Οὐκοῦν οὐ γυμνὸν ἔτι πρὸ τῆς ἐνανθρωπήσεως, τὸν ἐκ Θεοῦ Πατρὸς ὄντα Λόγον, ἀλλ᾽ ἐν σαρκὶ γεγονότα, καὶ Ἰησοῦν καὶ Χριστὸν ἀποκαλεῖ, περὶ αὐτοῦ τέ φησιν ἐνδοιασμοῦ τινος δίχα, ὡς, «Ἦν χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» εʹ. Ἀλλ᾽ ἴσως ἀναφανεῖταί τις τῶν ἑτεροδοξεῖν εἰωθότων, καὶ τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὸν ἰὸν ἐρευγόμενος, Οὐκ ἐν ἐσχάτοις, εἰπέ μοι, καιροῖς ἐγενήθη Χριστὸς, ὦ οὗτος; ἀνακεκράξεται. Πῶς οὖν ἦν διαπαντὸς, καὶ πρὶν γεννηθῇ; Πρὸς δὴ τὰ τοιαῦτα καὶ ἡμεῖς τοὺς περὶ τῆς ἀληθείας ἀντεξάγοντες τοὺς λόγους, Συναγορεύσεις τοῖς παρ᾽ ἡμῶν, ἄνθρωπε, τοῦτο λέγων, ἀναβοήσομεν. Πῶς γὰρ ἂν ὁ Πνευματοφόρος, καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας, τὰ τοῦ ζῶντός τε καὶ ὄντος ἀεὶ Λόγου, τῷ ἐν τελευταίοις τεχθέντι καιροῖς ἐχαρίσατο ναῷ, εἰ μὴ δυσσεβὲς ἡγεῖτο τὸ διατεμεῖν, καὶ μετὰ τὴν ἐνανθρώπησιν τὸν ἕνα καὶ μόνον καὶ ἀληθῶς Υἱὸν ἀπενάρκησε διελεῖν εἰς δύο; Τὰ δὲ ἰδικῶς τε καὶ φυσικῶς προσόντα τῷ Λόγῳ, καὶ πρὸ σαρκὸς, ταῦτα πάλιν αὐτῷ καὶ ἐν σαρκὶ γεγονότι προσάπτει, οὐχ ἕτερον εἰδὼς γεγονότα διὰ τὴν σάρκα, ἀκέραιον δὲ φυλάττων αὐτῷ καὶ ὅτε γέγονεν ἄνθρωπος τῆς θεότητος τὸ ἀξίωμα. Καὶ μὴ θαυμάσῃς, ἄνθρωπε, τὴν τοῦ Παύλου φωνήν.