Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή Η΄

Προτροπή σε πνευματικούς αγώνες, προφύλαξη από τους αιρετικούς και έλεγχος της ληστείας. Ομολογία της ενότητας του προσώπου του Χριστού, της θείας φύσεως και του απολυτρωτικού έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 29

ΛΟΓΟΣ Ηʹ. αʹ. «Σαλπίσατε σάλπιγγι ἐν Σιὼν,» νόμος πού φησιν ἱερὸς, τὸν ἐτήσιον τῆς Ἐκκλησίας λόγον ἐπὶ τὰ συνήθη διανιστὰς σπουδάσματα, καὶ τοῖς ἄριστα βιοῦν ᾑρημένοις τὰ τῶν θείων ἀγώνων ψηφηφορεῖν ἀναγκάζων συνθήματα. Ἰδοὺ γὰρ, ἰδοὺ καὶ εἰσαῦθις ἡμῖν καθάπερ ἔκ τινος κύκλου, καὶ περιστροφῆς τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀνίσχει καιρὸς, προελαυνούσης δηλονότι νηστείας, καὶ τοῦ τῆς καρτερίας ἀγῶνος ἑωσφόρου τάξει προανατέλλοντος. Ὁ μὲν γὰρ τοῖς ἔχουσι φιλεργὸν τὴν διάνοιαν, μονονουχὶ καὶ φωνὴν ἀφιεὶς, τὰς ἡλίου κατασημαίνει βολὰς, καὶ, ἵν᾽ οὕτως εἴπω, θυρῶν εἴσω βεβηκὼς, τῆς ἡμέρας ἐπιδεικνύων τὸ φῶς, ἀποθέσθαι μὲν ὀμμάτων τὸν ὕπνον, παραιτεῖσθαι δὲ δρᾷν τὰ νυκτὶ πρέποντα συμβουλεύει λοιπόν· ἡ δὲ πάναγνος αὕτη καὶ καθαρωτάτη νηστεία, τῆς ἁγίας ἡμῶν ἑορτῆς προαναπηδῶσα καὶ ἀναλάμπουσα, πρὸς ὑπόμνησιν ἄγει τῶν φιλαρέτων τὸν νοῦν, τῶν διὰ τοῦ Παύλου διηγγελμένων πνευματικῶς· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ἔργα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.

Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ᾽ ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν·» τὸ λαμπρὸν ὄντως τῶν εὐσεβούντων ἄμφιον. Τοὺς μὲν οὖν ἐν ἡδονῇ θεμένους τὸ πλεῖν, καὶ ναυτίλλεσθαι φιλεῖν ἑλομένους αὖραι κατὰ πρύμνης ἰοῦσαι λεπταὶ, τῶν μὲν λιμένων ἀπαίρειν ὡς τάχος, ἀπολύειν δὲ τῆς ἠπείρου τὰ πείσματα δεδιότας οὐδὲν, ἀναπείθουσιν. Ἀλλὰ καὶ περκάζων ἐν ὄρχοις ὁ βότρυς, καὶ ῥαγάδα δεικνὺς σχιζομένην ἤδη καὶ μεθύουσαν, ᾆσμα καὶ μέλος καλεῖ πως τὸ ἐπιλήνιον. Ἀναφρίττων δὲ τῆς ἀρούρας ὁ στάχυς, καὶ χρυσῇ μὲν ἤδη καλάμῃ λαμπρὸς, εὐτραφῇ δὲ τῷ κόσμῳ καταβριθόμενος ἐπασχάλλει τάχα τῷ τοῦ κείροντος μελλησμῷ. Καιρὸς γὰρ, οἶμαι, πᾶσι προσφιλὴς, εἰς ἕκαστα τῶν χρησίμων ἐπιτήδειος.

Τούτων δὲ τῇδε διεγνωσμένων, πῶς οὐ λίαν αἰσχρὸν, καὶ τῆς ἁπάσης βδελυρίας ἄξιον, λογισμοῦ μὲν ἡμᾶς διαμαρτάνειν τοῦ πρέποντος, γέλωτα δὲ ὀφλεῖν παρὰ Θεῷ; καὶ σφόδρα εἰκότως, εἰ μὴ παρόντος ἤδη προθύμως ἐπιδραττόμεθα τοῦ καιροῦ, καθ᾽ ὃν ἂν γένοιτο καὶ τὸ δύνασθαι διαπρέπειν ἐν ἀρεταῖς, τοῖς ἐπ᾽ αὐτὰς ἰοῦσιν ἱππήλατον· ἀναδυόμενοι γὰρ, καὶ ἀποῤῥιπτοῦντες ἀεὶ τὸ θηρᾷν ἐπείγεσθαι τὰ βελτίω, καὶ τὴν τῶν ἀγαθῶν ζημίαν ἀσυνέτως ἑαυτοῖς ἐπαντλήσαντες, ἀκουσόμεθα δικαίως τὸ τῆς ῥᾳθυμίας πρέπον· «Πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται.» Ἀεὶ μὲν οὖν τὸ ἀγαθουργεῖν, καὶ τρόποις τοῖς ἀρίστοις ἐπισεμνύνεσθαι, φαίην ἂν ἔγωγε τοῖς εὐσεβέσιν ὅτι μάλιστα πρεπωδέστατον· τὸ γὰρ, οἶμαι, καταλήγειν τῆς δικαιοσύνης, ἀρχὴν ἂν ἔχοι φαυλότητος. Ἀλλὰ τῆς συνήθους ἐπιεικείας ἐπιδοῦναί τι καὶ πλέον οὐκ ἀπεικὸς τῷ παρόντι καιρῷ, καθάπερ ἐν ὀφλήματος τάξει τὴν ἐν τούτοις ἡμᾶς φιλοτιμίαν καταθέσθαι κελεύοντι. Ὅνπερ γὰρ τρόπον τοῖς τὴν τοῦ σώματος εὐρωστίαν τετιμηκόσι, καὶ τὸ παρὰ τοῖς παιδοτρίβαις εὐδοκιμεῖν τῶν ἄλλων πάντων τεθεικόσιν ἐν ἀμείνονι, ἀεὶ μὲν γυμνάζεσθαι πρέπει, καὶ διὰ τῆς ἐν παλαίστραις ἰέναι τέχνης, οὐκ ἀσυντελὲς εἰς τὴν χρείαν.

