Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή ΣΤ΄
Προτροπή στον πνευματικό εορτασμό, έλεγχος της ειδωλολατρίας, της μοιρολατρίας και της ιουδαϊκής τυπολατρίας. Το πνευματικό νόημα της περιτομής και της σαββατικής αργίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή ΣΤ΄
Προτροπή στον πνευματικό εορτασμό, έλεγχος της ειδωλολατρίας, της μοιρολατρίας και της ιουδαϊκής τυπολατρίας. Το πνευματικό νόημα της περιτομής και της σαββατικής αργίας.
ΛΟΓΟΣ ϛʹ. αʹ. Τῆς μὲν ἁγίας ἡμῶν ἀναλαμπούσης ἑορτῆς, καὶ τὸν εὐκλεᾶ τῆς καρτερίας προτιθείσης ἀγῶνα τοῖς ἐπ᾽ ἀγαθοῖς εὐδοκιμεῖν εἰωθόσιν, ἀκόλουθον οἶμαι σύμπαντας ἐπὶ τὸ πνευματικὸν συναγείρεσθαι θέατρον, «Δεῦτε δὴ, λέγοντας, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ,» ἵνα δὴ καὶ πάναγνον ἐν αὐτῷ συστησάμενοι θίασον, καὶ διὰ τῆς κατὰ Πνεῦμα πρὸς ἀλλήλους ἑνότητος καθάπερ εἰς μίαν συναρμοσθέντες λύραν, τὸν αὐτῶν χοροστάτην ἀναμέλπωμεν, λέγοντες· «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.» Ὄκνου γὰρ καὶ μελλήσεως τῆς ἐπὶ τοῖς ἀμείνοσι δικαίαν τις ὑπομείναι γραφὴν, διὰ τὸ μὴ δύνασθαι, καθάπερ ἐν ὀφλήματος τάξει, καταθέσθαι τῷ Σωτῆρι τὰ χαριστήρια, ἀναριθμήτων μὲν ἀγαθῶν πληθύϊ τὴν ἀνθρώπου φύσιν κατακοσμήσαντι, ὅλην δὲ ἀφάτῳ δυνάμει πρὸς τὴν ἀρχαίαν ἐκείνην μεταμορφώσαντι δόξαν· καὶ τὸ μὲν ἐκ τῆς ἁμαρτίας ἀκαλλέστατον ἀφανίσαντι σχῆμα· πρὸς δὲ τὴν ἀρχέτυπον εἰκόνα, καὶ πρὸς τῆς οἰκείας φύσεως ἀναστοιχειοῦντι χαρακτῆρας, τοὺς ὅσοιπερ ἂν αὐτὸν ἐπιγινώσκοντες λέγωσι, κατὰ τὸν σοφώτατον ἐκεῖνον μαθητήν· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Πρὸς μὲν οὖν τὸν μακάριον ἐκεῖνον προφήτην Ἡσαΐαν ἐνηχεῖτο διὰ τοῦ Πνεύματος· «Ἀναβόησον ἐν ἰσχύϊ, μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου.»
Ἐπειδὴ δὲ καὶ ἡμῖν ὁ τῆς ἱερατείας θεσμὸς, καὶ πάτριος ἄνωθεν κλῆρος, ἕκ τε χρόνων μακρῶν ἕλκουσα συνήθεια[ν], ὅτι δὴ καὶ μάλα προθύμως τοῦτο παρ᾽ ἡμῶν εἰσπράττεσθαι χρὴ, δίδωσιν ἐννοεῖν, φέρε, σάλπιγγος εὐηχέστερον καὶ διὰ τούτου πάλιν ἀναφθεγξώμεθα τοῦ κηρύγματος, ὅτι, κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον, «Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.» Ἀλλ᾽ ὅτι μὲν τοῦ ποιῆσαι τῷ Κυρίῳ πάρεστιν ὁ καιρὸς, ἀντερεῖ μὲν ἴσως οὐδείς. Τί δὲ ποιῆσαι προσήκει, δικαίως ἂν ἔροιτό τις ἡμᾶς τῶν φιλομαθεστέρων.
Ἐγὼ δὲ λίαν ὑπερθαυμάσας τὸν ἐκπυθόμενον, καὶ διερωτᾷν ὅτι χρὴ περὶ τούτων οἰηθέντα, καλῶς τοῖς τῶν ἁγίων προφητῶν χρήσομαι λόγοις. Ἀκουέτω τοίνυν Ἡσαΐου φάσκοντος· «Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.» Ἐπειδὴ δέ πως οὐ λίαν ἐστὶν ἐκφανὲς, ὡς ἄν τις εἰκάσαι, τὸ εἰρημένον φέρε τοῖς ἀποσμήχειν εἰωθόσι τὰ ἐκ παλαιότητος χρόνου νῦν κεκρυμμένα μελετῶντες τὰ παραπλήσια, ἐπισημοτέραν τῶν λεγομένων τὴν διάνοιαν καταστήσωμεν.
βʹ. Ἐμπέφυκε τοίνυν τοῖς τῆς σαρκὸς ἡμῶν μέλεσι φυσικός τις καὶ ὁμογενὴς, ἵν᾽ οὕτως εἴπω, νόμος, ἐξοπλίζων ἡμᾶς τῷ πεποιηκότι Θεῷ, καὶ τὸ οἰκεῖον φρόνημα ταῖς τοῦ Πνεύματος ἐπιθυμίαις ἀντιτιθείς. Λογισμοὶ δὲ ἡμῖν ἐντεῦθεν, καὶ ἀτάκτων ἐπιθυμιῶν οὐκ εὐαρίθμητος ἐσμὸς, ταῖς εἰς τὸ ἄμεινον ἑλκούσαις ῥοπαῖς ἀντεγειρόμενος, καὶ ὥσπερ ἂν εἴ τινα πολεμίων πληθὺν ταῖς εἰς τὸ συμφέρον ὁρμαῖς ἑαυτὸν ἀντιτάττων. Τὸν οὕτως αὐθάδη καὶ ἐν ἡμῖν τυραννήσαντα τῆς σαρκὸς νόμον, καὶ ὁ μακάριος Παῦλος φανερόν που καθίστησι βοῶν· «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Ἕως ἂν οὖν ἐν ἡμῖν ὁ τοιοῦτος ἰσχύῃ νόμος, καὶ τῶν τοῦ Πνεύματος ἐπιθυμιῶν καταθρασύνηται, ἀντεξάγῃ δὲ τὸ οἰκεῖον θέλημα, καὶ δὴ καὶ πράττειν ἡμᾶς τὸ αὐτῷ δοκοῦν ἐκβιάζηται, πολεμιωτάτους ἀπεργάζεται τῷ Θεῷ, καὶ τὴν εἰρήνην ἐξείργει δεξιῶν, διατειχίζει δὲ τῆς τοῦ πεποιηκότος φιλανθρωπίας, τοὺς ἐν οἷς ἂν φαίνοιτο κρατῶν. Ἀτονήσας δὲ, καὶ τῷ πρὸς εὐσέβειαν τόνῳ πλεονεκτούμενος, καὶ τοῖς ἡττωμένοις ἐν παρατάξει προσεοικὼς, ῥίψασπίς τε ὁμοῦ καὶ φυγὰς ἀναδεικνύμενος τοῖς ὀρθῶς καὶ κατὰ νόμον τὸν θεῖον ἑλομένοις βιοῦν, τῆς πρὸς Θεὸν φιλίας τὴν ὁδὸν ἱππήλατον ἀπεργάζεται.
Εἶτα λελυμένης ἐντεῦθεν τῆς τῶν μεσολαβούντων ἀφορμῆς, συνθησόμεθα λοιπὸν οἷς ἂν ἡμῖν ἐπιτάττῃ τὸ Πνεῦμα· καὶ τὸ ἀντιδοτοῦν οὐκ ἔχοντες, ὅτι σωζόμενον «τὴν πρὸς Θεὸν εἰρήνην» ἀγαπᾷν οἰησόμεθα δεῖν οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως ἐπὶ σωτηρίαν ἐρχόμενοι. «Νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ προσεπιτούτοις τὴν πλεονεξίαν.» Τεθνάτω ταῖς εἰς τὸ ἀγαθὸν ἐπιθυμίαις, ὥσπερ ὀξεῖ σιδήρῳ βαλλόμενος ὁ τῆς σαρκὸς νόμος. Πιπτέτω τὸ ἐν ἡμῖν γεῶδές τε καὶ ἀκάθαρτον φρόνημα. Κατακρατείτω δὲ ὁ τοῦ Θεοῦ νόμος· διωκέτω δὲ μᾶλλον, ἢ φαινέσθω φυγάς. Ἀριστεύων μὲν γὰρ, καὶ τῆς τοῦ πολεμοῦντος ἰσχύος ὅτε κρείττων εὑρίσκεται, ῥιζοῖ μὲν ἅπασαν ἡμῖν ἀρετήν· φιλαιτάτους δὲ τῷ Δεσπότῃ τοὺς πάλαι δραπέτας ἀποτελεῖ, καὶ τὴν τριπόθητον τῶν ἁγίων ἐλπίδα τοῖς οὐκ ἔχουσι πραγματεύεται.
Ἂν δέ που τοῖς σαρκικοῖς κινήμασιν, ὥσπερ ἀνέμων ἀντιπνοίαις τισὶν, ἀνωθούμενος ὀπίσω χωρῇ, τότε δὴ, τότε πᾶσα μὲν ἡ ἐν ἡμῖν ἀσφάλεια βαδιεῖται πρὸς τὸ μηδὲν, νευρουμένης ἐν ἡμῖν τῆς ἁμαρτίας ἐξ ἡμετέρου θελήματος· «Μερίδες δὲ, κατὰ τὸ γεγραμμένον, ἀλωπέκων ἐσόμεθα,» πανούργοις καὶ ἀκαθάρτοις δαίμοσι τὴν ἑαυτῶν χαριζόμενοι εὐκοσμίαν· καὶ ὥσπερ ἂν εἴ τις ἀμπελὼν, ὁμοῦ καὶ θριγκίου καὶ τῆς τῶν φυλαττόντων νήψεως ἔρημος ὢν, ἑτοιμοτάτη τοῖς διαρπάζουσι προκεισόμεθα τροφή. Ἀλλ᾽ εἴπερ ἑκάστῳ γλυκὺ τὸ μηδενὸς τῶν τοιούτων εἰς πεῖραν ἐλθεῖν, εἰσδεχέσθω προθύμως τὴν ἁπάσης σεμνότητος μητέρα νηστείαν, ὑποπιαζέτω τὸ σῶμα καὶ δουλαγωγείτω, καὶ διὰ τοῦ βούλεσθαι πονεῖν, «ἀκάνθαις τὸ οἰκεῖον κτῆμα περιφραττέτω,» καθάπερ ἔφησέ τις τῶν σοφῶν ἐν ἡμῖν.
Τοῖς μὲν οὖν τελειοτέροις τὴν ἕξιν, καὶ στερεωτέρων δυναμένοις ἀπογεύεσθαι μαθημάτων, ἀποχρήσειν οἶμαι καὶ ταῦτα πρὸς τὸ δύνασθαι, καὶ λίαν εὐπετῶς. ἐπὶ τὴν τῶν δεόντων ἐξοίχεσθαι θήραν, καὶ πανταχόθεν ὅπερ ἂν αὐτοῖς φαίνηται λυσιτελοῦν ἐρανίζεσθαι.
