Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς ΞΗ΄ έως ΞΘ΄
Θεολογική ανάλυση των ψαλμών ΞΗ΄ και ΞΘ΄, εστιασμένη στο εκούσιο πάθος του Χριστού, τη συγκατάβασή Του, την τιμωρία των σταυρωτών και τη λύτρωση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΞΗ΄ έως ΞΘ΄
Θεολογική ανάλυση των ψαλμών ΞΗ΄ και ΞΘ΄, εστιασμένη στο εκούσιο πάθος του Χριστού, τη συγκατάβασή Του, την τιμωρία των σταυρωτών και τη λύτρωση.
ΨΑΛΜΟΣ ΞΗʹ. <Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῷ Δαβίδ.> (A f. 344 b. B f. 284 b. G f. 50) Περιέχει μέντοι ὁ ψαλμὸς προσευχὴν τοῦ Σωτῆρος ἐκ προσώπου τῆς ἀνθρωπότητος προσφερομένην, τάς τε αἰτίας δι᾽ ἃς αὐτῷ τὸν ἐπὶ σταυροῦ κατεσκεύασαν θάνατον, ἔτι τε αὐτὸ τὸ πάθος διηγεῖται σαφῶς, καὶ τὰς μετὰ τὸ πάθος τοῖς Ἰουδαίοις συμβησομένας συμφοράς· πρὸς δὲ τούτοις καὶ εἰσαγωγὴν τῆς εὐαγγελικῆς πολιτείας, τῆς τε ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείας διδασκαλίαν, εἰς ἣν καὶ περιγράφει τὸν ψαλμόν. Ὅτι δὲ πᾶσαν ἢν ηὔξατο ὁ Σωτὴρ προσευχὴν, ἐκ προσώπου τῆς ἀνθρώπου φύσεως ηὔξατο, αὐτὸ τοῦτο ἐπισημαίνει ἐπὶ τέλους τοῦ ψαλμοῦ, καί φησιν· «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.» Ἐπὶ συντελείᾳ γὰρ τοῦ παρόντος αἰῶνος ἐπέφανεν ἡμῖν Θεὸς Κύριος, καὶ τὴν νοητὴν ἀλλοίωσιν ἠλλοιώθημεν, οὐκ ἐξ ἀγαθῶν πεσόντες ἐπὶ τὰ χείρονα, καθὰ καὶ ἐν τῷ Ἀδὰμ, ἀλλ᾽ ἐκ παντὸς κακοῦ μεθιστάμενοι πρὸς πᾶν ἀγαθόν.
Γράφει δὲ καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους περὶ Χριστοῦ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκετηρίας, πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνεγκε. Καὶ κατὰ τὸ Εὐαγγέλιον· «Μετὰ ἱδρώτων, ἀγγέλου ἐνισχύοντος, ἐν ἀγωνίᾳ γενόμενος, ἐκτενέστερον προσηύχετο.» <Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.> (A f. 345) Ἔοικε δὲ καὶ ἐκ προσώπου τοῦ Κυρίου λέγεσθαι τὰ συμβάντα, ὅτε γενόμενος ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου. Ἐπειδὴ γὰρ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως καὶ εὔχεται ῥυσθῆναι ἐκ τῶν πειρασμῶν τῶν χειμάῤῥου δίκην περικλυσάντων αὐτοῦ τὴν ψυχήν. Καὶ ὁ τύπος δὲ Χριστοῦ, Ἰωνᾶς, «Περιεχύθη μοι ὕδωρ, φησὶν, ἕως ψυχῆς μου.» Καὶ ἐν Ἰώβ· «Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας, δι᾽ ὧν τὰ τοῦ ᾅδου χωρία δηλοῦται.» (H f. 166) Διὰ τῶν ὑδάτων τοὺς πειρασμοὺς σημαίνει ἡ θεόπνευστος Γραφή. <Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.> (A f. 345, B f. 285 b, F f. 102. Κυρίλλου, Εὐσεβίου, Θεοδωρήτου.) Ποικίλλει τὸν λόγον ταῖς διαφόροις εἰκόσιν, οὐχ εὑρίσκων ἀξίαν εἰκόνα τῶν κατεχόντων τοὺς αἰχμαλώτους ἀνιαρῶν. Αἰνίττεται δὲ καὶ τὰ τοῦ ᾅδου χωρία, ἔνθα μόνος ὁ Σωτὴρ καταβὰς διεξῆλθε. Τὸ δὲ «Ἦλθον,» ὅμοιον τῷ, «Ἐγὼ τίθημι τὴν ψυχήν μου ἀπ᾽ ἐμαυτοῦ.»
Ἑκουσίως δὲ Χριστὸς ὑπέστη τὸν θάνατον, ὃν καταιγίδα καλεῖ. Πρέπουσα δὲ φωνὴ καὶ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι· «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» <Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.> (A f. 346. Κυρίλλου, Γρηγορίου, Εὐσεβίου.) Ἢ ὅτι Εἰ καὶ ἦσάν τινες πλημμέλειαι, δι᾽ ἃς τῷ σταυρῷ με προσήλων, τάχα που σὺ πρῶτος ἔγνως, ὁ Θεὸς, ὃν οὐδὲν οἷόν τε λανθάνειν· ἢ ἀφροσύνην μέν φησι τὴν νομισθεῖσαν παρὰ τοῖς ἀνθρώποις μωρίαν, τὴν τοῦ πάθους φημί. Γέγονε γὰρ ὁ τοῦ Κυρίου σταυρὸς Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία.