Ἐὰν δὲ πρὸς ἐπίδειξιν αὐτοὺς τῆς ἐνούσης ἀνδρείας ἀθλοθέτης καλῇ, τότε δὴ μάλιστα χρῆναι διενθυμούμενοι τῆς οὕτω μακρᾶς ἐπιεικείας οὐκ ἀθαύμαστον ἀποδοῦναι καρπὸν, ὅλῳ βαδίζουσι σθένει πρὸς τὸ θέλειν ὁρᾶσθαι διαπρεπέστεροι. Οὕτως οἶμαι δὴ πάλιν καὶ τοὺς, οἷς θεῖος πρόκειται νόμος ὡς ἐν ἀγῶνος τάξει καὶ γυμνάσματος, εὐσεβεῖν μὲν χρῆναι διὰ παντὸς, καὶ τὸ τῷ νομοθέτῃ δοκοῦν ποιεῖσθαι περὶ πολλοῦ· καιροῦ δὲ τοῦ τῆς νηστείας εἰς λαμπροτέραν καλοῦντος ἐπίδειξιν, ὄκνον μὲν ἀποῤῥίπτειν τὸν τῆς ἀνανδρίας γεννήτορα, φρόνημα δὲ μᾶλλον ἐπασκεῖν, καὶ τεθριμμένης αὐτῆς εὐτολμίας τὸ νεανικώτερον. Ἄγε δὴ οὖν πάλιν περιζωσάμενοι τὴν ἐπ᾽ ἀγαθοῖς προθυμίαν, καὶ τὸ ὠφελεῖν πεφυκὸς τὸν ἐκ βδελυρᾶς ἡδονῆς γοητευμάτων πράττοντες, ἐφέσει τε τῇ πρὸς τὸ χρήσιμον τὸ τοῖς ἀδικοῦσι προσομιλεῖν σωφρόνως εὖ μάλα παρωθούμενοι, γνησίους ἑαυτοὺς προσκυνητὰς παραστήσωμεν τῷ Χριστῷ, ἄθραυστον μὲν καὶ ἀπαραποίητον τὴν εἰς αὐτὸν τηρήσαντες πίστιν, ἀκλινῆ δὲ καὶ ἀπαράφορον τὴν ὁμολογίαν φυλάξαντες, ἣν ὡμολογήκαμεν ἐπὶ πολλῶν μαρτύρων, τῶν ἁγίων ἀγγέλων φημί.

Πολλοὶ γὰρ τῆς εὐσεβείας τὴν μόρφωσιν, καθάπερ τι προσωπεῖον ἑαυτοῖς περιπλάττοντες, «τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι,» κατὰ τὴν τοῦ Παύλου φωνὴν, τὸν τῶν ἀπλουστέρων ληίζονται νοῦν, ἀπατηλοῖς παρασύροντες λόγοις, καὶ συνολισθαίνειν αὐτοῖς ἀναπείθοντες εἰς παγίδα θανάτου, καὶ εἰς πέταυρον ᾅδου, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἐκεῖνα χρῆναι προσλαλεῖν τοῖς προσιοῦσιν αὐτοῖς ἐγνώκασιν, ἃ καὶ τοῖς ἱεροῖς συνδοκεῖ Γράμμασιν, ἀλλ᾽ ὅσα καθ᾽ ἑαυτὸν ὁ ἀδόκιμος αὐτῶν φαντάζεται νοῦς, ταῦτα ἀναπείθουσι φρονεῖν, μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. «Σὺ δὲ μένε ἐν οἷς ἔμαθες, καθάπερ ὁ Παῦλός φησι, ματαίας μὲν λογομαχίας ἀποφοιτῶν,» τὰ δὲ γραώδη τῶν αἱρετικῶν διαπτύων ῥημάτια, καὶ τοὺς μὲν εἰκαίους ἐκτρεπόμενος μύθους, ἔχων δὲ τὴν πίστιν ἐν ἁπλοῖς λογισμοῖς, καὶ τῆς Ἐκκλησίας τὴν παράδοσιν καθάπερ τι κειμήλιον ἐν τοῖς τῆς καρδίας ταμιείοις ἐντιθεὶς, ἔχου τῶν ἀρεσκόντων τῷ Θεῷ διδαγμάτων· ἵνα μὴ μόνον ἐν πίστει λαμπρὸς, ἀλλ᾽ ἤδη καὶ ἐξ αὐτῶν τῶν ἐν εὐσεβείᾳ κατορθωμάτων ὑπάρχῃς διαφανέστατος.

βʹ. Πολυσχιδὴς μὲν γάρ τις ἐπὶ τὸ δύνασθαι τὴν ἀρετὴν κατορθοῦν ἀποκομίζει τρίβος· καὶ διὰ ποικίλης ἄν τις ὁδοῦ καταντήσαι μόλις «πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως·» ἐν ἑνὶ δ᾽ οὖν ὅμως τὸ σύμπαν ἡμῶν ἀναδεσμεῖται καλὸν, ἐν τῷ, «Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.» Καὶ χαλεπὸν οὐδὲν ἀληθὴς ὅτι γέγονεν ἡμῖν ὁ λόγος, ἐπιδεικνύειν. Ἐναγωνιεῖται γὰρ καὶ σφόδρα γενναίως τοῖς περὶ τούτων εἰρημένοις ἡμῖν ὁ σοφώτατος ἐπιστέλλων Παῦλος· «Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν.

Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἡ ἀγάπη τοῦ πλησίου κακὸν οὐκ ἐργάζεται. Πλήρωμα γοῦν νόμου ἡ ἀγάπη.» Ἀκούεις ὅπως ὁ σύμπας λόγος ἐν τῷ τῆς ἀγάπης ὅρῳ περισχοινίζεται. Ὅσα γὰρ τῶν πραγμάτων, τὸν θεῖον ἐκβεβηκότα φαίνεται νόμον, ταῦτα δὴ πάντως τῶν τῆς ἀγάπης κύκλων ἐξώλισθεν. Οἷς δὲ τὸ θαυμάζεσθαι δεῖν εὐλόγως ἀκολουθεῖ, τούτοις ὁρᾶται προσὸν, τὸ διὰ πραγμάτων εἴσω τῆς ἀγάπης ὁρᾶσθαι. Ὁ μὲν γὰρ ἀδικῶν, οὐκ ἀγαπᾷ τὸν πλησίον· ὁ δὲ μισῶν ἀδικίαν, ἀγαπᾷ δή που πάντως, ὅλον ἐν τούτῳ τὸν νόμον ἀποπληρῶν. Πλήρωσιν μὲν γὰρ τῶν ἐν τῷ νόμῳ κειμένων τὸ τιμᾷν ἐπείγεσθαι τὴν ἀγάπην προξενεῖ· ῥᾳθυμία δὲ ἡ περὶ αὐτὴν τῶν ἐκ νόμου κατηγορουμένων τὴν γένεσιν ἔχει. Τίς γὰρ ἂν, εἰπέ μοι, πρὸς τὴν τοῦ δεῖνος εἰσέλθοι γυναῖκα, καὶ γάμοις ὀθνείοις ἂν ἐπιπηδήσοι, τὸ λυπεῖν ἐξ ἀγάπης τινὰ δυσωπούμενος; Τίς δ᾽ ἂν, οἶμαι, τὸ μιαιφονεῖν οὐκ ἂν παντὶ παραιτήσαιτο σθένει, αἰδοῖ καὶ τιμῇ τῇ πρὸς τὸν τοῦτο πεισόμενον, καθάπερ τινὶ χαλινῷ πρὸς ἡμερότητα διακρατούμενος;

