Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία σε διάφορους Ψαλμούς (ΡΔ΄ έως ΡΙΘ΄)

Σύντομα ερμηνευτικά σχόλια σε επιλεγμένα χωρία των ψαλμών ΡΔ΄ έως ΡΙΘ΄, σχετικά με τη θεία πρόνοια, τις θείες εντολές και τον πνευματικό βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 23 από 23

Σκάφος οὖν ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλοτῆρας ἔχουσα τοὺς ἡγιασμένους· οἳ καὶ, διὰ τοῦ καταδέξασθαι τὴν πίστιν, συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστόν. Ἀλλὰ καὶ δεινὸς ἐσθότε χειμὼν καταῤῥήγνυται, καὶ μυρία περιστάσεων τοῦ ἁγίου σκάφους κατεξανίσταται κύματα, ἀναρίθμητοι δὲ φλογίζουσι πειρασμοὶ, καὶ μὴν καὶ πνευμάτων πονηρῶν ἀγριότης ἐγκατασκήψασα, πρὸς αὐτὸ καταφέρει τοῦ θανάτου τὸ δεῖμα· καὶ σύνεστι μὲν τοῖς ἑαυτοῦ γνωρίμοις Χριστὸς, διὰ δὲ τὸ πολλάκις ἐφεῖναι παθεῖν οἰκονομικῶς, ἀπομιμεῖσθαί πως δοκεῖ τὸν νυστάζοντα. Ὅταν τοίνυν ὑπέρμετρος ἀληθῶς, καὶ οὐκέτι τοῖς πλοτῆρσι φορητὸς ὁ θόρυβος ᾖ, καὶ πρὸς ἄκρον ἤδη τοῦ κακοῦ τὰ πράγματα βλέπῃ, τότε δὴ, τότε προσήκει βοᾷν μονονουχὶ λέγοντας· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; Ἐπιλανθάνῃ τῆς πτωχίας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;» Ἀμελλητὶ γὰρ διαναστήσεται, καὶ πάντα μὲν ἐκ ποδῶν ποιήσει φόβον· ἐπιτιμήσει δὲ τοῖς πειράζουσι, καὶ μεταστήσει τὸ πένθος εἰς εὐθυμίαν, εὐδίαν ἁπλώσας τὴν ἁπαλὴν καὶ ἀκύμονα.

Περιόψεται γὰρ οὐδαμῶς τοὺς ἐπ᾽ αὐτῷ πεποιθότας.] <Ζῶα μικρὰ μετὰ μεγάλων.> (K f. 181 b) Καὶ τοῦτο τῆς θείας κηδεμονίας τεκμήριον, τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς ὑπ᾽ ἐκείνων καταναλίσκεσθαι. [<Δράκων οὗτος ὃν ἔπλασας.> Καὶ οὐ δή πού φαμεν ὡς περὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ὁ λόγος ἦν αὐτῷ, οὔτε μὴν τὰς τῶν ἰχθύων διαφορὰς ὑπεμφαίνειν ἤθελεν, ἀλλ᾽ οὐδὲ δράκοντά τινα σωματικόν τε καὶ αἰσθητὸν τοῖς τῆς θαλάσσης ὕδασι νηχόμενον, δηλοῖ δὲ, ὡς ἔφην, διά γε τούτων ἡμῖν τὴν ἐν τῷ τε βίῳ τύρβην, καὶ τῶν ἐν αὐτῷ τὸν ἐν σάλῳ βίον· καὶ μὴν καὶ δράκοντα τὸν ἀρχέκακον, τουτέστι τὸν Σατανᾶν, ὃς πάντας περίεισιν ἀνθρώπους, καὶ τὴν καθ᾽ ἡμᾶς οἰκουμένην περινοστεῖ, ταῖς τῶν ἁγίων ἐπιβουλεύων ψυχαῖς.] <Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου.> (B f. 420, E f. 216 b, K f. 182 b) Διαλογήν φησιν τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων Θεῷ διαλέγεται. <Ἐκλείποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς.> (B f. 420, H f. 508 b) Ἀλλ᾽ ἐρεῖ τί τις πρὸς τοῦτο τυχόν· Ἆρ᾽ οὖν ὁ μακάριος Προφήτης κατεύχεται cod. ποτ᾽ εὔχεται] τῶν ὄντων ἐν ἁμαρτίαις; Ἆρα πάντας τοὺς ταῖς ἁμαρτίαις κατειλημμένους ἀπολέσθαι καὶ ἀφανισθῆναι βούλεται; Καί τοι μᾶλλον ἐχρῆν ἅγιόν τε καὶ πνευματοφόρον ὑπερεύχεσθαι μᾶλλον τῶν ἠσθενηκότων. Καὶ μετ᾽ ὀλίγα· Ἄκουε λοιπόν· ἐρῶ γὰρ διὰ βραχέων.

Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἅπαντες ἧμεν ἐν ἁμαρτίαις, κατεκράτει τῆς ὑπ᾽ οὐρανὸν ὁ Σατανᾶς, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Ἕλληνες μὲν γὰρ οἱ τῶν εἰδώλων προσκυνηταὶ, τοὺς τῆς ἐπιεικείας οὐκ ᾔδεισαν τρόπους, τῆς εὐζωΐας τὴν ὁδὸν οὐκ ἠπίσταντο, μᾶλλον δὲ οὐδὲ αὐτὸν ἐγίνωσκον ὅλως τὸν τῶν ὅλων Γενεσιουργὸν καὶ Σωτῆρα Χριστόν. Ἰουδαῖοι δὲ πάλιν εἶχον νόμον τὸν παιδαγωγὸν, ἀλλ᾽ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον. Καὶ μετ᾽ ὀλίγα· Οὐκοῦν ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἐξέλειψαν οἱ ἁμαρτωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις. Πῶς ἢ τίνα τρόπον; Δεδικαίωκε γὰρ ἅπαντας, ἀπήλλαξε τῶν πεπλημμελημένων, ἐλευθέρους ἀπέφηνε καὶ διεσμηγμένους. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἐν ἁμαρτίαις, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι.

ΨΑΛΜΟΣ ΡΔʹ. [<Μὴ ἅψησθε τῶν χριστῶν μου.> Καὶ γάρ ἐστι τῶν ἀτόπων ἐννοεῖν τοὺς μὲν λαμπροτέρους κατὰ τόνδε τὸν βίον πᾶσαν ἀπονέμοντας φροντίδα τοῖς γνησίοις οἰκέταις, καὶ τῆς καθηκούσης αὐτοῖς ἐπιμελείας ἀξιοῦν· τὸν δὲ δυνάμεων Κύριον, οὗ πάντα ἐστὶ πρὸς κατόρθωσιν εὐχερῆ, μηδένα ποιεῖσθαι λόγον τῶν ἀγαπώντων αὐτόν.]

ΨΑΛΜΟΣ ΡΘʹ. <Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.> (B f. 449 b, H. f. 557 b) Γέγονε γὰρ ἡμῖν ῥάβδος δυνάμεως ὁ Χριστὸς, ὅς ἐστιν ἐκ Σιὼν, τῆς ἄνωθεν δηλονότι. Διὰ τοῦτο καὶ ἐπουράνιος ὀνομάζεται. Οὐ γάρ ἐστι κατὰ τὸν πρῶτον Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ἀλλ᾽ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. [<Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως.> Ἡμέραν δυνάμεως τοῦ Θεοῦ λέγει καθ᾽ ἢν ὅλην κρινεῖ τὴν οἰκουμένην, καὶ «ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ἥξει πάντως καὶ τότε αὐτός τε ὣν ἐν Πατρὶ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, τὴν ἄναρχον τῆς οἰκείας φύσεως οἱονεί πως ἀρχὴν, κατὰ μόνον τὸ ἐξ οὗ· διὰ τὸ ὑπάρχειν ἐκ Πατρός.]

ΨΑΛΜΟΣ ΡΙΓʹ. <Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά.> (C f. 252 b) Εἰ καὶ ποιοῦμεν ὁμοίωμα ἀνθρώπων θεοσεβῶν, οὐκ ἐπὶ τὸ προσκυνεῖν ὡς θεοῖς, ἀλλ᾽ ἵνα, ὁρῶντες αὐτοὺς, εἰς ζῆλον αὐτῶν ἔλθωμεν· εἰ δὲ ποιοῦμεν ὁμοίωμα τοῦ Χριστοῦ, ἵνα ἡ διάνοια ἡμῶν πρὸς τὸν πόθον αὐτοῦ ἀναπτερωθῇ. Οὐ γὰρ εἰκόνι φθαρτῇ ἢ φθαρτοῦ ἀνθρώπου προσκυνοῦμεν· ἀλλ᾽ ἐπειδὴ ὁ Θεὸς ἠξίωσεν ἀτρέπτως γενέσθαι ἄνθρωπος, ποιοῦμεν αὐτοῦ εἰκόνα ὡς ἀνθρώπου, καίπερ εἰδότες αὐτὸν φύσει Θεὸν ὄντα. Οὐκ αὐτὸν οὗν Θεὸν τὴν εἰκόνα λέγομεν, ἀλλὰ Θεὸν εἰδότες τὸν ἐν τῇ εἰκόνι γραφέντα, οὗ τὸ ὁμοίωμα ἔχει ἡ εἰκών. Ἕλληνες δὲ πλανώμενοι τὰ ὁμοιώματα θεοὺς δοξάζουσιν.

ΨΑΛΜΟΣ ΡΙΔʹ. <Ἠγάπησα.> (E f. 242 b. Κυρίλλου καὶ ἄλλων.) Οὐ παντός ἐστι τὸ Ἠγάπησα, ἀλλὰ τοῦ τετελειωμένου ἤδη καὶ ὑπερβαίνοντος τὸν τῆς δουλείας φόβον. Οὐ πρόσκειται δὲ τὸ, τίνα, προσυπακουστέον δὲ παρ᾽ ἡμῶν ὅτι τὸν Θεὸν τῶν ὅλων. [<Ποτήριον σωτηρίου λήψομαι.> Σωτηρίου γὰρ ὄντως ἐστὶ ποτήριον, τὸ ὑμνολογεῖν τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Τούτῳ Θεὸς ἐφήδεται, τοῦτο δέχεται παρ᾽ ἡμῶν τὸ θυμίαμα. Ὡς γὰρ ἔφη Χριστός· «Πνεῦμα ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.»]

ΨΑΛΜΟΣ ΡΙΖʹ. <Αὔτη ἡ πύλη τοῦ Κυρίου.> (B f. 471 b, H f. 595) Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν καθ᾽ ἕτερόν τινα τρόπον ἐπὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀφικέσθαι γνῶσιν, ἢ κατὰ τοῦτον αὐτὸν ὂν ἔφη Χριστός· «Οὐδεὶς γὰρ, φησὶν, ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾽ ἐμοῦ.»—Εἰσερχόμεθα γὰρ εἰς οἰκειότητα ὡς πρὸς Θεὸν, ἀλλὰ καὶ εἰς τὴν οὐρανῶν βασιλείαν, καθάπερ διά τινος θύρας ἢ πύλης, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. <Ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.> (B f. 472 b, H f. 597) Οἱ μὲν γὰρ ἀφήκονται, τὸ τῆς δουλείας περικείμενοι σχῆμά τε καὶ μέτρον· ὁ δὲ ἐν δόξῃ τῇ θεοπρεπεῖ καὶ ἐν ὀνόματι Κυρίου, δῆλον δὲ ὅτι τοῦ κατὰ φύσιν καὶ ἀληθινοῦ. —Καὶ τί ἐστιν, «Ἐν ὀνόματι Κυρίου;» Τουτέστιν, ἐν δόξῃ θεοπρεπεῖ καὶ ἐν κυριότητι καὶ ὑπεροχῇ τῇ πάντων ἐπέκεινα.

ΨΑΛΜΟΣ ΡΙΗ. <Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου.> (B f. 476, H f. 602 b) Ὥσπερ γὰρ εἴ τις ἐν ἀγγείῳ χαλκῷ πυρὸς ἀπόθοιτο σπέρμα, πάντως δή που καὶ τῆς παρ᾽ αὐτοῦ θερμότητος ἀποτελέσοι μέτοχον, οὕτως ὁ ἐν ψυχῇ γε καὶ καρδίᾳ τὸν θεῖόν τε καὶ οὐράνιον λόγον διακατέχων νοῦς, δι᾽ ἐφέσεως τῆς εἰς ἅπασαν ἀρετὴν, ἀεὶ πρὸς ταῦτα δι᾽ αὐτοῦ θερμαίνει. (C f. 262 b, D f. 294 b, G f. 174 b) Ὥσπερ γάρ ἐστιν οὐκ ἀσυντελὲς εἰς ζωὴν καὶ χρῆμα σωτήριον τὸ τῶν τοῦ Θεοῦ λόγων μεμνῆσθαι διαπαντὸς, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὀλέθρου πρόξενον τὸ ἐπιλανθάνεσθαι φιλεῖν. —Κρύπτειν δεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ, διὰ τοὺς ἁρπάζοντας αὐτὰς δαίμονας.

Τὸ δ᾽ αὐτὸ καὶ Σολομῶν ἐν ταῖς Παροιμίαις παραινεῖ· «Υἱὲ, φησὶ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὗς σου.» Τὰς οὖν ἐνταῦθα ἐντολὰς λεγομένας ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος σπόρον ὠνόμασεν ὑπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ ἁρπαζόμενον.

Οὗτος οὖν κρύπτει τὴν ἐντολὴν ὁ διαπαντὸς αὐτὴν ἐργαζόμενος· εἴπερ οἱ ἁρπάζοντες αὐτὴν ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέγονται. <Ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.> (B f. 480, H f. 609) Ζωοποεῖ γὰρ ἡμᾶς διὰ τῆς ἰδίας δικαιοσύνης ὁ Θεὸς καὶ Πατήρ· ἔστιν δὲ αὕτη Χριστός. <Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα.> (B f. 482 b, H f. 614 b) Ἐν γὰρ ταῖς τοῦ νοῦ προπαθείαις, καὶ, ἴν᾽ οὕτως εἴπω, προαπονευρώσεσιν ταῖς διὰ νοημάτων φυσικῶν, ἡ τοῦ πειράζοντος τυραννὶς ἀφορητοτέρα γίνεται· καὶ πρὶν ὑπομεῖναι τὴν παρὰ τοῦ διαβόλου ταπείνωσιν, προπλημμελοῦμεν ἡμεῖς, πρεσβυτέραν τῆς ἐφόδου τὴν εἰς τὸ ἔσω νοσοῦντες καταστροφήν. —Πρὸ τοῦ γὰρ παθεῖν τελείως, ἡμεῖς τῇ συναινέσει τῶν λογισμῶν τιμῶντές τε τὴν ἁμαρτίαν καὶ καταδεχόμενοι, καὶ τόπον εἰσόδου διδόντες διὰ τούτου τῷ Σατανᾷ· Ἔσται δὲ τύπος καὶ εἰκὼν τοῦ πράγματος τοῦ προδότου τὸ πάθος. <Πλατεῖα ἡ ἐντολή σου σφόδρα.> (B f. 486 b, H f. 621) Ἀποδέχεται γὰρ ὁ Θεὸς τὴν πνευματικὴν εὐανδρίαν, τὴν ἐγκράτειαν, τὴν ὑπομονὴν, καὶ πρὸς ταύτας ἔτι τὰς ἀρετάς. <Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός.> (B f. 489, H f. 625 b) Χεῖρας εἶναι λέγων τὰς πρακτικὰς ἐνεργείας δι᾽ ὧν ὁρᾶται Θεός. <Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου.> (B f. 490, H f. 628.) Τὸ Καθήλωσον ἀντὶ τοῦ Πῆξον.

Πῆξον οὖν, φησὶν, εἰς ἁγνείαν τὰς σάρκας μου

ΨΑΛΜΟΣ ΡΙΘʹ. <Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.> (F f. 227) Βαρούμενος τῇ παρούσῃ ζωῇ, τῷ μακρύνεσθαι αὐτῷ τὴν παροικίαν ταύτην, ὀδύρεται στενάζων ἐν οἰμωγῇ καὶ θρήνῳ τὴν παράτασιν τῆς ἐν σαρκὶ παροικίας. <[Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.> Βίβλους δὲ νοητέον τὴν πάντα περιέχουσαν τοῦ Θεοῦ γνῶσιν, καὶ τὴν ἄληστον μνήμην.] <[Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου.> Ὁ δυνάμενος ἀπὸ τῶν καρπῶν γνωρίζειν τοὺς φίλους τοῦ Θεοῦ, λίαν αὐτοὺς τιμήσει· ἐπεὶ καὶ αἱ ἀρχαὶ αὐτῶν, τουτέστιν, ἃ φρονοῦσι περὶ ἀρχῶν, λίαν ἐκραταιώθησαν.]