Μωρίαν μὲν οὖν τοῦ Χριστοῦ τὸ πάθος, ἀσθένειαν δὲ τὸν σταυρὸν ὠνόμαζον. Σὺ οὖν, ὦ Πάτερ, φησὶν, ἔγνως τὴν διὰ τοῦ σταυροῦ οἰκονομίαν· σῇ γὰρ κρίσει γεγένηται. Τοῦτο δὲ λέγει ἐπειδὴ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
Τὸ δὲ, «Αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν,» ὅμοιον τῷ, «Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» <Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου.> (E f. 131 b) Τῇ τοιαύτῃ χρήσαιτο φωνῇ, ὅστις ἐστὶν θεοσεβὴς ἀληθῶς καὶ πίστιν ἔχων ὀρθὴν καὶ ἀκαπήλευτον. Διωκομένης γὰρ τῆς εὐσεβείας ἀπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν, ἀσθενείτω διάθεσις ἡ πρὸς γενεὰς καὶ γένη· καὶ τῆς τοῦ Θεοῦ δόξης καταπεφρονημένης, ἀργείτω τότε καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης ὁ νόμος· ἀγαπάσθω δὲ μόνος καὶ ὑπὲρ πάντας ὁ τῶν ὅλων Θεός· αὐτῷ γὰρ τὴν οἰκείαν ὀφείλομεν ζωήν. <Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμούς μοι.> (A f. 347) Εἴποι δ᾽ ἄν τις· Καὶ μὴν φάγου καὶ οἰνοπότου δόξαν ἠνέγκατο παρὰ τοῖς κακοήθεσιν· πῶς οὖν νῦν φησιν ὅτι ὠνειδίζετο ὡς νηστεύων;
Πρὸς ὃ ῥητέον, ὅτι σπανίως καλούμενος ἀπῄει πρὸς τὰ συμπόσια αὐτός τε καὶ οἱ μαθηταί. Οἱ δὲ διαβάλλοντες, τούτοις ἐχρῶντο τοῖς λόγοις, τὸν λοιπὸν τῆς αὐτοῦ διαίτης ἀγνοοῦντες καιρόν. Πλὴν ἀρκείτω πρὸς ἀπόδειξιν ἡ συνεχὴς τεσσαρακονθήμερος νηστεία.
Ἐπληροῦτο δὲ ταῦτα καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε, λοιπὸν αἰρομένου τοῦ νυμφίου, ἐνήστευον οἱ μαθηταὶ, ὥστε καὶ αὐτὸν εἰκὸς προορῶντα τὸ πάθος καὶ τὰ παρακολουθοῦντα τοῖς Ἰουδαίοις κακὰ, καταπονεῖν τὴν ψυχὴν ἐν νηστείᾳ· κωλυτικὴ γὰρ τῆς ἐξ ἀλόγων παθῶν ἐπάρσεως ἡ νηστεία. (E f. 132) Γελῶσί τινες τῶν ἁγίων τοὺς πόνους, καὶ ὀνειδισμοῖς ποιοῦνται πρόφασιν τὰ ὄντως τεθαυμασμένα. <Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.> (A f. 347) Καὶ ὁ Σωτὴρ δὲ ὑπὲρ ἡμῶν ἐξομολογεῖται καὶ κακοῦται· ὁ γὰρ σάκκος τὴν σκληρὰν αἰνίττεται δίαιταν καὶ τὸ πένθος. Ἀλλὰ καὶ τοῦτο εἰς παραβολὴν γέγονε τῷ Κυρίῳ, τουτέστιν εἰς ὄνειδος.
Σύνηθες γὰρ τοῖς φαύλοις ὀνειδίζειν τοῖς ἀγαθοῖς δι᾽ ἃς ἔχουσι κακοπαθείας· εἰκὸς δὲ τὸν Χριστὸν μετὰ τὸ ἀναιρεθῆναι, παραβολὴν γενέσθαι τοῖς Ἰουδαίοις· οἷον, Τοιαῦτα πάθοι ὁ ἐχθρὸς ἡμῶν οἷα καὶ ὁ ἐσταυρωμένος. Κατὰ δέ τινας διὰ τοῦ σάκκου, τὸ σῶμα σημαίνεται σκληρὸν ὂν καὶ ἀντίτυπον· διὰ γοῦν τὴν τῆς σαρκὸς περιβολὴν ὠνειδίσθη ὁ Κύριος. <Κατ᾽ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, κ.τ.λ.> (A f. 347) Καὶ Ἰουδαῖοι δὲ Χριστὸν ἔν τε συμποσίοις ὠνείδιζον, παροίνιον αὐτὸν διήγημα ποιούμενοι καὶ κωμῳδίαν, ἔν τε ταῖς πρὸς ἀλλήλων ὁμιλίαις κατεγέλων αὐτοῦ. Τὰ γὰρ συνέδρια τῶν ἀκαιρουμένων εἰς αὐτὸν εὐκαίρουν, καὶ ἠδολέσχουν, εἴτουν ἐσχόλαζον, καὶ συνεχῶς διηγοῦντο. [<Καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες.> Ταῦτα λέγει, τὸ παγχάλεπον τῆς Ἰουδαίων Συναγωγῆς ὑπεμφαίνων ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἐναποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος.] <Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε.> (A f. 347 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Ὁ Σύμμαχος· «Ἐμοὶ δὲ προσευχὴ σὺ, Κύριε.» Τούτων, φησὶ, γινομένων, ἐγὼ πρὸς σὲ τείνω τὸ ὄμμα, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. Φαίη δ᾽ ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· Εἰ καὶ ἐχλεύαζόν με, καὶ πονηρὰ ἀντὶ ἀγαθῶν ἀνταπεδίδοσάν μοι, ἀλλ᾽ οὖν ὑπὲρ αὐτῶν ἐγὼ οὐ παύσομαι πρὸς σὲ χρώμενος τῇ προσευχῇ.
Καὶ τοῦτο δῆλον ἐξ ὧν παρέθηκεν αὐτὸν ὁ εὐαγγελιστὴς καὶ ἐν τῷ σταυρῷ ὑπὲρ τῶν σταυρούντων εὐχόμενον. Εἶτα τίθησιν ἑξῆς καὶ τὰ ῥήματα τῆς προσευχῆς. <Καιρὸς εὐδοκίας, ὁ Θεός.> (A f. 347 b, E f. 132) Εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ· τὸ δὲ ἀνακεφαλαιώσασθαι ἔστι τὸ ἀναλαβεῖν καὶ ἀνακομίσαι τῶν πραγμάτων τὴν φύσιν εἰς τὸ ἐν ἀρχαῖς. Εὐδοκίαν δὲ καλεῖ τὴν βουλὴν τοῦ Θεοῦ, ὥστε ἡμᾶς σωθῆναι καλῶς αὐτῷ δόξασαν. «Ὅτε οὖν ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Εἰς τοῦτο ἐλθὼν, φησί· «Καιρὸς εὐδοκίας» ὅμοιον τῷ, «Ἐλήλυθεν ἡ ὥρα.» <Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.> (A f. 347 b) Τοῦτο δὲ ποιήσεις, ὑπὲρ αὐτῶν ἀποθανόντα με σώσας διὰ τῆς ἀναστάσεως. Ὑπὲρ αὐτῶν γὰρ ἀναδέχομαι ζωὴν καὶ σωτηρίαν· σὺν ἐμοὶ γὰρ ζωοποιηθήσονται οἱ δι᾽ ἁμαρτίαν νεκροί. Μόνη μέν τοι ἀληθὴς ἡ παρὰ Θεοῦ σωτηρία, τυπικῆς οὔσης τῆς ὑπὸ ἰατρῶν καὶ στρατηγῶν σωτηρίας. <Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.> (A f. 347 b) Αἰτεῖ καὶ ὁ Σωτὴρ ἀπὸ τῶν Ἰουδαίων ῥυσθῆναι, οἳ ἐμίσουν αὐτὸν ὡς εἰς πρόσωπον αὐτῶν ἐλέγχοντα τὴν ἐν βάθει κρυπτομένην πονηρίαν. Ἢ βάθος ὑδάτων τὸν θάνατον λέγει καὶ τοὺς πειρασμοὺς οὓς ἐν Χριστῷ νικῶμεν.
Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. <Μή με καταποντισάτω καταιγὶς ὕδατος, κ.τ.λ.> (A f. 348, B f. 288 b, E f. 132 b, H f. 173 b, Κυρίλλου καὶ Εὐσεβίου.) Ὕδατος δὲ καταιγίδα καὶ βυθὸν καὶ φρέαρ ὀνομάζειν ἔοικεν ἢ τοὺς ἐν τῷ πειράζεσθαι κινδύνους, ἢ καὶ αὐτὸν ἔσθ᾽ ὅτε τὸν ᾅδην.
Φησὶ γάρ· «Ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου·» ὡς οἱ εἰς φρέαρ ἐμπεσόντες, οὗ τὸ στόμα ἐνεφράγη. Δηλώσας δὲ καὶ ὁ Κύριος διὰ τοῦ, «Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ,» τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, καὶ παραστήσας τὴν εἰς ᾅδου κάθοδον, νῦν περὶ τῆς ἀνόδου φησί· «Ῥυσθείην, λέγων, ἐκ τῶν βαθέων τῶν ὑδάτων,» καὶ τὰ ἑξῆς. Τὰς μὲν γὰρ ἄλλας ψυχὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συνέσχεν ἀποκλεῖσαν τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ στόμα ἔχον ὁ θάνατος, ἐξ αἰῶνος ἅπαντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ καταπιεῖν, ἐπικλείσας τὸ ἑαυτοῦ στόμα πρὸς τὸ μή τινα πρὸς ζωὴν παλινδρομῆσαι. Ἐπ᾽ ἐμοὶ δὲ, φησὶ, μὴ γένοιτο τοῦτο. Λέγει δὲ καταιγίδα, ὑπεμφαίνων τὸ παγχάλεπον τῆς Ἰουδαίων Συναγωγῆς ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἀποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος. Πῶς δὲ, εἰπὼν ἄνω· «Καταιγὶς κατεπόντισέ με,» νῦν λέγει· «Μή με καταποντισάτω;» Ὅτι ἐπεὶ ἔστι βυθισθέντα πάλιν ἀνανήξασθαι, εὔχεται ὧν ἐπειράθη μὴ πάλιν πεῖραν λαβεῖν. Κύματα οἶδα καὶ ἄλλα καὶ κλύδωνα φοβερὸν ἐπανιστάμενον τῇ ψυχῇ τὸν ἐκ τῶν παθῶν τῆς σαρκὸς, οἷς χρὴ δυσπρόσιτον ὄντα, μηδαμῶς τῆς ἀπ᾽ αὐτῶν πικρίας ἀναπίμπλασθαι· ἀλλ᾽ ἀεὶ προσευχόμενον λέγειν· «Ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων,» καὶ τὰ ἑξῆς. <Εἰσάκουσόν με, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου.> (A f. 348 Κυρίλλου καὶ Εὐσεβίου).
Διὰ τί δὲ καὶ ὁ Μονογενὴς χρῄζει τοῦ εἰσακουσθῆναι, ἴσος ὢν τῷ Πατρὶ καὶ ὁμότιμος, αὐτὸς τὴν αἰτίαν λέγει· «Ὅτι χρηστὸν τὸ ἔλεός σου,» τουτέστι, Διὰ τοῦτο εἰσακουσθῆναι χρῄζω, ἐπειδὴ ἄνθρωπος διὰ τὴν σὴν φιλανθρωπίαν γέγονα, καὶ ὑπὲρ ἀνθρώπων εἰκότως ταῦτα ἀναδέχομαι. <Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.> (A f. 348 b, Κυρίλλου καὶ Εὐσεβίου.) Ἐπεὶ δὲ καὶ ὁ Πατὴρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἀποστραφεὶς ἦν τὴν τοῦ ἀνθρώπου φύσιν, τούτου χάριν πάλιν πρὸς αὐτὴν ἐπιστρέψαι τὸν Πατέρα τὸ πρόσωπον ὁ Χριστὸς παρακαλεῖ, καὶ μὴ ἐπιμεῖναι ὀργιζόμενον, ἐκ μεταφορᾶς τῶν ἐν ταῖς ὀργαῖς ἀποστρεφόντων τὸ πρόσωπον. Ἀποστροφὴ δὲ Θεοῦ ἡ ἐγκατάλειψις. <Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.> (A f. 348 b, H f. 174 b, Κυρίλλου καὶ Εὐσεβίου.) Διὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν, ταχεῖαν μοι παράσχου παραψυχήν. Τί τὸ θλίβον; εἰπέ· ἐξήγησαι τὸ λυποῦν, ὦ Δαβίδ. Ἄκουε τοίνυν λέγοντος ἐναργῶς· «Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον ἐβαρύνθησαν ἐπ᾽ ἐμέ.» Οὐκοῦν πρόσελθε τῷ λέγοντι· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» (A f. 348 b) Φαίη δ᾽ ἂν καὶ ὁ Χριστὸς πρὸς τὸν Πατέρα· Ὑπὲρ τοῦ κοινοῦ κτήματος θλίβομαι τοῦ ἀνθρώπου, ὥστε ἐλευθερῶσαι τὸν ἀφ᾽ ἡμῶν αἰχμάλωτον.
Ταχὺ δὲ εἰσάκουσον, ἐπειδὴ χρῄζει ταχύτητος τὸ κατ᾽ αὐτὸν μυστήριον. <Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.> (A f. 348 b, E f. 133, F f. 104 b) Εἴποι δ᾽ ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· Λύτρωσαι τὴν ψυχήν μου ἀπὸ τοῦ κατασχόντος, δηλονότι θανάτου. Καὶ ποῖος ἄρα ἐστὶν ὁ τῆς λυτρώσεως τρόπος; Ἡ ἐν Χριστῷ δικαίωσις, ἡ διὰ πίστεως σωτηρία, τῶν πλημμελημάτων ἡ ἄφεσις ἡ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὕτως ἐλυτρώσατό ποτε τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐν σκιαῖς καὶ τύποις προκαταγράφων ἡμῖν τοῦ Χριστοῦ τὸ μυστήριον, καὶ τὸ τοῖς ἀγγέλοις ἄγνωστον. <Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.> (A f. 348 b) Καὶ ὁ Σωτὴρ δὲ ἐξ ἧς πεπόνθαμεν ἀδικίας παρὰ τῶν νοητῶν ἐχθρῶν, ἀπὸ ταύτης ἐπὶ τὸν ἔλεον τὸν ἡμέτερον διεγείρει τὸν Πατέρα. Εἰ δέ τις ἐπαπορήσοι πῶς τοσαῦτα δεηθεὶς ὁ Χριστὸς, οὐκ ἐξέφυγε τοὺς πειρασμοὺς, ἀκουσάτω ὅτι ηὔχετο μὲν ὡς ἄνθρωπος μὴ εἰσελθεῖν εἰς πειρασμὸν, ἐπεὶ δὲ συνέφερε παθεῖν αὐτὸν διὰ τὴν ἡμετέραν σωτηρίαν, κατεδέξατο τὰ πάθη, προελόμενος τὸ θεῖον θέλημα παρὰ τὸ ἀνθρώπινον. <Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου.> (A f. 349) Καὶ ὁ Σωτὴρ δὲ πρὸς τὸν Πατέρα, Οἶδας, φησὶ, τὸν ὀνειδισμὸν ὃν ὑπὲρ τοῦ σοῦ ὠνειδίσθην ὀνόματος, τὴν αἰσχύνην ἣν ὑπὲρ ἀληθείας ἀνέτλην τῆς σῆς, τὴν ἐντροπὴν ἣν ὑπὲρ τῆς δόξης ὑπέσχον τῆς σῆς.