Δεῖ δὲ, οἶμαι, πόνων αὐτοῖς οὐ μακρῶν. Ἀρκέσει γὰρ εἰς τὸ δύνασθαι κατορθοῦν ἡ προθυμία, ποταμίου ῥεύματος δίκην, καθάπερ τινὰς ὄχθους ἀεὶ τὸ ἀντιστατοῦν ὑποσύρουσα, καὶ ἀπλεονεκτήτοις ὁρμαῖς τὸ ἀντιτεῖνον ἐξαφανίζουσα. Ὃ δὲ δὴ μεγίστην ἐστὶ τῆς ἐν τοῖς εἰρημένοις περιπετείας προσθεῖναι λοιπὸν ἀναγκαῖον. Τοῖς γὰρ κατὰ τόνδε διηρτισμένοις τὸν τρόπον, αὐτὸς ὁ πάντα νικῶν ἐπαμύνει Θεός. καὶ ἡ πάντων ἰσχὺς, καὶ δύναμις, βακτηρία καὶ νεῦρα γίνεται. Καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Μελῳδός· «Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὐτά με παρεκάλεσαν.» Ὅτι μὲν οὖν λαμπροὶ καὶ ἀξιοθαύμαστοι τῆς πρὸς Θεὸν εἰρήνης εἰσὶν οἱ καρποὶ, συνθήσεται παστισοῦν, οἶμαι, τῶν εὖ φρονούντων.
γʹ. Ἀνασκοπούμενος δὲ, καὶ καθάπερ οἱ πρὸς ἄκρον γηλόφου τινὸς ἀναποδίσαντες, καὶ πρὸς ὅσον οἶδεν ἐκτείνεσθαι τῶν ὀφθαλμῶν ἡ ὀξύτης, τοσοῦτον ἐπιχειροῦντες ὁρᾷν, οὕτω δὴ καὶ αὐτὸς κύκλῳ τὸν ὀφθαλμὸν τῆς διανοίας περιάγων, καὶ τὰς τῶν πραγμάτων ὡς ἔνι μάλιστα διασκεπτόμενος φύσεις, οὐ μόνον οἶμαι προσήκειν τοῖς ἀρτίως διηγγελμένοις ὑπὸ τοῦ λόγου, ὅτι δεήσει τὰ πρὸς εἰρήνην μελετᾷν τῷ Θεῷ συμβουλεύειν, ἀλλ᾽ ἤδη μοι καὶ ἑτέρα τις ἀνδρῶν ἀναδείκνυται πληθύς. Ὥσπερ δὲ τὰ τῶν μοσχευμάτων ἀρτιθαλῆ τε καὶ ἀρτίγονα μόλις τῆς τεκούσης ὑπερτέλλονται γῆς, ταῖς τῶν φυτοκόμων ἐμπειρίαις, καὶ ταῖς τῶν ὑδάτων παροχαῖς εἰς αὔξησιν ἐπείγεται· τὸν αὐτὸν δὴ τρόπον κἀκεῖνοι ἄρτι καὶ μόλις τοῖς τῆς Ἐκκλησίας ῥιζουμένοις κήποις, ὥσπερ τινὰ πηγὴν ὑφ᾽ ἑαυτοὺς τὴν ἐκ τῶν διδασκάλων καλοῦσι τέχνην. Οἷς δὴ καὶ μάλιστα πρέπειν ὑπολαμβάνω, τὴν καλὴν ἐκείνην τοῦ προφήτου φωνὴν ἐπιφθέγξασθαι· «Ποιήσωμεν εἰρήνην αὐτῷ· ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.» Ἐρχόμενοι δὲ πόθεν, ἢ καὶ ὅποι καταλύειν μέλλοντες, ἄξιον ἰδεῖν.
Ἀλλ᾽ ἔστι παντί τῳ σαφὲς ὡς βαδίζει μὲν διὰ τῆς πίστεως ἐξ ἀμαθίας τὰ ἔθνη πρὸς παίδευσιν· ἐξ ἀβουλίας εἰς εὔφρονα λογισμόν· ἐκ μακρᾶς καὶ συντρόφου πλάνης, εἰς ἀληθεστέραν περὶ τῶν ὄντων διάληψιν, εἰς θεογνωσίαν, εἰς εὐλάβειαν, εἰς τὸ βιοῦν ἐξηλλαγμένως, ἢ πρότερον, εἰς ἐλευθερίαν, εἰς ἀνανέωσιν, καὶ ἁπαξαπλῶς εἰπεῖν, εἰς ἀνθρώπῳ πρέπουσαν ἀρετήν τε καὶ δίαιταν· ἀνθρώπῳ δέ φημι, λογικῷ δηλονότι καὶ κατ᾽ εἰκόνα πεποιημένῳ τοῦ κτίσαντος.
Οἱ γὰρ τοῖς τοῦ διαβόλου πανουργεύμασιν ἀνασεσοβημένοι τὸν νοῦν, καὶ πρὸς τὰ τῶν εἰδώλων ἀνεπτοημένοι παίγνια, καὶ τῷ ξύλῳ λέγοντες· «Θεός μου εἶ σὺ,» κατὰ τὸν προφήτην· καὶ τῷ λίθῳ· «Σύ με ἐγέννησας·» πάσης μὲν ἂν εἶεν ἀβουλίας εἰκότως ἀνάπλεῳ· καὶ ταύτην ἐφ᾽ ἑαυτοῖς καλοῦσι τὴν ψῆφον παρὰ τῶν, οἷς τὰ δίκαια κρίνειν ἐσπούδασται. Καὶ δοκοῦσιν (ἐρῶ γὰρ ὅπερ ἀληθέστερον εἰπεῖν), ὅσον μὲν εἰς τὴν τοῦ σώματος φύσιν, διασώζειν ἔτι τὸν ἄνθρωπον· καὶ μόνοις τοῖς ἐντεῦθεν χαρακτῆρσι, καὶ σχήμασιν, ὅτι δὴ καὶ ζῶα λογικὰ γεγόνασιν ἐπιγινώσκεσθαι· τὸ δὲ ὅσον εἰς νοῦν καὶ τὰ ἐν αὐτῷ, ταῖς τῶν ἀλόγων ἀνοίαις ἁμιλλᾶσθαι φιλοτιμότερον. Δοίη δ᾽ ἄν τις αὐτοὺς κἀν τούτῳ κρατεῖν, εἰ τὰ παρ᾽ αὐτῷ γινόμενα περισκέποιτο. Ἀλλ᾽ ἵνα μὴ δοκοίην διαλοιδορεῖσθαι μᾶλλον αὐτοῖς, ἢ πειρᾶσθαι διελέγχειν, ὡς πολὺ τῶν δεόντων ἀποστατήσαντας, καὶ πρὸς ἐσχάτην ἀποδημίαν ἀποστατήσαντας· αὐτὸν ἤδη παροίσω τὸν ἁπάντων Θεὸν καὶ Δεσπότην, τοιοῦτόν τι λέγοντα δι᾽ ἑνὸς τῶν προφητῶν· «Ἴδετε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται.»
Πλανῶνται γὰρ ὄντως, τὴν μὲν εὐθεῖαν, ἵν᾽ οὕτως εἴπω, τῆς θεογνωσίας ἐκβεβηκότες διάληψιν· παρατροπαῖς δέ τισιν ἀνοήτοις, καὶ λογισμῶν ἀπάταις διεστραμμένων εἰς πᾶσαν ἀβουλίαν κατασυρόμενοι, ὡς καὶ τῆς ἀῤῥήτου καὶ πάντα ὑπερκειμένης οὐσίας τὴν δόξαν, ξύλοις καὶ λίθοις ἐπασωτεύεσθαι, καὶ ἀμείνω τῆς ἀνθρώπου ποιεῖσθαι φύσεως τὰ δι᾽ αὐτὴν εἰς τὸ εἶναι παρηγμένα, καὶ δεσπότας ἐπιγράφειν, ὧν αὐτοὶ γεγόνασι κύριοι. Εἶτα τί τοῖς ὀρθῶς ἐξετάζουσι φαίνοιτ᾽ ἂν τῶν τοιούτων παραλογώτερον;
δʹ. Ἀλλ᾽ οὐ γάρ με τὸν περὶ τούτων διειληφότα λόγον, λανθάνει πρὸς τοῖς εἰρημένοις κἀκεῖνο· ὡς ἀποφοιτῶσι μέν τινες τῆς οὕτω χαμαιζήλου λατρείας, ὑψηλοτέραν δὲ ὥσπερ ἐπιτηδεύοντες πλάνην, ἐπὶ τὰ τῶν κτισμάτων ἀναφεύγειν οἴονται δεῖν ἐπισημότερα.
Καὶ κροτάφοις μὲν γείτονα τὴν ὀφρὺν ἀνασπάσαντες, ἀναπτύοντες δὲ πλατύ τι καὶ μέγα, καὶ γενειάδα μακρὰν τῇ χειρὶ καταξαίνοντες, οὐρανὸν μὲν ἀποθαυμάζουσι, κύκλῳ πάσης περιτεθεῖσαι τῆς ὑφ᾽ ἡλίῳ λέγοντες, καὶ ὥσπερ ἐν κόλποις ἔχει τὰ σύμπαντα, σκηνῆς τινος δίκην τοῖς ἔσω κειμένοις ἐπιχεόμενον.
Εἶτα τὰς ἐν αὐτῷ τῶν ἄστρων περιεργάζονται θέσεις, καὶ ἡλίου μὲν καὶ σελήνης καταπλάττονται δρόμους· πῦρ δὲ, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ γῆν ὡς ἀρχὰς τῶν ὄντων εἰσφέρουσι, καὶ ῥίζαν εὑρῆσθαι τοῖς γενητοῖς τὴν τῶν στοιχείων μυθολογοῦσι σύνοδον. Εἶτα δέον αὐτοὺς τὸν τῶν εἰρημένων ταξίαρχόν τε καὶ ἡγεμόνα ζητεῖν, καὶ ἀπὸ τῆς τῶν κτισμάτων καλλονῆς ἐπὶ τὸν τοῦ κάλλους αὐτῶν δοτῆρα Θεὸν ἀνατρέχειν, ὅλον τοῖς ποιήμασι τὸ θαῦμα χαρίζονται· καὶ πῶς ἂν, εἶπέ μοι, μειζόνως ἐσφάλησαν, ἢ πῶς ἄν τις ἀβουλότερον τὴν τῶν ὄντων κατεσκέψατο φύσιν; Καίτοι πᾶσιν, οἶμαι, τοῖς οὖσίν ἐστι προδηλότατον, ὡς εἴ τις οἶκον ἢ ναῦν, ἢ ἕτερόν τι τοιοῦτον εὐτεχνέστατα διηρτισμένον θεάσαιτο, οὐκ ἀταμιεύτῳ χρῆται τῷ θαύματι, ἀλλὰ τῇ θέσει, τὴν κατασκευὴν, τὸ κάλλος τῶν ὁρωμένων ἐπαινέσας, τὸν ἀρχιτέχνην εὐθὺς φαντάζεται, τίς τε καὶ πόσος εἴη κατὰ τὸν νοῦν, ὁ τῶν οὕτω καλλίστων δημιουργὸς ἐννοεῖ. Ἀλλ᾽ οἵδε περὶ μόνας τὰς τῶν λόγων στροφὰς καὶ ποικίλοις, ὡς οἴονται, μαθήμασι κατεγλωττισμένοι, μέχρι μόνων τῶν ὁρωμένων τὴν διάνοιαν στήσαντες, καὶ τὴν ἐπέκεινα τοῦ νοῦ κολοβώσαντες φορὰν, οὐχ ὁρῶσι τὸν ἁπάντων γενεσιουργὸν καὶ τεχνίτην Θεόν· οὐδὲ αὐτῷ τὴν δόξαν ἀνατιθέντες, ἅτε δὴ Κυρίῳ καὶ τῶν ὅλων ποιητῇ, ἀποδέχονται τὴν ἐν τοῖς ποιήμασι τάξιν, ἵνα δὴ συνετοί τινες εἶεν ὄντως σοφοί.