Τίνι δὲ τῶν ὄντων οὐκ ἀπόπτυστος ἂν καὶ βδελυρωτάτη τῶν ἀλλοτρίων ἡ κτίσις ὁρῷτο, πικρὸν εἶναι διενθυμουμένῳ, καὶ ἐν τοῖς αἰσχίστοις τιθέντι κακοῖς τὸ ζημιοῦν ἀδελφόν; Οὐκοῦν ὁ πρὸς πᾶσαν ἡμᾶς ἀρετὴν ἀπευθύνων νόμος, ἐν ἀγάπῃ τὴν πλήρωσιν ἔχει. Ἀλλ᾽ οἶμαι προσήκειν τὰ τῆς ἀρτίως ὠνομασμένης ἡμῖν ἀρετῆς περιεργότερον ἐναθρήσαντα μέρη, τί τὸ ἐντεῦθεν ἐκβαῖνον εἰπεῖν. Οὐκοῦν, κεχρήσομαι γὰρ κἀν τούτῳ τῇ τοῦ Παύλου φωνῇ· «Ἡ ἀγάπη, φησὶ, μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ. Πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Ὁρᾷς ὅσην ἡμῖν ἀγαθῶν ὠδίνει πληθὺν τῆς ἀγάπης ἡ δύναμις; «Ἡ ἀγάπη, φησὶ, μακροθυμεῖ,» τουτέστιν, ἐπὶ ταῖς τοῦ γείτονος ὀλιγοψυχίαις οὐκ ἀσθενεῖ· ὁ γὰρ ὅλως μακροθυμῶν, πάντως δή που καὶ ἐπί τισι τοῖς ἀτόποις εἰς αὐτὸν πεπραγμένοις ὑπό του μακροθυμεῖ, καί τι τῶν ἀνιᾷν εἰωθότων καταγωνίζεται.

Παροξύνοντι δὲ τῷ θυμῷ πρὸς τὴν τῶν ἴσων ἀντίδοσιν, σωφρονῶν οὐ πείθεται. Χρῆμα μὲν γὰρ ὄντως ἡ ἀδικία φορτικὸν, ἱκανὸν εἰς ὀργὰς ἀνακαῦσαι δεινάς· καὶ τὸ προπαθεῖν ὑπό του τυχὸν, καίτοι κατὰ φύσιν ὄντι πονηρῷ, καὶ συνεξοπλίζεται, καὶ συνηγορεῖ τῷ θυμῷ· δόξῃ γὰρ ἄν πως ἀδικεῖν ἀντεξάγειν ἀναπείθων, καὶ ἐπείγεσθαι ἀντιπλήττειν τὸν λελυπηκότα. Ἀλλ᾽ οἱ λογισμῷ νεανικῷ πρὸς τὸν τῆς ἀγάπης ὁρῶντες νόμον, καὶ μακροθυμεῖν αὐτοῖς ὅτι πρέποι διενθυμούμενοι, ἀναζέουσαν μὲν τὴν ὀργὴν, καὶ ὥσπερ τινὰ πῶλον ἀτάκτοις ἀναπηδῶντα σκιρτήμασι, καθάπερ τισὶν ἡνίαις ταῖς ἀνεξικακίαις, ὀπίσω πάλιν ἀνασειράζουσιν· ἀμείνους δὲ τῶν λελυπηκότων καὶ μετὰ τοῦτο φαινόμενοι, τὴν ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς ἀποκερδανοῦσι ψῆφον. Ὃ δὲ δὴ κάλλιστόν ἐστι τῆς ἀγάπης, μικροῦ παριππεῦσαν ᾤχετο. Τί γὰρ δὴ πάλιν περὶ αὐτῆς πού φησι τῆς ἀρετῆς ὁ συνήγορος, τί δὲ πρὸς τοῦτο κατορθοῦν ἕτερον τῶν ἀξιαγάστων διεκελεύετο, διεξίωμεν πάλιν. «Ἡ ἀγάπη, φησὶ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται.» Ὁ μὲν οὖν ἀκριβής τε καὶ νομικώτερος ἐν τούτοις λόγος, ἐκεῖνον ἂν ἐπιδείξειεν οὐ ζητοῦντα τὰ ἑαυτοῦ, τὸν ἐν τῷ μηδενὶ τὰ οἰκεῖα πεποιημένον, ἔστ᾽ ἂν αὐτῷ τὸ τῶν πολλῶν ἐξανύηται χρήσιμον.

Οἷον τί φημι· δότε γὰρ ἐξελθεῖν καὶ διὰ παραδειγμάτων τὸν λόγον· Ἐπέταττον ποτὲ τῶν Ἰουδαϊκῶν ταγμάτων οἱ καθηγούμενοι τοῖς ἁγίοις ἀποστόλοις μηδενὶ προσλαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ· οἱ δὲ, φροντίσαντες τῶν ἐκεῖνα ληρούντων οὐδὲν, καίτοι κινδύνων ἐπηρτημένων αὐτοῖς τῶν ἐσχάτων, πάλιν τοῖς ὄχλοις περιτυχόντες ἐδίδασκον, ἐπαμύνειν μὲν ὅτι πρέποι τοῖς πλανωμένοις διεγνωκότες ὀρθῶς, παντελῶς δὲ τῆς ἐντεῦθεν ἀλογοῦντες ἐπιβουλῆς. Οὐ γὰρ ἐζήτουν τὰ ἑαυτῶν, ἀλλὰ τὰ ἑτέρων, τὸν θεοφιλῆ τῆς ἀγάπης οὐκ ἐκβαίνοντες ὅρον. Ἀλλ᾽ εἰ καί τινα τοιαύτην θεωρίαν ἡμᾶς ἐξαιτεῖ τὸ προκείμενον, ἀλλ᾽ εἰς τὸ τοῖς ἁπλούστερον εἰωθόσι νοεῖν, φέρε δὴ πάλιν αὐτῷ περιτρέποντες, τοῖς τοῦ Σωτῆρος ἐφαρμόσωμεν λόγοις. Εἰς ἀκροτάτην τοιγαροῦν ἀναφέρων ἡμᾶς ἡμερότητα, καὶ φιλαδελφίαν, καὶ τὸ δύσερι καὶ φιλόνεικον, καὶ τὴν τῶν οὐδὲν ἡμῖν προσηκόντων ἐπιθυμίαν, ἀκάνθης δίκην τῆς ἡμετέρας ἀποκείρων ψυχῆς, «Παντὶ, φησὶ, τῷ αἰτοῦντί σοι δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.» Ἀκούεις ὅπως ἀποφρίττειν κελεύει τὸ ἀλλότριον; Οὐδ᾽ ἂν ἀφέληταί τις ἡμᾶς τὶ δικαίων, ἀντιστῆναι βούλεται· ἀμείνους δὲ μᾶλλον ὁρᾶσθαι καὶ τῶν ἐκ ζημίας ἐρεθισμῶν, ἤγουν τοῖς ἀφαιρουμένοις ὑπό του τυχὸν ἀκρατῶς ἐπωδίνοντας, εἰς ἀσχήμονα θυμὸν ἀνακαίεσθαι φιλεῖν.

