Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή Ε΄

Η αναγγελία της εορτής, προτυπώσεις του μυστηρίου του Σωτήρος στην Παλαιά Διαθήκη, και η αλληγορική ταύτιση των δύο Διαθηκών. Η θυσία του Ισαάκ ως τύπος της σταυρικής θυσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 29

ΛΟΓΟΣ Εʹ. αʹ. Καιρὸν παντὶ πράγματι, φησὶν ἡ θεία Γραφή· καί μοι δοκεῖ κάλλιστα διεσκέφθαι τῶν πραγμάτων τὴν φύσιν. Οὐδὲν γὰρ αὐτὴν οὕτως οἶδε λυπεῖν, ὡς τὸ καιροῦ διαμαρτάνειν τοῦ δέοντος. Οὐκοῦν ἐπειδήπερ ὅτι δὴ φαῦλον τοῦτό ἐστιν, ἀντερεῖ μὲν οὐδεὶς, συνθήσεται δὲ πάντως ὅ γε νοῦν ἔχων, ἀνάγκη τὸ ἐναντίον τῆς ἀμείνονος δόξης ἀξιοῦν, καιρὸν δή φημι τὸν ἐφ᾽ ἅπασιν ἐπιτήδειον, καὶ τὸν ἑκάστῳ πράγματι πρέποντα. Ἑορτῆς τοιγαροῦν καιρὸς ὁ παρὼν, καὶ τὸ πείθεσθαι πάλιν ἐπάναγκες τῇ θείᾳ Γραφῇ· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι· ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.» Εἶτα ποῖος καιρὸς ἀναλάμψει ἡμῖν τοῦ παρόντος ἐπισημότερος; Τί δὲ οὕτω περιφανὲς, ὡς ἡ πανεύφημος ἡμῶν ἑορτὴ, Νεομηνίαν ὄντως ἀληθῆ, τὸν νέον ἡμῖν αἰῶνα τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἀναδεικνύουσα· «Ἐν ᾧ πάντα γέγονε καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθεν,» ὡς ὁ Παῦλός φησι, Βοάτω τοιγαροῦν τῆς Ἐκκλησίας ἡ σάλπιγξ, καὶ χαίρουσα πάλιν τὸ ἐτήσιον ἡμῖν ἀναπνείτω κήρυγμα.

Ἆρ᾽ οὖν ἐκείνας τὰς ἐν τοῖς στρατοπέδοις ἀπομιμήσεται; Σημαίνει δὲ ἡμῖν, ὡς ἤδη μὲν πάρεστι τῶν πολεμίων τὰ στίφη, ἀπειλὴ δὲ μάχης, καὶ θανάτου φόβος περιαγγέλλεται; χρὴ δὲ ὡς τάχιστα τοῦ πολέμου τὰ σκεύη τοῖς ἐπιοῦσιν ἀνταίρειν, Οὐδαμῶς.

Ἑτέραν οἶδα τῆς ἐμῆς σάλπιγγος τὴν φωνήν. Βοήσει δὲ τῶν τοιούτων οὐδέν· ἀλλ᾽ ἐπινίκιον μέλος, καὶ τοῖς ἀκούουσι θυμηρέστατον. «Δεῦτε γὰρ, ἐρεῖ, κατὰ τὸν μακάριον Ψαλμῳδὸν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Τί δὴ οὖν ἔστιν, ἐφ᾽ ὅτῳ περ ἄν τις εὔκαιρον ἴδοι τὸν ἀλαλαγμόν; τὸ δὲ ἀγαλλιᾶσθαι χρῆναι καὶ σεμνὸν ἀναστῆσαι τῷ Σωτῆρι τὸν θάνατον, ψηφιεῖται, καὶ αὐτὸς καίπερ εἰδόσιν ὑμῖν ἐξηγήσομαι. Νενίκηται θάνατος ὁ τὸ νικᾶσθαι παραιτούμενος· κεκαινοτόμηται φθορά· λέλυται θάνατος, πάθος ἀήττητον. ᾍδης δὲ ὁ πᾶσαν ἀπληστίαν νοσῶν, καὶ κόρον ἐπὶ τοῖς τεθνεῶσιν οὐδένα δεξάμενος, ἐδιδάχθη καὶ ἄκων, ὃ μὴ μαθεῖν νῷ [ἴσ. τῷ, ἢ, τὸ] πρότερον ἠνέσχετο. Οὐ γὰρ ὅπως τῶν ἔτι πιπτόντων ἔσται κάτοχος φιλονεικεῖ, ἀλλ᾽ ἤδη καὶ τοὺς ἁλόντας ἀπήμεσε, τῇ τοῦ Σωτῆρος ἡμῶν ἰσχύϊ καλὴν ὑπομείνας τὴν ἐρημίαν· Ἐπεδήμησε γὰρ λέγων «τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε·» καὶ κηρύξας τοῖς ἐν ᾅδῃ πνεύμασιν, ἀπειθήσασί ποτε, ἀναβέβηκε νικηφόρος· ἀπαρχὴν ὥσπερ τινὰ τῆς ἐλπίδος ἡμῶν τὸν οἰκεῖον ἀναστήσας ναὸν, καὶ ὁδοποιήσας μὲν τῇ φύσει τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἕτερα δὲ πρὸς τούτοις ἡμᾶς ἐργασάμενος ἀγαθά.

βʹ. Ἐν τούτοις ἡμῖν, ἀγαπητοὶ, τὰ λαμπρὰ τῆς ἑορτῆς συνθήματα· ἐπὶ τούτοις οἶμαι δεῖν ἀνασκιρτῶντας εἰπεῖν· «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με.» Τοῖς μὲν οὖν ἄλλοις ἅπασι, παρ᾽ οἱσδηποτοῦν, ὁ τῶν πανηγύρεων τιμᾶται νόμος, εὐειμονεῖν μὲν ὡς ἔνι, καὶ λίαν ἐσπούδασται, τὸ δὲ μὴ πᾶν, ὅπερ ἂν ὑπάρχῃ παρ᾽ ἑκάστῳ τίμιον, τοῦτο δὴ καὶ ἠμφιεσμένον ὁρᾶσθαι, ῥᾳθυμίας ἤτοι φαυλότητος τῆς ἐσχάτης εἶναι δοκεῖ. Τοιγάρτοι καὶ πανδήμους, ὅτε δὴ πόλεις ἄγουσιν ἑορτὰς, λαμπροῖς μὲν ἄν τις ἴδοι τοὺς ἐν αὐταῖς κατηγλαϊσμένους ἄνθεσιν, ἐπὶ λαμπροτέραν δὲ προθύμως ἰόντας τράπεζαν, καὶ ταῖς περὶ γαστέρα ζημίαις ἐντρυφῶντας μᾶλλον ἤπερ ἀλγυνομένους. Ἡμῖν δὲ, οὐ διὰ τούτων τὰ τῆς πανηγύρεως ἔρχεται, οὐδὲ τοῖς δημοτελέσιν ἀποκεχρῆσθαι νόμοις, φίλιόν τε καὶ περισπούδαστον.