Νυνὶ δὲ εἰς τοῦτο πεσόντες ἀνοίας οὐκ αἰσθάνονται, ὥστε εἰ καὶ πᾶσαν εἰσεκόμιζον σπουδὴν ὑπὲρ τοῦ πατρὸς τὴν ἀκροτάτην ἀβουλίαν καταδραμεῖν, οὐκ ἂν, οἶμαι, μειζόνως αὐτοῖς διηνύσθη τὸ παραλόγως ποθούμενον. Ἀλλ᾽ ἡκέτω μοι Παῦλος, καὶ τοῖς ἐμοῖς περὶ τούτου προσμαρτυρείτω λόγοις ἀναφθεγγόμενος· «Ἡ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ Θεῷ ἐστιν.» Ὅτι δὲ ἀληθὴς ἡ τοῦ ἁγίου φωνὴ διὰ τῆς τῶν πραγμάτων ἰόντες ἐρεύνης, μανθάνομεν. Πρῶτον μὲν γὰρ ὄχλον τῷ βίῳ θεῶν ἐπεισφέρουσι, καὶ τοῖς προσκυνοῦσιν ἀγνοούμενον, ἐξ ὧν ἐνίοις οὐδὲ τὸ κοινὸν δὴ τοῦτο καὶ ἀνθρώπινον ἀποσώζοντες σχῆμα, ὑὸς δὲ ἢ κυνὸς ἐγκαταμίξαντες μοῖραν, μεμοιχευμένην ὥσπερ ἡμῖν εἰσφέρουσι τὴν φύσιν, καὶ νόθαις τισὶ χαρακτήρων ἐξαλλαγαῖς τὴν καλλίστην τῶν ἐπὶ γῆς παραλύουσιν εἰκόνα. Ἀλλὰ τί μοι καὶ μακροὺς ποιεῖσθαι τοὺς λόγους περὶ τῶν οὕτως ἑτοίμων εἰς γέλωτα;
Ἐπ᾽ ἐκεῖνο[ν] δὴ μᾶλλον ἴωμεν, ὅπερ ἐστὶν ἀναγκαῖον. Καὶ ποῖον τοῦτο, φημί· Βαθύς τις ἀμαθίας τοὺς Ἑλλήνων παῖδας περιχεῖται σκότος, καὶ δίκην ἀχλύος ταῖς ἁπάντων διανοίαις ἐπιπαττόμενος, ἀναβλέπειν μὲν πρὸς τὴν τοῦ συμφέροντος θύραν οὐκ ἐᾷ, ἀβασανίστοις δὲ μᾶλλον καὶ διεψευσμένοις λογισμοῖς ἀληθείας ἐξοικίζει δογμάτων. Τί γὰρ δὴ καὶ ποιοῦσιν οἱ παράφρονες; Ἀποστεροῦσι τῶν καλλίστων τὸν ἄνθρωπον, καὶ τὸ μέγα τῆς φύσεως γέρας [π]ληροῦντες, ἀφανίζουσιν. Οὐ γὰρ δή φασιν, οὐδὲ βούλονται τῆς ἑαυτοῦ προαιρέσεως εἶναι κάτοχον· οὐδὲ ἐλευθέραν ἐν τοῖς πρακτέοις ποιεῖσθαι τὴν αἵρεσιν, ὡς τὴν ἐφ᾽ ἑκάστῳ τῶν ἔργων ῥυπὴν μὴ τοῖς αὑτοῦ κεῖσθαι θελήμασιν, ἀλλὰ ταῖς ἑτέρων ἀπονενεμῆσθαι ψήφοις. Εἱμαρμένη γάρ τις καὶ γένεσις, ὥς φασι, κατὰ τὸ αὐτῇ δοκοῦν, τὸν ἑκάστου βίον ζυγοστατεῖ· καὶ ἀπονέμει μέν τισι τὰ κάλλιστα, καὶ οἷς ἂν εὔξαιτό τις δικαίως προσομιλεῖν· ἀντορέγει δὲ πάλιν ἑτέροις, ὧν οὐκ ἂν ἕλοιτό τις εἰς πέρας ἐλθεῖν· ὡς αὐτόκλητον μὲν, ἐν μηδενὶ βαδίζειν, μήτε τὴν ἐπ᾽ ἀγαθοῖς ἐξουσίαν ἔχοντα, μήτε μὴν τὴν ἐπὶ θάτερα· σειραῖς δὲ ὥσπερ καὶ τοῖς ἐξ ἀνάγκης, ἵν᾽ οὕτως εἴπω, καλεῖσθαι σχοινίοις πρὸς ἄμφω· ἵνα μηδὲν ἔτι τῶν ἀλόγων διαφέρῃ ζώων, ὁ πάντων ἄνωθεν τὴν ἡγεμονίαν λαχών.
Καί μοι δοκοῦσιν οἱ ταῖς τοιαύταις συντιθέμενοι δόξαις παραπλήσιόν τι ποιεῖν, ὡς ἂν εἰ καί τινα ἡνίοχον στήσαντες, καὶ τῶν ἁρμάτων αὐτὸν ἐπιβιβάσαντες, ἑτέρῳ τὸ ἱππηλατεῖν ἐπιτρέψειαν.
Ἀλλ᾽ οὔτε τὴν ἐπὶ τὸ νικᾷν ὁ τοιοῦτος ἀποίσεται δόξαν, οὔτε μὴν εἰ συντριβῇ πεσὼν, αὐτὸς ἑαυτῷ παραίτιος τοῦ πάθους γεγενῆσθαι πιστεύοιτο. Ἑτέρων γὰρ ἔργων ἀμφότερα, καὶ τῶν τὰς ἡνίας ἐχόντων, οὐ τοῦ μάτην τοῖς δίφροις ἐφεστηκότος ἡ ἔμβασις.
Ὧν γὰρ ἄν τις οὐκ ἔχει τὴν ἐξουσίαν, πῶς ἂν εἰκότως περὶ αὐτῶν ἀπαιτοῖτο τοὺς λόγους; Τὸ δὲ ἐν προαιρέσει τῇ τοῦ ποιοῦντος κείμενον, ὅποιπερ ἂν ἥξει ἢ καὶ πράττοιτο δηλονότι, καὶ οὐχ ἑτέροις ἀναθήσει τὰς αἰτίας. Ἀλλ᾽ ἵνα καὶ διὰ πραγμάτων, ὧν ἐκεῖνοι τοῦ βίου κατεῤῥαψῳδήκασι, καὶ διὰ μύθων τῶν παρ᾽ αὐτοῖς τοὺς ἐπὶ τὸ ληρεῖν αὐτοὺς ἐλέγχους ἐρανιζόμενοι, γυμνότερον τοῖς ἀκροωμένοις ἐπιδεικνύωμεν, ὡς ἀμαθίας αὐτοῖς οὐ τῆς τυχούσης τὸ δόγμα πεπλήρωται, καὶ τὸ μὴ ταῖς οἰκείαις ὑπολαμβάνειν κεχρῆσθαι βουλαῖς ἐν τοῖς πρακτέοις τὸν ἄνθρωπον, μηδὲ αὐτονόμῳ γνώμῃ βαδίζειν ἐφ᾽ ὅπερ ἂν βούλοιτο, τῆς ἐσχάτης ἀνοίας ἔγκλημα φέρει, ὀλίγων, καθάπερ ἤδη προεῖπον, ἐπιμνησθήσομαι. Ταντάλου τινὸς, καὶ Τιτυοῦ, καὶ Ἰξίονος, καὶ τῆς Σισύφου ταλαιπωρίας, οἱ παρ᾽ ἐκείνοις μνημονεύουσι λόγοι, καὶ δίκας αὐτοὺς ἀποτιννύειν, καὶ μάλα δικαίως, διισχυρίζονται, ἃς αὐτοὶ, κατὰ τὸ εἰκὸς, ἠβουλήθησαν.
Τάνταλον μὲν γὰρ, λίθου τῇ κεφαλῇ δυσαχθεστάτου λίαν ἐπηρτημένου, καὶ φόβῳ κινδύνων ἀεὶ προσδοκωμένων, κολάζεσθαί φασιν. Εἶτα τὴν αἰτίαν εἴ τις ἔροιτο τοῦ κακοῦ, ὡς ἀκόλαστον ἔσχε γλῶσσαν ἀνακεκραγότων ἀκούσεται, καὶ νόσον αἰσχίστην ὄνομα γραφόντων τῷ πάθει. Τὸν δέ γε Τιτυὸν τὸν οὕτω καλούμενον, ἐπ᾽ ἐννέα μὲν ὅλοις ἐκτείνουσι πλέθροις· ἀνημένων δὲ ξυνωρίδι γυπῶν τὸ ἧπαρ ἀνακείρεσθαι λέγουσι, καὶ τρόπον ἀκολασίας πρόφασιν αὐτῷ τῆς ἀνηκέστου συμφορᾶς γεγενῆσθαι διισχυρίζονται.
Ἰξίονα δὲ καὶ Σίσυφον, τὸν μὲν, ἀειδινήτοις στροφαῖς, καὶ τροχοῦ περιόδοις ὑπεστρωμένον· τὸν δὲ ἱδρῶτι μακρῷ κολάζεσθαί φασιν· εἶτα καὶ τούτοις, ἵνα δὴ δικαίως φαίνοιντο τιμωρούμενοι, διαφόροις πλημμελημάτων ὑποβάλλουσι γραφαῖς. Ἀλλ᾽ ὥσπερ ὄντως κατὰ τὴν αὐτῶν διάληψίν τε καὶ ἔννοιαν, ταῖς ἐξ εἱμαρμένης ἀνάγκαις ὑποκεῖσθαι νομιοῦμεν τὸν ἄνθρωπον, οὐκ ἂν εἶεν, ὥς γέ μοι δοκεῖ, τῶν ἀρτίως ὠνομασμένων τὰ ἐφ᾽ οἷς πεπόνθασι πλημμελήματα, ἀλλὰ τῆς εἰς ταῦτα καλούσης εἱμαρμένης, καὶ διὰ τὸ δύνασθαι τῆς ἑκάστου γνώμης κρατεῖν ὑπὸ χεῖρα πεποιημένης τὴν ἑαυτῆς. Ἢ τοίνυν ἀνείσθωσαν τῶν ἀνηκέστων τιμωριῶν, καὶ τῆς ἀθανάτου ταλαιπωρίας ἐκεῖνοι, κατηγορείσθω δὲ μᾶλλον ἡ πλεονεκτήσασα γένεσις, καὶ ὑποκείσθω τοῖς κολασταῖς, εἴ τινες ἂν εἶεν οἱ τοῦτο ποιεῖν ἐγνωκότες· ἢ εἴπερ τις ἐρεῖ δικαίως ἐκείνους κολάζεσθαι, γυμνὸν ἡμῖν ἀνάγκης εἰσκομιζέτω τὸν ἄνθρωπον, καὶ τὴν ἐκ τῆς εἱμαρμένης ἀναιρείτω πλεονεξίας, ἵνα Ταντάλου φαίνηται καὶ Σισύφου τὰ ἐγκλήματα. Εἰ γὰρ οἶδε τῶν ἀτοπωτάτων καὶ παρ᾽ ἡμῖν ὁ τοῦ δικαίου θεσμὸς, μὴ τοὺς ἡμαρτηκότας μᾶλλον, ἀλλ᾽ ἑτέρους ἀντ᾽ ἐκείνων εἰσπράττεσθαι δίκας, πῶς οὐκ ἔσται παντί τῳ συμφανὲς, ὅτι τῶν παρ᾽ ἐκείνοις νενομισμένων θεῶν, οὐδὲν ἂν εἰκότως δοίη τις εἶναι τὸ ἀθλιώτερον, εἴπερ οἱ πάντων διανομεῖς καὶ ταμίαι, πεπιστευμένοι τὸ δύνασθαι κρίνειν οὐκ ἔχουσιν ὀρθῶς.