γʹ. Ἀλλὰ τί μοι πρὸς ταῦτα πάλιν ὁ λωποδύτης ἐρεῖ; ὁ ταῖς μὲν τριόδοις θηρίου δίκην ἐγκαθήμενος, καὶ τὸν οὐδὲν ἀδικήσαντα, καθάπερ τινὰ τῶν πολεμίων, παρατρέχοντα λοχῶν, ποταμίοις δὲ νάμασι τὸ τῆς λῃστείας ἁπλώσας λῖνον, κἂν ἁλῷ τις, εὐθὺς ἀναπηδῶν, καὶ πρὸς τὸ παρὰ φύσιν ἀνακαιόμενος θράσος. Ποῦ μοι τέθεικας, εἰπέ μοι, τοῦ Σωτῆρος τὸν νόμον, καίτοι λέγων εἶναι Χριστιανός; Περιττεύεις μὲν γὰρ τὸν τῆς ἀγάπης θεσμόν· ὥσπερ δὲ εἰς θῆρα τῶν ἀτιθάσσων τινὰ μεταπεποιημένος, καὶ εἰς ἔκφυλον ἀγριότητα πεσὼν, οὐκ αἰσθάνῃ λοιπόν.

Τὸν δὲ κατ᾽ εἰκόνα γεγονότα τὴν θείαν ἐν τῷ μηδενὸς κατατάξας λόγῳ, δρᾷς μὲν οὐκ οἰστά· σιδήρῳ δὲ πλήττειν ἀνοσίως ἀποτολμᾷς· ἀλλὰ σπέροντα νεκρὸν ἐπὶ γῆς ἔσθ᾽ ὅτε τὸν ὁμογενῆ σοι θεώμενος ἄνθρωπον, οὐκ αὐτήν σοι παραχρῆμα διαχᾶναι ποθεῖς, οὐδὲ λογίζῃ τοῖς οὕτως ἀγρίοις ἐπιποδῶν τολμήμασι, ὡς ἀροῦν μέν σοι γέγονεν ἐν ἔθει τὴν γῆν, ἀνατέμνειν δὲ τοῖς ἀρότροις τὰς ἀρούρας, εἶτα ἐγκατακρύπτειν αὐταῖς τὸ δοκοῦν, καὶ σιδήρῳ πάλιν ἀποκείρειν τελεσφορηθὲν διὰ τοῦ Θεοῦ. Καὶ θαυμάζεις μὲν τὸ τηνικάδε τὴν γῆν, ὡς καρπῶν ἀγαθῶν μητέρα, ὡς ἄριστά σοι περὶ τὸν τῶν ἀναγκαίων ὑπηρετοῦσαν ἐκπορισμόν· ἐπαινεῖς δὲ, ὡς εἰκὸς, καὶ τοῦ σιδήρου τὴν χρείαν. Πῶς οὖν ἀδικῶν οὐκ ἐρυθριᾷς τὰ δι᾽ ὧν ἦν σοι τὰ ζωαρκῆ; Τὸν μὲν γὰρ ἐτίθης ἀνδροκτόνον, τὴν δὲ τοῖς ἀθώοις κατεφοίνιξας αἵμασι.

Πῶς οὖν ἔτι καρπῶν σοι γενέσθαι μητέρα παρακαλεῖς, ἢν ἀφειδήσας ἠδίκεις; Πῶς τὸν λαμπρὸν ἐπαφήσῃς σίδηρον, ὃν παρατρέψας τῆς αὐτῷ πρεπούσης χρείας, ἀνδροφόνον εἰργάσω; Πῶς δ᾽ ἂν ὅλως, εἰπέ μοι, τὰ εἰκότα φρονῶν, καὶ κατάρδεσθαί σοι τοῖς ἐτησίοις παρὰ Θεοῦ νάμασιν ἐξαιτήσῃς τὴν ἄρουραν, ἐπ᾽ οὐδενὶ μὲν τῶν ἀγαθῶν τοῖς περὶ ποταμίοις ἐνιζάνων δόναξιν, οὐκ ἐπὶ θήραν δὲ τῶν ἐν τοῖς ὕδασι περιερέττων τὸ σκάφος· πλεονεξίαν δὲ ἔχων μᾶλλον τὸ ἐπιτήδευμα, ἀδίκοις τε καταμολύνων αἵμασι τὸ θεοδώρητον νάμα, καὶ θηρσὶ ἐνύδροις τὸν συγγενῆ χαριζόμενος ἄνθρωπον; Εἶτα ποίας, εἰπέ μοι, χεῖρας ἀνατενῇς τῷ Θεῷ; τί δὲ ὅλως ἐρῇς προσευχόμενος, ἢ πῶς αἰτήσῃς τὰ ἀγαθὰ, τοῦ Θεοῦ λέγοντος δι᾽ ἑνὸς τῶν προφητῶν· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ χεῖρες γὰρ ὑμῶν αἵματος πλήρεις;» Ὁ δὲ λόγον οὐδένα τῶν παρ᾽ αὐτοῦ ποιησάμενος νόμων, ποίας ἔτι φροντίδος ἀξιωθήσηται; «Τοὺς δὲ δοξάζοντάς με δοξάσω, φησὶν ὁ Σωτὴρ, καὶ ὁ ἐξουδενῶν με, ἐξουδενωθήσεται.» Η τοίνυν ὑπόθες αὐτῷ τὸν αὐχένα, καὶ ἀνταπαίτει τὴν τιμὴν, καὶ τὴν ἐφ᾽ ἅπασι τοῖς ἀναγκαίοις πλουσίαν ἐπίδοσιν, ἢ τῆς ζεύγλης οὐκ ἀνεχόμενος, καὶ καρτέρει κολαζόμενος.

Εἰ γὰρ χρή τι πρὸς τούτοις εἰπεῖν, τὸ μεθύειν ἐν ἀγαθοῖς καὶ περιχεῖσθαι τοῖς κατ᾽ εὐχήν, ἐσθ᾽ ὅτε τῆς τοσαύτης σοι γέγονεν ἀσεβείας πρόξενον. Τοιοῦτον γάρ τί φησι καὶ ὁ πάντων Δεσπότης Θεός· «Καὶ ἐνεπλήσθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν. Ἔνεκεν τούτου ἐπελάθοντό μου.» Καὶ γὰρ δὴ καὶ ὄντως δεινὴ μὲν ἡ πρὸς ὄλισθον τρυφή· ἱκανὴ δὲ πρὸς τύφον ἐνεγκεῖν τὸν τῆς ἀπονοίας γεννήτορα.

Πικρὸν δὲ ἀπονοίας ἔγγονον ἡ τοῦ Θεοῦ καταφρόνησις· καταφρονήσεως δὲ τῆς ἐν τούτῳ καρπὸς, πᾶν εἶδος πλημμελημάτων. Τοιγαροῦν ὅταν σε τοῦτο παθόντα βλέπομεν, καταθρηνήσομεν εἰκότως, καὶ προφητικὴν ἐροῦμεν φωνὴν, τοῖς σοῖς ἀνοσιουργήμασι φιλαλλήλως ἐπιστυγνάζοντες· «Οἵμοι, ψυχὴ, ὅτι ἀπολώλεκεν εὐλαβὴς ὁ ἀπὸ τῆς γῆς καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Πάντες ἐν αἵματι δικάζονται· ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν, ἐκθλιβῇ ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἀνέχουσιν.» Ἐπὶ τούτοις ἡμῶν τοῖς πλημμελήμασιν ἀγανακτεῖ μὲν εἰκότως, ἐπασχάλλει δὲ, ὡς ὁρᾶται, Θεός. Ἰδοὺ γὰρ, ἰδοὺ τὸ διὰ τῶν προφητῶν εἰρημένον, εἰς πέρας ἡμῖν οὐχ ἅπαξ, ἀλλ᾽ ἤδη πολλάκις, ἐκβέβηκε· «Τάξατε γὰρ δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν, λέγει Κύριος παντοκράτωρ. Ἐσπείρατε πολλὰ, καὶ εἰσηνέγκατε ὀλίγα. Ἐφάγετε, καὶ οὐκ εἰς πλησμονήν· ἐπίνετε, καὶ οὐκ εἰς μέθην· περιεβάλεσθε, καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς. Καὶ ὁ τοὺς μισθοὺς συνάγων, συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.» Ἀλλὰ καὶ πρὸς τούτοις ἔτι φησίν· «Ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένοντο ὀλίγα. Καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος παντοκράτωρ.» Ἴδωμεν γὰρ εἰ μὴ ταῦτα συμβέβηκεν ἀληθῶς. Ἐπιδεικνύτω τις τὸν χαίροντα παρελθὼν, καὶ νενίκημαι, ὀφθαλμὸν ζητείτω τὸν ἀδάκρυτον, κἂν εὕρῃ, πεπαύσομαι.

Φιλονεικεῖτε πρὸς τὸ παρὸν, οἱ τῶν Αἰγυπτίων οἰκοῦντες γηπόνοι, ἐπὶ μόνῳ τῷ παθεῖν θάτερος θατέρου τὰ χαλεπώτερα, καὶ ὁ νικῶν ἐν ὑμῖν τῶν ἡττᾶσθαι δοκούντων ἀθλιώτερος. Νικᾷ γὰρ ἐφ᾽ οἷς ἀλγύνεται, καὶ τῶν τοῦ γείτονος πόνων πλουσιωτέραν ἔχει τὴν συμφοράν. Τὰ δὲ οἷς ἦν ἔθος ὑμῖν ἐπαυχεῖν, μακροῖς ἤδη χρόνοις ἀποδημεῖ. Ἢ γὰρ οὐχὶ ταλαιπωρίας ἡμῖν ἁπάσης ἀνάμεστα καὶ δακρύων τὰ διηγήματα; Τί δὲ, εἰπέ μοι, τὰς κώμας ἔν τισιν ὁρῶμεν κειμένας; Ἡ μὲν γῆ αὐτῶν τὰς ἀπὸ χαλάζης ἐνεγκοῦσα πληγὰς, λιμῷ καὶ θρήνῳ μαραίνεται, οὐδαμόθεν παντελῶς, κἂν γοῦν εἰς τὰ μέτρια λυπεῖσθαι, βοηθουμένη. Ἡβηκὼς μὲν γὰρ ἤδη καὶ ὑπερτενὴς ὁ στάχυς, Θεριζέτω τις ἤδη μονονουχὶ καὶ ἐφθέγγετο, καὶ ὁ μὲν ἀρόσας τὴν γῆν, ἐφέστιον ἤδη τὸν ἀμητῆρα λαβὼν, ζωννυμένῳ πρὸς ἔργον ἐτέρπετο, τάχα δὲ καὶ οὐκ ἀρκέσειν αὐτῷ τὴν ἅλω πολλάκις διελογίζετο. Τὰ δὲ ἦν ὄναρ, ἣ σκιὰ καὶ χαλάζης ἔργον, οὐ θεριστοῦ. Ὁ δὲ περιχεῖσθαι τοῖς ἀγαθοῖς ἤδη δοκῶν, πάντων εὐθὺς ἔρημος ἦν· ἀντὶ δὲ τῶν σταχύων χαλάζῃ πλουτῶν, πολύ τι καὶ μέγα τῆς ἐλπίδος ἐσφάλλετο. Κώμη δὲ ἡ ταύτης γείτων καὶ ὅμορος ἡμερωτέραν νοσήσασα τὴν ὀργὴν, τοὺς μὲν ἐπὶ τοῖς ἀρότροις ὀδύρεται πόνους, μακρὸν δὲ καὶ πλατὺ γεωργήσασα λήϊον, πλοῦτον ἡγεῖται πρὸς τὸ παρὸν τὴν εἰς κόρον τροφὴν, μᾶλλον δὲ τὴν πολύ τι καὶ λίαν ἀποδέουσαν κόρου.

δʹ. Τίς οὖν ἡ τούτων κατασκεψώμεθα αἰτία, εἰδῶμεν ἀπὸ τῆς θείας Γραφῆς. Οὐκοῦν ἐρεῖ πάλιν ἡμῖν ὁ πάντων ἔχων τὴν ἐξουσίαν· «Αἱ ὁδοί σου, καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.» Ἀκολουθεῖ γὰρ τοῖς πλημμελήμασιν ἐκτόπως, τὸ χρῆναι δικαίως κολάζεσθαι, καὶ ταῖς παρ᾽ ἡμῖν ἀπονοίαις ἰσοστατεῖν ἀνάγκη τὴν δίκην. Ἀποπαυσώμεθα τοίνυν παντὸς ἀνοσίου τολμήματος· «Συγκόψωμεν, καθὼς γέγραπται, τὰς ῥομφαίας εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα·» καὶ, ὥς φησιν ὁ Μελῳδὸς, «Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ,» καὶ δεδακρυμένοι λέγωμεν· «Ἡμάρτομεν, ἠνομίσαμεν, ἠδικήσαμεν.» Τότε γὰρ, τότε καὶ ἵλεως ἔσται Θεός· καὶ ἀποστήσει μὲν τὴν ὀργὴν, εὑρήσει δὲ πάλιν ἡ γῆ, καὶ δώροις ἡμᾶς τοῖς κατὰ συνήθειαν εὐφρανεῖ. «Οὐ γὰρ ἔχομεν ἀρχιερέα, μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀνομίαις ἡμῶν,» κατὰ τὴν τοῦ Παύλου φωνήν· «πεπειρασμένον δὲ καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας.» Ὅτι γὰρ ἔνεστι προχείρως ἐποικτείρειν ἐθέλειν τῷ Μονογενεῖ, πόνου μὲν οἶμαι δεήσειν ἐμοὶ πρὸς τὸ δύνασθαι πείθειν οὐδενός· ἑτοιμότατα δὲ καὶ ὑμᾶς συγκατανεύειν ὑπολαμβάνειν, τῆς εἰς ἡμᾶς ἀγαπήσεως περιαθροῦντας τὸ μέτρον, καὶ ὧν δι᾽ ἡμᾶς ὑπέμεινεν ἐννοῦντας τὸ μέγεθος.

Ἐπειδὴ γὰρ ἦμεν ἅπαντες οἱ τόνδε τὸν περίγειον οἰκοῦντες χῶρον, ἀνανταγωνίστῳ πλεονεξίᾳ τῇ τοῦ τυραννήσαντος δαίμονος, ἰχθύων δίκην σεσαγηνευμένοι πρὸς ὄλεθρον καὶ ἀπώλειαν, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, ἵνα πάντας ἐξέληται, «καὶ κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, ὡς αὐτός πού φησι, καλέσῃ δὲ πρὸς τοῦτο καὶ ἐνιαυτὸν Κυρίου δεκτόν.» Οὐκοῦν ἐλεήμων ὁ Μονογενὴς, εἰ καὶ τῆς οἰκονομίας τὸν τρόπον οὐ συνιέντες οἱ Ἰουδαῖοι τοσοῦτον ἀπέσχον τοῦ κἂν ὅλως ἐθελῆσαι τοῦτον λαβεῖν, ὡς ποτὲ μὲν ὑβρίζοντας καὶ Σαμαρείτην ἀποκαλεῖν, ποτὲ δὲ πάλιν ἀφορήτως λελυπηκότας, καὶ εἰς ξένην καταπηδῶντας μανίαν, καὶ καταλεύειν ἤδη τολμᾷν.

Ἐπειδὴ δὲ θεομαχοῦντας ἐλέγχων, καὶ τῆς ἀκρίτου μανίας ἀνεπυνθάνετο παρ᾽ αὐτῶν τὴν αἰτίαν ὁ Κύριος λέγων· «Πολλὰ καλὰ ἔδειξα ἔργα ὑμῖν παρὰ τοῦ Πατρός μου· διὰ ποίων αὐτῶν ἔργων λιθάζετέ με;» παραληροῦντες ἔφασκον· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Εἶτα, τί πρὸς αὐτοὺς ὁ Σωτήρ; «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρωπος τοῖς ὁρῶσιν ἐφαίνετο, δοκιμάζεσθαι τὰ καθ᾽ ἑαυτὸν ἠξίου, ἀλλ᾽ ἐξ ὧν ὁ Θεὸς εἰργάζετο, οὐκ ἐπακτὸν ἔχων τὸ τῆς θεότητος ἀξίωμα, καθάπερ ἡμεῖς, ὅταν ἡμᾶς λέγῃ ἡ θεία Γραφὴ θεούς· οὐσιωδῶς δὲ μᾶλλον ἐνυπάρχων αὐτῷ, ἅ τε δὴ καὶ ὄντι κατὰ φύσιν Θεῷ, καὶ τῆς τοῦ γεννήσαντος ἰδιότητος κληρονόμῳ.

Ἔχει δὲ καὶ τὸ πάντα δύνασθαι δρᾷν, οὐ παρ᾽ ἑτέρου λαβὼν, ἀλλ᾽ ὡς τῶν δυνάμεων Κύριος, καὶ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος, διὰ τὴν ἀγάπην τὴν εἰς ἡμᾶς, ἀλλ᾽ οὐκ ἀγνοήσωμεν διὰ τοῦτο τῶν ἁπάντων Κύριον, οὐδὲ τὸ κατὰ φύσιν εἶναι Θεὸν τὸν Ἐμμανουὴλ ἐκπέμψομεν, ἀλλ᾽ οὐδὲ τοῖς Ἰουδαίοις τὰ ἴσα φρονοῦντες ἐγκαλέσομεν αὐτῷ τὴν δι᾽ ἡμᾶς ἀνθρωπότητα· οὐδὲ ἐροῦμεν, ἀνοσίως ἀπαιτιώμενοι τὸν δι᾽ ἡμᾶς γεγονότα καθ᾽ ἡμᾶς χωρὶς ἁμαρτίας· Οὐκ ἄν σε προσκυνήσομεν, ἐπείπερ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν. Ἦν γὰρ, καὶ ἔστι, καὶ ἔσται Θεὸς κατὰ φύσιν, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκός. Ἐπιμαρτυρήσει δὲ καὶ ὁ Παῦλος γράφων· «Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁρᾷς πῶς οὐκ εἰς Υἱῶν δυάδα κατατεμὼν εὑρίσκεται τὸν Ἐμμανουὴλ, οὐδὲ γυμνῷ καθ᾽ ἑαυτὸν ὄντι τυχὸν, τῷ ἐκ Θεοῦ καὶ Πατρὸς ἀπαστράψαντι Λόγῳ, τὸ ὡσαύτως ἔχειν διαπαντὸς ἀπονέμει· ἀλλ᾽ Υἱὸν ἔνα καὶ μόνον κατὰ φύσιν εἰδὼς τὸν ἐνανθρωπήσαντα, καὶ Χριστὸν ὀνομάζει, καὶ Ἰησοῦν. Πότε γὰρ ἂν ἐπιδείξειέ τις Ἰησοῦν ἢ Χριστὸν ὀνομασθέντα τὸν Λόγον, εἰ μὴ ὅτι γέγονεν ἄνθρωπος; Ἰησοῦς μὲν γὰρ παρὰ τὸ σώζειν τὸν λαὸν, Χριστὸς δὲ πάλιν διὰ τὸ κεχρῖσθαι δι᾽ ἡμᾶς.

Οὐκοῦν οὐ γυμνὸν ἔτι πρὸ τῆς ἐνανθρωπήσεως, τὸν ἐκ Θεοῦ Πατρὸς ὄντα Λόγον, ἀλλ᾽ ἐν σαρκὶ γεγονότα, καὶ Ἰησοῦν καὶ Χριστὸν ἀποκαλεῖ, περὶ αὐτοῦ τέ φησιν ἐνδοιασμοῦ τινος δίχα, ὡς, «Ἦν χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» εʹ. Ἀλλ᾽ ἴσως ἀναφανεῖταί τις τῶν ἑτεροδοξεῖν εἰωθότων, καὶ τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὸν ἰὸν ἐρευγόμενος, Οὐκ ἐν ἐσχάτοις, εἰπέ μοι, καιροῖς ἐγενήθη Χριστὸς, ὦ οὗτος; ἀνακεκράξεται. Πῶς οὖν ἦν διαπαντὸς, καὶ πρὶν γεννηθῇ; Πρὸς δὴ τὰ τοιαῦτα καὶ ἡμεῖς τοὺς περὶ τῆς ἀληθείας ἀντεξάγοντες τοὺς λόγους, Συναγορεύσεις τοῖς παρ᾽ ἡμῶν, ἄνθρωπε, τοῦτο λέγων, ἀναβοήσομεν. Πῶς γὰρ ἂν ὁ Πνευματοφόρος, καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας, τὰ τοῦ ζῶντός τε καὶ ὄντος ἀεὶ Λόγου, τῷ ἐν τελευταίοις τεχθέντι καιροῖς ἐχαρίσατο ναῷ, εἰ μὴ δυσσεβὲς ἡγεῖτο τὸ διατεμεῖν, καὶ μετὰ τὴν ἐνανθρώπησιν τὸν ἕνα καὶ μόνον καὶ ἀληθῶς Υἱὸν ἀπενάρκησε διελεῖν εἰς δύο; Τὰ δὲ ἰδικῶς τε καὶ φυσικῶς προσόντα τῷ Λόγῳ, καὶ πρὸ σαρκὸς, ταῦτα πάλιν αὐτῷ καὶ ἐν σαρκὶ γεγονότι προσάπτει, οὐχ ἕτερον εἰδὼς γεγονότα διὰ τὴν σάρκα, ἀκέραιον δὲ φυλάττων αὐτῷ καὶ ὅτε γέγονεν ἄνθρωπος τῆς θεότητος τὸ ἀξίωμα. Καὶ μὴ θαυμάσῃς, ἄνθρωπε, τὴν τοῦ Παύλου φωνήν.

Οὐ γὰρ τῶν τῆς εὐσεβείας κατατυραννήσας δογμάτων, καὶ εἰς τὸ δοκοῦν ἁπλῶς κατατείνας, τὰ τοιαῦτά φησιν, ἀλλ᾽ ἐξ αὐτῶν τῶν τοῦ Σωτῆρος πεπαιδευμένος ῥημάτων. Τί γὰρ ἔφη πρὸς τὸν Νικόδημον, εἰ βούλει μαθεῖν, ἔξεστι μὲν ἐντυχόντι τοῖς Εὐαγγελίοις ἰδεῖν· ἐρῶ δ᾽ οὖν ὅμως, διὰ τὸ πᾶσι λυσιτελοῦν· «Εἰ γὰρ τὰ ἐπίγεια, φησὶ, εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω τὰ ἐπουράνια, πιστεύσετε;» καί· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Ποτὲ δὲ πάλιν τοῖς Ἰουδαίοις προσλαλῶν διετείνετο, καὶ ἐπεδείκνυ σαφῶς, ὡς ἀμέτοχοι παντελῶς μενοῦσι τῆς αἰωνίου ζωῆς, τῆς μυστικῆς εὐλογίας οὐκ ἀπογευσάμενοι· χαλεπῶς δὲ πρὸς τοῦτο διακειμένοις, καὶ ἀπελθοῦσιν εἰς τὰ ὀπίσω, καθὼς γέγραπται, πάλιν φησὶ, τὴν ἐντεῦθεν εἰς οὐρανοὺς προδιδάσκων ἀποδημίαν· «Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;» Καίτοι, ὅλον γὰρ αὖθις ἀναλήψομαι τὸν λόγον, γεγέννηται μὲν ἐπὶ γῆς, διὰ τῆς ἁγίας Παρθένου, τὸ κατὰ σάρκα· κατέβη δὲ ὁ Θεὸς Λόγος ἐξ οὐρανοῦ.

Πῶς οὖν ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν τοῦ ἀνθρώπου καταβῆναί φησιν; πῶς δὲ καὶ αὖθις, ὅπου πρότερον ἦν ἀνελεύσεσθαι λέγει; Ὁρᾶς οὖν ὅπως ἀδιαστάτῳ τε καὶ ἀδιορίστῳ περισφίγξας ἑνότητι τῆς ἀποῤῥήτου συνόδου τὸν Λόγον, ἕνα καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς παρ᾽ ἡμῶν ὁμολογεῖσθαι βούλεται Χριστόν;

Διὰ γάρτοι τοῦτο, κατὰ φύσιν καίτοι ἀπὸ γῆς οὖσαν τὴν σάρκα ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβῆναί φησιν, ἀνελεύσεσθαι δὲ καὶ εἰς οὐρανοὺς ὅπου τὸ πρότερον ἦν. Τὸ γὰρ ἐνὸν αὐτῷ κατὰ φύσιν τῇ ἱδίᾳ σαρκὶ περιτίθησιν, ὡς οὐκ ὢν ἕτερος παρ᾽ αὐτὴν, ὅσον εἰς ἑνότητα τὴν ἐκ τῆς οἰκονομίας. Καὶ οὐκ ἀναιρήσομεν διὰ τὸ εἰς ἄκρον ἑνοῦν τὰ ἀνόμοια κατὰ τὴν φύσιν· τὸ ὑπάρχειν μέντοι κατ᾽ ἴδιον λόγον τὸ ἀπαύγασμα τοῦ Πατρὸς, ἕτερον δὲ πάλιν τὸ ἀπὸ γῆς σαρκίον, ἤτοι τελείως τὸν ἄνθρωπον· ἀλλὰ καὶ οὕτω ταῦτα διεγνωκότες, καὶ μόναις διελόντες ταῖς ἐννοίαις τὸν ἐφ᾽ ἐκάστῳ λόγον, ἀδιαστάτῳ πάλιν ἑνότητι περισφίγξομεν. «Σὰρξ γὰρ ὁ Λόγος ἐγένετο,» κατὰ τὸν ἅγιον εὐαγγελιστὴν, οὐκ εἰς σάρκα μεταβεβλημένος, οὐ γὰρ τοῦτό φησιν, ἀντὶ δὲ τοῦ ἄνθρωπος ὁλοκλήρως εἰπεῖν τὴν σάρκα ὠνόμασεν.

ϛʹ. Οὐκοῦν, ὡς ἔφησεν ἐν ἰδίοις συγγράμμασι καὶ ὁ πανεύφημος ἡμῶν πατὴρ καὶ ἐπίσκοπος Ἀθανάσιος, ὁ τῆς ὀρθοδόξου πίστεως κανὼν ἀδιάστροφος, δύο πραγμάτων ἀνομοίων κατὰ τὴν φύσιν ἐν ταὐτῷ γέγονε σύνοδος, θεότητος δηλονότι καὶ ἀνθρωπότητος.

Εἷς δὲ ἐξ ἀμφοῖν ὁ Χριστός. Καὶ ἄῤῥητος μέν πω ἦν, καὶ ἀπερινόητος ὁ τῆς ἀνακράσεως τρόπος παντελῶς· πίστει δ᾽ οὖν ὅμως παραδεκτὸν τοῦ μυστηρίου τὸ βάθος. Τὰ γὰρ ὑπὲρ νοῦν καὶ σύνεσιν τὴν ἐν ἡμῖν, περιεργίᾳ μὲν οὐδαμῶς, πίστει δὲ μόνῃ θαυμάζεται.

Ἐπειδὴ τοίνυν οὐκ ἀλλοτρίαν ἡγεῖτο τὴν σάρκα, ἴδιον δὲ μᾶλλον αὐτὴν ἐποιεῖτο ναὸν, καὶ ἄνθρωπος γεγονὼς, προσκυνεῖται δὲ καὶ παρὰ τῶν ἁγίων ἀγγέλων· «Ὅταν γὰρ, φησὶν, εἰσάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Πυθοίμην ἂν ἔγωγε καὶ λίαν ἡδέως τῶν ἑτεροδοξεῖν ἀσυνέτως τετολμηκότων, καὶ χωριζόντων μὲν, ὡς αὐτός πού φησιν ὁ Σωτὴρ, «ἃ συνέζευξεν ὁ Θεὸς,» δύο δὲ εἶναι Χριστοὺς καὶ δύο Υἱοὺς οἰομένων, εἴπερ τινὲς ὅλως εἰσὶ, κατὰ τίνα δὴ τρόπον ἁρμόσει καλῶς τῷ ἐκ Θεοῦ καὶ Πατρὸς ὄντι Λόγῳ, πρὸ τῆς ἐνανθρωπήσεως τὸ καλεῖσθαι πρωτότοκον. Πῶς γὰρ ἔτι μονογενὴς, εἰ πρωτότοκος; Εἰ μὲν γάρ ἐστι μονογενὴς, οὐκ ἂν εἴη πρωτότοκος· ἀλλ᾽ ἔστι κατὰ ταυτὸν ἀμφότερα Χριστὸς, καὶ οὐκ ἄν τις εἰς δύο καταδιελὼν τὸν ἕνα καὶ μόνον Υἱὸν, ἑνὶ μὲν ἀναθήσει τὸ, πρωτότοκος, θατέρῳ δὲ τὸ, μονογενής. Εὑρήσει γὰρ ὅλην αὐτῷ μαχομένην τὴν θεόπνευστον Γραφήν· ἄμφω γε μὴν ἐπὶ Χριστοῦ κυρίως εὑρήσομεν. Ἐπεὶ «πρωτότοκος» μὲν, ὡς ἄνθρωπος «ἐν πολλοῖς ἀδελφοῖς·» μονογενὴς δὲ πάλιν, ὡς Λόγος ἐκ Θεοῦ καὶ Πατρός.

Οὐκοῦν ὡς ὁ Παῦλός φησι· «Εἶς Θεὸς, καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς.» Ἕνα γὰρ καὶ αὐτὸν εἰδὼς τὸν Χριστὸν, κἂν ποτὲ μὲν ὡς Λόγος, ποτὲ δὲ πάλιν ὡς ἄνθρωπος, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν εἰσφέρηται, πάλιν ἐπιστέλλει περὶ αὐτοῦ· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε.

Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκλησίας, ὅς ἐστιν ἐν ἀρχῇ πρωτότοκος ἐκ τῶν νεκρῶν.» Ὁρᾷς δὴ πάλιν, ὅπως ἡμῖν ἀναμίξας τοῖς θεοπρεπέσιν ἀξιώμασι τὰ τῆς ἀνθρωπότητος ἴδια, τὸν αὐτὸν εἶναί φησι, καὶ εἰκόνα τοῦ ἀοράτου Πατρὸς, ἀπαύγασμα γάρ ἐστι καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ πρωτότοκον τῆς κτίσεως ἀποκαλεῖ, καὶ Θρόνων μὲν καὶ Κυριοτήτων, καὶ πάντων ἁπαξαπλῶς δημιουργὸν ὁμολογεῖ. Τὸν αὐτὸν δὲ πάλιν πρωτότοκον ἐκ τῶν νεκρῶν εἶναί φησι. Καίτοι καθὸ πέφηνεν ἄνθρωπος ἐν ὑστέροις τοῦ αἰῶνος, πῶς ἂν εἴη πρὸ πάντων; φορέσει δὲ πῶς τοῦ δημιουργοῦ τὸ ἀξίωμα; ἢ κατὰ τίνα τρόπον εἰκὼν ἔσται τοῦ ἀοράτου Θεοῦ;

Ἀνθρώπῳ δὲ πάλιν οὔπω γεγενημένῳ, κατὰ τίνα προσέσται λόγον τὸ, πάσης κτίσεως εἶναι πρωτότοκον, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν; Ὅνπερ γὰρ τρόπον οὐκ ἀνθρώπῳ νοοῖτο πρέπειν τὸ δημιουργεῖν θεοπρεπῶς, οὕτως ἀλλότριον τὸ τεθνάναι Θεοῦ· ἀλλ᾽ ἑνὶ καὶ τῷ αὐτῷ περιτιθεὶς ὁ Παῦλος ἀμφότερα φαίνεται.

Οὐχ ἕτερον ἄρα καὶ ἕτερον οἶδεν Υἱόν· ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν, καθάπερ οὖν ἀμέλει καὶ ὁ μακάριος προφήτης Ἡσαΐας τοιοῦτό τι περὶ Χριστοῦ φρονῶν καὶ λέγων εὑρίσκεται· «Καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις· καὶ ἔσονται δοῦλοι, καὶ προσκυνήσουσί σοι. Καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.» Ἀκούεις πῶς «Σοὶ, φησὶ, προσκυνήσουσι, καὶ ἐν σοὶ προσεύξονται, καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ;» Ἐροῦσι δὲ ταῦτα, καὶ τὸν ἐν ᾧ κατῴκησεν εἰδότες ναὸν, καὶ τὸν ἐνοικήσαντα Λόγον οὐκ ἀγνοήσαντες, προσκυνοῦσί γε μὴν οὐ τὸν ἐνοικήσαντα μόνον ἀποδιελόντες τοῦ προβλήματος τῆς σαρκός· ἀλλ᾽ ἕνα τὸν ἐξ ἀμφοῖν ἀῤῥήτως κεκερασμένον. Κατῴκησε μὲν ὁ Θεὸς Λόγος ἐν ἰδίῳ ναῷ, τῷ ἐκ γυναικὸς ἀναληφθέντι σώματι, ψυχὴν ἔχοντι τὴν λογικήν· ἀλλ᾽ εἰς τὴν οἰκείαν ἀνεστοιχείωσε δόξαν τὸ ἀναληφθέν. Διὰ γάρ τοι τοῦτο, καὶ μόνῳ τῷ κατὰ φύσιν ὄντι Θεῷ τὸ προσκυνεῖσθαι πρέπειν, τῆς θείας ἡμῶν ἀνατιθείσης Γραφῆς, κατεθάρσησε πάλιν ὁ Παῦλος εἰπεῖν· «Ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.»

Τί δὲ δὴ πάλιν ἐροῦμεν, ὅτε τοῖς τῶν ἁγίων εὐαγγελιστῶν περιτυχόντες συγγράμμασι, τὸν μὲν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν σωματικῶς εὑρίσκομεν τοῖς ἑαυτοῦ προσφυσῶντα μαθηταῖς, καὶ λέγοντα· «Λάβετε Πνεῦμα ἅγιον;» Παῦλος δὲ πάλιν ἐπιστέλλει, λέγων· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ καὶ Πατρός.» Ἑτέρους δὲ πάλιν ὡς περὶ τῶν Ἰουδαίων· «Ὧν αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Θωμᾶς δὲ τίνα ψηλαφήσας μετὰ τὴν ἐκ νεκρῶν ἀποβίωσιν, τὴν σοφωτάτην ἠφίη φωνὴν, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου;» Ἆρα καