν «ἡ ἀλήθεια καὶ ἡ ζωή.» Καὶ τοῦτο ἔλεγε πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Ὅτι πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.»] [<Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ.> Θήσει δὲ αὐτὸν ὁ Θεὸς καὶ πρωτότοκον, καθὰ καὶ Παῦλος ὁ μέγας φησίν· «Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·» καὶ πάλιν· «Πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ πρωτότοκος πάσης κτίσεως.» Ἔλεγε δὲ καὶ ὁ Σωτὴρ τῇ Μαρίᾳ· «Πορευθεῖσα, εἶπε τοῖς ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.»

Καὶ γὰρ μονογενὴς μέν ἐστιν ὡς Θεὸς, πρωτότοκος δὲ ὡς ἄνθρωπος· ἀδελφοὺς γὰρ ἔχει τοὺς πεπιστευκότας, καὶ Πατέρα ἑαυτοῦ καλεῖ τὸν Θεὸν ὡς Θεός· Θεὸν δὲ αὐτοῦ πάλιν ὡς ἄνθρωπος.] <Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ.> (F f. 150, K f. 160 b) Αὐτῷ μὲν τῷ πεπιστευκότι δι᾽ αὐτοῦ λαῷ φησι· ἔλεος δὲ τὴν διὰ πίστεως ἄφεσιν.

Πιστὴ δὲ διαθήκη ἀντὶ τοῦ ἀσφαλὴς καὶ βεβαία καὶ μένουσα· ἡ μὲν γὰρ πρώτη διαθήκη πέπαυται διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. «Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.» Πέπαυται μὲν γὰρ ἡ πρώτη διαθήκη σκιᾶς ἔχουσα τύπον, καὶ μόνον τῆς ἀληθείας τὴν μόρφωσιν· εἰσαγωγὴ δὲ γέγονεν ἡμῖν κρείττονος ἐλπίδος, δι᾽ ἧς ἐγγίζομεν τῷ Θεῷ, ὡς ὁ μακάριος γράφει Παῦλος. <Ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος.> (F f. 150 et 151, K f. 160 b) Θρόνον φησὶν ἐν τούτοις τὴν ἀρχὴν αὐτοῦ, τουτέστι τὴν Ἐκκλησίαν.

Χριστοῦ δὲ θρόνος ἡ Ἐκκλησία· ἐπαναπαύεται γὰρ αὐτῇ, καθ᾽ ἃ καὶ ἐν τοῖς ἁγίοις ἀγγέλοις. Γέγραπται γάρ· «Ὁ οὐρανός μοι θρόνος.» Καὶ ἡ μὲν ἐν τοῖς οὐρανοῖς Ἐκκλησία θρόνος ἐστίν· ὁμοίως δὲ πάλιν καὶ ἡ ἐπὶ γῆς θρόνος τοῦ πάντων ἡμῶν κρατοῦντος Θεοῦ. Ἔσται οὖν, φησὶ, ἡ Ἐκκλησία Χριστοῦ καταστράπτουσα καὶ φωτίζουσα τὴν ὑπ᾽ οὐρανὸν, καὶ μένουσα διηνεκῶς ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη.

Ὥσπερ οὐδεὶς ἐν οὐρανοῖς τὸν ἡλίου καὶ σελήνης κύκλον σβέσαι δυνήσεται, οὕτως οὐδεὶς ἐν ἀνθρώποις ἀμαυρώσει ποτὲ τὰς τῆς Ἐκκλησίας αὐγὰς, ἤτοι τὴν λαμπρότητα τὴν νοητήν· φαίνει δὲ ἀεὶ καθάπερ ὁ ἥλιος καὶ ἡ σελήνη. <Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, κ.τ.λ.> (F f. 151 b, K f. 161) Ἀντὶ τοῦ, ἀπωσθῆναι καὶ ἐξουδενωθῆναι συγκεχώρηκας. Οὐ γὰρ ὁ Πατὴρ ἀπώσατο καὶ ἐξουδένωσεν τὸν ἴδιον Υἱὸν, Ἰουδαῖοι δὲ μᾶλλον τοῦτο πεπράχασι, πλὴν κατὰ συγχώρησιν τοῦ Θεοῦ καὶ Πατρός. «Ἀνεβάλου τὸν Χριστόν σου,» τουτέστιν, ὑπερέθου πληρῶσαι τὰς ἐπαγγελίας τὰς περὶ αὐτοῦ. Πῶς δὲ ὑπερέθετο; Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ἐπηγγείλω, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει· αὕτη γὰρ γέγονεν ἡ παρὰ σοῦ περὶ αὐτοῦ διαθήκη· ἀλλ᾽ ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, κατελογίσθη μετὰ νεκρῶν. Πέπονθε, φησὶ, καὶ ἐσταυρώθη. Οὐκοῦν κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου· εἰς τὴν γῆν ἐβεβήλωσας τὸ ἁγίασμα αὐτοῦ· ἔῤῥιψας, φησὶν, εἰς τὴν γῆν τὴν δόξαν αὐτοῦ.