Πῶς δὲ οὐκ ἀμείνους οἱ παρ᾽ ἡμῖν εὐθεῖαν ἐφ᾽ ἑκάστῳ τὴν κρίσιν ἐκφέροντες, καὶ τὸν μὲν δίκαιον ὅτι προσήκει τιμᾶσθαι διεγνωκότες· τοὺς δὲ τοῖς αἰσχίοσιν ἐνόχους ἀναδεδειγμένους, μισεῖν μὲν οἴεσθαι δεῖν λογιζόμενοι· ἐπιτιμῶντες δὲ ἀναλόγως οἷς ἐλεγχθεῖεν παρανομήσαντες;
Ἀλλ᾽ ἐκεῖνα μὲν δὴ περὶ τούτων δοκεῖ, ὦ οὗτος, τοῖς σοῖς ποιηταῖς τε καὶ λογάσιν· Ἄκουε δέ τι καὶ τῶν παρ᾽ ἡμῖν λεγόντων σοφῶν. «Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὴν ὁδὸν αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.» Ὥστε, εἴπερ ἦν τις ἀφροσύνης ἐλεύθερος, οὐκ ἂν λελυμασμένην ἔσχε τὴν ὁδὸν, οὐδ᾽ ἂν ὅλως τὴν θείαν κατῃτιάσατο φύσιν, ὡς αὐτὴν ἐπ᾽ ἐκεῖνο καλοῦσαν ὃ καὶ νόμῳ κεκώλυκεν. Οἱ μὲν γὰρ καθηγητὴν καὶ διδάσκαλον, καὶ ὥσπερ ἄριστον δικαστὴν τὸν οἰκεῖον ἑαυτοῖς ἱδρυσάμενοι νοῦν, ἀεὶ μὲν οἷσπερ ἄν τις ἐπιψηφιεῖται τὰ κάλλιστα διαπρέπειν ἐπείγονται· τὰ δὲ, ὅσα τῆς ἀρίστης ἐξοικίζει βουλῆς τε καὶ πράξεως, σὺν πολλῷ τινι παραμείβονται τόνῳ. Οὐκοῦν οὐχ εἱμαρμένη καὶ γένεσις, κατὰ τὸ αὐταῖς δοκοῦν ἑκάστῳ βραβεύουσαι, ἢ τῶν φαύλων ἐργάτην, ἢ τῶν ἀγαθῶν ἐραστὴν ἀποτελοῦσι τὸν ἄνθρωπον· ἀλλ᾽ ἐθελούσιοι πάντες ἐπ᾽ ἄμφω βαδίζουσιν· καὶ ὅποιπερ ἂν ἑκάστῳ δοκῇ, τὰ καθ᾽ ἑαυτὸν ἀπευθύνειν ἐξ ἀνάγκης, τὸ κωλύον οὐδέν. Εἰ δὲ χρή τι τοῖς εἰρημένοις προσθεῖναι λοιπὸν, καὶ τῆς Ἑλλήνων ἀπαιδευσίας κατασημαίνειν τὸν γεννήτορα καὶ πόθεν αὐτοῖς εἰς τοῦτο πεσεῖν ἀβουλίας συμβέβηκεν, ἐρῶ καὶ μάλα προθύμως.
εʹ. Δαίμων ἐκεῖνος ὁ ἀρχέκακος ὁ τῆς ἁμαρτίας πατὴρ, παραβάτην τῆς θείας ἐντολῆς δείξας τὸν ἄνθρωπον· καὶ ὥσπερ τινὰ τῶν δορυκτήτων ὑπὸ χεῖρας ἑλὼν, καὶ τύραννος ἐξ ἀπάτης ἐφ᾽ ἡμᾶς ἀναδεδειγμένος, ἐδεδίει τῆς ἐλευθέρας φύσεως τὴν ἐφ᾽ ἅπερ ἦν ἀναδρομήν. Ἤδει γὰρ, ᾔδει τὸν ἄνθρωπον τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις, ἀεὶ πρὸς τὸ κρεῖττον ἀναφεύγειν ἐπειγόμενον· καὶ μισοῦντα μὲν, ὡς ἐπείσακτον τὴν ἁμαρτίαν, ἐν δὲ τῷ πλημμελεῖν ἀεὶ σκυθρωπάζοντα, καὶ εἰ κλέπτοιτό πως πρὸς τοῦτο διὰ μικρᾶς ἡδονῆς· Ἀλλ᾽ ἵνα μὴ ταῖς οἰκείαις αὐτονομίαις χρησάμενος, ἀφανίσῃ μὲν τῷ πρὸς ἐλευθερίαν ἕλκοντι τόνῳ τὴν τυραννήσασαν ἡδονήν· μακρὰν δὲ οἰμώζειν ταῖς ἁμαρτίαις εἰπὼν, ἐπὶ τὰ ἐξ ἀρχῆς ἀναβαίνοι πλεονεκτήματα, καὶ τοῖς τῆς δικαιοσύνης ἔργοις ἐμφιλοχωρῶν, ἀχείρωτος ἤδη ταῖς ἄνωθεν ἐπικουρίαις εὑρίσκοιτο· ἕτερον ἀπάτης ἐπενόησε τρόπον, ὃς ταύτην ἀεὶ τῆς ἑαυτοῦ κακουργίας ὅπλον ποιησάμενος, ὑποκλέπτων δὲ ὥσπερ τῆς ἐπὶ ταῖς ἁμαρτίαις λύπης τὸ πλέον, ἀεὶ τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις διὰ δόλου μαχόμενος, Οὐκ αὐτοὶ, φησὶν, ἑαυτοῖς ἐστε τοῦ μὴ δύνασθαι τὰ ἀμείνω πράττειν παραίτιοι· οὐδὲ τέθεικε Θεὸς ταῖς ὑμετέραις ἐξουσίαις τὸ σωφρονεῖν. Ζυγὸν ὑμῖν ἀναγκαῖον ἐπελήλακεν· εἱμαρμένη κρατεῖ καὶ γένεσις, καὶ πράττειν ἀνάγκη τὸ ἐκείναις δοκοῦν.
Ταῖς τοιαύταις ἀπάταις ὁ πονηρὸς χειροῦται τὸν ἄνθρωπον, καὶ τῶν τῆς ἀληθείας ἀποβουκολήσας δογμάτων, ἑτοιμότερον εἰς πᾶσαν ἁμαρτίαν ἀπεργάζεται· εἱμαρμένῃ γὰρ τῶν καθ᾽ αὑτὸν ἀνατιθεὶς τὴν ἔκβασιν, καὶ γενέσεως ἀφύκτοις ὑποκεῖσθαι λέγων δεσμοῖς, οὐδεμίαν ὑποστήσεσθαι κόλασιν, ἐφ᾽ οἷς ἂν φαίνηται πλημμελῶν ὑπολαμβάνοι. Ἀλλ᾽ ἐν τούτοις μὲν ἐκεῖνοι, τὸ σωφρονεῖν παρωσάμενοι. Λεγέτωσαν δὲ τῆς Ἐκκλησίας οἱ κήρυκες, οἱ Χριστὸν ἐνδυσάμενοι, καὶ τῆς ἀληθείας φοροῦντες τὸν νοῦν. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ἵνα δὲ μὴ μακρὰν οὕτω νοσοῦντες τὴν ἀβουλίαν οἱ ταῖς ἀρτίως διηγορευμέναις ἀπάταις ἔνοχοι, καὶ τοῖς τοῦ νομοθέτου θελήμασι τὴν ἑαυτῶν ἀντιτάττοντες ἔννοιαν, πόλεμον ἔχωσι πρὸς ὃν ἥκιστα χρῆν, ἀκουέτωσαν ὅπερ ἔφημεν ἐξ ἀρχῆς· ποιήσωμεν εἰρήνην αὐτῷ, καταλύσωμεν τὴν ἔχθραν· οἰχέσθω μάχη καὶ πόλεμος, ἐπιδῶμεν τῷ Σωτῆρι τὰς δεξιάς.
Αἰτήσωμεν εἰρήνην διὰ τῆς πίστεως· λέγωμεν μετὰ τοῦ προφήτου καὶ ἡμεῖς· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Κύριε, κτῆσαι ἡμᾶς, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.» ϛʹ. Τοῖς μὲν οὖν Ἑλλήνων παισὶ, καὶ τοῖς ἀρτίως τὰς τῆς Ἐκκλησίας εἰσβεβηκόσι πύλας, ἀποχρήσει πρὸς ὠφέλειαν καὶ ταῦτα. Ἐπειδὴ δέ μοι καὶ ἕτερος ἀναδείκνυται λεὼς, τοῖς μὲν οὖν τῆς ἀμαθίας ὅπλοις, εἰς ἀβουλότατον στρατιώτην ἐξηρτυμένοις, ἀντιτάττων δὲ τῷ Σωτῆρι τὴν γνώμην διὰ σκιᾶς καὶ τύπου καὶ γράμματος, ἔχων τε τὴν μόρφωσιν τῆς γνώσεως ἐν τῷ νόμῳ, καθὼς γέγραπται, τῇ τῶν πραγμάτων ἀληθείᾳ πολεμεῖν οἴεται δεῖν· φέρε δὴ καὶ αὐτοῖς διὰ τὴν εἰς ἀλλήλους ἀγάπησιν ἐπιβοήσωμεν· «Ποιήσωμεν εἰρήνην αὐτῷ.» Μέχρι τίνος, Ἰουδαῖε, τοῖς ἀπὸ τοῦ γράμματος τύποις ἐντετηκὼς, παρελαύνεις τῆς ἀληθείας τὴν δύναμιν; Πότε τῆς σῆς ἀμαθίας τὸ πέρας ὀφθήσεται; Πότε τῆς ἐν τῷ νόμῳ σκιᾶς ἀποστήσεις τὸν νοῦν; Ἢ ποῖός σε χρόνος ἡμῖν ἐπιδείξει σωφρονέστερον; Πότε δὲ τὴν ἐν πνεύματι λατρείαν προσοίσεις τῷ βασιλεῖ τῶν ὅλων Θεῷ; «Πνεῦμα ὁ Θεὸς, καθὼς γέγραπται, καὶ τοὺς προσκυνοῦντα αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.»
Σὺ δὲ τὸ ἐν πνεύματι λατρεύειν ἀφεὶς, καὶ ἡδίονα τῆς εἰς τὴν ἀμείνω ποιησάμενος τὴν ἐπὶ τὰ χείρω φορὰν, τῇ τοῦ γράμματος ἐναβρύνῃ παχύτητι· εἶτα τιμᾷν οἴῃ διὰ τούτου Θεὸν, καὶ τὴν ἀκριβεστάτην τοῦ νόμου διάληψιν ἀποσειόμενος, ὡς πᾶσαν ἔχων τῶν γεγραμμένων τὴν εἴδησιν, οὐκ αἰσθάνῃ ληρῶν. Φέρε γὰρ δή σοι καὶ εἰς ἕκαστα τῶν παρὰ σοὶ τιμίων ὀλίγα διαλεξώμεθα. Νοήσεις γὰρ, οἶμαι, καὶ μάλα ῥᾳδίως, ἐντεῦθεν, εἴπερ ἔνεστί σοι τὸ βούλεσθαι σωφρονεῖν, ὅτι χρόνους ἐν πλάνῃ κατατρίβεις μακρούς.
εʹ. Ἀποδέχῃ μὲν γὰρ ὡς μέγα τι χρῆμα, καὶ εἰς λατρείαν τὸ καιριώτατον τὴν ἐν σαρκὶ περιτομήν. Ὑπερθαυμάζεις δὲ λίαν τὴν κατὰ τὸ Σάββατον ἀργίαν, καὶ μηλοσφαγεῖς μὲν ἡδέως· οἴει δὲ λίαν ἐπὶ σαυτῷ μεγάλα χαίρειν Θεὸν, ὅταν αὐτῷ φαίνῃ βουθυτῶν, καὶ βρωμάτων δὲ πέρι καὶ τῆς ἐν τούτοις διαφορᾶς, πολὺς παρὰ σοὶ καὶ ἀκριβὴς ὁ λόγος, ἐν τούτοις ἔχειν τὸ καύχημα· ταῦτα παρὰ σοὶ τῆς ἀκροτάτης ἀρετῆς ὠδίνει τὰ γυμνάσματα· ἐν τούτοις ἔθου σαυτῷ τοὺς τῆς εὐδοκιμήσεως ὅρους. Ἐγὼ δὲ τὴν τοῦ νομοθέτου σοφίαν καὶ σύνεσιν, παντὸς εἶναί φημι καὶ λόγου καὶ θαύματος κρείττονα· ἐπισκήψαιμι δ᾽ ἂν, καὶ μάλα εἰκότως, ταῖς Ἰουδαϊκαῖς ἀβουλίαις.
Νοοῦσι μὲν γὰρ οὐχ ἑτοίμως· φεύγουσι δὲ τὸ μαθεῖν, πλημμελοῦντες καθ᾽ ἕτερον, καὶ μόναις ταῖς ἑαυτῶν ἀμαθίαις εἰς τὸ μηδενὸς ἀπολαῦσαι τῶν ἀγαθῶν ποδηγούμενοι. Ἀλλὰ καὶ αὐτοὶ διὰ τῆς προφητικῆς ἀκουέτωσαν φωνῆς· «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν.» Φέρε γὰρ δὴ τί ποτε ἄρα ἐστὶ τὸ ἐκ τοῦ περιτέμνεσθαι χρήσιμον, διασκεψώμεθα· ἢ ποῖον ἡμῖν ὁ νομοθέτης διὰ τούτου παρεισοίσει τὸ ὠφελοῦν. Τὸ μὲν γὰρ τοῖς τοῦ σώματος μορίοις, δι᾽ ὧν ἡ φύσις ὑπηρετεῖται πρὸς γένεσιν, ἐπάγεσθαι τὴν περιτομὴν, εἰ μὴ λόγον ὑφ᾽ ἑαυτῷ τὸν κάλλιστον ἔχοι, γελοιότητος οὐκ ἀμοιρεῖ· μᾶλλον δὲ τὴν τοῦ δημιουργήσαντος γράφεται τέχνην, ὡς εἰκαίοις τισὶ περιττώμασι τὸ τοῦ σώματος καταβρίθοντος σχῆμα.
Εἶτα πῶς, εἴπερ ἂν οὕτως ἔχοι τε καὶ παρ᾽ ἡμῖν νοοῖτο τῶν εἰρημένων ἡ δύναμις, οὐ τοῦ πρέποντος ἁμαρτεῖν τὸν θεῖον ψηφιούμεθα νοῦν; Εἰ γὰρ ἐν τῷ περιτέμνεσθαι μᾶλλον σώζεται τῇ τοῦ σώματος φύσει τὰ πρεπωδέστερα, πῶς οὐ πάντως ἦν ἐν ἀρχῇ τοῦτο κρεῖττον καὶ ἄμεινον; τίς οὖν, εἰπέ μοι, τὴν ἀπλανῆ καὶ ἀκήρατον φύσιν ἐν ἁμαρτίαις τοῦ πρέποντος γεγενῆσθαι λέγων, οὐ παντί τῳ φανεῖται ληρῶν;
Μωρὶ μὲν γὰρ ὁ ἐπὶ πάντων Θεὸς ἀλόγων ζώων ἐδημιούργησε γένη· ἀλλ᾽ οὐδὲν τῇ τούτων κατασκευῇ πρὸς τὸ ἀκριβέστατον κάλλος, οὔτε ἔχον ἐλλιπῶς, οὔτε μὴν περιττῶς ἐγκείμενον φαίνεται. Ἀπήλλακται δὲ παντελῶς τῆς ἐπ᾽ ἄμφω διαβολῆς, καὶ τὴν ἐν ἑκατέροις κατηγορίαν διαπέφευγε. Πῶς ὁ οὕτως ἀριστοτέχνης Θεὸς, ὁ τὴν ἐν τοῖς ἐλάττοσι προμήθειαν τοσαύτην πεποιημένος, περὶ τὸ πάντων ἂν ἐσφάλη τιμιώτατον;
Καὶ τὸν κατ᾽ εἰκόνα παράγων εἰς μέσον τῶν ἀλόγων αἰσχίονα φαίνεσθαι παρεσκεύασεν, εἴπερ ἐν ἐκείνοις μὲν οὐδὲν, ἐν δὲ τούτῳ τι διέπτεσται; Ἀλλ᾽ οἶμαι καὶ αὐτοὺς συνερεῖν Ἰουδαίους, ὡς εἰ μή τι τῶν ἀγαθῶν διὰ τῆς [περὶ] κατὰ σάρκα περιτομῆς σημαίνοιτο, γέλωτος ἀξία, τό γε τῆς ἐκείνων ἀμαθίας φαίνεσθαι κρείττονας, τοὺς ἐν οἷς ὁ Σωτὴρ αὐλίζεται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐνοικεῖ· φέρε πάλιν τὸν πρέποντα λόγον τοῖς τοῦ νομοθέτου διατάγμασιν ἐφαρμόσαντες, ἀξιολογωτάτην οὖσαν ἐπιδείξωμεν τὴν ἐν αὐτοῖς κειμένην διάνοιαν. Διατί τοίνυν ὁ διὰ Μωσέως προστάττει νόμος, ἐν ὀγδόῃ τὸ βρέφος ἡμέρᾳ περιτέμνεσθαι, καὶ προσάγεσθαι τῷ Δεσπότῃ Θεῷ, τῆς ἐξ ἔθους θυσίας ἐπ᾽ αὐτῷ προτετελεσμένης· εἶτα ποῖον ἡμῖν εἰσοίσει τὸ θεώρημα τὸ διὰ τῆς ἐν σαρκὶ περιτομῆς ὑποδηλούμενον, ὥρα λοιπὸν ἐκκαλύπτοντας ὡς ἔνι μάλιστα διειπεῖν· καὶ ὡς ἂν οἴηταί τις ἄριστα τὸν ἐπ᾽ αὐτῇ διεσκέφθαι λόγον.
ηʹ. Νοῦς τοιγαροῦν ὁ ἐν ἡμῖν τὸ πάντων ἐστὶ τῇ φύσει γονιμώτατον, ἀρετῆς μὲν ἁπάσης ἔχων ἐν αὑτῷ τὰ σπέρματα, καὶ τὰς ἐφ᾽ ἑκάστῳ τῶν καλλίστων ἐπιθυμίας, καθάπερ ἀπὸ γῆς, ἐξ οἰκείων κινημάτων ἀεὶ χορηγούμενος· πεποίηται γὰρ οὕτω παρὰ τοῦ κτίσαντος. Ἐπιτρέχειν δὲ αὐτὸν ὥσπερ τι κάλυμμα, καθάπερ ἐμφύτου ῥίζης ἐξέρπουσα λήθη, ἣ καὶ πάσης ἐστὶν ἀκαθαρσίας τροφός. Καὶ τὴν μὲν ἐπὶ τοῖς ἀμείνοσιν ἔφεσιν, ἀχλύος δίκην ἐκτείνει μὲν, ἢ καταβόσκεται· τὴν δὲ, ἐπὶ τῷ χρῆναι τὰ βέλτιστα δρᾷν ἐπισκιάζουσαν, μνήμην τὸ γεῶδες ἡμῖν ἀντὶ τοῦ πνευματικοῦ πραγματεύεται φρόνημα, οὕτω τε πάσης ἀκαθαρσίας ἀνάπλεω δεικνύει τὸν ἄνθρωπον.
Καὶ γοῦν οἷς τοῦτο συνέβη παθεῖν, διὰ προφητικῆς λέγεται φωνῆς· «Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν.» Ἔδει γὰρ, ἔδει καθάπερ ὕδωρ ἐπιχεῖσθαι πυρὶ, τοῖς ἀπὸ τῆς λήθης κακοῖς τῶν ἀγαθῶν τὴν ἀνάμνησιν· καὶ διὰ τῶν ἐναντίων βοηθημάτων τὸ λοιποῦν ἀφανίζεσθαι.
Ἕως ἂν οὖν τοῖς ἀπὸ τῆς λήθης κακοῖς ὁ ἐν ὑμῖν κατακαλύπτηται νοῦς, καὶ τὸ τίκτειν τὰ κάλλιστα πεφυκὸς, ταῖς ἐντεῦθεν ἀμαθίαις ἐπιθολούμενον, μηδαμόθεν ἔχοι τὸ δύνασθαι διαπρέπειν ἐν ἀγαθοῖς, ἀκάθαρτοι τὸ τηνικάδε καὶ βδελυρώτατοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, λελογίσμεθα παρὰ Θεῷ; Τὴν δὲ ἐπὶ τοῖς ἀμείνοσι λήθην ἀποκρουόμενοι, καὶ ὥσπερ τινὰς περιττωμάτων ἐκδρομὰς τὰ ἐντεῦθεν ἀποτέμνοντες πταίσματα, ἐλεύθερον μὲν ἁπάσης φαυλότητος, γυμνὸν δὲ τῶν ἐκ πονηρίας κακῶν, τὸν ἄρσενα καὶ γονιμώτατον ἐν ἑαυτοῖς διατηρήσομεν νοῦν. Οὑτωσὶ λοιπὸν τὴν μὲν ἐκ τῆς ἁμαρτίας παλαίωσιν ἔξοικον τῆς ἑαυτῶν ψυχῆς ποιησάμενοι, εἰς δὲ τὴν ἐκ τῆς ἀκακίας νηπιότητα μεταστοιχειούμενοι, παραστησόμεθα μετὰ παῤῥησίας τῷ Θεῷ· οὐκ αὐτοὶ δὲ πάντως ἑαυτοὺς προσοίσομεν, ὥσπερ οὖν οὐδὲ τὸ ἀρτίτοκον βρέφος ἑαυτὸ προσῆγε τῷ Θεῷ.
Προσοίσει δὲ ἡμᾶς ὁ διὰ τῆς πίστεως ἀναγεννήσας Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν θυσίαν ἀναφέρων τῷ Πατρί· καὶ προσοίσει κατὰ τὴν ὀγδόην ἡμέραν, τουτέστι μετὰ τὸν ἔννομον σαββατισμόν. Οὗτος γάρ ἐστι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας ὁ καιρός· ἐπεὶ καὶ τέλος νόμου καὶ προφητῶν ὁ Χριστός. Διὰ ταύτην, οἶμαι, τὴν αἰτίαν, μᾶλλον δὲ ἀκριβέστερον εἰπεῖν, ἡ ὀγδόη, παρ᾽ ἡμῖν Κυριακὴ κατωνόμασται, ὡς εἰς τέλος μὲν ἤδη τὸν τοῦ νόμου καιρὸν κατακλείουσα· ἀρχὴν δὲ ἡμῖν Κυριακῶν εἰσφέρουσα χρόνων, ἐν οἷς γέγονε τὰ πάντα καινά. Ὥσπερ οὖν ἀμέλει καὶ ὁ Παῦλός φησι· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Τοῦτον ἡμῖν εἰσκομίζειν τῶν θεωρημάτων τὸν τύπον οἴεσθαι τὴν κατὰ σάρκα περιτομὴν, ἐν ὀγδόῃ μὲν ἐπιτελουμένην, καθάπερ εἶπον, ἡμέρᾳ, εἰς ὄψιν δὲ ἄγουσα[ν] τὰ νεογνὰ τῷ Θεῷ.
Προσμαρτυρείτω δὲ τοῖς εἰρημένοις καὶ ὁ σοφώτατος Παῦλος, ὁ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας εἰσίτω βοῶν· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ.» Ἐπιστελλέτω δὲ πάλιν ἑτέροις περὶ τῶν αὐτῶν οὕτω λέγων· «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.» Καύχημα μὲν γὰρ τῆς κατὰ σάρκα περιτομῆς, εἰ μόνη νοοῖτο, καὶ τὸ ἐκ τῆς θεωρίας οὐκ ἔχουσα κάλλος, οὐδὲν, οἶμαι, παρὰ τοῖς εὖ φρονοῦσιν εὑρεθείη ποτέ. Ὅτε δὲ τῆς ἐν πνεύματι περιτομῆς εἰσφέρει τὸν τύπον, καὶ τὸν ἐν καρδίᾳ καθαρισμὸν ὑποσημαίνουσα φαίνεται, τότε δή τις ἐπαινέσει μὲν ἴσως ὡς ἄριστα σχηματίζουσαν τὸν ἐν λεπτῇ, θεωρίᾳ κείμενον· ἀποφοιτήσει δὲ δηλονότι τοῦ παθεῖν, τὸν ἐν καρδίᾳ μελετήσας καθαρισμόν. Ὃ δὴ καὶ δρᾷν ἐπείγεσθαι τοῖς Ἰουδαίοις προφητικὸς συνεβούλευε λόγος, ἔχων ὡδί· «Τάδε λέγει Κύριος· Νεώσατε αὑτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ᾽ ἀκάνθαις.
Περιτμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα, οἱ κατοικοῦντες Ἱερουσαλὴμ,» ὥστε εἴ τις ἐν σαρκὶ περιτέμνοιτο, οὐ πάντως τοῦτο ποιήσει τῷ Θεῷ· ὁ δέ γε τὴν ἐν πνεύματι περιτομὴν διὰ τῶν εὐαγγελικῶν δεχόμενος κηρυγμάτων, αὐτῷ δηλονότι τῷ πάντων Δεσπότῃ, οὐ τῷ νομικῷ γράμματι περιτέμνεται, μορφοῦν εἰωθότι, καὶ καθάπερ ἐν σκιαῖς τὴν ἀλήθειαν. Ὅτι δὲ τῆς κατὰ ἀλήθειαν περιτομῆς ἡ δύναμις οὐκ ἐν τῷ κατὰ τὴν σάρκα πληροῦται πάθει, ἀλλ᾽ ἐν τῷ βούλεσθαι δρᾷν ἅπερ ἐπιτάττει Θεὸς, ἄκουε Παύλου σαφέστατα λέγοντος· «Ἡ περιτομὴ οὐδέν ἐστι· ἡ ἀκροβυστία, οὐδέν ἐστιν.» Ἀλλ᾽ ἵνα μὴ λόγους ἡμῖν φαίνηται προτείνων ψιλοὺς, οὐδὲν εἶναι λέγων τὸ διὰ νόμου τετιμημένον, ἐπεξηγεῖται σαφέστερον, καί φησι· «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράττῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάττῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.»
Ὅτε τοίνυν ἀνόνητον μὲν ἐν τοῖς παθοῦσιν ὁρᾶσθαί φησι τὴν περιτομὴν, ὅταν αὐτοῖς μὴ πρὸς τὸ διὰ πραγμάτων εὐδοκιμεῖν· οἱ δὲ τὴν ἐκ φύσεως ἔτι σώζοντες ἀκροβυστίαν ἀμείνους τῶν μὴ τοιούτων νομοφύλακες εἶναι εὑρίσκονται, ποῖον ἔσται λοιπὸν τὸ ἐκείνης καύχημα, πυθοίμην ἂν ἡδέως τῶν ἀνουστάτων Ἰουδαίων. Εἰ δὲ χρή τι τοῖς εἰρημένοις προσθῆναι, καὶ ἕτερον σημεῖον δεδόσθαι τὴν περιτομὴν, ὁ Παῦλος διϊσχυρίζεται. Καὶ ὥσπερ τι σήμαντρον τῆς ἐν ἀκροβυστίᾳ πίστεως τῷ προπάτορι τοῦ γένους Ἀβραάμ· εἰς τὸ εἶναι αὐτὸν «πατέρα πολλῶν ἐθνῶν, οὐ μόνον, φησὶ, τοῖς ἐκ περιτομῆς,» ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ Πατρὸς ἡμῶν Ἀβραάμ. «Ἐπίστευσε γὰρ τῷ Θεῷ, καὶ δεδικαίωται,» περιτομὴν οὔπω λαβών· μετὰ δὲ τὴν πίστιν καὶ τὴν ἐκ ταύτης δικαίωσιν, σημεῖον αὐτῷ τοῦ πράγματος γέγονεν ἡ περιτομή.
θʹ. Δέχου τοιγαροῦν, Ἰουδαῖε, τὴν τοῦ πνεύματος μάχαιραν, ἀπόθου τὴν σκληροκαρδίαν, ὡς γέγραπται, «περιτμήθητι τῷ Θεῷ.» Μάνθανε σαββατίζειν, οὐ καθάπερ αὐτὸς οἴει ἔχειν καλῶς, ἀλλ᾽ ὡς ἡ τοῦ νομοθέτου διατάττει βούλησις. Ὅ τι γὰρ δὴ καὶ περὶ τούτου φησὶν ὁ νομοθέτης, ἄξιον ἰδεῖν. Ἔργων ἀποσχέσθαι κελεύει, καὶ πόνων μὲν ἀνεῖσθαι σωματικῶν, κατὰ τὸ Σάββατον. Ἐξοίχεσθαι δέ τινα τῆς Ἰερουσαλὴμ οὐ βούλεται, οὐδὲ εἰς ὁδοὺς ἐκτείνεσθαι μακράς. Κεχρῆσθαί τε μὴν οὐ ταῖς παραυτίκα πεποιημέναις, ἀλλὰ ταῖς ἤδη προητοιμασμέναις τροφαῖς.
Ἀχθοφορεῖν δὲ ὅλως, καὶ ἀπὸ τοῦ καταφορτίζεσθαι παντελῶς ἀποκωλύει, σαφέστατα λέγων διὰ φωνῆς Ἱερεμίου· «Καὶ οὐκ ἐξελεύσεσθε ἔξω τῆς πύλης Ἱερουσαλὴμ τῇ ἡμέρᾳ τῶν Σαββάτων· καὶ οὐκ ἐξοίσετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν.» Ἐν τούτοις ὑμῖν ὁ νόμος ὁρίζει τὰς τοῦ Σαββάτου τιμάς.
Ἀλλ᾽ ἡκέτω μοι πάλιν εἰς μέσον ὁ μόνῳ τῷ γράμματι συνηγορεῖν μελετήσας, καὶ λεγέτω τις ἡμῖν τῶν ἐξ Ἰουδαϊκοῦ συστήματος, πότερόν ποτε λόγος ἐφήρμοσται τοῖς θεόθεν διατεταγμένοις σοφὸς, ἤγουν ἐν ψιλαῖς ἡμῖν κεῖται ταῖς λέξεσι, καὶ γυμνῷ τῷ γράμματι, τῶν θείων μυστηρίων ἡ δύναμις. Εἰ μὲν οὖν ὥσπερ ἐπὶ καλύμματι τοῖς θεωρήμασι τὴν ἐκ τοῦ γράμματος ἐπαλείφεσθαι παχύτητα, νουνεχέστατά τε ποιῶν ὁμολογεῖ, ζητείτω τὸ νόημα, καὶ μὴ τοῖς ἐν σχήματι λαλουμένοις ἐμφιλοχωρῶν, αὐτὸς ἑαυτὸν ζημιούτω τὰ κάλλιστα· εἰ δὲ ὅτι προσήκει μόνῳ προσεδρεύειν τῷ γράμματι, καὶ μηδὲν ἐπ᾽ αὐτῷ πλέον λογίζεσθαι, αὐτός τε ποιοῖτο διὰ σπουδῆς καὶ προσέτι διδάσκειν ἑτέρους φιλονεικοίη, ἀκούσεται κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. Οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.» Φέρε δὴ γὰρ καὶ ἐπὶ τῷ κατὰ Σάββατον λόγῳ τὴν τοῦ πράγματος φύσιν, ὅπως ἂν ἔχοι, διασκεψώμεθα, καὶ λεπτομερέστερον βασανίζοντες τοῦ λόγου τὴν δύναμιν, ἴδωμεν, εἰ μὴ μωρίας ἀνάπλεως κἀν τούτῳ πάλιν ὁ τῶν Ἰουδαίων ἁλίσκεται νοῦς.
ιʹ. Τί γὰρ δὴ τὸ πεπεικὸς, εἰπέ μοι, τὸν ἀπάντων δημιουργὸν πρὸς τοῖς ἄλλοις ἅπασιν, οἷς ἔχειν ὀρθῶς ἐδοκίμαζε, καὶ ἀργεῖν ἐν Σαββάτῳ νομοθετεῖν, καίτοι τῆς ἄλλης ἁπάσης κτίσεως, τὰ ἐκ φυσικῶν κινημάτων ἐνεργούσης, ἀκωλύτως κατὰ τὸ Σάββατον, ἢ καὶ ὅπερ ἔκαστον τῶν ὄντων τέτακται ποιεῖν, οὐ καταλυόντων διὰ τὸ Σάββατον; Ἥλιος μὲν γὰρ ἀνίσχει, καὶ τὸν συνήθη δρόμον ἐξελίττων οὐ παύεται· γῆ δὲ ἡ φυτοῖς κομῶσα ποικίλοις καὶ πολυειδέσιν ὡραϊζομένη βλαστήμασιν οὐκ ἀποστειροῦται διὰ τὸ Σάββατον, οὐδὲ τοῖς ἐξ αὐτῆς τὴν θρεπτικὴν ἐψεύσατο δύναμιν. Πηγαὶ δὲ ὁμοίως καὶ αἱ ψυχρῶν ὑδάτων μητέρες, ποτὲ τὸν ἐξ οἰκείων μαστῶν ἀνακόπτουσαι δρόμον, τὴν αὐταῖς συνήθη χορηγίαν ἐπαύσαντο φέρειν. Ἀλλ᾽ οὐ τοῦτο νῦν ἐρεῖς, Ἰουδαῖε, καίτοι νόμους ἐφ᾽ ἑκάστῳ τῶν πεποιημένων παρὰ τοῦ Δημιουργοῦ τεθεῖσθαι πιστεύομεν, καθ᾽ οὓς κινεῖσθαι πέφυκε, διαζῇ τε καὶ σώζεται. Ἀλλ᾽ εἴπερ, ὡς οἴει, κατὰ γνώμην αὐτῷ τὸ τιμᾶσθαι ταῖς ἀργίαις τὸ Σάββατον, οὐδενὸς ἡμῖν ἑτέρου διὰ τῆς τοιαύτης νομοθεσίας χρησίμου παρεισβαίνοντος, τί μὴ τὸν αὐτὸν ἐφ᾽ ἅπασιν ἐτίθει νόμον; Τί δὲ, εἰπέ μοι, τὸ λυποῦν, ὀψοποιεῖσθαί τινα τὸ καθ᾽ ἡμᾶς, ἢ ἀλφιτουργεῖν ἐν Σαββάτῳ; ἢ τί τὸ κωλύον τὰς ἑτέρας τοῦ σώματος ἀποσχεδιάζεσθαι τροφάς;
Νυνὶ δὲ ὥσπερ τι μέγα καὶ περισπούδαστον ὁ νόμος ἡμῖν εἰσηγούμενος, ἔργου μὲν ἀπείργει παντός· βάσταγμα δὲ τῆς ἑστίας ἐκκομίζειν οὐκ ἐᾷ· ἀλλ᾽ οὐδ᾽ ἐξοίχεσθαί ποι μακρὰν τῆς ἐν Ἱερουσαλὴμ πύλης τὸν οὐδὸν παραμείβοντας, σιτίοις γε μὴν, οὐ τοῖς παραυτίκα πεπορισμένοις, ἀλλὰ τοῖς ἐκ προμηθείας ηὐτρεπισμένοις ἀποκεχρημένους, ἐπὶ δαῖτα καὶ τράπεζαν ἰέναι κελεύει, καὶ θανάτῳ τιμᾶται τὸν παραβαίνοντα· καίτοι τῶν διηγγελμένων οὐδὲν, εἰ καθ᾽ ἕτερόν τινα πράττοιτο καιρὸν, ἁμαρτίας ἔγκλημα προσοίσει τῷ δεδρακότι· καὶ οὐ δή που φήσειεν ἄν τις, εἴ γε σωφρονοίη ἐν πλημμελημάτων τάξει, καὶ ταῦτα κεῖσθαι παρὰ τῷ νόμῳ, καθάπερ οὖν καὶ τὰ ἕτερα· ὧν ὅτι προσήκει παντελῶς ἀποφοιτᾷν, διαγορεύει σαφῶς. Τὸ γὰρ, «Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,» καὶ ὅσα τούτοις συνήρμοσται πρὸς τὴν αὐτὴν καὶ μίαν βλέποντα λέξιν, οὐκ ἐν μόνῳ Σαββάτῳ παραφυλακτέον ἀνδρὶ μισοῦντι κολάζεσθαι, ἀλλ᾽ ἐν παντὶ τῷ χρόνῳ παραιτητέα. Ὅθεν δὴ καὶ μάλα σαφῶς ὑπολαμβάνω κατάδηλον ἔσεσθαι τοῖς ἀκροωμένοις, ὡς ἁμαρτίαι μὲν οὐκ εἰσὶ τὰ ἐν Σαββάτῳ κεκωλυμένα, χαριεστάτην δὲ μᾶλλον ἡμῖν ἀνατίκτουσι πραγμάτων εἰκόνα· ἣν δὴ καὶ ὅπως ἂν δύνωμαι διειπεῖν διὰ τὴν σὴν ὠφέλειαν, οὐκ ἀποκνήσω.
Προκείσεται δὲ τῶν ἄλλων ὁ περὶ τῆς ἀργίας λόγος, διπλοῦν εἰσφέρων θεώρημα. ιαʹ. Ἐπειδὴ γὰρ τῆς ἐνεγκούσης ἀπάραντες, τὴν Αἰγυπτίων κατῳκίκασι χώραν οἱ ἐξ Ἰσραὴλ, μακροὺς ἐν αὐτῇ παρατείνοντες χρόνους, ὅτι μὲν Ἑβραῖοι τὸ γένος εἰσὶ, καὶ τῆς Ἀβραὰμ ἐξέφυσαν ῥίζης, οὐδὲ ἐν μόναις ἔτι, κατὰ τὸ εἰκὸς, διέσωζον μνήμαις. Ἐπιλαθόμενοι δὲ τῶν πατρίων ἐθῶν, καὶ τὴν προγονικὴν εὐσέβειαν ἀρνησάμενοι, πρὸς τὰς τῶν ἐπιχωρίων ψευδολατρείας ἐτράποντο. Ἀδικεῖν δὲ ὥσπερ οὐ μετρίως ὑπειληφότες τοὺς εἴσω γῆς εἰσδεξαμένους τὸν μετανάστην λεὼν, εἰ μὴ καὶ τῆς αὐτῆς ἐκείνοις συμμετάσχοιεν πλάνης, ἡλίῳ μὲν χρῆναι προσκυνεῖν ὑπελάμβανον· οὐρανῷ δὲ καὶ γῇ, σελήνῃ καὶ ἄστροις, καὶ τίνι γὰρ οὐχὶ τῶν στοιχείων τὴν Θεῷ πρέπουσαν δόξαν ἀπονέμειν ᾤοντο δεῖν; Βαθὺς γὰρ ἦν αὐτοῖς τῆς ἀγνοίας ὁ σκότος· καὶ καθάπερ ὁ Παῦλός φησιν, ἐλάτρευον τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Ἐπειδὴ δὲ αὐτοὺς τῆς Αἰγυπτίων ὠμότητος, καὶ τῆς πικρᾶς ἐκείνης δουλείας ἐλευθεροῦν ὁ νομοθέτης ἐπείγετο, καὶ δὴ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐκάλει, τὴν ἐν Αἰγύπτῳ πλάνην ἀποφορτίζεσθαι μελισμοῦ τινος δίχα προσέταττεν· «Ὅρα δὴ, λέγων, μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. Κύριος ὁ Θεός σου, Κύριος εἶς ἐστιν.»
Ἐπειδὴ δέ πως ἐχρῆν καὶ διὰ πράγματος ἐναργοῦς ἐπαναγκάζειν ὥσπερ καὶ οὐχ ἑκόντας ὁμολογεῖν, ὣς πεποίηται μὲν οὐρανός· ἥλιος δὲ, καὶ σελήνη, καὶ ἄστρα, καὶ γῆ, καὶ ἡ ἄλλη δὲ σύμπασα κτίσις ταῖς τοῦ δημιουργήσαντος τέχναις εἰς τὸ εἶναι κεκίνηται, συσχηματίζεσθαι κελεύει τῷ Δημιουργῷ· καὶ καταλύοντας ἐν Σαββάτῳ, τῆς ἑορτῆς τὴν αἰτίαν εἰδέναι βούλεται· «Κατέλυσε γὰρ, φησὶν, ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.» Οἱ δὲ καταλύοντι τῷ Δημιουργῷ συγκαταλύειν σπουδάζοντες, πῶς οὐκ ἂν ὁμολογήσαιεν, καὶ μάλα σαφῶς, ὡς πεποίηται μὲν τὰ σύμπαντα, εἷς δὲ ἁπάντων γενεσιουργὸς καὶ τεχνίτης ἐστί; Συμβέβηκε τοίνυν, διὰ τῆς κατὰ τὸ Σάββατον ἀργίας, καὶ τὸν περὶ τῆς θεότητος εἰσφέρεσθαι λόγον τοῖς ἐξ Ἰσραὴλ, καὶ τὴν ἁπάντων τεχνίτην καὶ δημιουργὸν ἐπιγινώσκεσθαι φύσιν· καὶ τὴν τῶν ὁρωμένων στοιχείων οὐκ ἀγνοεῖσθαι δουλείαν. Εἷς μὲν δὴ λόγος οὗτος τῆς κατὰ τὸ Σάββατον ἀργίας. Δεύτερος δὲ ἐπὶ τούτῳ καὶ μάλα σεμνὸς, καὶ τοῖς τὴν ἕξιν τελειοτέροις ἁρμοδιώτατος· «Οὐ γὰρ τοῖς ἔτι νηπιάζουσι τὰς στερεωτέρας τῶν μαθημάτων παραθετέον τροφάς· ἀλλὰ τοῖς διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένοις,» ὡς ὁ Παῦλός φησι.
Σημαίνει τοίνυν ἡ κατὰ τὸ Σάββατον ἀργία καὶ ἡ τῶν ἔργων ἀπόθεσις τὴν ἐσομένην ἐπὶ τέλει τῶν ἁγίων κατάπαυσιν· ὅτε δὴ πόνων ἀποσεισάμενοι, καὶ τοὺς ἐπὶ τοῖς σταδίοις ἱδρῶτας ἀπονιψάμενοι, πρός τε τὴν ἄνω πόλιν ἀναποδίσαντες, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐν ἀναπαύσει καὶ τρυφῇ τὸν ἅπαντα διοίσουσι χρόνον· ἔργων μὲν οὐκέτι καὶ πόνων ἁπτόμενοι· τὰ δὲ ἐν τῷ παρῳχηκότι βίῳ καυχήματα ἐφόδιον πρὸς σωτηρίαν ἔχοντες, εἰς ἀθάνατον ζωὴν τὰς ἑαυτῶν ἀποθρέψουσι ψυχάς. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ προευτρεπίσθαι δεῖν τὰς ἐν Σαββάτῳ τροφάς. Τὸ δὲ βαστάγμασιν, ἤτοι φορτίοις μὴ ἐξεῖναί τισι καταβρίθειν ἑαυτοὺς ἐν Σαββάτῳ, ἐκεῖνο σημαίνειν ἔοικε, κατά γε τὸν ἡμέτερον νοῦν, ὡς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, κατὰ τὸν ἐν τῇ ἄνω πόλει σαββατισμὸν, οὐκέτι τὸ τῆς ἁμαρτίας ἡμῖν φορτίον ἐπικείσεται· οὐδὲ συντρίψει πάλιν εἰς παρανομίας δελεάζων ὁ πονηρός· αὐτὸς μὲν εἰς ᾅδου δίκας ὑπέχων τὰς διαιωνίου πυρός· λελυμένης δὲ εἰς τὸ παράπαν τῆς νῦν ἐνεργούσης ἐν ἡμῖν ἁμαρτίας. Τό γε μὴν τῶν τῆς Ἱερουσαλὴμ πυλῶν εἴσω μένειν κατὰ τὸ Σάββατον, αὐτὸ διὰ τῶν αὐτῶν εἴσω μένειν δοκεῖ.
Οἱ γὰρ ἅπαξ εἰς τοὺς τῶν ἁγίων ἀνακεκλιμένοι χοροὺς, καὶ εἰς τὴν τῶν πρωτοτόκων εἰσελάσαντες Ἐκκλησίαν, οὐκ ἐκβήσονταί ποτε τῆς ἐν θυμηδίαις ἀσφαλείας· οὐδὲ ἐξελεύσονται τῆς δοθείσης αὐτοῖς δωρεᾶς· ἀλλ᾽ ἐν αὐτῇ μενοῦσιν ἀεὶ, τῇ τοῦ Πνεύματος χάριτι πεπυργωμένοι τὸν νοῦν. Οὕτω γὰρ γέγραπται· «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα· ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός.» Ἐπιλήσονται δὲ τὴν θλίψιν αὑτῶν τὴν πρώτην, καὶ οὐκ ἀναθήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Ὅτι δὲ πάλιν τὴν ἐσομένην τοῖς ἁγίοις κατάπαυσιν ἐπὶ τῇ τῶν αἰώνων συντελείᾳ σημαίνει τὸ Σάββατον, αὐτὸς ἡμῖν εἰσίτω μάρτυς ὁ Παῦλος, καὶ λεγέτω πρὸς Ἑβραίους, περὶ τῶν ἀρχαιοτέρων ἐπιστέλλων· «Φοβηθῶμεν οὖν μήποτε, καταλιμπανομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκεῖ τις ἐξ ἡμῶν ὑστερηκέναι.
Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι.» Ἐπειδὴ δέ πως ἐδόκει παρὰ τοῖς οὐκ εἰδόσι νοεῖν, κατάπαυσιν ὀνομάζειν ἐνθάδε τὴν εἰς γῆν τῆς ἐπαγγελίας εἴσοδον διὰ τῆς Ἰησοῦ στρατηγίας πεπληρωμένην· Ἰησοῦ δέ φημι τοῦ καλουμένου Ναυῆ· δεικνύων ἐναργέστερον, ὡς ἐκείνης μὲν οὐδὲ εἷς λόγος αὐτῷ, εἰς δὲ τὴν προσδοκωμένην ἔσεσθαι βλέπει, καὶ κατ᾽ ἐκείνης ὁ τῶν νοημάτων σκοπὸς συντείνεται, πάλιν φησὶν ἐφεξῆς· «Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ,» σαββατισμὸν ἐνθάδε λέγων σαφέστατα τὴν ἐπὶ τέλει τῶν ἁγίων κατάλυσιν. Καὶ γοῦν ἐφεξῆς σημεῖον τοῦ νοήματος δίδοσιν ἀκριβὲς, ἐπιφέρων ὡδί· «Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.»
Κατανόει σαφῶς, καὶ μάνθανε, Ἰουδαῖε, δι᾽ ὧν ἐνθάδε φησὶν ὁ παρὰ τοὺς πόδας τοῦ Γαμαλιὴλ ἀνατεθραμμένος, ὁ σύμπασαν ἔχων τοῦ νόμου τὴν γνῶσιν· Ἑβραῖος ὢν ἐξ Ἑβραίων, φυλῆς Βενιαμὶν, κατὰ νόμον Φαρισαῖος· ὅτι τὴν μὲν τυπικὴν ἀργίαν, τὴν κατὰ τὸ Σάββατον, λέγων, τὴν διὰ τοῦ νομικοῦ γράμματος εἰσφερομένην, οὐδὲν μὲν ὅλως εἶναί φησιν· εἰκόνα δὲ μᾶλλον τυποῦν τῶν ἐν ἐλπίσιν ἀγαθῶν, καὶ τῆς κατ᾽ ἐκεῖνο καιροῦ τοῖς ἁγίοις δοθησομένης ἀναπαύλης, καθ᾽ ὃν ἂν ὁ πάντων Σωτὴρ ἐξ οὐρανοῦ παραγένηται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὑτοῦ, καθὼς γέγραπται, καὶ διαδίδωσι τοῖς ἁγίοις τὰ γέρα. Ἀλλ᾽ οἶμαι διαρκῶς καὶ τὸν περὶ τούτων ἡμῖν κατεξητάσθαι λόγον, ὅθεν δὴ λοιπὸν ἰτέον περὶ τὰ συνήθη καὶ πρεπωδέστερα.
Ἐπειδὴ τοίνυν Ἑλλήνων μὲν ἐπλανῶντο παῖδες, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, καὶ εἰς πολύθεον ἀπάτην ἐγκεχυμένοι, τὴν πλατεῖαν εἰσεπήδων τοῦ θανάτου πύλην, Ἰουδαῖοι δὲ πάλιν τοσοῦτον εἰς τὰς ἑαυτῶν ἐξημάρτανον ψυχὰς, ὡς ποιεῖσθαι μὲν τοῦ νόμου φροντίδα οὐδαμῶς, ἡγεῖσθαι δὲ φορτικοὺς, καὶ ληρεῖν ὑπολαμβάνειν τοὺς τῶν καλλίστων εἰσηγητὰς, καὶ τοῖς διὰ τῆς ἄνωθεν προκεχειρημένοις χάριτος διαῤῥήδην ἐπιφωνεῖν· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν· ἀφέλετε ἀφ᾽ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ᾽ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ.» Ἀναγκαίως ὁ πάντων Δεσπότης, οὐκέτι διακόνοις τισὶ καὶ ὑπηρέταις ἐχρῆτο πρὸς κατόρθωσιν τῆς ἡμετέρας σωτηρίας, ἀλλ᾽ ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιτιθεὶς τῷ τυραννήσαντι διαβόλῳ, γέγονεν ἄνθρωπος· καὶ τίκτεται μὲν διὰ τῆς ἁγίας Παρθένου· πολλὰ δὲ σημεῖα καὶ τέρατα τοῖς διδασκαλικοῖς ὁμοῦ παρεχόμενος λόγοις, πάντα μετετίθει πρὸς τὸ ἄμεινον, καὶ τὴν κατεφθαρμένην τοῦ ἀνθρώπου φύσιν εἰς καινότητα μεταρυθμίζων ζωῆς, καθάπερ ἐκ δεσμῶν λελυμένην, ἐλευθέραν προσῆγε τῷ Πατρὶ, καὶ τοὺς ἐκ τῆς ἁμαρτίας συντετριμμένους, ἡμερωτάτῳ δόγματι, πρὸς ἑαυτὸν ἐκάλει, λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Τέθειτο μὲν οὖν ἐν τούτοις τὰ καθ᾽ ἡμᾶς.
Διεπρίετο δὲ πάλιν ὁ τύραννος ἐπὶ τοῖς τοῦ Σωτῆρος ἡμῶν κατορθώμασι· καὶ θρήνου πρόφασιν ἐποιεῖτο τὴν ἡμετέραν σωτηρίαν· ὡς δὲ τῆς ἐκ πλεονεξίας αὐτῷ πεποιημένης ἀρχῆς ἐξωθούμενος εἰς βαθεῖαν ἐβαπτίζετο λύπην. Ἡλίου μὲν γὰρ δίκην ἀναλάμπον τὸ θεῖον κήρυγμα βλέπων, κατεσκεδασμένην δὲ ἤδη τὴν τῆς ἀρχαίας ἀσεβείας ἀχλὺν, ὠδῖνας τὰς ἐπὶ τούτῳ δριμείας ἐδέχετο· ἀναζέων δὲ τοῖς θυμοῖς, καὶ θερμοτάτῳ συντηκόμενος φθόνῳ, θανάτῳ περιβαλεῖν ἐβούλετο τὴν ζωήν· καὶ τὸν ἐπὶ σωτηρίᾳ πάντων ἐπιδημήσαντα Κύριον τοῖς τῆς φθορᾶς ὑποθήσειν δεσμοῖς προσδοκήσας ὁ παραφρονέστατος, ἀναπείθει τῶν ὁμογνωμόνων τινὰς Ἰουδαίων, ὑπηρέτας αὐτῷ γενέσθαι τοῦ δράματος, καὶ τῆς ἀνοσίου τόλμης ὑπεραστάς. Οἳ καὶ σταυρῷ παραδόντες τῶν ἀπάντων Δεσπότην, ὅσον εἰς τὴν τῶν τολμησάντων ὑπεροχὴν, κρείττους ἤδη καὶ τῆς διαβολικῆς ὑπονοίας ἐφαίνοντο, καὶ τὸ ἐκείνου παρατρέχοντες θάρσος, μικρὸν ἐν τούτοις ὄντα, τὸν ἑαυτῶν ἀπέφαινον βραβευτήν.
Ὁ μὲν οὖν ἁπάντων Σωτὴρ, τὴν τοῦ γένους ἡμῶν σωτηρίαν, ἄριστά τε καὶ λίαν ἐντέχνως διοικούμενος, ἐτίθει, καθὼς γέγραπται, τὴν ψυχὴν ὑπὲρ ἡμῶν, ἅτε δὴ καὶ ποιμὴν ὑπάρχων ἀγαθὸς, καὶ τῆς τῶν προβάτων ἀγέλης προκινδυνεύειν οὐ παραιτούμενος.
Ὁ δὲ τῶν Ἰουδαϊκῶν τολμημάτων ἐξηγούμενος, καὶ τῆς ἐφ᾽ ἑαυτῷ παγίδος κατασκευαστὴς, μόλις ἔγνω παθὼν, ὅτι τῆς ἐλπίδος ἐσφάλλετο, πρὸς πᾶν τοὐναντίον μετακεχωρηκότος τοῦ πράγματος, καὶ θαλαττίου δίκην πλωτῆρος, καθάπερ ἐξ οὐρίου πνεύματος εἰς πόδα τῶν λίνων μεσούσης αὐτῷ τῆ; νεὼς, ἐθρήνει βλέπων ἐξ ἀντιστρόφου τὰ προσδοκώμενα.
Κρατήσειν γὰρ οἰηθεὶς, καὶ χαλεπωτέραν τὴν καθ᾽ ἡμῶν καταστήσεσθαι τυραννίδα, καὶ τοῦ δύνασθαί τι λοιπὸν ὁ δείλαιος ἐξεβάλλετο. Σειραῖς γὰρ ἀλύτοις, καθάπερ τι θηρίον, καταδεσμούμενος, καὶ τῆς ἐνούσης ἰσχύος ἀπονευρούμενος, χώραν ἐποιεῖτο καὶ πόλιν τὸν ἐσώτατον τοῦ θανάτου μυχὸν, καὶ ὁ ψυχραῖς ἠπατημένος ἐλπίσιν, ὡς ὅμοιος ἔσεσθαι τῷ Ὑψίστῳ δοκῶν, ἐπάνω τε τοῦ οὐρανοῦ τὸν οἰκεῖον ἱδρύσειν θρόνον ἐκμελετήσας ποτὲ, οὐκ εἶχεν εἰπεῖν ᾅδου τι ἀθλιώτερον. Αἱ μὲν γὰρ τῶν ἀνθρώπων ψυχαὶ, διὰ τῆς ἐκείνου κακουργίας σεσαγηνευμέναι πρὸς ἀπώλειαν, ἔξω τῶν ὑποχθονίων ἐγένοντο πυλῶν· καὶ τοὺς τῆς ἀβύσσου κευθμῶνας ἐκδύνουσαι, τὰς ἀνηλίους τοῦ θανάτου διέφευγον αὐχάς. Καὶ τὸν βαθὺν ἐκεῖνον διανηχόμενοι σκότον, πρὸς τὸ τοῦ Σωτῆρος ἐβάδιζον φῶς. Παρειστήκει γὰρ «λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.»
Ἐπειδὴ δὲ σεσύλητο τῶν πνευμάτων ὁ ᾅδης, καὶ λέλυτο τοῦ θανάτου τὸ κράτος, ἄνεισι μὲν ὁ Σωτὴρ νικηφόρος· ἀναστήσας δὲ τριήμερον τὸν ἑαυτοῦ ναὸν, καὶ τὴν τῶν σωμάτων ἀναβίωσιν ἐνεργεστάτῳ τρόπον τινὰ ζωγραφήσας ὑποδείγματι· καὶ πάσας ἡμῖν τὰς ἐπ᾽ ἀγαθοῖς ῥιζώσας ἐλπίδας, συνταξάμενος τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ βαπτίζειν ἐπιτάξας πάντα τὰ ἔθνη εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, εἰς αὐτὸν ἀναβαίνει τὸν οὐρανὸν, ἀνηβῶσαν εἰς ἀφθαρσίαν διὰ τῆς χάριτος ἐπιδείξων τῷ Πατρὶ τὴν ἐξ ἁμαρτίας συντετριμμένην τοῦ ἀνθρώπου φύσιν, καὶ ὥσπερ τινὰ ἄσταχυν ἀπαρχὴν ἑαυτὸν ἀνακομίζων τῷ φύσαντι. Ἐπὶ τούτοις, ἀγαπητοὶ, μικρὰς ἀποδιδόντες τῷ Σωτῆρι τὰς ἀμοιβὰς, καὶ τοῖς κατὰ δύναμιν χαριστηρίοις τὸν εὐεργέτην ἀντευφραίνοντες, τὴν ἑαυτῶν ὁμολογῶμεν πενίαν, λέγοντες· «Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα τοῦ Κυρίου ἐπικαλέσομαι.»
Σωτηρίου γὰρ ὄντως ποτήριον ἡ εἰς Θεὸν εὐχαριστία· εὐχαριστοῦντες δὲ ὅσον ἐν λόγοις καὶ ῥήμασι, καὶ τὰς ἐκ τῶν ἀνδραγαθημάτων προσθήκας προσκομίζομεν αὐτῷ· τὸ μὲν σῶμα πάσης μοχθηρᾶς ἀφιστῶντες ἡδονῆς, ἐκκαθαίροντες δὲ καὶ τὸ πνεῦμα, καὶ πάσης αὐτὸ πονηρίας ἐλευθεροῦν ἐπειγόμενοι, λελωβημένους ἐπισκεπτόμενοι, τοὺς ἐν πενίᾳ παρακαλοῦντες, ὀρφανοῖς καὶ χήραις τὸ ἐκ τῆς συμφορᾶς ἐπελαφρίζοντες βάρος, τοῖς δεσμίοις διὰ τοῦ συναλγεῖν συνδεσμούμενοι, τοὺς κακουχουμένους ἀνακτώμενοι, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τῆς γὰρ οὕτω σεμνῆς ἐχόμενοι πολιτείας, καὶ πάντα κατὰ τὸν θεῖον πράττοντες νόμον, εὐδοκιμήσομεν παρὰ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ νουμηνίας τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες τὰς νηστείας τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαββάτου, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἐξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τῆς τῶν ἁγίων ἀξιωθῶμεν ἐν οὐρανοῖς κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.