Ἀλλ᾽ ἄμφιον μὲν τὸ πάντων καθαρώτατον, ὁ Χριστός· «Ἐνδύσασθε γὰρ τὸν Κύριον Ἰησοῦν Χριστὸν,» ὁ Παῦλός φησι. Καὶ τράπεζα δὲ οὐ πολυτελείαις ὄψων καταβαρουμένη, καὶ ἄσωτον ὠδίνουσα τὴν φιλοτιμίαν, ἀλλ᾽ ἐκείνη μᾶλλον προσφιλὴς, πρὸς ἣν ἡμᾶς ἡ σοφία βοῶσα καλεῖ· «Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν.» Τὸ μὲν γὰρ τοῖς κατὰ γῆν αἰδέσμασι τὴν γαστέρα πληροῦν, καὶ τοῦτο μὴ ταῖς τῆς φύσεως ἀνάγκαις εἴκοντας, μηδὲ ταῖς ἀπαραιτήτοις τοῦ σώματος χρείαις ἡττωμένους, τοσοῦτον ὅσον ἔχει καλῶς, εἰς ἡδονὴν δὲ μᾶλλον ἐκκεχυμένους καὶ βλέποντας, οὐδὲν ἕτερόν ἐστι ζηλοῦν, ἢ τῶν ἀλόγων θηρίων τὴν φύσιν, ἃ καὶ μόνῳ τῷ πλήθει τῆς τροφῆς ἐπαγγέλλονται, χαίρειν δὲ τότε μειζόνως, ὅταν λυπήσῃ καὶ κόρον, ἀπλήστοις ἐπιθυμίαις, πολὺ τὸ ἀρκοῦν ἀναβαίνοντα. Τὸ δὲ, θείων μὲν μαθημάτων ἐρᾷν, πανδαισίαν δὲ ἡγεῖσθαι λαμπρὰν τῆς σοφίας τοὺς λόγους, ἀξιολογώτατόν τι χρῆμα, καὶ ἀξιάγαστον, παστισοῦν τῶν εὖ φρονούντων ἐρεῖ, πρέπον δὲ ὄντως ἀνθρώπῳ λογικῷ, καὶ κατ᾽ εἰκόνα πεποιημένῳ τοῦ κτίσαντος. Ἀλλὰ γὰρ αἰσθάνομαι τῇ σιωπῇ παραδοὺς, ὃ καὶ μάλιστά ἐστι τοῖς ἑορτάζουσι φίλον.

Ποῖον δὴ τοῦτό φημι· Δᾷδας ἐκεῖνοι τῷ τῆς νυκτὸς ἀνθοπλίζουσι σκότῳ, καὶ μελαινούσης τῆς ἑσπέρας αὐτοῖς τὴν ἑστίαν οὐκ ἀνέχονται· ὅλον δὲ λύχνοις τὸ δωμάτιον καταστέψαντες, ταῖς ἐντεῦθεν μαρμαρυγαῖς τὴν ἀπὸ τοῦ σκότου κατήφειαν ἐξελαύνουσιν.

Ἡμῖν δὲ πάλιν οὐ χειροποίητον, ἵν᾽ οὕτως εἴπωμεν, φῶς, οὐδὲ λύχνα μετρίῳ γελῶντα πυρὶ διώκει τὸν σκότον, ἀλλ᾽ αὐτὸς ὁ λέγων Χριστός· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Ὅπερ ἥξειν ὡς ἡμᾶς καὶ ὁ μακάριος Ἡσαΐας κατεπηγγέλλετο, βοῶν· «Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς.» Ἐπεφοίτησε γὰρ ἡμῖν τοῦ Σωτῆρος ἡ χάρις, φωτὸς μὲν νόμῳ τὸ σύμπαν περιαστράπτουσα· τὸ δὲ στυγνὸν τῆς ἀμαθίας λύουσα νέφος· ὅπερ ἡμῖν ὀρόφου δίκην ὑπερτανύσας ὁ διάβολος, πᾶσαν, ἵν᾽ οὕτως εἴπω, τὴν ὑφ᾽ ἡλίῳ κεχείρωτο· ἐπιτρέπων μὲν οὐδενὶ καθαρὸν τῆς καρδίας ἀνατεῖναι τὸ ὄμμα, ἀπὸ δὲ τῆς ἐν τοῖς ποιήμασι καλλονῆς, ἀναλόγως τοῦ δημιουργήσαντος ἐκμετρεῖσθαι τὴν δύναμιν· ἦν γὰρ ἐντεῦθεν ὄνησιν εὑρέσθαι τοὺς πλανωμένους οὐ μικράν. Ἵνα δὲ μή τι κερδάναντες τῶν, ὅσα πρὸς σωτηρίαν συντελοῦντα φαίνεται, εἰς τὴν τῇ φύσει χρεωστουμένην ἐλευθερίαν ἀνανήψωσιν, ἐτύφλωσεν αὐτῶν τὰ νοήματα, καθάπερ ὁ Παῦλός φησιν, εἰς τὸ μὴ αὐγάσαι τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Ἀλλ᾽ ἐσφάλη τῆς ἐλπίδος ὁ δείλαιος. Μείζων γὰρ ἦν ὁ πρὸς σωτηρίαν καλῶν. Ἡ μὲν οὖν πολλὴ τῶν ἐθνῶν ἀνεσώθη πληθὺς, καὶ ὀψὲ μὲν, ὅμως δ᾽ οὖν ἐπέγνω τὸν κτίσαντα.

Οἱ δὲ νόμῳ παιδαγωγούμενοι πρὸς ἐπίγνωσιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῖς διὰ Μωσέως χειραγωγούμενοι δόγμασιν Ἰουδαῖοι, «Ἀπέλιπον, καθάπερ γέγραπται, τὰς ὁδοὺς τοῦ ἑαυτῶν ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργοῦ πεπλάνηνται.» Οὐ γὰρ ἐπέγνωσαν τὸν δι᾽ ἡμᾶς ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, «Τὸν δι᾽ ἡμᾶς πτωχεύσαντα,» καθάπερ ὁ Παῦλός φησιν, «ἵν᾽ ἡμεῖς πλουτήσωμεν ἐν αὐτῷ.» Διὸ δὴ καὶ λίαν αὐτοῖς ὁ προφήτης Ἱερεμίας ἐπισκώπτει βοῶν· «Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ᾽ ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν, ᾐσχύνθησαν πτωχοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν Λόγον Κυρίου ἀπεδοκίμασαν.» Ἀπεδοκίμασαν γὰρ ὄντως τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἀλλὰ γέγονεν εἰς κεφαλὴν γωνίας, κἂν ἐκεῖνοι μὴ βούλοιντο. Διὸ δὴ καὶ δικαίως φησί που περὶ αὐτῶν ὁ προφήτης· «Οἱ υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί.» Εἶτα πῶς οὐκ ἀληθὲς παντί τῳ φανεῖται τὸ ὑπὲρ αὐτῶν εἰρημένον; Πῶς δὲ οὐκ ἀσύνετοι καὶ παράφρονες, οἳ, παρὸν μὲν αὐτοῖς ἐκ προφητικῶν ἀναγνωσμάτων τὸ τῆς εὐσεβείας ἐκπαιδευθῆναι μυστήριον, ἐξὸν δὲ ὁμοίως διὰ τῶν Μωσαϊκῶν συγγραμμάτων περὶ αὐτοῦ σοφίζεσθαι διαρκῶς, τοσοῦτον τῆς ἑαυτῶν σωτηρίας κατεῤῥᾳθυμηκότες ἁλίσκονται, ὡς μηδὲ ταῖς τῶν ἐθνῶν εἰς τοῦτο παρισοῦσθαι σπουδαῖς;

Καὶ γοῦν φησί που τοιοῦτόν τι πρὸς αὐτοὺς ὁ Θεός· «Καθέστηκα ἐφ᾽ ὑμᾶς σκοποὺς, καὶ εἶπα· Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος, καὶ εἶπον· Οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ἄκουε, γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀπὸ τροφῆς αὐτῶν, ὅτι τὸν νόμον μου οὐ προσέσχον, καὶ τὸν λόγον μου ἀπώσαντο.» Ἀπώσαντο γὰρ ὄντως τὸν τοῦ Θεοῦ λόγον, οὔτε ὅτι προσήκει τοῖς τῶν ἁγίων ἀποστόλων κηρύγμασι κατακολουθεῖν ἐγνωκότες, οὔτε μὴν τοῖς παλαιοτέροις βιβλίοις προσέχειν τὸν νοῦν οἰόμενοι δεῖν. Χρῆν γὰρ δήπουθεν, εἴπερ ἦν ὄντως αὐτοῖς τὸ ὠφελεῖσθαι περισπούδαστον, μὴ τῷ τῆς νομομαθείας ὀνόματι πρὸς ἀλαζονείαν ἀναφυσώμενον, ἐπιτρέπειν ἐξαπατᾶσθαι τὸν νοῦν· αἰδοῖ τε τοῦ μὴ δοκεῖν τῆς ἀκριβείας ἀπολιμπάνεσθαι, τὴν ἐπ᾽ αὐτῇ καρποῦσθαι ζημίαν, ἐξετάζειν δὲ μᾶλλον τὰ περὶ τοῦ Σωτῆρος διὰ τῶν ἁγίων λαλούμενα, ἢ καὶ ἄλλων ὡς ἐν σχήματι καὶ τύποις ἀναπλαττόμενα. Πολλὰς γὰρ ἄν τις ἴδοι πραγμάτων εἰκόνας, ἐν τοῖς λογίοις τοῦ Πνεύματος, ἐναργεστάτην ἐχούσας τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὴν γραφήν. Ἀλλ᾽ ἤδη μοι κατὰ νοῦν ποικίλοι μὲν θεωρημάτων ἀνίσχουσι τρόποι, ἀνακινουμένῳ δὲ εἰς μνήμην τῆς ἁγίας Γραφῆς μυρίος μὲν νοημάτων ἐσμὸς εἰσοικίζεται. Χρῆναι δὲ ὅμως ἡγοῦμαι τοῦ λόγου τὴν ἀρχὴν ἀπὸ τῶν παλαιοτέρων ποιεῖσθαι πραγμάτων.

Καὶ δι᾽ ὧν ἡμῖν ἔσονται πρὸς τὸ πιστεύειν ἑτοιμότεροι, διὰ τούτων ἤδη χωρεῖν.

Οὐκοῦν ἐξετάζωμεν, εἰ δοκεῖ, τήν τε δίαιταν αὐτὴν, ὅπως τε καὶ ἐν τίσιν ὑπῆρχεν ὁ μακάριος Ἀβραάμ· ἐρευνάσθω δέ μοι πρὸς τούτοις καὶ ἡ τριπόθητος τοῦ Ἰσαὰκ γένεσίς τε καὶ σπορά. Ὄψει γὰρ ἐν τούτοις, Ἰουδαῖε, καὶ εἰς αὐτὴν, ἵν᾽ οὕτως εἴπω, τοῦ γένους τὴν ῥίζαν, τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν καθάπερ διὰ χαλκοῦ καλῶς τε καὶ ἐντέχνως ἀναπεπλασμένον μυστήριον. Ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν παρακρούεσθαι πιθανῶς, λέγειν ἔχοντα τῶν ἐξ ἀληθείας οὐδὲν, αὐτήν σοι παραθήσω τὴν διὰ Μωσέως ἐξήγησιν, καὶ τὴν ἱστορίαν ἀναπτύξω σαφῶς· νοήσεις γὰρ οὕτω παρ᾽ ἡμῶν προχειρότερον.

γʹ. Οὐκοῦν συνέζευκτο μὲν κατὰ νόμον τῷ τοῦ γένους προπάτορι Σάῤῥα. Ἦν αὐτῷ καὶ παιδίσκη, φημὶ δὲ τὴν Αἰγυπτίαν, Ἄγαρ ὄνομα αὐτῇ. Ἀλλ᾽ ἡ μὲν ἐλευθέρα ἐξ ἐλευθέρων, τόκου καὶ ὠδίνων ἀπείρατος ἦν· καρπὸν δὲ οὐδένα τῆς οἰκείας ὁρῶσα γαστρὸς, εἶτα πρὸς φιλοπαιδίαν τῷ δριμυτάτῳ τῆς φύσεως πόθῳ ἐξελκομένη, βαρεῖα μὲν σφόδρα τῇ δυσθυμίᾳ κατεφορτίζετο. Τὸ δὲ δὴ μάλιστα καὶ συναλγεῖν ἀναπεῖθον, ἐκεῖνο ὑπῆρχεν. Ἦν μὲν γὰρ εἰς ἐτῶν ἀριθμὸν Ἀβραὰμ ἀναβεβηκὼς ὀγδοήκοντα· ἐν ᾧπερ ἦν εἰκὸς ἀπεψύχθαι λοιπὸν ἐν αὐτῷ καὶ τὸ θερμὸν τῆς φύσεως πρὸς παιδοποιΐας κίνημα. Αὐτὴ δὲ ἡ τέκνων ἐρημίαν ὀδυρομένη, καὶ ἐπὶ τῇ τῆς γαστρὸς ἀκαρπίᾳ πολὺ λίαν ἀνοιμώζουσα, εἰς αὐτὸ βεβήκει τὸ τῆς ἡλικίας ἀκρότατον. Σοφιζομένη τοιγαροῦν τῆς φιλοπαιδίας τοὺς πόθους, καὶ τὸ ἐπ᾽ αὐτῆς τῆς φύσεως ἀπαμβλύνουσαν κέντρον, παρεκάλει τὸν ὁμόζυγα, τοῖς τῆς παιδίσκης ὁμιλήσαντα γάμοις, ἐπειδὴ γνησίων οὐκ ἠξίωτο τέκνων, κἂν γοῦν νόθου ὁρᾶσθαι πατέρα. Ἔχει δὲ οὕτω τὰ τῆς θείας Γραφῆς· «Σάῤῥα δὲ ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν αὐτῷ, ἦν δὲ αὐτῷ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. Εἶπε δὲ Σάῤῥα πρὸς Ἀβραάμ· Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν, εἴσελθε πρὸς τὴν παιδίσκην σου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς.»

Καὶ μή τις οἰέσθω πρὸς φιληδονίαν ὀτρύνεσθαι παραλόγως, ἢ καὶ ἄλλως εἰς ἀκρασίαν παραθήγεσθαι, διὰ τῶν τῆς Σάῤῥας τὸν πατριάρχην ῥημάτων. Οὐχ οὗτος ἦν ἐκείνῃ σκοπὸς, πολλοῦ γε καὶ δεῖ. Ἀλλὰ τὸ οἰκεῖον, ὡς ἔφην, καταιτιωμένη, πρὸς τὸ δύνασθαι τίκτειν ἀνεπιτήδειον, χαλεπὸν ἡγεῖτο καὶ βαρὺ, εἰ μὴ τῇ τοσαύτῃ τοῦ δικαίου κεφαλῇ κἂν γοῦν ἐξ ἑτέρας γένοιτο σπέρμα.

Τοιαύτη μὲν οὖν ἡ Σάῤῥα περὶ τὸν ὁμόζυγα· καὶ δὴ καὶ εἰς πέρας ἤγετο τῷ πατριάρχῃ τὸ βούλευμα· καὶ παῖς αὐτῷ νόθος ἐκ τῆς Αἰγυπτίας ὁ Ἰσμαὴλ ἀπετίκτετο. Ἐφ᾽ ᾧ τῆς ἐλευθέρας ἐπλανῶντο μὲν οἱ πόθοι. Χαίρειν γὰρ ᾤετο δεινῶς, ἐπ᾽ ὠδῖνι γνησίᾳ, δριμυτέραν δὲ ὅμως τὴν ἐπὶ τῷ μὴ δύνασθαι τεκεῖν ἐκπίνουσα λύπην, μεθύουσα λοιπὸν τῷ πάθει κατάφορος ἦν. Ὁ δὲ πάσης ἐλπίδος ἀγαθῆς χορηγὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν Θεὸς, ἐλεεῖ μὲν αὐτὴν, τῷ συμβεβηκότι λίαν περιστυγνάζουσαν· τὴν δὲ ἄγονον πάλαι καὶ ἀπειρότοκον, καὶ τῷ μήκει τοῦ χρόνου τὸ δύνασθαι τίκτειν παρῃρημένην, εὐώδινά τε εὐθὺς, καὶ πρὸς τέκνου γένεσιν ἐπιτηδείαν ἀπέδειξε.

Λέγει δὲ πρὸς Ἀβραάμ· «Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτό. Καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον, καὶ ἐγέλασε, καὶ εἶπε τῇ διανοίᾳ λέγων· Εἰ τῷ ἑκατονταέτει ἔσται υἱὸς, καὶ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν οὖσα τέξεται;

Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἀβραάμ· Ναὶ, ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. Καὶ θήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν.» Αὕτη μὲν οὖν ἡ πρὸς Ἀβραὰμ ὑπόσχεσις, ἀληθής. Ἐπειδὴ δὲ εἰς πέρας ἤχθη τὸ διηγγελμένον καὶ ἡ στεῖρα τὸ τίκτειν ἐμάνθανεν, ἤδη δὲ ἦν ἐν ὀφθαλμοῖς τὸ παιδάριον, καὶ τῶν πατρῴων οἴκων ὁ κληρονόμος ἐφαίνετο, ὡς περιττὴ λοιπὸν ἡ παιδίσκη τῆς δεσποτικῆς ἑστίας ἀπηλαύνετο, νόθον ἐξ Ἀβραὰμ ἔχουσα τὸν Ἰσμαήλ. Φεύγουσαν δὲ αὐτὴν, καὶ ὡς ποῤῥωτάτω τῆς οἰκείας ἤδη γεγενημένην, ἄγγελος ἐξ οὐρανοῦ προσεφώνει, λέγων· «Ἄγαρ, παιδίσκη Σάῤῥας, ποῦ πορεύῃ; Ἡ δὲ πρὸς ταῦτά φησι· Ἀπὸ προσώπου Σάῤῥας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.

Εἶτα πάλιν ὁ ἄγγελος πρὸς αὐτήν· Ὑποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.» Ἡ μὲν οὖν ἱστορία μακροτέρων ἐδεῖτο διηγημάτων, ὅμως δ᾽ οὖν ἐν τούτοις ἡμῖν συμπεπέρασται. Λείπει δὲ λοιπὸν ἐντεῦθεν ἡμᾶς τὴν εἰκόνα τοῦ Σωτῆρος ἡμῶν ἐπιδεικνύειν. Αὐτοῦ γὰρ δὴ τούτου χάριν καὶ ὁ πλατὺς οὑτοσὶ πρὸς ἡμᾶς διϊππεύθη λόγος. Ὁ μὲν οὖν θεσπέσιος Παῦλος ἐν ὀλίγοις τὰ τῆς ἱστορίας συντεμὼν, καὶ μακρῶν διηγημάτων κατάλογον εἰς ἓν συναγείρας θεώρημα, τὸ τοῦ πράγματος ἀκαλλὲς πρὸς χαριεστάτην πραγμάτων μετεποίησεν εἰκόνα. Ἐπιστέλλει γὰρ οὕτω τισί· «Τὸν νόμον οὐ καταγινώσκετε. Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας ἐξ ἐπαγγελίας. Αἵτινες ἔτι ἀλληγορούμεναι. Αὗται γάρ εἰσι δύο Διαθῆκαι. Μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ δὲ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ· δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.»

Ἐγὼ δὲ, ἀγαπητοὶ, καίτοι σφόδρα θαυμάζειν ἔχων, καὶ μάλα εἰκότως, τῆς ἀλληγορίας τὴν δύναμιν, χρῆναι δεῖν ὑπολαμβάνω, πλατείας οὔσης τῆς θείας Γραφῆς, καὶ ἑτέρας τοῖς ὀρθῶς εἰρημένοις προσευρίσκειν ἐννοίας· οὐχ ὡς ἔχων τι κάλλιον εἰπεῖν (μὴ γὰρ εἰς τοῦτο μανίας γένοιτο πεσεῖν, ὡς οἴεσθαί τι μεῖζον ἢ ἄμεινον δύνασθαι νοεῖν, ὧν ὁ τῆς ἀληθείας κῆρυξ ἐπεσημήνατο), ἐπειδὴ δὲ τὸ γυμνάζεσθαι κωλύον οὐδὲν, φέρε δὴ καὶ φυσικωτέρας τοῖς θεωρήμασιν ἐπεισκυλοῦντες ἐννοίας, καὶ ὥσπερ τισὶ πολυειδέσι χρώμασι τὴν εἰκόνα καταποικίλλοντες, διὰ τῶν αὐτῶν χαρακτήρων ἐπὶ τὸ ἴσον σχῆμα τῆς ἀλληγορίας ἐξηλλαγμένως ἐρχώμεθα.

δʹ. Δέχου μοι τοίνυν τὸν Ἀβραὰμ, εἰς τὸν ἀρχαῖον αἰῶνα καὶ, ἵν᾽ οὕτως εἴπω, τὸν γέροντα χρόνον, τὴν τῆς ἀνθρωπότητος φύσιν· διὰ μὲν τοῦ θήλεος τὸ γόνιμον ὑπεμφαίνουσαν, διὰ δὲ τοῦ γήρως τὴν ἀρχαιότητα. Ἀρχαιοτάτη γὰρ καὶ γονιμωτάτη τῶν ἀνθρώπων ἡ φύσις, μακρῷ μὲν αἰῶνι συζήσασα· καθάπερ δὲ εἰς ἕνα παστὸν ὑπὸ τόδε συγκεκλεισμένη τὸ στερέωμα. Αὕτη γὰρ ἡ ἐλευθέρα τῆς ἀνθρωπότητος φύσις, οὕτω γὰρ πεποίηται παρὰ Θεοῦ, τὸ πάντων ἄρχειν κληρώσασα, μονονουχὶ πρὸς χεῖρας ἐλαύνοντι τῷ χρόνῳ συντρέχουσα, καὶ τέκνον οὐκ ἔχουσα γνήσιόν τε καὶ θεόδοτον, ἀλλοτρίοις ὥσπερ καὶ νόθοις παισὶν ἐπηγάλλετο, τοῖς ἐκ τῆς Αἰγυπτίας φημὶ, τουτέστι, τῆς σκοτιζομένης· Αἴγυπτος γὰρ σκοτασμὸς ἑρμηνεύεται. Τίνα δὲ εἶναι τὴν σκοτιζομένην λογιούμεθα; Ἢ πάντως τὴν ψευδώνυμον τοῦ κόσμου σοφίαν, ὑφ᾽ ἧς ἐτίκτοντο μὲν, ἵν᾽ οὕτως εἴπωμεν, οἱ πάλαι σοφοὶ, καθάπερ ἐκ λαγόνων τῆς ὠδινούσης αὐτοὺς τίκτοντες πλάνης, καὶ ἦσαν αἰῶνος υἱοί· οὕτω γὰρ αὐτοὺς καὶ ὁ Σωτὴρ ἀπεκάλει· νόθοι δὲ ὅμως, καὶ εἰς οἰκετίαν τρεφόμενοι· ἐδούλευον γὰρ τοῖς μὴ φύσει θεοῖς.

Ἐπειδὴ δὲ γεγηρακότι τῷ χρόνῳ, καὶ εἰς τέλος ἤδη καταθέοντι, δέδοται μὲν ὁ ἐξ ἐπαγγελίας Υἱὸς, ἡ δὲ ἐλευθέρα τῆς ἀνθρωπότητος φύσις, ἡ τὸ ἐν πολλοῖς ἀργόν τε καὶ ἄχρηστον ἴσον ἔχουσα τῷ μηδενὶ, στεῖρά τε καὶ ἄπαις διὰ τοῦτο κεκλημένη, τὸ εὐγενὲς ἀπεκύησε βρέφος, τὸ ἐκ μυριάδων ἐκλελογισμένον φημί· ὤφθη δὲ λοιπὸν ὁ κληρονόμος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ἐκβάλλεται δὲ ἡ παιδίσκη τοῖς τέκνοις ὁμοῦ. «Ποῦ γὰρ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Ἐμώρανε γὰρ ὁ Θεὸς τὰ σοφὰ τοῦ κόσμου,» καθάπερ ὁ Παῦλός φησι. Κληρονομεῖ δὲ ὅμως ὁ ἐκ τῆς ἐλευθέρας. Φησί που πρὸς τὸν Υἱὸν ὁ ἐν οὐρανοῖς Πατήρ· «Αἴτησαι γὰρ, φησὶ, παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἐκβεβλημένην δὲ τὴν παιδίσκην μετὰ τῶν ἰδίων τέκνων ἀπολέσθαι θεία τις οὐ συγκεχώρηκεν ἀγαθότης. Ἐπιστρέφει δὲ αὐτὴν, καὶ ὑπὸ τὰς χεῖρας τῆς ἐλευθέρας ταπεινοῦσθαι κελεύει. «Ἐπίστρεφε γὰρ, φησὶ, πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.» Ἡ γὰρ ψευδώνυμος τοῦ κόσμου σοφία, ἡ πάλαι τῶν ἐλευθέρων καταγελῶσα γάμων, δουλεύει νῦν τῇ εὐγενείᾳ τῶν τέκνων τοῦ Θεοῦ, διὰ τῆς τῶν λέξεων ἀρτιωτάτης συνθήκης, τοῖς θείοις ὑπηρετοῦσα θεωρήμασι.

Σημαίνει τοιγαροῦν ἕτερον οὐδὲν τοῦ ἐξ ἐπαγγελίας Ἰσαὰκ ἡ γέννησις ἢ τὸν ἐπὶ συντελείᾳ τῶν αἰώνων γεννηθέντα Χριστόν. Χαλεπαινέτω δὲ μηδεὶς εἰ μὴ πάντα τῆς ἱστορίας τὰ μέρη εἰς ἀλήθειαν ἐφήρμοσται. Κατὰ γὰρ τῶν ἐνδεχομένων οἱ τῶν ἀλληγοριῶν εἰσβαίνουσι τρόποι. Ἐπεὶ καὶ προβάτῳ μὲν πολλάκις ὁ δίκαιος παρεικάζεται, διὰ τὴν ἐνοῦσαν τῷ ζώῳ πραότητα· κερασφορεῖν δὲ αὐτὸν ἢ καὶ ἄλλως χηλαῖς ἐπερείδεσθαι λέγειν, παντελῶς ἀπίθανον.

Χωρητέον δὴ οὖν ἐπὶ τὴν τῶν προκειμένων ἀπόδειξιν. Ἀναγκαῖον γὰρ οἶμαι φαίνεσθαι τὸν Χριστὸν ἐν τῇ κατὰ τὸν Ἰσαὰκ γενέσει, καθάπερ διὰ τύπου μορφούμενον. Ἵνα δὲ μὴ δοκοίην περιττοῖς τισι καὶ περιέργοις ἀποκεχρῆσθαι λόγοις, καὶ πειρᾶσθαι μὲν πανταχόθεν σοφίζεσθαι τὴν ἀλήθειαν, ῥαψῳδεῖν δὲ ἄλλως καὶ νοημάτων εἰκαίων ἐξιτήλους ἀναπλάττειν εἰκόνας, φέρε δὴ, πάλιν ἡμεῖς καὶ ἀπ᾽ αὐτῆς παραστήσωμεν τῆς θείας Γραφῆς, ὡς ἀληθῆ μὲν λέγων εἴην ἐγώ.

εʹ. Ἑτέρου δὲ χάριν οὐδενὸς πεποίηται Θεὸς τὴν πρὸς Ἀβραὰμ ὑπόσχεσιν, τὴν ἐπὶ τὸν Ἰσαὰκ γενομένην φημὶ, ἢ μόνης ἕνεκα τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἐφ᾽ οὗ καὶ τὸ τῆς εὐλογίας συμπέρασμα τρέχει. Αὐτὸ δὲ ὑμῖν τὸ θεῖον λόγιον παραθήσω, διαγορεῦον ὧδε· «Εὐλογήσω δὲ αὐτὴν,» περὶ τῆς Σάῤῥας φησὶν ὁ Θεὸς, «καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται.» Καὶ πάλιν· «Στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν.» Ἀλλ᾽ ἔστι παντί που δῆλον, ὡς ἑνὸς μὲν γέγονε υἱοῦ [leg. ἔθνους] πατὴρ Ἰσαὰκ, καὶ μόνον ἐξ αὐτοῦ βεβλάστηκεν ὁ μακάριος Ἰακώβ· ᾧ δὴ παῖδες μὲν γεγόνασι τὸν ἀριθμὸν δέκα ἐπὶ δυσίν· ἓν δὲ καὶ μόνον ἐξ αὐτῶν ἀνεδόθη γένος, τὸ τῶν Ἰουδαίων δηλαδή. Πῶς οὖν πληρωθήσεται τὸ, «Ἔσται εἰς ἔθνη;» Εἰ γὰρ καὶ εἰς δώδεκα φυλὰς κατατέμνεται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, ἀλλ᾽ ἕν ἐστιν ἔθνος, ἐκ πολλῶν μὲν ὥσπερ μελῶν συγκείμενον, εἰς ἓν δὲ διὰ πάντων ἀναπληρούμενον σῶμα.

Ὅτι δὲ πάλιν οὐκ εἰς διαθήκην αἰώνιον ἔσται παρὰ Θεοῦ τοῖς ἐκ σπέρματος Ἰσαὰκ, ἡ διὰ Μωσέως ὁρισθεῖσα διαθήκη, γνωσόμεθα, τοῦ προφήτου λέγοντος Ἰωήλ· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος· καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν.» Ὅπερ ἄριστα συνεὶς ὁ Παῦλός φησι· «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» —«Διὸ δὴ καὶ γέγονεν ἀθέτησις μὲν προαγούσης ἑντολῆς,» κατὰ τὴν αὐτοῦ πάλιν φωνὴν, «ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾽ ἧς ἐγγίζομεν τῷ Θεῷ.» Πανταχόθεν τοιγαροῦν ἀποδεδειγμένου σαφῶς, ὅτι περ ὁ ἐξ Ἀβραὰμ, ἑνὸς ἔθνους γέγονε πατήρ· ἑτέρου δὲ πάλιν ἐπαναγκάζοντος λόγου δεικνύειν τὸ ἐπ᾽ αὐτῷ γεγραμμένον ἀληθὲς (ἀδύνατον γὰρ ψεύσασθαι Θεὸν), ἀνάγκη λοιπὸν ἐπ᾽ αὐτὸν ἤδη φέρειν Χριστὸν τῆς ἐπαγγελίας τὴν ἔκβασιν. Αὐτὸς γὰρ ἦν, καθάπερ ἤδη προεῖπον, ἐν ἐκείνῳ ζωγραφούμενος.

Αὐτὸς γέγονε πατὴρ πολλῶν ἐθνῶν, πάντας μὲν διὰ τῆς πίστεως ἕλκων ὡς ἑαυτὸν, ἐπὶ δὲ τῇ τῶν ἐθνῶν πληθύϊ καὶ μάλα γαννύμενος, καὶ λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου, ἃ ἔδωκεν ὁ Θεός.» Καὶ ταῦτα μὲν περὶ τούτων ἡμεῖς. Εἰσίτω δὲ καὶ αὐτὸς τῆς ἀληθείας ὁ μάρτυς, ἐπαγωνιζέσθω τοῖς εἰρημένοις ὁ σοφώτατος Παῦλος, βοάτω σὺν ἐμοί· «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως, καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ. Οὐκοῦν βαδιεῖται τῆς ἐπαγγελίας ἡ δύναμις, οὐ πάντως εἰς τοὺς κατὰ σάρκα γεγονότας υἱοὺς, ἀλλ᾽ ἐπ᾽ ἐκείνους δηλαδὴ, ὅσοιπερ ἂν διὰ τῆς εἰς Χριστὸν πίστεως ἐπιγράψωνται πατέρα τὸν Ἀβραάμ. Τοῦτο γὰρ δή μοι καὶ διαῤῥήδην φαίνεται λέγων ὁ μακάριος Βαπτιστὴς τοῖς ἐξ Ἰσραὴλ γεγονόσιν, ὅτε δὴ καὶ ἐπὶ μόνῃ τῇ κατὰ σάρκα κοινωνίᾳ μεγαλαυχούμενοι, ἀρχέτην τοῦ γένους προετείνοντο τὸν Ἀβραάμ· «Ποιήσατε οὖν, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Δύναται γὰρ ἐκ τῶν λίθων τούτων ὁ Θεὸς ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Καὶ λίθους ἐνθάδε φησὶ τοὺς ἀπεσκληκότα μὲν ἔτι φρονοῦντας τὸν νοῦν, ἀναισθήτῳ δὲ ὥσπερ καρδίᾳ βεβαρυμένους.

Εἰ δέ τις ἀκριβῶς περιαθρήσαι τοὺς ἐξ ἐθνῶν, τοιούτους ὄντας καὶ οὐχ ἑτέρους εὑρήσει, οἳ καὶ ἠγέρθησαν διὰ τῆς πίστεως, καὶ εἰς τέκνα γεγόνασι τῷ Ἀβραάμ· καὶ συγκληρονόμοι τοῦ Ἰσαὰκ ἀνεδείχθησαν, καὶ μέτοχοι τῆς ἐπ᾽ αὐτῷ γεγόνασιν εὐλογίας.

Καὶ τούτου μάρτυς ὁ Παῦλος παρέσται βοῶν· «Προειδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.» Ὅτι μὲν τοίνυν εἰς αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὁ ἐξ Ἀβραὰμ γεγονὼς Ἰσαὰκ σχηματίζεται, πανταχόθεν ἄν τις ἀποδείξαι, καὶ μάλα ῥᾳδίως. Ἀναπείθειν δὲ οἶμαι, καὶ τὸν σφόδρα δυσμαθέστατον, ἐξ ὧν ὁ μακάριος Παῦλος Γαλάταις ἐπιστέλλων βοᾷ· «Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.

Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν. Οὐ λέγει· Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.» Ὅτι δὲ πάλιν ἐν τοῖς πιστεύουσιν εἰς Χριστὸν ἡ πρὸς Ἀβραὰμ ὑπόσχεσις συμπεπέραται, καὶ οὐκ ἐξ ἀνάγκης ἐπὶ τὸ κατὰ σάρκα γένος τὴν ἐπαγγελίαν μετοίσομεν τὴν χάριν ἐκβιαζόμενοι, αὐτὸς ἡμᾶς πληροφορήσει λέγων ὁ Παῦλος· «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄῤῥεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε Ἱησοῦ Χριστοῦ. Ἄρα τοῦ Ἀβραάμ ἐστε, καὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι.» Ἐξαρκέσειν μὲν οὖν τῶν εἰρημένων τὸ πλῆθος ὑπολαμβάνω πρὸς ἀπόδειξιν τοῦ προτεθέντος τῷ λόγῳ σκοποῦ. Εἰ δέ σοι δοκῶ μικρὰ μὲν εἰπεῖν, ὦ Ἰουδαῖε, καὶ λόγου μὲν οὐδενὸς ἀξιώσεις τὸ φρονεῖν ὀρθῶς, συνθήσῃ δὲ πάλιν ἡμῖν οὐδαμῶς, ὅτι δεῖ ταῦτα τοῦτον ἔχειν τὸν τρόπον, οὐκ ἐμὸν, ὦ οὗτος, ἀλλὰ τῆς σῆς ἀπειθείας τὸ ἔγκλημα.

Οἷς μὲν γὰρ τὰ κράτιστα λέγειν ἐσπούδασται, τούτοις δὴ πάντως τὸ μὴ δύνασθαι πείθειν τοὺς ἀκροωμένους, οὐδὲν ἂν, οἶμαι, προσοίσῃ τὸ ἔγκλημα. Ὃ γὰρ ἦν ἐν αὐτοῖς, τοῦτο δὴ καὶ μάλα προθύμως ἐργασάμενοι, πάσης ἂν εἶεν εἰκότως αἰτίας ἐλεύθεροι. Τοῖς δὲ τῶν βελτίστων ἀκροωμένοις, αὐτὸ δὴ καὶ μόνον τὸ μὴ βούλεσθαι συναινεῖν, οἷς ἄν τις εὖ λέγοι, τὸν αἴσχιστον ἐπιμαρτυρήσει τρόπον· ὥσπερ οὖν ἀμέλει καὶ εἴ τις παρά του δάνεισμα λαβὼν, ἀχάριστός τε ὁμοῦ καὶ ἀγνώμων εὑρεθεὶς, οὐ τὸν δεδανεικότα πονηρὸν, ἀλλ᾽ ἑαυτὸν ἐπιδείξει. Ἐπειδὴ δὲ πρὸς τὰς τῶν ἰατρῶν ἐμπειρίας ἀποβλέπων, συναισθάνομαί πως, ὅτι σοφὸν μὲν αὐτοῖς τῆς τέχνης τὸ ἐπιτήδευμα· τὰ δὲ ἐπὶ τοῖς νενοσηκόσιν εὑρήματα οὐκ ἔξω βαίνει λογισμοῦ τοῦ σώφρονος, φέρε δὴ τὸν ἴσον ἐκείνοις ζηλώσαντες τρόπον, τοῖς αὐτοῖς, ἵν᾽ οὕτως εἴπω, φαρμάκοις τὸν δυσμαθῆ θεραπεύωμεν. Ἰουδαῖον.

Ἰατροὶ μὲν γὰρ τὴν τοῦ πεσόντος εἰς ἀῤῥωστίαν ἀναῤῥωννύντες δίαιταν, ἂν ἴδωσί πως τῷ πάθει σεσυλημένον τοὺς ἐπὶ τῇ τραπέζῃ πόθους, ποικίλων ἐδεσμάτων παραστήσαντες ὄχλον, πανταχόθεν αὐτῷ τὸ ἀρκοῦν ἐρανίζεσθαι, σφόδρα γε ποιοῦντες καλῶς, ἐπιτάττουσιν. Ἡμεῖς δὲ πάλιν, οἷς τὰ ἐκείνων μιμεῖσθαι σκοπὸς, πρὸς οἷς ἤδη φθάσαντες εἴπομεν, ἑτέρων αὖθις θεωρημάτων ἁπτώμεθα· καλείσθω πανταχόθεν εἰς εὐπείθειαν ὁ πολλὴν ἀπόνοιαν νοσήσας Ἰουδαῖος. Ὁράτω πάλιν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν Ἰσαὰκ καὶ πάλαι σχηματιζόμενον.

ϛʹ. Οὐκοῦν (ἅψομαι γὰρ ἤδη τῶν περὶ τούτου λόγων), εἰσίτω πάλιν ὁ πανεύφημος Ἀβραὰμ, πρὸς ὃν ἔφησέ που Θεός· «Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωμα ἐφ᾽ ἓν τῶν ὀρέων ὧν ἐάν σοι εἴπω.» Καὶ παράδοξον μὲν ἵσως φανεῖταί τισι καὶ σκληρὸν εἰκότως τὸ πρόσταγμα. Εἰ γὰρ καὶ μόνος ἦν καὶ ἀγαπητὸς, καὶ ὀψίγονος, ὁ μόλις αὐτῷ καὶ ἐν γήρᾳ δοθεὶς υἱὸς, πῶς ὅτι χρὴ θύειν αὐτὸν συμβουλεύει Θεός; Παιδοκτονεῖν δὲ, εἰπέ μοι, τὸν δίκαιον, πῶς ἦν οὐ πάσης ἀτοπίας ἀνάμεστον; Τίς δὲ οὕτω σκληρὸς, καὶ τῇ πρεπούσῃ θηρίοις ὠμότητι σύντροφος, ὡς ἐξοπλίσαι μὲν τέκνῳ τὴν δεξιὰν, χρήσασθαι δὲ, ὥσπερ τινὶ τῶν πολεμίων, τῷ οἰκείῳ γεννήματι; Τί δὴ οὖν ἄρα καὶ διὰ τῆς τοιαύτης ἐντολῆς ὁ πατριάρχης ἐδιδάσκετο, λοιπὸν ἐπάναγκες ὡς ἔνι μάλιστα δὴ εἰπεῖν.

Ἔστι γὰρ δήπου παντί τῳ συμφανὲς, ὅτι ταῖς σιωπαῖς τὴν ἐπὶ τῷ διηγγελμένῳ καταχωννύντες οἰκονομίαν, ἀπανθρωπίαν ὥσπερ τῆς ἡμερωτάτης καταψηφιούμεθα φύσεως. Οὐκοῦν ἐπειδήπερ οὐχ ἑτέρως ἦν τὴν ἐπὶ τῷ Ἰσαὰκ δοθεῖσαν ὑπόσχεσιν ἀποπληροῦσθαι παρὰ Θεοῦ, εἰ μὴ διὰ τοῦ σταυροῦ τοῦ Χριστοῦ πέμποντος τὴν εὐλογίαν ἐπὶ πάντα τὰ ἔθνη, ἀναγκαίως θελήσας ἐπιδεῖξαι Θεὸς, ὅσην αὐτῷ καὶ πηλίκην ἀπονέμει τὴν χάριν, ὑπὲρ τῆς τοῦ σπέρματος αὐτοῦ σωτηρίας, θανάτῳ παραδιδοὺς τὸν ἴδιον υἱὸν, φησὶ πρὸς αὐτὸν, καὶ λίαν ἐμφαντικώτατα· «Λαβὲ τὸν υἱόν σου·» ἀναζωπυρῶν δὲ ὥσπερ ἐν αὐτῷ τὴν τῷ φύσαντι πρέπουσαν ἐφ᾽ ἑνὶ καὶ μόνῳ τέκνῳ φιλοστοργίαν, ἐπιλέγει μετὰ προσθήκης καὶ ἀναδιπλασιασμοῦ· «Τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαάκ· καὶ ἀνένεγκε αὐτὸν ἐφ᾽ ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω·» μονονουχὶ τοῦτο λέγων· Ἵνα δὴ μάθοις παθὼν, ὥσπερ ὕστερον ὑπομένει καὶ ὁ πάντων Πατὴρ ἀναφέρων εἰς τὴν ὑπερκόσμιον οὐσίαν ὃν ἠγάπησεν Υἱόν. Ἐφ᾽ ᾧ δὴ καὶ λίαν ὑπερθαυμάζων αὐτὸς ὁ Σωτὴρ ἐπεσημήνατό που λέγων· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.»

Ἐπιτάττοντι τοίνυν τὰ τοιαῦτα τῷ Θεῷ, ἀμε[λ]λητὶ μὲν ὁ πατριάρχης ἐπείθετο, κρείττονα δὲ τῆς εἰς τὸν παῖδα φιλοστοργίας τὴν θείαν ἐντολὴν ποιησάμενος, «Ἀναστὰς τῷ πρωῒ, καθὼς γέγραπται, ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ παρέλαβε μεθ᾽ αὑτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ.

Καὶ σχίσας ξύλα[ς] εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Καὶ ἀναβλέψας Ἀβραὰμ εἶδε τοῖς ὀφθαλμοῖς αὐτοῦ τὸν τόπον μακρόθεν, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδίον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.

Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἔλαβε δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Πορευθέντες δὲ ἀμφότεροι, ἦλθον εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ Θεός· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων, καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβὼν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. Καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου, καὶ εἶπεν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Μὴ ἐπιβαλοῦ τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ οὐδέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σὺ, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε· καὶ ἰδοὺ κριός τις κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἀβραὰμ, καὶ ἔλαβε τὸν κριὸν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.» ζʹ. Ὧδε μὲν οὖν τὸ λόγιον ἔχει τῆς θείας Γραφῆς, ὅλον δι᾽ ὅλου τὸ περὶ τοῦ Σωτῆρος ἐξεικονίζον μυστήριον.

Ἡμᾶς δὲ ἀνάγκη τοῖς ἐν τύπῳ γεγενημένοις τῆς ἀληθείας ἐφαρμόσαι τὸ κάλλος, καὶ τῶν εἰρημένων ἕκαστα διαπτύξαι σαφῶς. Οὕτω γὰρ τοῖς ἀκροωμένοις εὐσύνοπτον τὸ βαθὺ τῆς εὐσεβείας μυστήριον. Παραλαμβάνει τοιγαροῦν τὸ παιδάριον ὁ τρισμακάριος Ἀβραὰμ, καὶ εἰς τὸν τόπον ἐπείγεται τὸν παρὰ Θεοῦ δεδειγμένον αὐτῷ. Ἔρχεται δὲ μόλις ἐν αὐτῷ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀκολουθεῖν ἐπιτάξας καὶ οἰκέταις δυσί. Τὸ μὲν οὖν διὰ τοῦ πατρὸς ἀναφέρεσθαι τὸ παιδάριον ἐπὶ τὴν θυσίαν, σημαίνει διὰ συμβόλου καὶ σχήματος, ὡς οὐκ ἀνθρωπεία δύναμις οὐδὲ ἡ τῶν ἐπιβουλευόντων πλεονεξία τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἀνήγαγεν ἐπὶ τὸν σταυρὸν, ἀλλ᾽ ἡ τοῦ Πατρὸς, ἵν᾽ οὕτως εἴπω, βούλησις, τὸν ὑπὲρ πάντων θάνατον ὑπομένειν αὐτὸν οἰκονομικῶς συγχωρήσασα. Τοῦτο καὶ ὁ Σωτὴρ, ποτὲ μὲν Πιλάτῳ προσδιαλεγόμενος ἔφασκεν· «Οὐκ εἶχες οὐδεμίαν ἐξουσίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν·» ποτὲ δὲ πάλιν πρὸς αὐτὸν ἐν οὐρανοῖς Πατέρα τοὺς λόγους ποιούμενος ἔφασκε· «Πάτερ, εἰ δυνατὸν, ἀπελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.» Οὐκ ἀντιλέγει τῷ πατρὶ τὸ παιδάριον· «Ἐταπείνωσε γὰρ ἑαυτὸν, καίτοι Θεὸς ὢν, ὁ Υἱὸς, ὑπήκοος γενόμενος μέχρι θανάτου τῷ Πατρὶ, θανάτου δὲ σταυροῦ.» Διὸ δὴ καὶ διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· «Ἐγὼ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω.»

Τὸ δὲ ἐν ἡμέρᾳ τρίτῃ μόλις φθάσαι εἰς τὸν τόπον, τὸν τελευταῖον σημαίνει καιρὸν, καθ᾽ ὃν ἐπεδήμησεν ὁ Σωτήρ. Προηγουμένων γὰρ πρώτου καὶ μέσου, τρίτος ἔσται πάντως ὁ ἐπὶ τέλει. Ἡ δὲ τῶν οἰκετῶν ξυνωρὶς, ἡ καὶ ἀκολουθεῖν ἐπιτεταγμένη, ἐδήλου πάλιν ὡς διὰ σχήματος ὅτι ἐπὶ τὸ σωτήριον πάθος ἀναβαίνοντι τῷ Χριστῷ, ἀκολουθήσειν ἔμελλον οἱ δύο λαοί. Τὸ δὲ μακρόθεν τεθεᾶσθαι αὐτὸν τόπον τὸν μακάριον Ἀβραὰμ, τὴν προαιώνιον Πατρὸς σημαίνει πρόγνωσιν, ἣν ἔχων ὁρᾶται περὶ τοῦ οἰκείου γεννήματος, τουτέστι Χριστοῦ· οὕτω γὰρ καὶ ὁ Παῦλος περὶ τοῦ Σωτῆρός φησιν, ὅτι «Προεγνωσμένου μὲν, πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτοις.» Εἶτα πάλιν ἐπὶ τούτοις, «Καθίσατε αὐτοῦ,» πρὸς τοὺς οἰκέτας φησὶν ὁ μακάριος Ἀβραὰμ, καὶ τοῦτο, «μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε.» Τί δὲ ἡμῖν καὶ τὸ ἐντεῦθεν ὑποδηλούμενον, ὁρῶ πάλιν ὡς ἂν οἷός τε ὦ. Ὁ πρὸς τὸ πιστεύειν ἄρτι κεκλημένος, καὶ ἀκολουθεῖν μὲν ἐθελήσας τῷ Σωτῆρι Χριστῷ· ὅμως δ᾽ οὖν ταῖς ἁμαρτίαις ἔτι δουλοπρεπῶς ὑποκείμενος, καὶ πρὸς τὴν τῆς δικαιοσύνης ἐλευθερίαν οὔπω κεκλημένος διὰ τοῦ ἁγίου βαπτίσματος, ἀλογίᾳ δὲ ἔτι καὶ ἀμαθίᾳ συνὼν, ἥτις διὰ τῆς ὄνου σημαίνεται, οὐκ ὄψεται καθαρῶς τὸ σωτήριον πάθος, οὐδὲ μεθέξει παραχρῆμα τῆς θυσίας τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ.

Κάτω δέ που μενεῖ, καὶ προσκαρτερήσει τῷ ταπεινῷ τῆς κατηχήσεως λόγῳ, ἄχρις ἂν ἐλέῳ Θεοῦ τὸ ἐκ τῆς ἁμαρτίας ἀποσεισάμενος βάρος, ἀναβῆναι δυνηθῇ, καθάπερ εἴς τινα διαφανεστάτην ὄρους ἀκρώρειαν, τὴν ὑψηλοτάτην τοῦ θείου μυστηρίου κατάληψιν, κατὰ τὸ εἰρημένον ὑπό τινων· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Θαυμάζειν δ᾽ ἐμοὶ καὶ λίαν ἐπέρχεται τὸν μακάριον Ἀβραὰμ λέγοντα πρὸς τοὺς οἰκέτας, καθάπερ ἤδη προεῖπον· «Καθίσατε αὐτοῦ· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε· καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.» Προφητεύει μὲν οὖν ὡς δίκαιος· ἔμελλον γὰρ ὑποστρέφειν· σιωπᾷ δὲ ὡς σοφὸς, καὶ ὡς ἀμυήτοις ἔτι τὸ μυστήριον οὐκ ἐμφαίνει· τύπον ἡμῖν κἀν τούτῳ ἑαυτὸν τιθεὶς, οἷς καὶ αὐτός πού φησιν ὁ Σωτήρ· «Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.» Μαργαρίτας λέγων τὰ λελαμπρυσμένα καὶ διειδῆ τοῦ Πνεύματος λόγια. Εἶτα πάλιν φησὶ, ὅτι «Τὰ ξύλα τῆς ὁλοκαρπώσεως ἐπέθηκεν Ἀβραὰμ τῷ παιδί.» Συγχωρήσει γὰρ τῇ κατ᾽ οἰκονομίαν μονονουχὶ καὶ συνεργαζομένου τοῦ Πατρὸς, καὶ οὐκ ἄκουσαν παραβιασάμενοι τὴν θείαν ἰσχὺν, ἐπέθηκαν οἱ Ἰουδαῖοι τῷ Σωτῆρι τὸν σταυρόν.

Καὶ μάρτυς ἡμῖν ἐπὶ τούτῳ ἀψευδὴς ὁ προφήτης Ἡσαΐας εὑρεθήσεται λέγων περὶ αὐτοῦ· «Παιδία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες, ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» Γεγονὼς δὲ ἤδη καὶ φθάσας ἐν τοῖς προηγγελμένοις τόποις, τὸ θυσιαστήριον ὁ πατριάρχης εὖ δὴ καὶ μάλα καλῶς ἀνεδείματο· ἵνα πάλιν ἡμεῖς διὰ τούτου νοῶμεν ὅτι, παρὰ μὲν τοῖς ἀνθρωπίνοις ὀφθαλμοῖς σταυρὸς ἦν καὶ ξύλον ἐπὶ τοῦ Σωτῆρος ἡμῶν τὸ ὁρώμενον· ἐν δὲ ὀφθαλμοῖς τοῦ πάντων Πατρὸς, θυσιαστήριον ὄντως μέγα καὶ ὑψηλὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐγηγερμένον, ὁσίῳ τε καὶ πανάγνῳ καπνιζόμενον θύματι. Τὸ δὲ ἐπιτεθῆναι μὲν ἐπὶ τὰ ξύλα τὸν Ἰσαὰκ, ἀντ᾽ αὐτοῦ δὲ ὑπομεῖναι τὴν σφαγὴν τὸν κριὸν, σαφέστατα δηλοῖ, ὅτιπερ ἀνέβη μὲν ὁ Θεὸς Λόγος ἐπὶ τὸν σταυρὸν, καὶ ἦν ἐν τῷ κρεμαμένῳ ναῷ· ἔπασχε δὲ Κύριος οὐκ αὐτὸς ἀπαθὴς ὢν φύσει. Οὐ γὰρ ἐπηνέχθη τῷ Ἰσαὰκ ἡ μάχαιρα, τουτέστι, τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθόντι Λόγῳ, ἀντ᾽ αὐτοῦ δὲ, καὶ ὡς αὐτὸς ἤγετο πρὸς σφαγὴν, ὁ ἐκ τῆς ἁγίας Παρθένου ναὸς, ὃς διὰ τοῦ προβάτου σημαίνεται. Οἰκειοῦται δὲ ὁ Λόγος, καὶ μάλα εἰκότως, τὸ πάθος· αὐτοῦ γὰρ ἦν τὸ σῶμα, καὶ οὐχ ἑτέρου τινός.

Ἐπεὶ καὶ τοῦ σώματος μαστιζομένου πάλιν, ἐμπτυσμένου δὲ οὐδὲν ἧττον παρὰ τῶν παντόλμων Ἰουδαίων, αὐτὸς διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα.» —«Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὃς διὰ τὴν ἡμῶν σωτηρίαν, αἰσχύνης, καθὼς γέγραπται, καταφρονήσας, καὶ ὑπήκοος γενόμενος τῷ Πατρὶ, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου,» ἵνα καὶ ἀποθανὼν δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ἑαυτῷ πάλιν ἠμᾶς ἐκ νεκρῶν ἀναστήσῃ, ζωοποιήσας διὰ τοῦ ἁγίου Πνεύματος· καὶ ἀνοίξῃ μὲν ἡμῖν τῶν οὐρανῶν τὰς πύλας, ἀνάγῃ δὲ εἰς αὐτοὺς, καὶ ὀφθαλμοῖς παραστήσῃ τοῦ Πατρὸς τὴν πάλαι διὰ τὴν ἁμαρτίαν δραπετεύσασαν τοῦ ἀνθρώπου φύσιν. Ἐπὶ τοῖς τοσούτοις, ἀγαπητοὶ, τοῦ Σωτῆρος ἡμῶν κατορθώμασιν, ἀνοιγνύσθω μὲν πᾶν στόμα εἰς εὐφημίαν, ἔστω δὲ γλώσσης ἁπάσης ἔργον ἡ εἰς αὐτὸν ὑμνῳδία, βοάτω δὲ ὥσπερ τι λιγυρὸν ἀνιεῖσα μέλος· «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.» Ἀναβέβηκε γὰρ τὴν καθ᾽ ἡμᾶς πληρώσας οἰκονομίαν· καὶ ἀναβέβηκεν οὐχ ἁπλῶς, «ἀλλ᾽ αἰχμαλωτεύσας αἰχμαλωσίαν, καὶ δόματα δοὺς ἐν ἀνθρώποις.» Πάντας γὰρ ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου χειρῶν ἐξαρπάσας αἰχμαλώτους μένοντας ἐλυτρώσατο, πεπλήρωκε δὲ δογμάτων ἀγαθῶν. Ποικίλα γὰρ τὰ διὰ τοῦ Πνεύματος εἰς ἡμᾶς διαβεβηκότα χαρίσματα.

ηʹ. Πάσης τοιγαροῦν εὐλογίας πεπληρωμένοι παρὰ Χριστοῦ ἑορτάζωμεν, ἀγαπητοὶ, μὴ τοῖς ἐπωφελέσι πόνοις ἐπιστυγνάζοντες· μηδὲ ὥσπερ τι φορτίον ἡγούμενοι τὸν ἐπὶ ταῖς ἀσιτίαις ἱδρῶτα, ἀλλ᾽ ἱλαρῷ μὲν φρονήματι πρὸς τοὺς ἀγῶνας ἰόντες· τῇ δὲ ἐλπίδι χαίροντες, καθὰ Παῦλός φησι, καὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς ἐντεῦθεν ἐπαγαλλόμενοι. Πρὸ δέ γε πάντων, τῆς εἰς ἀλλήλους ἀγάπης ἐχώμεθα· ἐλαυνέσθω τὸ πικρὸν τῆς καταλαλιᾶς δαιμόνιον· ἐξοικιζέσθω φθόνος τῶν ἡμετέρων ψυχῶν· φευγέτω πονηρία καὶ δόλος· ἀποδημείτω ψευδολογία, καὶ τὸ προὖχον ἐν κακοῖς ἐπιορκία. Ἀλλὰ μηδόλως ὀμνύωμεν· ἔστω δὲ ἡμῶν τὸ ναὶ, ναὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, καὶ τὸ οὒ, οὔ. Ἐπισκεπτώμεθα τοὺς τῷ παγχαλέπῳ θηρίῳ παλαίοντας, τοὺς ἐν πενίᾳ φημί· ὀρφανὸν καὶ χήραν ἀνακτησώμεθα· λελωβημένους ταῖς πρεπούσαις ἀναπαύσωμεν θεραπείαις· φιλόστοργοι, συμπαθεῖς περὶ τοὺς ἐν δεσμοῖς εὑρισκώμεθα.

Τότε γὰρ, τότε τὴν ὄντως ἀληθῆ καὶ καθαρωτάτην νηστείαν ἐπιτελέσομεν τῷ Χριστῷ· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ μιᾶς καὶ δεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρας Σαββάτου· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἐφεξῆς τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ κληρονομήσομεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, καὶ νῦν καὶ ἀεὶ καὶ εἰ τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.