Ὅσον γὰρ ἧκεν εἰς τὸ παθεῖν, ψιλὸς ἄνθρωπος ἐνομίσθη. Ἀλλ᾽ οὐ μεμένηκεν ἐν νεκροῖς, οὔτε μὴν ἀδοξίαν τινὰ προσετρίψατο τὸ πάθος αὐτῷ, ἀλλ᾽ ἐδοξάσθη μᾶλλον δι᾽ αὐτοῦ. Πλὴν τὰ συμβεβηκότα φασὶν οἱ προφῆται. <Οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.> (F f. 152, K f. 161) Ἐπειδὴ γὰρ ὅλως Θεὸς ὢν φύσει καὶ Υἱὸς ἀληθινὸς καὶ τῶν δυνάμεων Κύριος ἠνέσχετο παθεῖν, καί τοι μὴ παθεῖν δυνάμενος, εἴπερ ἤθελεν μὴ παθεῖν, σεσίγηκας δὲ καὶ αὐτὸς, ὦ Πάτερ, διὰ τοῦτό φαμεν ὅτι οὐκ ἀντελάβου αὐτοῦ.

Πόλεμον δὲ ὀνομάζει τὸν καιρὸν τοῦ τιμίου σταυροῦ, ὅτε κατεστρατεύοντο τῆς δόξης τοῦ Χριστοῦ Ἡρώδης τε καὶ Πόντιος Πιλάτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, καὶ αὐτὸς πάντως ὁ Σατανᾶς. <Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν.> [Cod. M f. 159] Τὸ κατέλυσας, ἀντὶ τοῦ κατήνεγκας· τὸ γὰρ λυόμενον καταφέρεται. Κατήνεγκας τοίνυν ἀπὸ καθαρισμοῦ αὐτοῦ, τουτέστι, ἀπὸ τοῦ πιστεύεσθαι ὅτι καθαρός ἐστιν. Ὑπενοήθη γὰρ εἶναι πονηρὸς, καὶ ὡς ἁμαρτωλὸς κατεκρίθη. [<Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.> Ἐπειδὴ πέπονθε σαρκικῶς, καὶ γέγονεν ἐν νεκροῖς ἐλεύθερος, καὶ ἐνόμισαν οἱ σταυρώσαντες ὅτι πεπονθὼς συνεστάλη, καὶ πέπαυται τοῦ καὶ ὅλως εἶναι καὶ ὀνομάζεσθαι· διὰ τοῦτο τὰς τῶν σταυρωσάντων ὑπονοίας διερμηνεύει λέγων· «Καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.»] <Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος,> (K f. 161 b) Ὁρᾷς ὅπως βούλεται μαθεῖν τὴν οἰκονομίαν; «Ἕως πότε, Κύριε;» τουτέστι, μέχρι τίνος ἰσχύσει τὰ τῶν Ἰουδαίων τολμήματα; Ἀπέκτειναν, φησὶ, τὸν ἀρχηγὸν τῆς ζωῆς. Ἆρα κείσεται νεκρός; Ἆρα ἀποστρέψει εἰς τέλος, καὶ ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;

Ἡ ἀποστροφὴ δὲ καὶ ὀργὴ οὐ κατὰ Χριστοῦ· μὴ τοῦτο νόμισον, ἀλλ᾽ ἡ καθ᾽ ἡμῶν· ἡμεῖς γὰρ πολυτρόπως πεπλημμελήκαμεν, τῆς τρυφῆς ἐκπεπτώκαμεν, ὡς ἔν γε τοῖς πρωτοπλάστοις φημί. <Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;> (F f. 152 b, K f. 161 b) Ἀληθὲς οὖν ὅτι οὐ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων· μαρτυρήσει καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις· ἀπεθάνομεν ἐν Ἀδὰμ, ἀλλ᾽ ἐζήσαμεν ἐν Χριστῷ. <Ποῦ ἐστιν τὰ ἐλέη σου τὰ ἀρχαῖα;> (M f. 160.) Ἀρχαῖα ἐλέη τοῦ Θεοῦ φησιν, ἡ πρὸ καταβολῆς κόσμου ὡρισμένη, εἰς ἀφθαρσίαν ἀναστοιχείωσις. <Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν.> (F f. 153) Δεχόμεθα γάρ πως εἰς κόλπους τὰ δῶρα ὅταν προσφέρουσί τινες. Μνησθῆναι δὲ παρακαλοῦσι Θεὸν τῆς ὑποσχέσεως δοθείσης ἐν τῷ κόλπῳ πολλῶν ἐθνῶν. Τί γὰρ ὑπέσχετο τοῖς ἔθνεσιν ὁ Σωτήρ;

Ἁμαρτίας ἄφεσιν, θανάτου λύσιν, σωτηρίαν καὶ ζωήν. <Οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.> (F f. 153) Τουτέστι τὴν Ἐκκλησίαν, ἤτοι τοὺς πιστεύοντας εἰς αὐτόν· τούτους γὰρ εἶναί φαμεν τὴν Ἐκκλησίαν. Εἴρηται δὲ ἀντάλλαγμα διὰ ποίαν αἰτίαν;

Ἀντὶ γὰρ τῆς Ἰουδαίων Συναγωγῆς δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν.

ΨΑΛΜΟΣ ϙʹ. <Ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν.> (B f. 373 b, H f. 393 b) Ὁρᾷς ὅσην ἔχει παῤῥησίαν παρὰ Θεῷ; ὅλον γὰρ ἑαυτὸν ὥσπερ ἀναθεὶς αὐτῷ, ἐπ᾽ αὐτῷ πᾶσαν ἔχει τοῦ σώζεσθαι τὴν ἐλπίδα. Τρισμακάριος δὲ ὁ τοιοῦτος, καὶ ἁπάσης εὐημερίας ἔσται μεστός. Ψάλλει γοῦν ὁ μακάριος Δαβὶδ καί φησιν· «Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἅνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» <Αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους.> (B f. 373 b, H f. 394) Καὶ ποῖός ἐστιν ὁ ταραχώδης λόγος; Ὁ παρὰ τοῖς ἀνοσίοις αἱρετικοῖς· συγχέουσι γὰρ τὰς τῶν ἀκεραίων καρδίας, δυσφημοῦντες ἀφυλάκτως, καὶ μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται. Οἱ μὲν γὰρ τῆς πρὸς τὸν Πατέρα Θεὸν ὁμοουσιότητος, τό γε ἧκον ἐπ᾽ αὐτοῖς, κατασύρουσι τὸν Υἱὸν, καὶ τῶν ἀνωτάτω καταφέρουσι θρόνων, ἐναριθμοῦντες τοῖς κτίσμασι, καὶ τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην πεποιῆσθαι λέγοντες, καὶ ἐξ οὐκ ὄντων παρῆχθαι πρὸς ὕπαρξιν. Ἕτεροι δὲ τοῦ ἁγίου καταψεύδονται Πνεύματος, κτίσμα λέγοντες καὶ αὐτό· καὶ πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν καταχέοντες κεφαλαῖς. Τί οὖν ὁ Ψάλλων περὶ αὐτῶν; «Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· γεγόνασι γὰρ τῆς ἀληθείας κατήγοροι, καὶ τοῦ ψεύδους συνασπισταί.»

Ταραχώδης οὖν ὁ λόγος αὐτῶν, οὐ γὰρ ἔχει τῆς ἀληθείας τὴν ἀσφάλειαν. <Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας.> (B f. 374, H f. 395) Καὶ τί δὴ τοῦτό ἐστιν; Δύο τρόπους ἴσμεν ἐπιβουλῆς. Ἢ γὰρ ἀφανῶς καὶ λεληθότως, καὶ ὡς ἐν νυκτὶ καὶ σκότῳ λανθάνοντες, ἀρτύουσί τινες οἷς ἂν βούλωνται παγίδας καὶ κατασκευάζουσι δόλους· ἢ ἐναργῶς καὶ ὡς ἐν ἡμέρᾳ καὶ ἐμφανῶς. Οὐκοῦν φόβον μὲν ὀνομάζει νυκτερινὸν τὸν ἔτι λανθάνοντα κίνδυνον, καὶ ὡς ἐν νυκτὶ καὶ σκότῳ κρυπτομένην πανουργίαν· βέλος ἐν ἡμέρᾳ πετόμενον, τὴν ὡς ἐν φωτὶ καὶ ἐναργῶς ἐπιβουλήν. <Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.> (B f. 374 b, H f. 395 b) Δαιμόνιον δὲ μεσημβρινὸν ὀνομάζει τὴν ἀκηδίαν, ἤτοι τὴν ὀλιγωρίαν· συμβαίνει δὲ τοῦτό τισιν ἔσθ᾽ ὅτε. Καὶ μετ᾽ ὀλίγα· Σύμπτωμα τοίνυν πάσχουσί τινες ὅτ᾽ ἂν ὁ νοῦς ὀκλάσῃ πρὸς φιληδονίαν, ὅτ᾽ ἂν ἀτονήσῃ καρδία καὶ κατενεχθῇ πρὸς φιλοσαρκίαν, ὅτ᾽ ἂν ἀκηδιάσῃ πρὸς τὰ τῆς εὐσεβείας ἔργα, καὶ ὀλιγωρήσῃ πρὸς πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς. Ἀλλὰ καὶ τότε σώζει Θεὸς, ἀπαλλάττει γὰρ ἀπὸ συμπτώματος καὶ ἐξ ἀκηδίας, τουτέστι δαιμονίου μεσημβρινοῦ. <Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς.> (C f. 374 b, H f. 396 b) Κλῖτος μὲν γάρ φησιν τὸ μέρος τὸ ἀριστερὸν ἤτοι τὸ πλάγιον.

Οὐκοῦν καὶ εἰ πολλοί τινες εἶεν, φησὶν, καὶ ἀριθμοῦ κρείττονες οἱ τοῖς σεβομένοις Θεὸν ἐπιβουλεύοντες, ἀλλ᾽ ὄψει πίπτοντας αὐτοὺς ἐντεῦθεν κἀκεῖθεν, σὲ αὐτὸν δὲ παραδόξως σωζόμενον διὰ τὸν προεστηκότα καὶ προμαχόμενον.

Ὡς γάρ φησιν τὸ Γράμμα τὸ ἱερὸν, «Ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ, ἀπὸ γενεῶν εἰς γενεάς.» Οὐ γὰρ πεπαύσεται σώζων τοὺς ἀγαπῶντας αὐτόν. <Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου.> (B f. 375, H f. 397 b) Ἐπισημήνασθαι δὲ ἀναγκαῖον ὅτι τοὺς προκειμένους στίχους ἑτέρως νοοῦσί τινες, κακῶς καὶ κεκιβδηλευμένως· ἀναφέρουσι γὰρ αὐτοὺς εἰς τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, συνάπτοντες τοὺς στίχους καὶ λέγοντες, Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Καὶ μετ᾽ ὀλίγα· Φασὶ γὰρ αὐτὸν καταφυγὴν ἔχειν τὸν Ὕψιστον, δῆλον δὲ ὅτι τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα.

Γέγονε δὲ πρόφασις αὐτοῖς τῆς τοιαύτης ἐννοίας ὁ Σατανᾶς· αὐτὸς γὰρ οὕτω νενόηκεν τοὺς στίχους· καὶ τοῦτο ἰσώμεθα ἐκ τῶν εὐαγγελικῶν Γραμμάτων. Ὅτε γὰρ ἐπείραζεν αὐτὸν, ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ δὴ καὶ ἔφασκεν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω ἐνταῦθα. Γέγραπται γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Συκοφάντης γὰρ ὑπάρχων καὶ πλάνος ὁ Σατανᾶς τὰ περὶ ἡμῶν εἰρημένα καὶ αὐτῷ προσάπτει τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἀλλ᾽ ἡμεῖς οὐχ οὕτως νοοῦμεν ὡς νοεῖν ἔθος τῷ Σατανᾷ Εἰ δὲ οὕτω νενοήκασιν Ἀρειανοὶ, θαυμαστὸν οὐδέν· ἀκολουθοῦσι γὰρ τῷ ἰδίῳ πατρί. Ψεύστης γάρ ἐστιν ὁ Σατανᾶς, καὶ ἡ ἀλήθεια ἐν αὐτῷ οὐχ ἕστηκεν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Καὶ μετ᾽ ὁλίγα· Εἰ γάρ ἐστι κατ᾽ αὐτοὺς ἀληθὲς τὸ τοιοῦτον, ἐλπίδα μὲν αὐτὸν ἡμεῖς τὸν Χριστὸν πεποιήμεθα, αὐτὸς δὲ καταφυγὴν ἔχει τὸν Πατέρα· οὐκοῦν βοηθουμένῳ προσπεφεύγαμεν, Σωτῆρα καλοῦμεν τὸν παρ᾽ ἑτέρου σωζόμενον.

Οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Λέγομεν τοίνυν τοῖς οὕτω φρονεῖν εἰωθόσιν· Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ἔξω τῆς εὐθείας ἔρχεσθε τρίβου, τὴν βασιλικὴν ἀφέντες ὁδὸν, εἰς ἀκάνθας πίπτετε καὶ βόθρους, τῆς ἀληθείας ἐκπεπτώκατε.

Ἴσος καὶ ὅμοιος κατὰ πάντα ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, εἰκὼν καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, Ὕψιστός ἐστι καθ᾽ ἃ ὁ Πατήρ. <Μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.> (B f. 275 b, H f. 598) Τὸ σκήνωμα παρὰ τῇ θεοπνεύστῳ Γραφῇ οὐ πάντως τὸ σῶμα δηλοῖ, ἀλλ᾽ ἢ πόλιν, ἢ χώραν, ἢ οἶκον. Πιστώσεται δὲ τοῦτο λέγων ὁ μακάριος Δαβίδ· «Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.» <Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ.> (B f. 375 b, H f. 398 b) Τούτοις ἐχρήσατο τοῖς στίχοις ὁ Σατανᾶς, ὡς ἐπ᾽ ἀνθρώπου κοινοῦ τὰ τοιαῦτα λέγων τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἐπειδὴ γάρ ἐστιν ὅλος σκότος, καὶ κατεσκοτισμένην ἔχει τὴν διάνοιαν, οὐ συνῆκε τῶν εἰρημένων τὴν δύναμιν· ὅτι ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου εἴρηται βοηθουμένου ὑπὸ τοῦ Ὑψίστου, ὄντος Θεοῦ τοῦ οὐρανοῦ.

Ἠγνόησε δὲ πρὸς τούτῳ ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, καὶ αὐτὸς ἦν ὁ οἰκονομικῶς πειραζόμενος. Ἀλλ᾽ ὁ μὲν Σατανᾶς, ὡς ἔφην, ὡς ἐπὶ ἀνθρώπου κοινοῦ, ἢ καὶ ὡς ἐφ᾽ ἑνὸς τῶν ἁγίων προφητῶν, εἰρῆσθαι τοὺς λόγους ὑπελάμβανεν. Ἔστι δὲ τῶν ἀτοπωτάτων ἡμᾶς τοὺς εἰδότας ἀκριβῶς τὸ μυστήριον, καὶ πεπιστευκότας ὅτι Θεός ἐστιν, καὶ Υἱὸς Θεοῦ, καὶ ὅτι δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γέγονεν ἄνθρωπος, ὑπονοεῖν περὶ αὐτοῦ τοὺς στίχους εἰρῆσθαι.

Οὐχ ἁρμόζει τοίνυν τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ λέγεσθαι· «Τὸν Ὕψιστον ἔθου καταφυγήν σου·» αὐτὸς γάρ ἐστιν ὁ Ὕψιστος, ἡ πάντων καταφυγὴ, ἡ πάντων ἐλπὶς, ἡ πάντα ἰσχύουσα τοῦ Πατρὸς δεξιά. Ἔδει τοίνυν ἐφ᾽ ἑκάστου τῶν γνησίων προσκυνητῶν νοεῖσθαί τε καὶ λέγεσθαι παρὰ τοῦ Πατρός· «Τὸν Ὕψιστον ἔθου καταφυγήν σου· οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.» Ἀσφαλίζεται γὰρ ὁ Ὕψιστος, τουτέστι Χριστὸς, τοὺς ἐπ᾽ αὐτῷ πεποιθότας, καὶ τοὺς προσιόντας αὐτῷ μετὰ πίστεως. <Ἐπὶ χειρῶν ἀροῦσί σε, κ.τ.

λ.> (B f. 376, H f. 399) Ὥσπερ γὰρ οἱ κατὰ σάρκα πατέρες, ὅτ᾽ ἂν ἴδωσιν ὁδὸν τραχεῖαν καὶ δύσβατον, ἁρπάζουσιν εἰς χεῖρας τὰ βρέφη, μὴ ἄρα πως ἀδικηθῇ, τρυφερὸν ἔχοντα τὸν πόδα, καὶ οὔπω διὰ σκληρᾶς ὁδοῦ βῆναι δυνάμενα, οὕτω καὶ αἱ λογικαὶ δυνάμεις τοὺς οὔπω πονεῖν ἰσχύοντας, νηπιοπρεπῆ δέ πως τὴν διάνοιαν ἔχοντας, οὐκ ἐῶσι πονεῖν ὑπὲρ δύναμιν, ἀλλὰ παντὸς ἐξέλκουσι πειρασμοῦ, μὴ ἄρα πως ὀλιγωρήσαντες, ὑπὸ πόδας γένωνται τοῦ Σατανᾶ, καὶ ἀπαγορεύσωσι τὸ βουλεύεσθαι δουλεύειν Θεῷ. <Ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ.> (B f. 376, H f. 399) Καὶ μὴν αὐτὸν καταπεπάτηκεν ὁ Χριστὸς, καὶ εἰς ἔτι καὶ νῦν καταπατεῖ, διδοὺς τοῖς αὐτοῦ μαθηταῖς ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. <Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.> (B f. 376, H f. 399 b) Λέων μὲν οὖν καὶ δράκων καὶ βασιλίσκος νοηθείη ἂν αὐτός τε ὁ Σατανᾶς, καὶ οἱ συναποστάντες αὐτῷ ἄγγελοι πονηροὶ, οἱ τὴν ἑαυτῶν ἀρχὴν μὴ τηρήσαντες, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ἀσπὶς καὶ βασιλίσκος νοηθεῖεν ἂν λέων τε καὶ δράκων καὶ οἱ τοῖς ἐκείνου θελήμασιν ὑπηρετεῖν εἰωθότες, καὶ τῆς ἐνούσης αὐτῷ δυστροπίας μιμηταὶ, οἱ πικροὶ καὶ δεινοὶ καὶ παγχάλεποι, οἱ τῶν ἀγρίων θηρῶν οὐδὲν διαφέροντες, ἀπομιμούμενοι δὲ καὶ τὴν τῶν ἰοβόλων πικρίαν.

Καὶ, εἰ βούλει, δέχου ὄφεις τε καὶ βασιλίσκους τοὺς τῶν ἀνοσίων αἱρέσεων εὑρετάς. <Ὅτι ἔγνω τὸ ὄνομά μου.> (B f. 376 b, H f. 400 b) Τίς ἄρα ἐστὶν ὁ γινώσκων τὸ ὄνομα αὐτοῦ; Ὁ αὐτῷ καὶ μόνῳ λατρεύων, καὶ μόνῳ προσκυνῶν αὐτῷ, καὶ ἐπ᾽ αὐτῷ Θεὸν ἕτερον οὐκ εἰδώς· ὁ ἐκ καθαροῦ συνειδότος λατρεύων αὐτῷ, καὶ εἰς ἅπαν ἀπηλλαγμένος τῶν τῆς εἰδωλολατρείας αἰτιαμάτων· ὁ ὑποτιθεὶς εὐήνιον αὐτῷ τὸν τῆς διανοίας αὐχένα· ὁ τοῖς αὐτοῦ δουλεύων θελήμασιν· οὗτος εἶδεν τὸ ὄνομα αὐτοῦ. Ὄνομα δὲ ὅτ᾽ ἂν ἀκούσῃς, τὴν δόξαν νόει. Γέγραπται γὰρ ὅτι «Κρεῖττον ὄνομα καλὸν, ἢ πλοῦτος πολὺς,» τουτέστι δόξα. <Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν.> (B f. 376 B, H f. 401) Καὶ τίνα τοῦτον ἐμπλήσειν ἐπαγγέλλεται τῇ τῶν ἡμερῶν μακρότητι; Ἀναδράμωμεν ἐπὶ τὴν ἀρχὴν τῆς ὅλης ᾠδῆς. Ἔφη τοίνυν· «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.» Εἴ τις τοίνυν ἐστὶν ὑπὸ τὴν βοήθειαν τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ τοῦ οὐρανοῦ, οὗτος ἐμπλησθήσεται τῇ μακρότητι τῶν ἡμερῶν, ὄψεται δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ, τουτέστι τὴν σωτηρίαν τὴν διὰ Χριστοῦ.

Ἐπαγγέλλεται τοίνυν τοῖς ἀγαπῶσιν αὐτὸν τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωὴν, τὴν μακαρίαν καὶ ἀπονωτάτην, καὶ ἄμωμον, καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην.