Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς ϞΑ΄ έως Ρ΄
Υπομνηματισμός των ψαλμών ϞΑ΄ έως Ρ΄. Περιλαμβάνει τη δοξολογία του Θεού, την προσκύνηση του ενανθρωπήσαντος Λόγου και την έλευση της θείας δικαιοσύνης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ϞΑ΄ έως Ρ΄
Υπομνηματισμός των ψαλμών ϞΑ΄ έως Ρ΄. Περιλαμβάνει τη δοξολογία του Θεού, την προσκύνηση του ενανθρωπήσαντος Λόγου και την έλευση της θείας δικαιοσύνης.
ΨΑΛΜΟΣ ϟΑʹ. [<Ψαλμὸς ᾠδῆς.> (B f. 377, H. f. 402 b. Corderio Diodori.) Ἔστι τῆς ᾠδῆς ὅλος ὁ σκοπὸς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου· εἰκὼν δὲ ὥσπερ ἐστὶ τὸ Σάββατον τῆς ἐν Χριστῷ ζωῆς, καὶ τῆς εὐαγγελικῆς πολιτείας, ἣν αὐτὸς ἡμῖν κεκαινοτόμηκεν ὁ Σωτὴρ, μεταβαλὼν τὰς τοῦ νόμου σκιὰς εἰς τὴν πνευματικὴν λατρείαν.] [<Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.> (B f. 377, H f. 402 b. Cord. Athanasii.) Ἡ ἐξομολόγησις ὕμνος ἐστὶ μετ᾽ εὐχαριστίας εἰς δόξαν Θεοῦ συγκείμενος. Ὀφείλομεν δὲ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τὰς ὑπὲρ ὧν εὖ πεπόνθαμεν εὐχαριστίας· εὐηργετήθημεν δὲ παρ᾽ αὐτοῦ πολυτρόπως.
Θεὸς γὰρ ὢν, Κύριος ἐπέφανεν ἡμῖν, δόξῃ θεοπρεπεῖ περιαστράπτων τὰ σύμπαντα, καὶ τὴν τῆς ἀληθοῦς θεογνωσίας ἀκτῖνα δωρούμενος.] [<Τοῦ ἀναγγέλλειν τοπρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.> (B f. 377 b, H f. 403 b. Cord. Anonymi.) Μὴ ὑπολάβῃς ὅτι διΐστησιν ἐν τούτοις ὁ Ψάλλων τὴν τῆς ᾠδῆς δύναμιν, ὡς χρῆναι μὲν τῷ πρωῒ τὸ ἔλεος ἀναγγεῖλαι, τὴν δὲ ἀλήθειαν κατὰ νύκτα. Οὐ τοῦτό φησιν· ἀναγνωσόμεθα δὲ οὕτως τὸν στίχον· «Τοῦ ἀναγγέλλειν τῷ πρωῒ καὶ κατὰ νύκτα, τουτέστιν ἐν ἡμέρᾳ καὶ νυκτὶ, τὸ ἕλεος καὶ τὴν ἀλήθειαν.» Τὸ δὲ ἀναγγέλλειν τὸ Ἀνακηρύττειν ἐστιν· ὅ ἐστι δοξολογεῖν Καὶ τί τὸ ἀναγγελλόμενον; Τὸ ἔλεος καὶ ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι Χριστός· ἐλεήθημεν γὰρ ἐν αὐτῷ, ἐδικαιώθημεν ἐν πίστει, ἡγιάσθημεν διὰ τοῦ Πνεύματος, ἐλυτρώθημεν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, εἰς υἱοὺς τετάγμεθα, κληρονόμοι γεγόναμεν τῆς τῶν οὐρανῶν βασιλείας. Ἠλέησε τοίνυν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· ἐδίδαξε δὲ ἡμᾶς δι᾽ αὐτοῦ τὴν ἀλήθειαν, τουτέστι τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν.] [<Ἐν τῷ ποιήματί σου.> (B f. 377 b, H f. 404 b. Corderio Anonymi.)
Ποίημα δὲ τὸ κάλλιστον, ἤγουν κατόρθωμα τῆς βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἔργον τῆς αὐτοῦ χειρὸς, τῆς ἐφ᾽ ἡμῖν οἰκονομίας ἡ δύναμις, ὡς αὐτὸς ἐδίδαξεν ἡμᾶς ὁ Χριστός· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, φησὶν, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.»] <Ἀσύνετος οὐ συνήσει ταῦτα.> (B f. 378, H f. 405.) Οὐ γὰρ πάντων ἐστὶν ἁπλῶς τὸ συνιέναι δύνασθαι τὸ οὕτω βαθὺ καὶ σεπτὸν μυστήριον τοῦ Χριστοῦ· ἐκείνων δὲ μᾶλλον οἷς ἂν αὐτὸς ὁ Πατὴρ ἀποκαλύψειεν. [<Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλούς.> (B f. 378, H f. 405. Cord. Anonymi.) Ἀνέτειλαν γοῦν, φησὶν, ὡς χόρτος, ἤγουν ὡς ἐν ἀγρῷ βοτάνη· βραχὺ δὲ ὥσπερ ἀνθήσαντες μετὰ τοῦτο διέκυψαν· τουτέστι κατεκάμφθησαν καὶ ἐταπεινώθησαν, καὶ εἰς παντελῆ κατέβησαν ὄλεθρον, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν κατὰ Χριστοῦ.] [<Σὺ δὲ Ὕψιστος, κ.τ.λ.> (B f. 378 b. H f. 405 b Cord. Anonymi) Ὕψιστος γάρ ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ εἰ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ τὸ τῆς ἀνθρωπότητος ὑπέδυ σμικροπρεπὲς, ἵνα τὴν ἀνθρώπου φύσιν ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν, καὶ ὑψώσῃ τὸ ταπεινὸν, καὶ τιμήσῃ τὸ ἠτιμωμένον, ἵνα τῇ τῆς υἱοθεσίας χάριτι καταλαμπρύνῃ τὸν δοῦλον· «Συνεπτώχευσε γὰρ ἡμῖν, πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.»
Ὕψιστος τοίνυν ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ γέγονεν ἄνθρωπος· οὐ γὰρ ἀπέστη τοῦ εἶναι Θεὸς, ἀλλὰ μεμένηκεν ὅπερ ἦν. Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, Ὕψιστος ἐν ὑψηλοῖς διαμένεις, τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐκ ἀλλοιούμενος, ἀλλ᾽ εἰς ἄπειρον ἑαυτοῦ διαμένων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ, καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως, ἄλλοτε ἄλλοθεν φερόμεθα καὶ μεταβαλλόμεθα.] [<Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος.> (B f. 378 b, H f. 406. Cord. Diodori.) Τὸν μονοκέρωτά φασι ζῶον εἶναι ᾧ κέρας ἐπὶ τοῦ μετώπου ἐγήγερται, ὑψηλόν τε καὶ ἄθραυστον· ᾧ κεχρημένον πρὸς τὰ ἕτερα τῶν ζώων, ἀεὶ νικᾷ καὶ περιγίνεται· καὶ ἔστιν ἰσχυρὸν καὶ δυσάντητον. Τούτῳ τῷ μονοκέρωτι παρεικάζει τὸν νέον λαὸν ἡ θεία Γραφή.
Νέον δὲ ὅταν εἴπω λαὸν, τοὺς διὰ πίστεως νόει, οἳ πάντα νενικήκασι τὰ ἔθνη.] [<Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου.> (H f. 407. Cord. Theodori.) Τὸ ἐπεῖδεν ἐστὶ τὸ ἰδεῖν πεπτωκότας ἐχθροὺς ἀτονήσαντας τοὺς δι᾽ ἐναντίας.
Οὗτοι δέ εἰσιν οἱ τῇ ἀληθείᾳ μαχόμενοι καὶ τῇ τοῦ Θεοῦ δόξῃ, τὸ ἑαυτῶν ὁπλίζοντες θράσος. Τοιοῦτοί τινες ἦσαν οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, Γραμματεῖς τε καὶ Φαρισαῖοι· οὐ διαλελοίπασι γὰρ ἐπιπηδῶντες Χριστῷ, καὶ ἀνοσίως αὐτοῦ τῇ δόξῃ μαχόμενοι.] [<Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.> (B f. 379, H f. 407 b. Cord. Diodori.) Φοίνιξι δὲ καὶ κέδροις τοὺς ἐν Χριστῷ δεδικαιωμένους παρεικάζειν ἀξιοῖ τὸ Γράμμα τὸ ἱερόν. Φυτὸν γάρ ἐστιν ὁ φοῖνιξ ἀειθαλὲς, εὔριζόν τε καὶ ὑψηλὸν, καὶ εὐκάρδιον, εὐώδη καὶ γλυκὺν ἔχον τὸν καρπόν. Τοιοῦτοι δὲ πάντες οἱ τὴν ἐν Χριστῷ δικαιοσύνην ἔχοντες· ἑστήκασι γὰρ ἑδραῖοι καὶ ἀκατάσειστοι, λευκὴν ἔχοντες τὴν καρδίαν. Οὕτω που καὶ ὁ Ψάλλων φησί· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.»] [<Ἔτι πληθυνθήσονται ἐν γήρει πίονι.> (H f. 409. Cord. theodori.) Οὐκ ἔσται, φησὶν, αὐτῶν ἡ εὐθηνία πρόσκαιρος, μήποτε τοῦτό τις περὶ τῶν ἐθνῶν διὰ τὸ ἐξανθῆσαι στοχάσηται, ἀλλ᾽ ἐν γήρει λιπαρῷ πληθύνονται καὶ προκόπτουσι· τοῦ γὰρ χρόνου προϊόντος πληθύνεται τῶν ἐθνῶν ἡ εὐσέβεια.] <Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.> (B f. 379 b, H f. 408 b.) Οἶκον δὲ Κυρίου καὶ αὐλὰς τὰς ἁγίας Ἐκκλησίας εἶναί φησιν, ἐν αἷς οἱ πεφυτευμένοι διὰ τῆς πίστεως καρποφοροῦσιν ἐν ὑπομονῇ.
Ἐξανθοῦσι δηλαδὴ ἐν ταῖς ἀνὰ μέρος Ἐκκλησίαις. Οἶκον γὰρ Θεοῦ περιεκτικῶς τὴν καθόλου Ἐκκλησίαν προσηγόρευσεν.
ΨΑΛΜΟΣ ϟΒʹ. [<Ὁ Κύριος ἐβασίλευσεν.> (H f. 409 b. Cord. Theodori.) Ὁ γὰρ μεθ᾽ ἡμῶν ἄνθρωπος πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ὅτε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνέβη Πατέρα, τότε τὴν ἰδίαν εὐπρέπειαν ἐνεδύσατο, καὶ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν αὐτῷ περιεζώσατο δύναμιν· κεκάθικε γὰρ βασιλεύων μετὰ τοῦ Πατρός.] [(B f. 380, H f. 410. Cord. Theodoreti et Anonymi.) Καίτοι γὰρ καθ᾽ ἡμᾶς γενόμενος ἄνθρωπος, καὶ ὡς εἷς ἐξ ἡμῶν ὁρώμενος ἐπὶ τῆς γῆς, θεοπρεπεστάτην δύναμιν ἐνεδύσατο· καὶ πεφόρηκεν ἐξουσίαν ἣν ἔχει καὶ αὐτὸς ὁ Πατήρ· κατήργηκε γὰρ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, δυνάμει δηλονότι θεοπρεπεστάτῃ χρώμενος. Ἐπλάσθη δὲ τὸ σχῆμα τοῦ λόγου ὡς ἐπὶ βασιλέως μέλλοντος πολεμίοις συμβάλλειν, καὶ τὴν τοῦ πολέμου σκευὴν περιτιθεμένου. «Ἐνεδύσατο, φησὶ, δύναμιν.» Πεπολέμηκε γὰρ ὑπὲρ ἡμῶν· κατήργηκε δὲ διὰ τοῦ σταυροῦ ἀρχὰς καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου· καὶ τεθριάμβευκε θρόνους καὶ ἐξουσίας· παρέστησε δὲ ἡμᾶς δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Ταύτην ἐνεδύσατο τὴν δύναμιν. Ἐνεδύσατο δὲ πρὸς τούτοις καὶ εὐπρέπειαν· καὶ τίνα τρόπον; Καίτοι γενόμενος ἄνθρωπος καθ᾽ ἡμᾶς· τουτέστιν, ἔδειξεν ἡμῖν ἐν ἑαυτῷ τὸ τῆς θεότητος κάλλος. Εἴδομεν γὰρ αὐτὸν καὶ ἐν ἀνθρωπότητι Θεόν.] <Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.> (B f. 380 b, H f. 411, 412.)
Μέγα γάρ τοι καὶ ἐξαίσιον ὁ τῶν ἁγίων ἐφώνησε λόγος, καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καθ᾽ ἃ γέγραπται, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ποταμοὺς γὰρ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους· ὧν αἱ φωναὶ, τουτέστιν αἱ διδασκαλίαι, γεγόνασι γνώριμοι τοῖς ἁπανταχοῦ. (B f. 380. H. f. 411 b. Cord. Anonymi.) [Βασιλεύσαντος γὰρ τοῦ Κυρίου, καὶ περιζωσαμένου δύναμιν, ἐνδυσαμένου τε εὐπρέπειαν, τότε καὶ «ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ποταμῷ μὲν γὰρ καὶ πηγῇ καὶ χειμάῤῥῳ παρεικάζει πολλάκις τὸ Γράμμα τὸ ἱερὸν τὸν τοῦ Θεοῦ Λόγον. Καὶ γοῦν ἔφη που ψάλλων ὁ Δαβίδ· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Πρόεισι γὰρ ὡς ποταμὸς ἐκ πηγῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθεὶς Θεὸς Λόγος.] (B f. 381, H f. 412. Cord. Athanasii.) [Οὐ γὰρ σεσιγήκασιν οἱ μακάριοι μαθηταὶ, ἐπῆραν δὲ μᾶλλον τὰς ἑαυτῶν φωνάς· τουτέστι, διεκήρυξαν εἰς ἅπασαν γῆν τοῦ Χριστοῦ μυστήριον.] <Ἀπὸ φωνῶν ὑδάτων πολλῶν.> (B f. 381 b, H f. 413 b.) Ὥσπερ γὰρ, φησὶν, ἀπὸ πολλῶν ὑδάτων, καὶ ὡς ἐκ τῆς τῶν κυμάτων ἠχῆς οἱ τῆς θαλάσσης μετεωρισμοὶ, τουτέστιν εἰς ὕψος ἤγουν εἰς μετέωρον αἰρομένη φωνὴ θαυμάζεται, οὕτω καὶ ἡ δοξολογία τῶν ἐθνῶν· ὑμνοῦσι γὰρ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. [<Θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.> (B f. 381 b, H f. 413 Cord. Athanasii.)
Εἰ γὰρ καὶ «γέγονε σὰρξ ὁ Λόγος,» κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ πεφόρηκεν δούλου μορφὴν, καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν· ἀλλὰ μὴν καὶ οὕτως ἐν ὑψώμασι τοῖς θεοπρεπέσι καὶ ἐν τῇ τοῦ δούλου μορφῇ Δεσπότης ἐστίν.]
ΨΑΛΜΟΣ ϟΓʹ. [<Ἕως πότε ἁμαρτωλοὶ, Κύριε;> (B f. 382 b, H f. 415. Cord. Athanasii.) Καὶ τίνες οὗτοί εἰσιν; οἱ Γραμματεῖς δηλονότι καὶ Φαρισαῖοι, οἱ τολμῶντες ἐξουδενῶσαι Χριστόν.] [<Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν.> (B f. 382 b, H f. 416. Cord. Anonymi.) Ἐκάκωσαν γὰρ ἀληθῶς τὸν τοῦ Θεοῦ κλῆρον· οὐ γὰρ συνεχωρήκασι αὐτοῖς ἐπιγνῶναι Χριστὸν, οὐδὲ τῶν διὰ πίστεως μετασχεῖν ἀγαθῶν. Ὅταν δὲ ποιμὴν ἐπιβουλεύσῃ προβάτοις, καὶ ὁ τῆς ἀγέλης ἡγούμενος οὐδένα ποιῆται τὸν λόγον τῶν ποιμνίων, τότε καλεῖται πρὸς δικαίας ὀργὰς ὁ τῆς ἀγέλης Δεσπότης. Τοῦτο πεπονθότας Ἰουδαίους εὑρήσομεν ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς.] (B f. 383, H f. 416. Cord. Alterius.) [Διττὸν αὐτοῖς ὁ λόγος ἐπιφέρει τὸ αἰτίαμα. Οὐ γὰρ ἀδικοῦσι μόνον τοὺς ἀσθενεστέρους, καὶ οὓς ἧν εἰκὸς ἐλεεῖσθαι μᾶλλον, τούτοις ἀφορήτοις περιβάλλουσι συμφοραῖς (τοῦτο γὰρ δηλοῖ τὸ ἀπέκτειναν), ἀλλὰ καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω βλασφημοῦσι φύσιν, οὔτε ἐφορᾷν αὐτὴν λέγοντες τὰ ἀνθρώπινα, οὔτε μὴν ἐπισκέπτεσθαι τὰ καθ᾽ ἡμᾶς. Ἑλλήνων ἐστὶ τῶν ἀθέων ἡ τοιαύτη δόξα, τῶν μήτε εἰδότων τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, μήτε νοεῖν ἀνεχομένων ὅτι τοῖς αὐτοῦ νεύμασι διοικεῖται τὰ πάντα. Ἀλλὰ νενοσήκασί τινες τῶν ἐξ Ἰσραὴλ τὴν τοιαύτην ἀπόνοιαν.] [<Καὶ εἶπαν· Οὐκ ὄψεται Κύριος.
Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ.> (B f. 383, H f. 416 b) Ὁ ἔλεγχος ἐν τούτοις τὴν ἐπιτίμησιν καὶ τὴν ἀγανάκτησιν δηλοῖ. Ἔφη γὰρ ὁ Σολομῶν· «Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Οὐκοῦν τῶν ἐλέγχων ἡ δύναμις τὸ μαστίζεσθαι δηλοῖ.—(K f. 168.) Φυσικὸς λογισμὸς μηδαμῶς ἔλαττον εἶναι τοῦ ποιηθέντος τὸ πεποιηκός.
Ἄφρονες οὖν εἰκότως καὶ μωροὶ, οἱ μηδὲ τοσοῦτον γινώσκοντες τῶν κατὰ φύσιν πράξεων, εἰς τοὺς παρὰ φύσιν ἀναγωγοὺς λογισμούς· καὶ τῷ μὴ βούλεσθαι κρίσιν ὑποσχεῖν ἐπὶ τοιούτοις τοῖς πεπραγμένοις· ἤδη καὶ δοξάζειν ἀναπείθουσιν ὡς οὐδ᾽ ἔσται κρίσις· τὸ δὲ ἀδύνατον ὑπολαβεῖν· εἰ μὴ καὶ ἀνηκουστεῖν περὶ τὰ λεγόμενα, καὶ ἀβλεπτεῖν περὶ τὰ γενόμενα, καὶ ἀγνοεῖν ταῦτα νομίσειέ τις τὸν Θεόν. (B f. 383, H f. 416. Cord. Diodori.) [Ἐλέγχων αὐτῶν τὴν ἁμαρτίαν ὁ Θεὸς οὐκ εὐθὺς ἐπήγαγε τὰ ἐξ ὀργῆς, ἀλλ᾽ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἀπαράβλητον ἔχων τὴν ἡμερότητα, χαρίζεται μᾶλλον αὐτοῖς τῆς νουθεσίας τὸ φάρμακον, καὶ τὸν τῆς κατηχήσεως ἐξαρτύει λόγον· «Σύνετε δὴ, ἄφρονες.» Ὡσεὶ λέγων· Κἂν ὀψὲ ἢ καὶ νῦν γοῦν φρονήσατε, ἐκεῖνο καθ᾽ ἑαυτοὺς ἐννενοηκότες· «Ὁ φυτεύσας ἑτέροις ἀκοὴν, αὐτὸς οὐκ ἀκούει; Ὁ πλάσας ἡμῖν ὀφθαλμὸν, οὐχ ὁρᾷ;» Ὁ πάντων ἡμῖν τῶν ἀγαθῶν χορηγὸς αὐτὸς ἐστέρηται τούτων; Οὐκοῦν τὰς τῶν ἀσυνέτων ἀφέντες γνώμας, μνημονεύσωμεν λέγοντος τοῦ Παροιμιαστοῦ· «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνον.» Ἐνώπιον γάρ εἰσι τῶν Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει. Οὕτω διακείμενοι τὸν ὀρθὸν καὶ ἀμώμητον διαζήσομεν βίον, ὡς ἐφορῶντος Θεοῦ.] [<Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει;> (B f. 383, H f. 417. Cord. Eusebii.)
Βούλεται ματαιότητος μὲν ἀποστῆναι τοὺς ἐπὶ τῆς γῆς καὶ προσκαίρων καὶ φθαρτῶν, καὶ ἀπολλυμένων πραγμάτων· ἀνθελέσθαι δὲ μᾶλλον τὰ πεπηγότα καὶ μένοντα, καὶ εἰς ζωὴν ἀποφέροντα τὴν αἰώνιον. Διαλογισμοὺς δέ φησιν ἐν τούτοις τὰς ἐνθυμήσεις, ἤτοι τὰς ἐπιθυμίας, ἃς ἐφ᾽ ἑκάστῳ πράγματι ποιοῦνταί τινες.] [<Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς.> (B f. 383, H f. 417. Cord. Anonymi.) Ἐπαίδευε μὲν τοὺς ἀρχαιοτέρους ὁ Μωσῆς τὰς νομικὰς αὐτοῖς τελῶν λατρείας, ἀλλ᾽ οὐκ ἦσαν μακάριοι· οὐ γὰρ εἶχον τὴν ἐν πίστει δικαιοσύνην, οὐδὲ τὸν διὰ τοῦ Πνεύματος ἁγιασμόν. Μακάριοι δὲ κατὰ τὸ ἀληθὲς οἱ ἐν Χριστῷ τελειούμενοι, καὶ τὸν διὰ τοῦ ἁγίου Πνεύματος φωτισμὸν παρ᾽ αὐτοῦ κερδαίνοντες, καὶ τῶν περὶ αὐτοῦ μυστηρίων ἀκριβῆ τὴν γνῶσιν καταπλουτήσαντες.
Καὶ μετ᾽ ὀλίγα· Παιδεύσεις δὲ τίνα τρόπον; Ἆρα διὰ μαστίγων; Οὐ τοῦτό φησιν· ἀλλὰ πῶς ἐνθάδε νοεῖσθαι χρὴ, αὐτὸς ὁ Ψαλμῳδὸς ἑρμηνεύει, λέγων· «Καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν.»] <Ἀφ᾽ ἡμερῶν πονηρῶν.> (B f. 383, H f. 417 b.) Ἡμέραι γὰρ ὅντως ἀποφράδες καὶ πονηραὶ τοῖς ἀποτμηθεῖσιν ὁλοτελῶς. καὶ εἰς κόλασιν τῆς διὰ πυρὸς κατοιχήσεσθαι μέλλουσιν, αἱ τῆς ἀδεκάστου κρίσεως. [<Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.> (B f. 383, H f. 417 b. Cord. Alterius.) Τοῖς φιλαμαρτήμοσι δὲ ὁ βόθρος ὀρυγήσεται· καταπεμφθήσονται γὰρ εἰς ᾅδου, ὡς κολασθησόμενοι σὺν τῷ Σατανᾷ.] [<Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαόν.> (H f. 417 b. Cord. Anonymi.) Οὐ γὰρ μέχρι παντὸς συγκεχώρηκεν ἡμᾶς τοῖς τῆς ἁμαρτίας ὑποφέρεσθαι βόθροις, ἀλλ᾽ ἐξείλετο καὶ σέσωκεν ἀμνησικάκῳ χάριτι δικαιώσας τοὺς ἀσεβεῖς, καὶ ῥύπου παντὸς ἀπαλλάξας τοὺς μεμολυσμένους.] (B f. 383 b, H f. 418) Ἀπεδήμησε γὰρ ἀφ᾽ ἡμῶν τό γε ἧκον εἰπεῖν εἰς τὴν σάρκα, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀνελθὼν ἐν τοῖς οὐρανοῖς καὶ καθίσας ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός. Ἐπειδὴ δὲ Θεός ἐστι τὰ πάντα πληρῶν, καὶ μεστὸς μὲν ἔστιν ὁ οὐρανὸς αὐτοῦ, μεστὴ δὲ καὶ ἡ σύμπασα γῆ, διακείμεθα καὶ πιστεύομεν, ὅτι καὶ νῦν ἐστι μεθ᾽ ἡμῶν, καὶ δι᾽ αὐτοῦ κερδαίνομεν τὸ δύνασθαι νικᾷν τὰς μεθοδείας τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας τὴν τυραννίδα, καὶ τῶν ἐμφύτων ἡδονῶν τὴν ἔφοδον.
Καὶ μετ᾽ ὀλίγα. Ἆρ᾽ οὖν ἐπειδήπερ ἡμεῖς μὲν ἐν τῷ κόσμῳ μεμενήκαμεν, αὐτὸς δὲ ἀνέβη πρὸς τὸν Πατέρα, ἀπέστη τῶν ἀγαπώντων αὐτόν; Οὐδαμῶς· αὐτὸς γὰρ ἡμᾶς πεπληροφόρηκεν εἰπών· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἀλλὰ ἔρχομαι πρὸς ὑμᾶς.» Ἦλθεν γὰρ πρὸς ἡμᾶς, ἀποστείλας ἡμῖν ἀνθ᾽ ἑαυτοῦ καὶ ὡς ἑαυτὸν τὸν Παράκλητον, τουτέστι τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, ἴδιον δὲ ὑπάρχον καὶ αὐτοῦ τοῦ Υἱοῦ. [<Ἕως οὗ δικαιοσύνη ἐπιστρέφῃ εἰς κρίσιν.> (B f. 383 b. H f. 418 b. Cord. Athanasii.) Δικαιοσύνην μὲν ὀνομάζει Χριστόν· ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν· ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ἀλλ᾽ ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι.] (B f. 383 b, H f. 418 b.) Δικαιοσύνη ἐστὶν αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Οὕτω γὰρ αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ διὰ τῶν ἁγίων προφητῶν ὀνομάζει λέγων· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.» Καὶ μετ᾽ ὀλίγα· Ἐπιστρέψει εἰς κρίσιν, τουτέστιν ἐξ οὐρανοῦ παραγενήσεται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.
Τότε γὰρ, φησὶν, «ὅταν ἡ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, ἐχόμενοι αὐτῆς ἔσονται,» τουτέστιν ἐγγὺς καὶ περὶ αὐτὴν, ἤτοι σὺν αὐτῇ, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ δίκαιοι. [<Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις;> (B f. 384, H f. 419. Cord. Anonymi.) Μαχομένῳ μοι, φησὶ, κατὰ τῶν πονηρευομένων τίς συναντιστήσεται; ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν; Καὶ οὐκ ἀγνοούντων ἐστὶν ἡ φωνὴ, ἀλλ᾽ εὖ εἰδότων καὶ πεπιστευκότων ὅτι πάντη τε καὶ πάντως συμπαραστάτην ἔξουσι Χριστὸν, καὶ αὐτὸς αὐτοὺς ἐξελεῖται, καὶ κρείττονας ἀποφανεῖ τῆς τῶν ἐχθρῶν δυστροπίας.] [<Εἰ ἔλεγον· Σεσάλευται ὁ ποῦς μου.> (B f. 384, H f. 419. Cord. Anonymi.) Πόδα δέ φησιν ἐν τούτοις οὐ τὸν τοῦ σώματος (μὴ γὰρ τοῦτο ὑπολάβῃς), ἀλλὰ τὴν τῆς διανοίας ῥοπὴν, καὶ τῆς ψυχῆς τὴν θέλησιν, ἀφ᾽ ἧς ἐφ᾽ ἕκαστον τῶν πρακτικῶν ἐρχόμεθα. Ἕκαστος γὰρ ἡμῶν πεπίστευται τῆς ἑαυτοῦ διανοίας τὸ πηδάλιον. Οὐκοῦν ὁ μὲν τῆς ἁγνείας ἐραστὴς, καὶ τὴν θεοφιλεστάτην ἐγκράτειαν ἀσκῶν ὑποσαλεύεται, πολλάκις καταστρέφοντος τοῦ Σατανᾶ, προσηκόντως, πρὸς ἐκτόπους ἡδονάς· πλὴν ἐπαμύνει καὶ σώζει ὁ Θεός.] <Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.> (B f. 384, H f. 419 b.)
Παρακαλεῖ Θεὸς τοὺς κάμνοντας ὑπὲρ ἀρετῆς, τοὺς πονοῦντας δι᾽ εὐσέβειαν, τοὺς κατορθοῦν ἐθέλοντας τὴν ἀρέσκουσαν αὐτῷ πολιτείαν, τοὺς κατανεκροῦντας τὸ κίνημα τῆς σαρκὸς, καὶ μαχομένους τοῖς ἰδίοις θελήμασιν, ἕως ἂν τὸ σπουδαζόμενον κατορθώσωσιν. <Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας;> (B f. 384, H f. 420.) Ἀνομίαν μὲν ὀνομάζει τὸν Σατανᾶν· ἀνομίας γάρ ἐστι καὶ ἁμαρτίας εὑρετὴς καὶ διδάσκαλος· ὁ δὲ θρόνος σημαίνει τὴν ἀρχὴν, ἤτοι τὴν ἐξουσίαν. Ἆρ᾽ οὖν, ὦ Δέσποτα, φησὶν, ἔστι τις οὕτως ἀμαθὴς καὶ ἀσύνετος, ὡς οἰηθῆναι καὶ κατὰ νοῦν λαβεῖν, ὅτι τῆς σῆς βασιλείας κοινωνός ἐστιν ὁ τῆς ἀνομίας θρόνος, τουτέστιν ἡ τοῦ διαβόλου τυραννὶς καὶ ἀρχή; Μὴ γένοιτο, φησίν· μόνος γὰρ εἶ Θεὸς καὶ τῶν δυνάμεων Κύριος, καὶ κατάρχεις τῶν ὅλων μετὰ τοῦ ἰδίου Πατρός. (B f. 384 b, H 421. Cord. Anonymi.) [Ἐπὶ γὰρ παντὶ θείῳ προστάγματι πλάσσει κόπον ὁ Σατανᾶς· οὐ γὰρ ἐᾷ τοὺς κατορθοῦν ἐθέλοντας τὴν ἀρετὴν εὐκόλως τοῦτο δύνασθαι δρᾷν, ἐπιβουλεύει δὲ καὶ ἐπιπηδᾷ, καὶ εἰς τοὺς τῆς ἀνομίας βόθρους κατασύρειν ἐπιχειρεῖ τοὺς ἐθέλοντας τὴν εὐαγῆ καὶ ἐννομωτάτην κατορθῶσαι ζωήν. «Πλάττει τοίνυν κόπον ἐπὶ προστάγματι,» μαχόμενος δηλονότι ταῖς θείαις ἐντολαῖς, καὶ οὐκ ἐῶν τοὺς ἀγαθοὺς ἄνδρας κατορθοῦν αὐτάς.
Ἀποτραχύνει δὲ μᾶλλον τῆς εὐσεβείας τὴν ὀδὸν, λειοτάτην οὖσαν καὶ εὐτροχωτάτην τοῖς ἐθέλουσι βαδίζειν αὐτήν.] <Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου.> (B f. 385, H f. 421. Cord. Anonymi.) [Ἐπιβουλεύουσι γὰρ τοῖς ἁγίοις οἵ τε πονηροὶ καὶ ἀλιτήριοι δαίμονες, καὶ ἄνθρωποι σὺν αὐτοῖς ἄδικοι καὶ βδελυρώτατοι, καὶ θεοστυγεῖς· οἶς τὰ ἐκείνων μέλει φρονεῖν· καὶ πολυτρόπους ἱστῶσι παγίδας· ἀλλ᾽ ὥς φησιν ὁ Σολομῶν, «Οὐκ ἐπιτεύξεται δόλιος θήρας.» Ἐκρύεται γὰρ καὶ σώζει Θεὸς τοὺς ἀνακειμένους αὐτῷ, ὥστε καὶ χαίροντας ἐπὶ τούτῳ λέγειν· «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.»] Καὶ μετ᾽ ὀλίγα· Τεθηρεύκασι δὲ τὰς τῶν ἁγίων ψυχὰς, καὶ παγίδας ἔστησαν αὐταῖς οἵ τε πονηροὶ καὶ ἀλιτήριοι δαίμονες, καὶ αὐτὸς δὲ ὁ τούτων ἡγούμενος Σατανᾶς. Ἐπιβουλεύουσι γὰρ ἁγίῳ παντὶ καὶ ἐπιτρίζουσι τοὺς ὀδόντας κατὰ τῶν εἰωθότων εὐδοκιμεῖν.
Γέγραπται γὰρ ὅτι «Τὰ βρώματα αὐτοῦ ἐκλεκτά.»
ΨΑΛΜΟΣ ϟΔʹ. [<Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.> (B f. 385 b, H f. 422. Cord. Theodori.) Οἱ ταῦτα λέγοντες, πρὸς συνάφειαν καλοῦσι τοὺς ἀφεστηκότας ἑαυτῶν. Οὐ γὰρ τοῖς παροῦσιν, ἀλλὰ τοῖς κεχωρισμένοις πρέπει τὸ «Δεῦτε.» Ἐχωρίσθη δέ τινα τρόπον ὁ Ἰσραὴλ, ἄρα τοῖς κατὰ τόπον νοουμένοις διαστήμασιν οὐδαμῶς, ἀλλὰ τῇ κατὰ γνώμην ἀνυποταξίᾳ. «Δεῦτε» τοίνυν, ἀφέντες τὸ ἐξήνιον, καὶ ἀποβαλόντες τὸ ἀνυπότακτον, «ἀγαλλιασώμεθα τῷ Κυρίῳ·» τουτέστιν, Ἐπιλαβώμεθα τῆς εἰς αὐτὸν πίστεως, κληρονομήσωμεν τῶν παρ᾽ αὐτοῦ χαρισμάτων τὴν μετουσίαν, ἤτις τὴν υἱοθεσίαν ἡμῖν χαρίζεται, Πνεύματος ἁγίου μέθεξιν, ἁμαρτιῶν ἄφεσιν, καὶ οὐρανῶν βασιλείαν.] (B f. 383 b, H f. 422 b. Cord. Anonymi.) [Ὁ ἀλαλαγμὸς φωνή τίς ἐστιν ἐπινίκιος, ἀναφερομένη πεπτωκότων ἐχθρῶν καὶ πολεμίων ἀπολωλότων. Δεῦτε τοίνυν, ἀλαλάξωμεν τῷ Σωτῆρι καὶ Λυτρωτῇ· ἐλυτρώσατο γὰρ τόν τε Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, ἐκ τῆς τῶν ἐχθρῶν τυραννίδος, ἐξ ἁμαρτιῶν καὶ αἰτιαμάτων· ἀπήλλαξε τοῦ κατακρίνοντος νόμου καὶ δίκας ἀπαιτοῦντος τοὺς ἡμαρτηκότας· ἐδικαίωσε δὲ διὰ τῆς πίστεως Ἕλληνάς τε καὶ Ἰουδαίους καὶ τὰ λοιπὰ ἔθνη.] (B f. 385 b, H f. 422 b.)
Κατορχησώμεθα τῷ Σατανᾷ, καταλαλάξωμεν αὐτοῦ κειμένου καὶ πεπτωκότος· κατασκιρτήσωμεν ἀνοσίου θηρὸς ἀφύκτῳ παγίδι συνειλημμένου. [<Ὅτι Θεὸς μέγας Κύριος.> (B f. 386, H f. 423. Cord. Anonymi.) Ἆρα οὗν τὸ μέγας φησὶν ὡς πρὸς σύγκρισιν ἑτέρων μικρῶν;
Οὐ τοῦτό φησιν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι μόνῳ πρέπει τῷ κατὰ φύσιν Θεῷ τὸ τῆς μεγαλειότητος ἀξίωμα. Αὐτὸς γάρ ἐστιν ἀληθῶς ἡ τοῦ Θεοῦ δόξα καὶ ἡ ἀσύγκριτος μεγαλειότης. Ὅτι δὲ μέγας Θεός ἐστι Χριστὸς, οὕτω τε ὠνομάσθη καὶ παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς. πιστώσεται λέγων ὁ μακάριος Παῦλος «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.»] (B f. 386. H f. 423. Cord. Diodori.) [Ποίους θεούς;
Ἆρα ψευδωνύμους; Οὐ τοῦτό φησιν, ἀλλὰ τοὺς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τουτέστι, τὰς λογικὰς καὶ ἄνω δυνάμεις, καὶ ἁγίους δὲ τοὺς ὄντας ἐπὶ τῆς γῆς· οἷς τὸ τῆς θεότητος ὄνομα δέδοται παρὰ τοῦ πάντων ἐπέκεινα τιμῆς ἕνεκα καὶ δόξης. Οὕτως αὐτῶν καὶ ὁ Ψαλμῳδὸς διαμνημονεύει λέγων· «Θεὸς θεῶν Κύριος ἐλάλησε,» καὶ τὰ ἑξῆς.] [<Καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν.> (B f. 386, H f. 423 b. Cord. Anonymi.) Ποῖά ἐστιν ὑψηλὰ τῶν ὀρέων;» τουτέστι, τὰ ἐπηρμένα κατὰ τὴν δόξαν, καὶ περιφανέστερα τῶν ἐν οὐρανοῖς· Ἀρχαὶ, Θρόνοι, Δυνάμεις, Ἐξουσίαι, Κυριότητες, Ἀρχάγγελοι, καὶ αὐτὰ τὰ Σεραφίμ. Ἀλλὰ ταῦτα πάντα αὐτοῦ ἐστιν· ὁ μὲν γὰρ ὡς Υἱὸς συγκάθηται τῷ Πατρὶ, οἱ δὲ παρεστήκασι λειτουργοῦντες αὐτῷ, καὶ δοξολογίαις στεφανοῦντες αὐτόν.] [<Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα.> (B f. 386, H f. 423 b. Cord. Alterius.) Εἶδες πῶς Δεσπότην αὐτὸν ἀποφαίνεται τῶν ἁπάντων; Πῶς ἡμεῖς θαυμάζομεν τοὺς ἐπὶ γῆς βασιλέας; Γῆς καὶ θαλάσσης δεσπότας αὐτοὺς ὀνομάζομεν· ἀλλὰ μέχρι τούτων ἐπιμετροῦντες αὐτοῖς τὰς εὐφημίας, οὐκέτι ποιητὰς αὐτοὺς τῶν στοιχείων γενέσθαι φαμέν· πρέπει γὰρ τοῦτο μόνῳ τῷ ἐπὶ πάντων Θεῷ· αὐτὸς γάρ ἐστι τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης.
Ἡκέτωσαν τοίνυν οἱ πλανώμενοι, καὶ πρὸς τὸ τῆς ἀληθείας ἐρχέσθωσαν φῶς· ἐπιγινωσκέτωσαν μεθ᾽ ἡμῶν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον· ὁμολογείτωσαν ὅτι καὶ Θεός ἐστι καὶ Θεοῦ Υἱὸς κατὰ ἀλήθειαν.] [<Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν.> (H f. 424. Cord. Theodori.) Ὅταν ἴδητε, φησὶν, εἴδει τῷ καθ᾽ ἡμᾶς, ἤγουν ἐν ἀνθρωπείᾳ μορφῇ, πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον, τὸν σύνθρονον τῷ Πατρὶ Θεὸν Λόγον, μὴ ἀγνοήσητε τὴν οἰκονομίαν, μὴ φύγητε τὸ προσκυνεῖν αὐτῷ, μὴ παραιτήσησθε τὸ προσπίπτειν αὐτῷ· ἐπίγνωτε δὲ μᾶλλον, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς αὐτοῦ.] [<Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε.> (H f. 425. Cord. Eusebii.) Καὶ τί ἐστι τὸ σήμερον;
Κατὰ τὸν ἐνεστηκότα δηλονότι καιρὸν, καθ᾽ ὃν γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· τότε γὰρ ἅπαντες ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ. Οὐ γὰρ λελάληκε πρὸς ἡμᾶς δι᾽ ἑνὸς τῶν ἁγίων τινός· ἀλλ᾽ οὐδὲ ἐν τάξει προφητῶν παραγέγονε πρὸς ἡμᾶς, ἀλλ᾽ ὡς Θεὸς τῶν ὅλων καὶ Κύριος.] [<Τεσσαράκοντα ἔτη προσώχθισα.> (B. f. 386 b. Cord. Eusebii.) Οἱ γὰρ ἐξ Ἰσραὴλ ταῖς ἀπειλαῖς προσέχειν οὐκ ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν· οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπήλαυσαν γῆς· τὴν γὰρ ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσεν.]
ΨΑΛΜΟΣ ϟΕʹ. [<ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.> (B f. 387 b. Cord. Eusebii.) Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθε· καὶ ἐφ᾽ ἡμῖν πεπλήρωται τὸ ἐν βίβλῳ Ψαλμῶν γεγραμμένον· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Ἀνεκαινίσθημεν γὰρ ἐν Χριστῷ, «τὸν μὲν παλαιὸν ἄνθρωπον ἀποδυσάμενοι, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἐνδυσάμενοι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν.»] <Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, κ.τ.λ.> (B f. 388, H f. 429.) Αὐτοῦ δὲ τίνος; Δηλονότι τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι τὸν Υἱὸν, περὶ οὗ φησι πρὸς ἡμᾶς δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι· τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.» Ἔλεος δὲ καὶ δικαιοσύνην ὀνομάζει τὸν Υἱόν· ἠλεήθημεν γὰρ δι᾽ αὐτοῦ, καὶ μεμαθήκαμεν πᾶσαν ὁδὸν δικαιοσύνης.
Καὶ μετ᾽ ὀλίγα· Τὸ δὲ ἡμέραν ἐξ ἡμέρας, ἀντὶ τοῦ Κατὰ πᾶσαν ἡμέραν· ὃ δὴ καὶ κατώρθωσαν οἱ μακάριοι μαθηταί· οὐδένα γὰρ παραλελοίπασι καιρὸν, καθ᾽ ὃν οὐ περιῆσαν κατὰ πᾶσαν χώραν τε καὶ πόλιν, εὐαγγελιζόμενοι τὸν Χριστὸν, καὶ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα. —Διεκήρυξαν δὲ τοῖς ἁπανταχόσε λαοῖς τὰ ἔνδοξα αὐτοῦ, τὰ θαυμάσια αὐτοῦ, τουτέστι τὰς μεγαλοπρεπεῖς μεγαλουργίας, τὰ παραδόξως τετελεσμένα. [<Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.> (B f. 388 b, H f. 430, Cord. Anonymi.) Μέγας ὄντως ὁ Κύριος ἡμῶν, καὶ θεοπρεπεστάτην ἔχει τὴν κατὰ πάντων ὑπεροχήν· ἴσος δὲ καὶ ὁμοούσιος αὐτῷ παντελῶς οὐδείς. Εἷς γάρ ἐστιν Υἱὸς φύσει ἀληθὴς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῖς τοῦ τεκόντος αὐτὸν ἀξιώμασι στεφανούμενος, αἰνετὸς σφόδρα, τουτέστι, δοξολογούμενος παρά τε τῶν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς πνευμάτων, καὶ παρὰ τῶν ὄντων ἐπὶ γῆς. Τὸ καινὸν οὖν ᾆσμα πρὸς τοῖς εἰρημένοις διδάσκει, τὸν Κύριον τοῦ καινοῦ ᾄσματος μέγαν τινὰ εἶναι καὶ αἰνετὸν σφόδρα, καὶ πρὸς τούτοις φοβερὸν ἐπὶ πάντας τοὺς θεούς· μέγαν μὲν ὡς Θεοῦ Λόγον, καὶ πάντων Δημιουργόν· αἰνετὸν δὲ ὡς εὐεργέτην καὶ Σωτῆρα πάντων· φοβερὸν δὲ οὐ πᾶσιν, ἀλλὰ τοῖς πάλαι νομιζομένοις θεοῖς, δηλαδὴ τοῖς πονηροῖς δαίμοσιν, οὓς καθεῖλεν, ἀπελάσας τῆς κατὰ τῶν ἀνθρώπων ἐπιβουλῆς.
Διόπερ ἵνα μὴ κατὰ τῶν ἁγίων, τῶν δὴ θεῶν προσηγορευμένων, ὑπολάβοις αὐτὸν φοβερὸν εἰρῆσθαι, ἀναγκαίως ἐπήγαγεν· «Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια.» Αὐτὸς δὲ ὁ Κύριος μέγας ἐστὶ καὶ αἰνετὸς σφόδρα.] [<Οἱ Θεοὶ τῶν ἐθνῶν δαιμόνια.> (B f. 388 b, H f. 430. Cord. Alterius.) Τουτέστι πονηρὰ καὶ ἀκάθαρτα πνεύματα, τὴν τοῦ Θεοῦ δόξαν ἐφ᾽ ἑαυτοῖς ἁρπάζοντα, καὶ ὥσπερ τινὰ κόνιν τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν ταῖς διανοίαις τῶν ἀνθρώπων ἐπιτάττοντα, ἵνα μὴ ἀναβλέψαντες τὸν τῶν ὅλων ἴδωσι Δημιουργὸν καὶ Κύριον. Ἀλλ᾽ ἵνα ἡμεῖς οἱ πεφωτισμένοι, καὶ τὴν τῆς ἀληθείας πλουτήσαντες γνῶσιν, καταδεικνύωμεν αὐτοῖς ὃν ἠγνόουν λέγοντες· «Ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.» Ἀπὸ γὰρ τῆς τῶν ἔργων μεγαλουργίας καὶ ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.
Ἔστι μὲν ὁρατὸν τῇ φύσει τὸ Θεῖον, καὶ οὐκ ἄν τις ἴδοι εἴ ποτέ τί κατὰ φύσιν ἐστίν· ἀπὸ δὲ τῆς καλλονῆς τῶν κτισμάτων, καὶ ἀπὸ τοῦ κάλλους τῆς ὁρωμένης κτίσεως, τὸ ὑπερφυὲς τῆς δόξης αὐτοῦ θεωρεῖται.] [<Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ.> (B f. 388 b, H f. 430 b. Cord. Eusebii.) Καὶ τί ἐστι τὸ, «Ἐνώπιον αὐτοῦ;» ἢ καὶ τί βούλεται εἰπεῖν ὁ στίχος; Οὐδένα γὰρ, φησὶν, ἐφορᾷν ἀξιοῖ, εἰ μή τις εἴη ὡραιότητα τὴν πνευματικὴν ἔχων εἰς νοῦν καὶ καρδίαν, εἰδὼς δὲ καὶ ἐξομολογεῖσθαι, τουτέστι, δοξολογεῖν μεγαλοπρεπῶς, καὶ ἀξίως τῆς τοῦ Θεοῦ δόξης. Τοῦτό ἐστιν «Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ,» τουτέστιν ἐν ὀφθαλμοῖς αὐτοῦ.] <Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.> (B f. 389, H f. 432.) Εἰσπορεύεσθε δὲ διὰ ποίας ἐρχόμενοι τρίβους; διὰ πίστεως δηλονότι· αὐτὴ γάρ ἐστιν ἡ τῆς σωτηρίας εἰσβολή. Καὶ μετ᾽ ὀλίγα· Καὶ ποίας θυσίας, ὁ μακάριος Παῦλος διαμνημονεύει λέγων· «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν καθαρὰν, ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» <Κρινεῖ λαοὺς ἐν εὐθύτητι.> (B. f. 389 b, H f. 433.)
Ἔκρινε λαοὺς ἐν εὐθύτητι ὁ Κύριος, σέσωκεν τὴν ὑπ᾽ οὐρανὸν, τῶν τοῦ διαβόλου χειρῶν ἐξείλατο, ἠλευθέρωσε τῆς τῶν δαιμόνων τυραννίδος, δεδικαίωκεν ἐν πίστει, τοὺς πεπλανημένους ποτὲ ὑπέθηκε τοῖς ἑαυτοῦ ζυγοῖς, ἁγίους ἀπέφηνε προσκυνητὰς, κατεδίκασε τὸν ὄλεθρον τοῦ Σατανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ.
Σαλευθήτω ἡ θάλασσα.> (H f. 433 b.) Ad. v. 11. Θάλασσαν δὲ ὅταν ἀκούσῃς ἐν τούτοις, μὴ ταύτην ὑπολάβῃς εἶναι τὴν σημαινομένην, ἑτέραν δὲ μᾶλλον, τουτέστι τὸν περίγειον τοῦτον χῶρον, ἤτοι τὴν οἰκουμένην ἅπασαν καὶ τοὺς ἐν αὐτῇ. [<Εὐφραινέσθωσαν οἱ οὐρανοί.> (B f. 390, H f. 433 b. Cord. Athanasii.) Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ πάσης φαυλότητος εὑρετὴς καὶ διδάσκαλος, ἥρπασεν εἰς θάνατον τὴν τοῦ ἀνθρώπου φύσιν ἐν ἀρχαῖς διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως· ἀνεμόρφωσε δὲ πάλιν εἰς ἀφθαρσίαν αὐτὴν ὁ πάντων Δημιουργὸς, καταργήσας τὸν θάνατον ἐν Χριστῷ, καὶ ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὐκοῦν ἐπὶ τούτοις ἑορτάζειν κελεύει τούς τε ὄντας ἐν οὐρανῷ καὶ ἅπαντας δὲ τοὺς ἐπὶ τῆς γῆς τὸ Πνεῦμα τὸ ἄγιον λέγον· «Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῇ.»] <Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ.> (B f. 390.) Οὔ τί πού φαμεν ὡς τῶν ἀναισθήτων ξύλων τὸ χαίρειν ἐστί· πρέπει δ᾽ ἂν μᾶλλον ἁγίοις τὸ χρῆμα, οὓς δὴ μᾶλλον ἡσθῆναί φησιν, ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ. <Ὅτι ἔρχεται κρίνειν τὴν γῆν.> (B f. 390, H f. 434 b.) Ἦλθε γὰρ ὁσίᾳ ψήφῳ καὶ θεοπρεπεῖ χρησάμενος. Καταδικάσει μὲν τὸν ἀρχέκακον θῆρα, καὶ εἰς τὴν φλόγα πέμψει τὴν ἀκοίμητον.
Λυτρώσεται δὲ τοὺς ὑπ᾽ αὐτὸν γεγονότας, τουτέστιν ἡμᾶς, καὶ δικαιώσει πίστει.
ΨΑΛΜΟΣ ϙϛʹ. <Τῷ Δαβὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται.> (B f. 390 b, H f. 435 b.) Δαβὶδ μὲν ὠνομάσθη πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου Γραφῆς ὁ ἐκ σπέρματος Δαβὶδ γεγονὼς κατὰ σάρκα Χριστός· καθάπερ ἀμέλει καὶ Ἰσραὴλ, οἱ ἐξ Ἰσραὴλ, καὶ Ἰακὼβ, οἱ ἐξ Ἰακώβ. ᾌδεται τοίνυν ὁ ψαλμὸς τῷ Δαβὶδ τῷ κατὰ σάρκα Χριστῷ. ᾌδεται δὲ πότε καὶ ἐπὶ τίσιν;
Ὁπότε, φησὶν, ἡ γῆ αὐτοῦ κατέστη. Καὶ μετ᾽ ὀλίγα. Ἐπέφανεν γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔπαυσε τοὺς θορύβους, κατέστησε τὴν γῆν. Καὶ τίνα τρόπον, ὁ ψαλμὸς διδάξει λέγων· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.» Οὕτω κατέστη τὰ καθ᾽ ἡμᾶς· βεβασίλευκε γὰρ ὁ Χριστός. Αὕτη γέγονεν τῆς ἑορτῆς ἡ πρόφασις. [<Δικαιοσύνη καὶ κρῖμα κατόρθωσις.> (B f. 391, H f. 437. Cord. Anonymi.) Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις. Ἐχρήσατο δὲ καὶ θεοπρεπεῖ καὶ φιλαγάθῳ κρίματι· δεδικαίωκε γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης, ἀλλὰ κατὰ πολὺ αὐτοῦ ἔλεος. Σέσωκε δὲ ἡμᾶς καὶ δι᾽ ὕδατος. Δι᾽ ὕδατος δὲ ποίου; τοῦ ἁγίου μυστικοῦ δηλονότι, ἐν ᾧ συνετρίβη καὶ πεπάτηται, μᾶλλον δὲ καὶ ἀπόλωλεν ὁ πολυκέφαλος δράκων, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί.] [<Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται.> (B f. 391 b, H f. 437. Cord. Alterius.) Πῦρ φησιν οὐ πάντως τοῦτο τὸ αἰσθητὸν, οὔτε μὲν τὴν ὁρωμένην φλόγα, ἀλλὰ θείαν τινὰ δύναμιν ἄμαχον, καὶ δυσάντητον, καὶ δυσδιάφευκτον, πυρὸς δίκην κατεσθίουσαν τοὺς ἐχθρεύοντας αὐτῷ. Οὗτοι δὲ ἦσαν καὶ πρό γε τῶν ἄλλων οἱ ἀλιτήριοι δαίμονες, καὶ τῆς ἀγέλης αὐτῶν ἐπιστάτης· τοῦτον κατέφλεξεν ὁ Σωτὴρ τοῖς ἄλλοις ὁμοῦ.
Οὐ γὰρ ἦν ἑτέρως ἐξελέσθαι τοὺς ἐπὶ τῆς γῆς ὑπ᾽ αὐτῷ γενομένους, εἰ μὴ καθάπερ τι πῦρ ἀφῆκεν αὐτῷ τὴν δαπανῶσάν τε καὶ ἀφανίζουσαν αὐτὴν ὀργήν. Οὕτως οὖν ἐξείλετο τοὺς ὑπ᾽ αὐτῷ γεγονότας, σέσωκε τοὺς ἐν αἰχμαλωσίᾳ, ἐῤῥύσατο τοὺς πεπλανημένους, καὶ εἰς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς.] [<Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ.> (B f. 391 b, H f. 458 Cord. Anonymi.) Πεφανέρωται γὰρ ἡ ἔκλαμψις τοῦ Χριστοῦ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ πεφώτικεν τὰς ἁπάντων καρδίας. Καὶ μετ᾽ ὀλίγα· Ἔοικεν ἐν τούτοις ὁ μακάριος Ψαλμῳδὸς ἀστραπὰς ὀνομάζειν Χριστοῦ τοὺς τὸ θεῖον καὶ εὐαγγελικὸν ἱερουργοῦντας κήρυγμα, τουτέστιν ἀποστόλους καὶ εὐαγγελιστὰς, οἷς καὶ αὐτὸς ἔφη Χριστός· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Φῶς μὲν γὰρ τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Υἱὸς, καταφωτίζων ἅπασαν κτίσιν λογικήν. Ἐπειδὴ δὲ γεγόνασι μέτοχοι τοῦ παρ᾽ αὐτοῦ φωτὸς, καὶ αὐτοὶ χρηματίζουσι φῶς τοῦ κόσμου. Οὗτοι τοίνυν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοὶ καθάπερ ἀστραπαὶ γεγόνασι, τὴν ὑπ᾽ οὐρανὸν διατρέχοντες πανταχοῦ, καὶ τὸ θεῖον καὶ νοητὸν ταῖς τῶν μυσταγωγουμένων καρδίαις εἰσπέμποντες φῶς.] [<Εἶδε, καὶ ἐσαλεύθη ἡ γῆ.> (B f. 392, H f. 439. Cord. Anonymi.) Τὸ δὲ εἶδε, ἀντὶ τοῦ ἀνέβλεψεν.
Προειπὼν γὰρ ὅτι ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, διαδείκνυσιν εὐθὺς ὅσον ὠφέλησε τὴν ὑπουράνιον τὸ ἀποσταλῆναι παρὰ Χριστοῦ τὰς νοητὰς ἀστραπὰς, δι᾽ ὧν ἐλέγομεν σημαίνεσθαι τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, ὧν ταῖς πανσόφοις μυσταγωγίαις ἀνέβλεψεν ἡ γῆ. Κατόρθωμα δὲ καὶ τοῦτο τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.] <Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν.> (B f. 392, H f. 439.) Ὅρη δέ φησιν τὰς ὑψηλὰς καὶ ὑπερηφάνους δυνάμεις τὰς ἀντικειμένας, ἤγουν τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, διὰ πολλὴν ἄγαν ὑπερηφανίαν ὄρεσι παρεικαζομένους. Ἃς κατέτηξεν ὁ Σωτὴρ ὡσεὶ κηρὸν, οἷόν τι πῦρ κηρῷ προσβεβληκός. [<Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ.> (B f. 392, H f. 439. Cord. Alterius.) Οὐρανούς φησιν ἐν τούτοις οὐκ αὐτὸ τὸ στοιχεῖον, ἀλλὰ τοὺς ὄντας ἐν οὐρανοῖς, τουτέστι τοὺς ἁγίους ἀγγέλους· οὗτοι τὴν δικαιοσύνην τοῦ Θεοῦ καὶ Πατρὸς ἀναγγελοῦσι.
Σέσωκε γὰρ τοὺς ἐπὶ γῆς, δικαιώσας ἐν πίστει τῇ ἐν Χριστῷ. Οὕτω γὰρ πλήρης γέγονεν ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἀλλ᾽ ἐπεὶ καὶ ἡ πρακτικὴ ἀρετὴ πολλαχοῦ δικαιοσύνη καλεῖται, ταύτην ἀναγγέλλειν πραγματικῶς μόνοι ἴσασιν οἱ οὐρανοὶ, ὄντες ἄνδρες δίκαιοι. Ἐπιδεικνυμένην γὰρ πίστιν ἀναγγελεῖ δίκαιος, τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζομένης.] [<Προσκυνήσατε αὐτῷ, πάντες ἄγγελοι.> (B f. 392 b, H. f. 440. Cord. Anonymi.) Τίνι προσκυνεῖν ἐπιτάττονται; Χριστῷ δηλονότι, τουτέστιν ἐνανθρωπήσαντι τῷ Μονογενεῖ. «Ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ἀναγκαίως δὴ ἐνταῦθα τὴν προσκύνησιν τῶν ἀγγέλων εἰσήγαγεν, ἵνα μὴ αἰσχυνθῶμεν προσκυνῆσαι Θεῷ ὃν προσκυνοῦσιν ἄγγελοι· ἅμα δὴ γνῶμεν, ὡς εἰς ἀγγέλων τάξιν οἱ προσκυνοῦντες τὸν Θεὸν ἀνερχόμεθα.
Πρὸς τούτοις ὅτι τῶν ἀγγέλων τὸ προσκυνεῖν ἴδιον, οὐ τὸ προσκυνεῖσθαι. Οἱ τοίνυν δαίμονες, ἀποπεσόντες καὶ ταύτης τῆς ἀξίας τῶν ἀγγέλων, προσκυνεῖσθαι δυνήσονται, ἀλλ᾽ ἀπάτῃ τῶν προσκυνούντων.] [<Ἤκουσε, καὶ εὐφράνθη Σιών.> (B f. 392, H f. 440 b, Cord. Anonymi.) Ἔοικεν οὖν ἐν τούτοις ἡμῖν ὁ λόγος τὴν πρώτην τῶν Ἰουδαίων κλῆσιν βούλεσθαι καταδηλοῦν, ἣν δὴ καὶ πρώτην ἐποιήσατο Χριστός. Τοῦτο καὶ πάλαι διὰ φωνῆς τοῦ Δαβὶδ ἔφη λέγων· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Τουτέστι, φανερὸν καταστήσει τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ καὶ Πατρός.] [<Φῶς ἀνέτειλε τῷ δικαίῳ.> (B f. 393 H f. 442. Cord. Anonymi.) Τὸ ἀνέτειλέ φησιν ἀντὶ τοῦ ἀνατέλλει. Πᾶς γὰρ εἴ τίς ἐστιν ἀγαθὸς καὶ δίκαιος, τούτῳ πάντως εἰς νοῦν καὶ καρδίαν τὸ νοητὸν καὶ θεῖον ἀνατέλλει φῶς. Οὐ γὰρ ἄμοιροι τῶν ἱερῶν ἔσονται χαρισμάτων οἱ τῶν ἀρίστων σπουδασμάτων ἐπιμεληταί. Τῷ τοίνυν τὴν πρακτικὴν ἀρετὴν, δικαιοσύνην καλουμένην, κατορθώσαντι ἀνέτειλε φῶς γνώσεως, οὐκ ἄλλο τυγχάνον τοῦ φωτὸς τοῦ ἀληθινοῦ, περὶ οὗ ὁ Πατὴρ εἶπε· «Τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ ἥλιος δικαιοσύνης.»] <Τοῖς εὐθέσι τῇ καρδίᾳ.> (B f. 393 b, H f. 442 b.) Καὶ τί ἐστι τὸ εὐθῆ τὴν καρδίαν ἔχειν; Τὸ οἷον ὀρθὴν καὶ ἀδιάστροφον. [Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ.> (B f. 393 b. H f. 442 b.
Cord. Anonymi.) Πρέπει γὰρ ὄντως τοῖς ἀγαπῶσι Χριστὸν καὶ τοῖς τῆς εὐσεβείας ἐρασταῖς, τὸ ἐπ᾽ αὐτῷ λίαν εὐφραίνεσθαι, καὶ ἐπὶ τοῖς δοθησομένοις ἡμῖν ἀγαθοῖς παρ᾽ αὐτοῦ, δηλονότι πνευματικοῖς, ἃ καὶ ἀσφαλῆ καὶ ἀναπόβλητον ἔχει τὴν κτίσιν (ed., κίνησιν)]. <Ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.> (B f. 393 b. H f. 443.) Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν δηλοῖ. Δεῖ τοίνυν εὐχαριστεῖν ὅτι Θεὸς ὢν φύσει καὶ Κύριος τῶν ὅλων καὶ σύνθρονος τῷ Πατρὶ, ὁ ἐπάνω πάντων καὶ ὑπὲρ πάντας, κατηξίωσεν ἡμῶν ποιήσασθαι μνήμην· μνημονεύσας δὲ, καὶ ηὐλόγησε.
Καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβίδ· «Κύριος ἐμνήσθη ἡμῶν, καὶ ηὐλόγησεν ἡμᾶς.»
ΨΑΛΜΟΣ ϟΖʹ. <ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.> (B f. 393 b, H f. 443.) Καινὸν τὸ ᾆσμα· πάντα γὰρ ἐν Χριστῷ καινὰ, τὰ ἀρχαῖα παρῆλθεν. Καὶ μετ᾽ ὀλίγα. [Καὶ ποῖα ταῦτά ἐστι τὰ καινά; τὰ διὰ Χριστοῦ δηλονότι. Πάλαι μὲν γὰρ, ὡς ἔφην, ἐλυτρώσατο διὰ Μωϋσέως τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, καὶ πικρᾶς αὐτοὺς ἐξείλετο δουλείας· κατεπνίγετο δὲ καὶ ἐν θαλάσσῃ διώκων ὁ Φαραὼ, καὶ ἐπ᾽ αὐτῷ δὴ τούτῳ Θεὸς ἐδοξάζετο. Ἀλλ᾽ ἐν τούτοις μὲν τὰ ἐκείνων. Ἴδωμεν δὲ τὰ καινὰ τὰ διὰ Χριστοῦ. Οὐχ ἓν ἔθνος ἐλυτρώθη. καθὰ καὶ πάλαι μόνος ὁ Ἰσραὴλ, σέσωσται δὲ μᾶλλον ἡ σύμπασα γῆ. Οὐκ ἄνθρωπον Αἰγύπτιον πεπνιγμένον ὁρῶμεν ἐν θαλάσσῃ, ἀλλ᾽ αὐτὸν τὸν ἀλαζόνα καὶ ἀλιτήριον Σατανᾶν πεσόντα, καὶ κείμενον ὑπὸ πόδας ἁγίων. Ἔφη γάρ που Χριστός· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.» Ὄφεις δὲ καὶ σκορπίους ὀνομάζει τοὺς πονηροὺς καὶ ἰοβόλους δαίμονας· ὧν τῆς σκαιότητος ἀπηλλάγημεν.] Καὶ μετ᾽ ὀλίγα· Ἐπὶ τίσιν ἄρα καὶ ποίας ἔχοντες τοῦ ψάλλειν τὰς ἀφορμὰς, αὐτός σε πάλιν διδάξει λέγων· «Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος.» Καὶ ποῖα ταῦτά ἐστι;
Τὰ ἐξαίρετα καὶ τεθαυμασμένα, ἃ πεποίηκεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. [<Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ.> Ἔσωσε γὰρ τὴν ὑπ᾽ οὐρανὸν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱός· οὔτως αὐτὸν καὶ αὐτὸς ὁ Πατὴρ ὀνομάζει λέγων· «Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τὴν δεξιάν μου,» ἐν ᾗ ἐστερέωσα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν. [Διέσωσε γὰρ ἡ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, τῷ ἰδίῳ γεννήτορι τὴν οἰκουμένην πρὸς θεογνωσίαν ἀναγαγὼν, καὶ θανάτου καὶ φθορᾶς ἐξελὼν τὸ ἐξ ἁμαρτίας συντετριμμένον ποίημα, καίτοι κατ᾽ εἰκόνα γεγονὸς τοῦ Κτίσαντος. [Δεξιὰν τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει τὸν Υἱόν· δι᾽ αὐτοῦ γὰρ ὡς διὰ χειρὸς ἰδίας τὰ πάντα εἰς τὸ εἶναι παρήνεγκεν ὁ Πατήρ· καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Ἰωάννης περὶ αὐτοῦ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.
Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Ἀλλ᾽ ὥσπερ ἡ τοῦ ἀνθρώπου χεὶρ οὐκ ἀλλοτρία τοῦ σώματός ἐστιν, ἀλλ᾽ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ· αὕτη τοίνυν ἡ πάντων ἰσχύουσα τοῦ Πατρὸς δεξιὰ, ἡ πάντων δημιουργὸς καὶ τεχνῖτις, ἣν πάντα τὰ ἔργα τρέμει, σέσωκεν ἑαυτῷ τε καὶ τῷ Πατρί. Τί δὲ σέσωκεν; ἅπασαν δηλονότι τὴν ὑπ᾽ οὐρανόν· σεσαγήνευκε γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰς ἐπίγνωσιν τῆς δόξης αὐτοῦ.] [<Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ> Σωτήριον καὶ δικαιοσύνην ὀνομάζει Χριστόν· σέσωκε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ δεδικαίωκεν ἐν πίστει.] [<Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.> Τουτέστιν, Οὐδεὶς ἀπομεμένηκεν ἀμέτοχος τῆς διὰ Χριστοῦ σωτηρίας. Κέκληται γὰρ, ὡς ἔφην, διὰ τῆς πίστεως ἡ σύμπασα γῆ.] [<Ποταμοὶ κροτήσουσι χειρί.> Ποίας ἔχουσι χεῖρας οἱ ποταμοί; Ἢ πῶς κροτῆσαι δύνανται; Ἐπειδὴ δεσποζομένων τῶν ἐθνῶν, καὶ καλουμένων διὰ τῆς πίστεως, ἔχαιρον οἱ μαθηταὶ, τοῖς κροτοῦσι παραπλησίως ᾠδῶν ἐπινικίων ἐξάρχοντες ἐκ περιχαρείας, ποταμοῖς αὐτοὺς παρεικάζει λέγων· «Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό.» [
Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πηγαῖς τε καὶ ποταμοῖς ἐσθότε παρομοιοῦν τοὺς ἁγίους προφήτας, ἀποστόλους καὶ εὐαγγελιστὰς, ἔτι τε πρὸς τούτοις τοὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, τοὺς τὸν θεῖον τοῖς λαοῖς πρεσβεύοντας λόγον, καὶ τῶν ἱερῶν δογμάτων ὄντας ἐπιστήμονας, καὶ μυσταγωγικὸν ἔχοντας ἐπιτήδευμα. Καὶ γοῦν ἔφη περὶ αὐτῶν διὰ φωνῆς Ἡσαΐου τοῦ προφήτου· «Ἀντλήσατε τὸ ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.» Σωτηρίους δὲ αὐτοὺς ὀνομάζει πηγάς· ἀναβρύουσι γὰρ ὥσπερ τοῖς ὑπὸ χεῖρα λαοῖς τὸν ἐξ οὐρανοῦ λόγον, αὐτοὶ δεχόμενοι παρὰ Χριστοῦ. Ὡς γὰρ αὐτοί φασιν οἱ ἅγιοι· «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» [Ὅταν τοίνυν ἀκούσῃς περὶ τῶν ἁγίων ποταμῶν ὅτι κροτήσουσι χεῖρας, ἀντὶ τοῦ εὐφρανθήσονται, νόει, τερφθήσονται, καὶ χαρήσονται, καὶ ἑορτάσουσι. Διὰ ποίαν αἰτίαν; Ὅτι ἔσωσε Κύριος τὴν ὑπουράνιον, ὄτι καταβέβηκεν ἐξ οὐρανοῦ ὁ Μονογενὴς ὢν Λόγος, καὶ γέγονεν ὅμοιος ἡμῖν, ἵνα καταργήσῃ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἵνα παραλύσῃ τὴν φθορὰν, ἀναστρέψῃ θάνατον, ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ ἡμᾶς καθαροὺς ἀπεργάσῃ διὰ τοῦ βαπτίσματος, ἁγιάσῃ διὰ τοῦ Πνεύματος, υἱοὺς ἀποφήνας Θεοῦ.
Αὕτη τῆς τῶν ἁγίων θυμηδίας ἡ πρόφασις ἐπὶ τούτοις κελεύονται κροτεῖν, τουτέστιν εὐφραίνεσθαι.] [<Τὰ ὄρη ἀγαλλιάσονται.> Ὄρη φησὶν οὐ ταῦτα τὰ αἰσθητὰ καὶ ὁρώμενα, ἀλλὰ τὰς νοερὰς καὶ ὑψηλὰς δυνάμεις, ἤτοι τοὺς τὸν θεῖον θρόνον περιεστῶτας ἀγγέλους. Ὑψηλαὶ γοῦν εἰσιν αἱ ἀρεταί. Αὗται τοίνυν αἱ λογικαὶ καὶ ἀνωτάτω δυνάμεις χαίρουσι λίαν ἐπὶ τοῖς ἐν Χριστῷ διασεσωσμένοις· χαίρουσι δὲ δι᾽ ἡμᾶς δοξολογοῦσαι τὸν σώσαντα.]
ΨΑΛΜΟΣ ϟΗʹ. [<Ὁ Κύριος ἐβασίλευσεν.> Πεμπέτωσαν εἰκῆ τῆς ἑαυτῶν βασκανίας τὰ βέλη κατὰ Χριστοῦ, ἀρτυέτωσαν ἐπιβουλὰς οὐδὲν ἀδικῆσαι δυναμένας τὸν οὐδὲν εἰδότα παθεῖν.] [<Κύριος ἐν Σιὼν μέγας.> Οὐ παρὰ τῇ Σιὼν σωματικῇ μέγας ἦν ἢ ὑψηλὸς ὁ Σωτὴρ, παρὰ τῇ νοητῇ δὲ μᾶλλον, τουτέστι τῇ Ἐκκλησίᾳ· ἢν αὐτὸς ἑαυτῷ παρέστησε μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον, κατὰ τὸ γεγραμμένον] [Οὐ γὰρ καθ᾽ ἕνα τῶν ψευδωνύμων θεῶν γινωσκόμενος μὲν παρά τινων, ἀγνοούμενος δὲ παρ᾽ ἑτέρων· ἀλλ᾽ αὐτὸς ἐν οὐρανῷ μὲν δοξαζόμενος παρὰ τῶν ἄνω πνευμάτων, ἐπὶ γῆς δὲ προσκυνούμενος παρ᾽ ἡμῶν.
Ὑψηλὸς τοιγαροῦν ἐν δόξῃ καὶ τὸν ἑαυτοῦ φόβον ἐντιθεὶς τοῖς εἰδόσιν αὐτὸν, σωτηρία δὲ καὶ τοῦτο ψυχῆς.] [<Ἐξομολογησάσθωσαν πάντες τῷ ὀνόματί σου.> Αἱ τιμαὶ, φησὶ, τῶν βασιλέων ἀγαπῶσιν ἔχειν τὸ δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Ἀκολουθεῖ γὰρ πάντως τῇ τοῦ βασιλέως τιμῇ τὸ χρῆναι κρίνειν καὶ νομοθετεῖν. Ἤδη κριτής ἐστι καὶ νομοθέτης Θεὸς τοῦ παντός. Γέγραπται γάρ· «Ὅτι Θεὸς κριτής ἐστι.» Καὶ πάλιν· «Εἷς ἐστι νομοθέτης καὶ κριτής.» Καὶ, «Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.» Πρόσεστι δὲ τῷ Υἱῷ τὸ δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς· «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.»] <Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ.> (B f. 396 b, H f. 450) Μέγα γὰρ καὶ ὑψηλὸν τὸ τῆς θεότητος ὄνομα, ἤγουν ἡ δόξα. Οὐ γάρ ἐστιν καθ᾽ ἒν τῶν κτισμάτων ὁ τῶν ὅλων Δημιουργὸς, ἀπαραβλήτοις δὲ μᾶλλον ὑπεροχαῖς τὰ πάντα ὑπέρκειται.
Ὅμοιον δὲ αὐτῷ κατὰ φύσιν οὐδὲν, πλὴν ὅτι μόνος ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ ὁμοούσιος αὐτῷ Θεὸς Λόγος, ὃς δοξολογεῖται γενόμενος ἄνθρωπος παρὰ τῶν Σεραφείμ. Αὐτὸς γάρ ἐστιν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· καὶ γὰρ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Μέγα δὴ οὖν καὶ τεθαυμασμένον τὸ τῆς θεότητος ὄνομα, εἴπερ αὐτῷ κάμπτει πᾶν γόνυ, προσκυνούσης δηλονότι τῆς κτίσεως, καὶ ταῖς θεοπρεπέσι τιμαῖς στεφανούσης αὐτόν. <Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν.> (H f. 451 b) Τουτέστιν, Ὕψιστον εἶναι πιστεύετε τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, μηδὲν ταπεινὸν φρονήσαντες περὶ αὐτοῦ, καθάπερ ἀμέλει καὶ οἱ τάλανες Ἰουδαῖοι. [<Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.> Ἆρ᾽ οὖν καὶ πόδας τοιούτους ἔχει Θεὸς ἐπικειμένους τῷ ὑποποδίῳ; ἆρα καὶ χεῖρας καὶ ὀφθαλμούς;
Μὴ τοῦτο ὑπολάβῃς. Σκευάζεται μὲν γὰρ ὁ ὑπ᾽ αὐτῷ λόγος ὡς ἐκ τῶν καθ᾽ ἡμᾶς καὶ ἐκ τῶν ἀνθρωπίνων πραγμάτων· νοεῖται δὲ τὰ ἐπ᾽ αὐτῷ θεοπρεπῶς. Ἐπειδὴ τοίνυν ἔθος ἐστὶ τοῖς προσκυνοῦσι τοὺς ἐπὶ γῆς βασιλέας φιλεῖν τοὺς πόδας αὐτῶν, ἐκ τῆς παρὰ ἀνθρώποις συνηθείας ἐπὶ Θεοῦ τὸν λόγον ἀναφέρει λέγων ὁ Ψαλμωδός· «Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.»] [<Ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ.> Οὐκοῦν τετίμηκεν ὡς τιμήσαντας, ἠγάπησεν ὡς γνησίους οἰκέτας, ὡς τῶν αὐτοῦ θεσπισμάτων γεγονότας φύλακας. Οὐκοῦν οὐκ ἄμισθος ἡ ὑπακοὴ, μᾶλλον δὲ τῆς ἀνωτάτω τιμῆς πρόξενος διὰ τὸ εὐπειθὲς καὶ εὐάγωγον.]
ΨΑΛΜΟΣ ϟΘʹ. [<Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ.> Τουτέστι, μὴ στυγνοὶ, μὴ κατηφεῖς, μηδὲ ὀκνηροὶ πρὸς ἀγαθουργίαν, πρόθυμοι δὲ μᾶλλον καὶ ἱλαροὶ καὶ τῇ ἐλπίδι χαίροντες· ἐλπίδι δὲ πάντως τῇ τοῖς ἀγίοις ηὐπρεπισμένῃ.] Εἰ δέ τις μὴ δουλεύοι αὐτῷ ἐν εὐφροσύνῃ, μὴ τολμάτω παριέναι ἐνώπιον αὐτοῦ, ἀνίπτοις ποσὶ παραβάλλων εἰς τὴν Ἐκκλησίαν αὐτοῦ.] <Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός.> (Cod. M f. 176.) Οὗτός ἐστιν ὁ Χριστὸς, ὁ τῷ ἰδίῳ αἵματι πᾶσαν λυτρωσάμενος τὴν γῆν. Αὐτός ἐστιν ὁ καὶ τοῦ ἡμετέρου ποιήματος δημιουργός. Οὐ γὰρ αὐτομάτως συνέστημεν, ἀλλὰ τῶν χειρῶν αὐτοῦ ἔργον ἐσμέν. Διὸ καὶ λαὸς αὐτοῦ, καὶ πρόβατα αὐτοῦ τυγχάνομεν. Εἴη δὲ λαὸς ὁ λογικωτέραν τάξιν ἐπέχων· πρόβατα δὲ οἱ μὴ τοσαύτην ἔχοντες διάκρισιν, μηδὲ πεῖραν τῶν θείων λογίων, κατὰ τό· «Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός.»
ΨΑΛΜΟΣ Ρʹ. [<Ψαλμὸς τῷ Δαβίδ.> Τῷ Δαβὶδ ψαλμός. Τουτέστιν, ὕμνος καὶ δοξολογία τῷ ἐκ σπέρματος Δαβὶδ τῷ κατὰ σάρκα Χριστῷ. Ἀνέφυ γὰρ ἐξ Ἰεσσαὶ καὶ Δαβὶδ τὸ τῆς εἰρήνης φυτὸν, τὸ θεῖόν τε καὶ εὐγενὲς καὶ ὑπερκόσμιον βλάστημα. Καὶ μετ᾽ ὀλίγα· Εἰσκεκόμισται δὲ πρόσωπον ἀνδρὸς ἁγίου, πολιτείας ἡμῖν τῆς ἐξαιρέτου καταγράφον τοὺς τύπους, καὶ οὐχ ἵνα τοὺς παρά τινων τύπους ἁρπάσῃ, οὐδ᾽ ἵνα δόξαν θηράσηται κενὴν (ἀλλότριον γὰρ τοῦτο ἁγίων), ἀλλ᾽ ἵνα μᾶλλον ἡμᾶς ὠφελήσῃ διὰ τούτου, καὶ μάθωμεν τίνα τρόπον πολιτεύεσθαι χρὴ τοὺς ἐθέλοντας ἀρέσκειν Θεῷ.] [<Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.> Οἶδά σε, φησὶν, ἐλεήμονα καὶ δίκαιον ὄντα κριτὴν, καὶ ἐπ᾽ αὐτοῖς δὴ τούτοις ὑμνήσω σε. Ἐλέησε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, ἐν Χριστῷ δικαιώσας τῇ πίστει, καὶ χαρισάμενος ἡμῖν τὴν ἄφεσιν τῶν ἀρχαίων πλημμελημάτων, καὶ κρίσιν ἐφ᾽ ἡμῖν δικαίαν ἐξενεγκών.] [<Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ.> «Ψαλῶ» σοι, φησὶν, ὦ Δέσποτα, καὶ δοξολογήσω σε διηνεκῶς· «συνήσω δὲ καὶ ἐν ὀδῷ ἀμώμῳ.» Τουτέστι, μετὰ συνέσεως καὶ σοφίας βαδιοῦμαι τὴν ὀρθὴν καὶ ἀδιάστροφον καὶ ἀμώμητον ὁδόν. Χρὴ γὰρ ἡμᾶς εἶναι συνετωτάτους τοὺς ἐθέλοντας εὐαρεστεῖν τῷ Θεῷ, καὶ σοφίας μεμεστωμένην ἔχειν τὴν καρδίαν· σοφίας δὲ οὐ τῆς ἐπιγείου καὶ κοσμικῆς, ἐκείνης δὲ μᾶλλον ἣν χαρίζεται Χριστός.
Ἐν αὐτῷ γὰρ «πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·» καὶ αὐτὸς σοφοῖ τυφλοὺς, καὶ συνέσεως ἀπάσης ἐστὶ χορηγός.] [Καὶ τί δὴ τοῦτό ἐστιν; Ἕως μὲν γάρ ἐσμεν ἐν ῥύποις καὶ ἁμαρτίαις, οὐκ ἔχομεν ἑαυτοῖς κατοικοῦντα Χριστόν· ὅταν δὲ τοὺς τῆς ἁμαρτίας ἀπονιψώμεθα ῥύπους, καὶ καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν δὲ καὶ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, τότε γὰρ παρ᾽ ἡμῖν γίνεται, καὶ ἐν ἡμῖν αὐλίζεται, καὶ οἶκός ἐσμεν αὐτοῦ]. [<Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας.> Τί ἐστι τὸ, «Ἐν ἀκακίᾳ καρδίας μου;» Ἀντὶ τοῦ, Ἀπονήρως καὶ ἀφιλοπραγμόνως, οὐ θορύβους ἀγαπῶν πραγμάτων κοσμικῶν καὶ περισπασμῶν εἰκαίων᾽ ἔχων δὲ μᾶλλον ἐν ἐμαυτῷ τὸν νοῦν εὐσταθῆ καὶ ἠρεμοῦντα, κατ᾽ ἐκεῖνόν που πάντως τὸν ἀρχαῖον Ἰακὼβ, περὶ οὗ γέγραπται· «Καὶ ἦν Ἰακὼβ ἄπλαστος ἀνὴρ οἰκῶν οἰκίαν.»] [<Οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον.> Οὐδενὶ, φησὶ, προσέσχον φαύλῳ τε καὶ ἀνοσίῳ πράγματι, καὶ καλοῦντι πρὸς παρανομίαν. Πολλὰ δὲ ταῦτα καὶ περὶ ἡμᾶς. Παρανομεῖ γάρ τις, ὅταν εἰς ἐπιθυμίαν ἐμπέσῃ τῶν οὐδὲν αὐτῷ προσηκόντων, καὶ γίνηται τῶν ἀλλοτρίων ἄδικος ἐραστής. Παρανομεῖ δὲ ὁμοίως ὁ σωματικαῖς ἡδοναῖς ἡττώμενος, καὶ τοῖς μοιχείας ἐγκλήμασιν ἔνοχος γεγονώς. Παραλύει νόμον ὁ καταλαλῶν ἀδελφοῦ, καὶ πλεονεκτῶν οὓς ἂν δύνηται τῶν ἀσθενεστέρων.
Καὶ ἵνα μὴ καθ᾽ ἕκαστον λέγων διατρίβω, πᾶν εἶδος φαυλότητος καὶ παρανομίας ἔγκλημα φέρει. Καὶ μετ᾽ ὀλίγα· Ἀλλ᾽ ἴσως ἐρεῖς· Ἆρ᾽ οὖν ἀναμάρτητος ἦν; Εἶτα πῶς τοῦτό ἐστιν ἐφικτόν; Τὸ γὰρ ἐλεύθερον εἰς ἁμαρτίας τετήρηται, καὶ τὸ ἀναμάρτητον πρέπει μόνῳ τῷ ἐπὶ πάντων Θεῷ. «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Καὶ μετ᾽ ὀλίγα· Πῶς οὖν ἄρα νοῆσαι πρέπει τό· «Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον;» Οὐκ εἶπεν· Οὐδέποτε ἐμπέπτωκα παρανόμῳ πράγματι, ἀλλ᾽, ὅτι «Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον·» Τουτέστιν, Ἠθέλησα καὶ προτεθύμημαι μηδέποτε ἐνορᾷν παρανόμῳ πράγματι. Εἰ δὲ καὶ ἀστοχῆσαι συνέβη, φησὶν, ὡς ἄνθρωπον, θαυμαστὸν οὐδέν· ὅτι κυβερνῆται πολλάκις καὶ αὐτοὶ καλῶς εἰδότες τὴν τέχνην κινδυνεύουσι μετὰ τῆς νηὸς, ἀγρίου καταιγίζοντος πνεύματος.] <Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.> (B f. 399 b, H f. 459) Τουτέστιν, ἄνθρωπος σκαμβὴν ἔχων τὴν καρδίαν, ὅ ἐστι διεστραμμένος. [<Ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.> Τουτέστιν, Οὐδὲ εἰδέναι προσεποιούμην. Οὐ γὰρ ἠξίουν εἶναι φίλος αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐδαμῶς, φησὶν, ἀλλ᾽ εἰδὼς, ὅτι «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.»] (
B f. 400, H f. 459 b) Καρπὸς διανοίας ἁγιοπρεποῦς τὸ παραιτεῖσθαι τοὺς πονηρούς· ἐσχάτης δὲ πονηρίας ἀπόδειξις τὸ καταλαλεῖν ἀδελφῶν. [<Ὑπερηφάνῳ ὀφθαλμῷ.> Πλεῖστα γὰρ ἐν ἡμῖν εἰσι πάθη ψυχικά· ἓν δὲ καὶ μάλιστα τῶν ἄλλων ἐκτοπώτερον καὶ πᾶσιν ἀφόρητον, ᾧ καὶ αὐτὸς μάχεται Θεός· τοῦτο δέ ἐστιν ὑπερηφανία, ἣ καὶ ἀδελφὴν καὶ σύντροφον ἔχει τὴν πλεονεξίαν, ἤτοι τὸ ἀπλήστως πλεονεκτεῖν. Ταῦτα δύο βάραθρα ψυχῶν καὶ ὀλέθρου πύλαι, καὶ ἀκοιμήτου φλογὸς ἄξια.
Τίς οὐ φεύγει τὸν ἀλαζόνα; Τίς οὐ παραιτεῖται τὸν ἀπλήστῳ χειρὶ συλλέγοντα χρημάτων πορισμοὺς καὶ πλεονεκτοῦντα πολλούς;] [<Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς.> Τουτέστι τοὺς ἁγίους, ὥστε καὶ «συγκαθῆσθαι αὐτοὺς μετ᾽ ἐμοῦ·» τουτέστι, συνεῖναι, καὶ συμβασιλεύειν ἀεὶ, καὶ ἀποφέρειν εἰς τὰ χρήσιμα. Ἐξαίρετον γὰρ ἀγαθὸν ἀνθρώπῳ σύμβουλος ἀγαθός. Σεπτὸν αὐτὸν καὶ ἀξιοζήλωτον ἀποτελεῖ, τὸ ἀποφέρειν πρὸς πᾶν ὁτιοῦν τῶν χρησίμων, καὶ εἰς σωτηρίαν διδάσκει τὰ συμφέροντα, ὑποτίθεται δὲ τὸ τελοῦν εἰς ὄνησιν.]
ΨΑΛΜΟΣ ΡΑʹ. [<Κλῖνον πρός με τὸ οὖς σου.> «Κλῖνον, φησὶ, πρός με τὸ οὖς σου.» Διὰ τί; Ὅτι θλιβόμενος οὐ δύναμαι σὺν παῤῥησίᾳ προσεύξασθαι. Θλίψιν δὲ λέγει τὴν τῶν πειρασμῶν εἴτε τῶν αἰσθητῶν εἴτε τῶν νοητῶν ἐπαγωγήν.]
ΨΑΛΜΟΣ ΡΓʹ. [<Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.> Νοητὸς δέ που πάντως ὁ τοιοῦτός ἐστι, καὶ τῆς σωτηρίου μέθης ἐμποιητικός.] [<Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου.> Οὐ περὶ ξύλων ἦν ὁ λόγος αὐτῷ, περὶ ἁγίων δὲ μᾶλλον τῶν ἐῤῥιζωμένων ἐν τῇ πίστει, καὶ καρποφορούντων ἐν δικαιοσύνῃ.] [<Αὔτη ἡ θάλασσα ἡ μεγάλη.> Νηῒ παρεικάζει τὴν Ἐκκλησίαν, ἐν σχήματι θαλάσσης τοῦδε τοῦ καθ᾽ ἡμᾶς νοουμένου κόσμου. Θαλάττῃ τοιγαροῦν τῇ καθ᾽ ἡμᾶς παραβάλλει τὸν βίον τὸν ἀνθρώπινον διὰ τὸ ἀστάθμητον, καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων· ἑρπετῶν δὲ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων πληθὺν, εἰς τὸ τῆς ἕξεως ποικίλον νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχεδὴς δὲ ὁ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν ἡ καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ διαπορεύεται, κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, οὔσας μὲν ἐν κόσμῳ, πλὴν ἀνωτέρω τοῦ κόσμου· καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἔστιν ὁρᾷν. ὅσας μὲν ἐν ὕδασι, πλὴν ὑδάτων ἀνωτέρω.
Αἱ τοίνυν ἐν τάξει πλοίων Ἐκκλησίαι τὴν νοητὴν ταύτην διανηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν τινὰ ἁγνὴν χώραν, τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ, καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα, τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.