Οἱ γὰρ θλίβοντές με, οἱ κολαφίζοντες, οἱ σταυροῦντες, ἐνώπιον πάντα δρῶσι τῶν σῶν ὀφθαλμῶν. <Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν.> (A f. 349, B f. 289 b) Ἐντεῦθεν καὶ ὁ Χριστὸς τὸ πάθος διηγεῖται, ὃ καὶ σαφῶς ἡμῖν οἱ εὐαγγελισταὶ διηγήσαντο. Οὐχ ὑπῆρχε δὲ ὁ συλλυπούμενος καὶ ὁ παρακαλῶν, διὰ τὸ καὶ τοὺς μαθητὰς ἄλλον ἀλλαχοῦ φυγεῖν. <Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.> (A f. 349, B f. 289 b, E f. 133 b, H f. 177, Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ αὐτήν μοι, φησὶ, τὴν τροφὴν, πικρὰν καὶ ἀνιαρὰν κατεσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ᾽ ὀδύνης ἐσθίουσι καὶ ἡ ἡδίστη τροφή.
Ἐπισημαίνονται δὲ καὶ οἱ μακάριοι εὐαγγελισταὶ, ὅτι δεδιψηκότι τῷ Χριστῷ, κατὰ τὸν τοῦ σταυροῦ καιρὸν, καὶ πιεῖν αἰτήσαντι προσεκόμισαν «ὄξος χολῇ συμμιγέν· καὶ γευσάμενος, φησὶν, οὐκ ἤθελεν πιεῖν·» ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ ψαλμικὴ αὕτη. <Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα.> (A f. 349. Κυρίλλου καὶ Θεοδωρήτου.) Οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευεν· «Γένοιτο ἡ τράπεζα αὐτῶν ἔμπροσθεν αὐτῶν εἰς παγίδα καὶ εἰς τιμωρίαν·» ὥστε συλληφθῆναι ἐντεῦθεν καὶ τὰ συμβησόμενα τοῖς Ἰουδαίοις μετὰ τὸ πάθος κατασημαίνειν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τὰ παραπλήσια ὑπομείνειαν, ὧν πεῖράν με λαβεῖν παρεσκεύασαν. Οὐαὶ γὰρ τῷ ἀνόμῳ, ὅτι πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ. <Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.> (A f. 349 b, B f. 290, II f. 178. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος τῶν πειρασμῶν, ἵνα, μηδαμόθεν πρὸς τὴν τῶν θείων μυστηρίων ἀνανεύοντες ἔλλαμψιν, Ἰουδαῖοι κακοὶ κακῶς ἀπόλωνται, διὰ τὰς σφῶν ἀπονοίας καὶ τὸ λίαν ἀκρατὲς εἰς ἀπείθειαν. Πῶς δὲ καὶ Ἰουδαῖοι οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμενοι τὸν τῆς δικαιοσύνης ἥλιον; Οἳ ἐπειδὴ σταυρῷ παρέδωκαν τὸν τῶν ὅλων Κύριον, ἔδυ μὲν αὐτοῖς ὁ ἥλιος, συνεσκότασε δὲ ἐν ἡμέρᾳ τὸ φῶς, σημεῖον ἐναργὲς τοῦ κατεσκοτίσθαι καὶ νοητῶς τὰς τῶν σταυρωσάντων ψυχάς.
Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ὀφθαλμοὺς ἔχοντες οὐ βλέπουσι, διὰ τὸ παραιτήσασθαι τὸ φῶς τὸ ἀληθινὸν, καὶ ἑκουσίως μῦσαι τοὺς ὀφθαλμοὺς τῆς καρδίας. <Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.> (A f. 349 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ τὰς ὀσφύας αὐτῶν διαπαντὸς ἐξάρθρωσον· δουλείαν τῶν Βαβυλωνίων καταψήφισαι, Δέσποτα, ἵνα οἷς ποιοῦσι περιπέσωσιν εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί. <Ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.> (A f. 350) Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπίπονον ἐκάλεσε τιμωρίαν. Καὶ ἐπὶ τοὺς σταυρωτὰς δὲ ὁ θυμὸς τῆς θείας ὀργῆς, οὐ μερικῶς ὡς πολλάκις, ἀλλὰ τελέως ἐξεκενώθη, καὶ κατέλαβεν αὐτοὺς πᾶν εἶδος τιμωρίας. <Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν.> (A f. 350. Κυρίλλου καὶ Θεοδωρήτου.) Σὺ μὲν, φησὶ, δίκας με τῆς παροινίας εἰσπραττόμενος, οἶόν τισι δημίοις παρέδωκας τοῖς Βαβυλωνίοις· οὗτοι δὲ πλείοσί με ἢ προσέταξαν κακοῖς περιέβαλον, καὶ ἐπηύξησάν μοι τὴν διὰ τὴν ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατηγορεῖ τὴν ὠμότητα, καί φησιν· «Ἐγὼ αὐτοὺς παρέδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας.» Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, αἰτίας ἐστὶ τοῦτο παράθεσις δι᾽ ἢν τὰ τοιαῦτα πείσονται. (
A f. 350) Ὅμοιον δὲ τῷ παρὰ τῷ Ζαχαρίᾳ· «Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα.» Συγχωρήσας γὰρ παθεῖν τὸν Υἱὸν, αὐτὸς παραδοῦναι λέγεται. Πέπονθε δὲ καὶ ὁ Υἱὸς οὐκ ἐξ ἀνάγκης, ἀλλ᾽ ἑκών· ἦν γὰρ αὐτῷ τὸ πάθος τῷ κόσμῳ σωτήριον. Τοῦτον οὖν, φησὶ, τὸν κατὰ τὴν σὴν εὐδοκίαν ἐν παταγμοῖς διὰ τὸ πάθος γενόμενον αὐτοὶ οὐ παραδεξάμενοι, ἔξω που τῆς ἑαυτῶν σωτηρίας ἀπήλασαν. Οὐχ ὅτι οὖν ὁ Πατὴρ, ἀλλ᾽ ὅτι κρεῖττον οἰκονομούμενος εἰς θάνατον, καθὼς προώριστο, παρέδωκε τὸν Υἱὸν, ἀνεύθυνοι ἂν εἶεν διὰ τοῦτο οἱ ταύτῃ ὑπηρετησάμενοι τῇ βουλῇ. Οὐ γὰρ ἀρέσαι Θεῷ σπεύδοντες τοῦτο ποιεῖν ἐδοκίμασαν, ἀλλὰ ψυχῆς αὐτοκινήτῳ παρανομοῦντες βουλῇ καὶ φθόνῳ στρατηγούμενοι φονικῷ, τοῦτο κατεπράξαντο. Εἶτα ἐπάγει, ὅτι «Ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἐπειδὴ αὐτὸς μὲν ἐταπείνωσεν ἑαυτὸν, οἱ δὲ θανάτῳ περιέβαλον· ἢ ὅτι οὐ μόνον ἀπέκτειναν, ἀλλὰ καὶ τὴν ἀνάστασιν αὐτοῦ διέβαλον καὶ ἐσυκοφάντησαν· διὰ τοῦτο πάλιν αὐτοῖς ἐπαρᾶται τὰ ἑξῆς. <Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν.> (A f. 350 b, E f. 134. Κυρίλλου καὶ Εὐσεβίου.) Τοῦτό φησιν διὰ τὴν πρόσθεσιν τῆς Ἱερουσαλήμ.
Ἀνομίαν ἐκάλεσε τὴν διὰ τὴν ἁμαρτίαν ἐπαγομένην τιμωρίαν. Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, ὅτι τῇ κατὰ τὸν Κύριον ἀνομίᾳ καὶ ἑτέραν ἀνομίαν προσθήσουσι, τὸν μὲν τοῦ Ζεβεδαίου Ἰάκωβον μαχαίρᾳ ἀπεκτονότες, ξύλῳ δὲ τὸν ἀδελφόθεον, καὶ λίθοις Στέφανον. Ἢ μία μὲν ἀνομία, ὅτι τὴν ἀλήθειαν ἐλθοῦσαν οὐκ ἐδέξαντο, τῇ σκιᾷ τοῦ νόμου παρανόμως προσκαθήμενοι· ἑτέρα δὲ ἀνομία, ὅτι ἐξωσθέντες τῆς Ἰουδαίας καὶ τοῦτό που τῆς τυπικῆς λατρείας, τελοῦσιν αὐτὴν ὅπου οὐκ ἔξεστι. Διὸ οὐκ εἰσέρχονται ἐν δικαιοσύνῃ τῆς διὰ πίστεως Ἰησοῦ Χριστοῦ, πόῤῥω δὲ γενήσονται καὶ τῆς τοῖς δικαίοις ἀποδοθησομένης τρυφῆς. <Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.> (A f. 350 b) Καὶ οἱ σταυρωταὶ δὲ, εἰ καὶ πρῶτοι ἐνεγράφησαν διὰ τοὺς παρὰ Θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας, ἀλλ᾽ οὖν, ἐπειδὴ τοιαῦτα ἐτόλμησαν, εἰκότως ἐξαλειφθήσονται, οὐδὲ παρὰ Θεῷ ἐγγραφήσονται μετὰ τῶν ἐκλεγομένων δικαίων καὶ τῆς παρ᾽ αὐτῷ ζωῆς ἀξίων, ὡς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ τῆς σωτηρίας παραιτησάμενοι.
Τὰ γὰρ προστακτικῶς εἰρημένα, προαγορευτικῶς χρὴ ἐξακούεσθαι. Βίβλος δὲ ζωῆς, ἡ μνήμη καὶ ἡ γνῶσις τοῦ Θεοῦ· ἐκεῖ γράφεται τὰ ἔργα. Μακάριος οὖν ὁ τῆς ἐν τῇ ἄνω Ἱερουσαλὴμ γραφῆς ἀξιούμενος. <Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ, ἡ σωτηρία σου, ὁ Θεὶς, ἀντελάβετό μου.> (A f. 351, B f. 291 b, F f. 104 b, 105, H f. 181 b) Τὸ δὲ «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ,» τοῦτο σημαίνει ἐκ προσώπου τῶν δορυαλώτων λεγόμενον· Ἐν πτωχείᾳ με ἰδὼν καὶ ἐν πολλαῖς ὀδύναις ἐξεταζόμενον, τῆς σῆς σωτηρίας ἠξίωσας. Φησὶ καὶ ὁ Κύριος ὅτι Πτωχός εἰμι, καθ᾽ ὃ ἐκένωσεν ἑαυτὸν καὶ γέγονεν ἄνθρωπος· ἀλγῶν δὲ καθ᾽ ὃ σταυρὸν ὑπέμεινεν καὶ τὰς ἐκ τῶν Ἰουδαίων πληγὰς, εἰπὼν πρὸς τὸν Πατέρα· «Ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Λέγει μὲν ἀνθρωπίνως καὶ τοῦτο, τετήρηκε δὲ πανταχοῦ τῆς οἰκονομίας τὸν τρόπον· ἔδει γὰρ γενόμενον ἄνθρωπον καὶ ἐγηγέρθαι λέγεσθαι παρὰ τοῦ Πατρὸς αὐτόν. Ἐντεῦθεν δὲ καὶ ἡ εὐαγγελικὴ πολιτεία κηρύττεται, ἧς ἦρξεν ὁ κατὰ Θεὸν χορὸς, πτωχὸς τῷ πνεύματι, ὃς εἰσέρχεται εὐχαριστῶν ἐπὶ τῇ γενομένῃ αὐτῷ σωτηρίᾳ παρὰ τοῦ Μονογενοῦς. Ἐπαγγέλλεται δὲ μηκέτι τὰς δι᾽ αἱμάτων προσφέρειν θυσίας, τὰς δι᾽ αἰνέσεων δὲ μᾶλλον καὶ πνευματικάς.
Διὸ ἐπάγει· <Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ᾽ ᾠδῆς.> (A f. 351 b) Θρηνῆσαι δὲ ἄξιον τὴν Ἰουδαίων παρανομίαν, συνιδεῖν οὐ βουλομένων τῆς νομικῆς λατρείας τὸ νηπιῶδες, καίτοι τῶν ἐν Βαβυλῶνι δορυαλώτων ὑμνεῖν τὸν Θεὸν μετὰ τὴν ἐπάνοδον ὑπισχνουμένων. <Ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον.> (A f. 351 b, B f. 292, E f. 134 b, H f. 182 b) Τουτέστι τριετῆ καὶ τέλειον· τοιαῦτα γὰρ ἦσαν τὰ κατὰ τὸν νόμον θύματα. —Ἰστέον δὲ ὅτι τότε μόσχος ἄῤῥην ἐθύετο, ἡνίκα ἡ Συναγωγὴ περιέπιπτεν ἁμαρτίᾳ· προσεφέρετο δὲ καὶ ὑπὲρ ἀρχιερέως. Ἐπεὶ οὖν ἀρχιερεῖς καὶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Χριστοῦ, καὶ κατ᾽ αὐτοῦ τοὺς ὑπὸ χεῖρα διήγειραν, καὶ αἴτιοι τῆς αὐτῶν ἁμαρτίας ἐγένοντο, ἔδει δὲ τούτοις τῆς διὰ νόμου καθάρσεως, Οὐκ αἰσθητὸν, ἔφη, μόσχον ἐγὼ προσφέρω, τὴν καθαρὰν δὲ θυσίαν καὶ ἀναίμακτον ἢν ἐν τῇ ἐμῇ Ἐκκλησίᾳ κατέστησα. <Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.> (A f. 351 b) Φασὶ δὲ καὶ οἱ ἀπόστολοι περὶ τῶν δι᾽ αὐτῶν πιστευσάντων εἰς Χριστὸν, ὅτι, ταῦτα γνόντες, οἱ τῷ πνεύματι πτωχοὶ ἀγαλλιαθήσονται. <Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ, καὶ ἡ γῆ, θάλασσα, κ.τ.λ.> (A f. 352. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἅπασαν, φησὶ, τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλῶ καὶ αὐτὰ τὰ στοιχεῖα· οὐκ ἀπόχρη γὰρ ἡ μία γλῶττα τὰς θείας διηγήσασθαι χάριτας.
Δοξολογοῦσι δὲ καὶ Θεὸν ἀκαταλήκτως αἱ ἄνω δυνάμεις, συμπάσης ἐλευθερωθείσης τῆς γῆς. Γέγονε δὲ καὶ τοῦτο κατόρθωμα τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, τοῦ συνάψαντος τοῖς ἄνω πνεύμασι τοὺς ἐπὶ τῆς γῆς, ἵνα μία καὶ ἡ αὐτὴ παρὰ πάντων τελεῖται λατρεία. Εἰ δὲ οἱ ἐν οὐρανοῖς ἐπὶ τῇ τῶν ἀνθρώπων χαίρουσι σωτηρίᾳ, καὶ αἰνοῦσιν ἐπὶ τούτῳ τὸν Θεὸν, πολλῷ μᾶλλον αὐτοὶ οἱ σωθέντες ἐπὶ τῆς γῆς αἰνέσουσι τὸν σώσαντα. Διὸ πρόσκειται «καὶ ἡ γῆ,» ἵνα εἴπῃ· Πάντα αὐτὸν ὑμνείτω τὰ ἄνω, τὰ κάτω. Ἀπὸ γὰρ τῶν κυριωτέρων τὰ κατὰ μέρος συμπεριέλαβεν. Ἐν δὲ τῇ θαλάσσῃ εἶπεν, ἐπειδὴ καὶ ἐν ταῖς νήσοις ἔμελλον τὸ σωτήριον τοῦ Θεοῦ παραδέχεσθαι. <Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας. —Καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν.> (A f. 352) Ὑψηλότερον δὲ, Σιὼν ἡ ἁγίων Ἐκκλησία, ἧς καὶ αἱ πόλεις ᾠκοδομήθησαν, αἱ ἀνεγηγερμέναι ψυχαὶ ἐκ τοῦ τῆς ἀπιστίας ὀλίσθου δι᾽ ἐξομολογήσεως· Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται.
Δοῦλοι δὲ Θεοῦ οἱ ἅγιοι ἀπόστολοι· σπέρμα δὲ αὐτῶν οἱ δι᾽ αὐτῶν εἰς Χριστὸν πιστεύσαντες.
ΨΑΛΜΟΣ ΞΘʹ. <Εἰς τὸ τέλος, τῷ Δαβὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σωσαί με Κύριον.> (A f. 352 b) Δύναται δὲ καὶ ἀπὸ Χριστοῦ προσάγεσθαι ὑπὲρ τῆς ἀνθρωπότητος, ἀξιούσης εἰς τὸ βοηθῆσαι αὐτῇ διαναστῆναι τὸν Θεόν. Οὕτω γὰρ συνέβαινεν ἐντραπῆναι μὲν τοὺς ἀνακειμένους αὐτῇ πολεμίους δαίμονας, εὐφρανθῆναι δὲ τοὺς ὅσοι χαίρουσιν ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς. Διὸ βοᾷ· <Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.> (A f. 352 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Διαμάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. Ὑψηλότερον δὲ, οἱ δαίμονες οἱ ἐπὶ τῷ γενομένῳ μοι πάλαι πτώματι, διὰ τὴν τοῦ θανάτου κατάραν, ἐπαρθέντες καὶ ἐπιχαρέντες, μηκέτι μου κυριευσάτωσαν. Ἀξία δὲ τοῦ Δαβὶδ ἡ εὐχή· οὐ γὰρ κατεύχεται τῶν εἰς χρήματα ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων, ἀλλὰ τῶν εἰς ψυχὴν, ἤτοι δαιμόνων, καὶ τῶν συνεργούντων τοῦτοις πονηρῶν καὶ ἀπίστων ἀνθρώπων. <Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω—οἱ λέγοντές μοι· Εὖγε, εὖγε.> (A f. 352 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Οἱ τοῖς ἐμοῖς, φησὶ, κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ᾽ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολὴν, καὶ μὴ ἀπολαύσαιεν τῆς εὐφροσύνης. Τὸ γὰρ, Εὖγε, ἔθος ἐστὶ λέγειν τοῖς ἀνθρώποις, ὅταν τινὸς τύχωσι τῶν καθ᾽ ἡδονήν. Λέγουσι δὲ τοῦτο καὶ οἱ δαίμονες ἁμαρτανόντων ἡμῶν· ἔστι δ᾽ ὅτε καὶ γέλωτα ἐκπέμπουσιν ἐμπαίζοντες ἡμῖν.
Πλὴν τῷ ἁμαρτάνοντι συμφέρει ἀποστραφῆναι εἰς τὰ ὀπίσω, διὰ μετανοίας παλινδρομοῦντι ἐφ᾽ ὃ καταλέλοιπεν ἀγαθὸν, μετὰ τοῦ αἰσχύνεσθαι θέλειν. <Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεὸς, βοήθησόν μοι.> (A f. 353) Ἴσως δὲ καὶ ἐκ προσώπου ταῦτα τοῦ λαοῦ τῶν ἐθνῶν λέγεται, τοῦ πτωχοῦ καὶ πένητος διὰ τὴν ἁμαρτίαν καὶ τὴν ἀσέβειαν, παρακαλοῦντος ἐπιταχῦναι τοῦ Χριστοῦ τὴν βοήθειαν, καὶ καταισχυνθῆναι τοὺς νοητοὺς ἐχθρούς.
ΨΑΛΜΟΣ Οʹ. <Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.> (A f. 354. Κυρίλλου καὶ Βασιλείου.) Ἔστι δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι᾽ οὗ ἐῤῥύσθημεν τῆς κατεχούσης ἡμᾶς ἁμαρτίας εἰς φθοράν. Ὁ μὲν οὖν ἔχων εἰς Θεὸν ἐλπίδα, μέχρι τοῦ παντὸς αἰῶνος οὐ καταισχυνθήσεται· καθάπερ ὁ ἐπί τι πεποιθὼς ἔτερον, ἡνίκα τῆς ἐλπίδος ἐκπέσῃ· ὁ πεποιθὼς γὰρ, φησὶν, ἐπὶ πλούτῳ, οὗτος πεσεῖται. Καὶ μὴ ἐλπίζετε ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Καὶ ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον· εὐλογημένος δὲ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ. Κἀγὼ τοίνυν, φησὶν, εἰ μὲν ἐπ᾽ ἄνθρωπον ὅλως ἢ ἐπ᾽ ἄλλο τι τῶν ἐπιβούλων καὶ σφαλερῶν ἀνῆψά μου τῆς ψυχῆς τὴν ἐλπίδα, ἄξιος εἴην καταισχύνεσθαι. Εἰ δὲ πάντων μὲν τῶν ἄλλων ὑπερεῖδον, πρὸς σὲ δὲ μόνον ἐπήρεισά μου τὴν ὅλην πεποίθησιν, μὴ δὴ, ὁ Θεὸς, καταισχυναίμην δι᾽ αἰῶνος. Μνησθεὶς δὲ τῆς συμφύτου δικαιοσύνης τῆς πᾶσι διανεμητικῆς τοῦ κατ᾽ ἀξίαν, ῥῦσαί με τῶν ἐπιτιθεμένων ἀνθρώπων ἢ διαμόνων, καὶ τῆς αὐτῶν ἐξελοῦ σκαιότητος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.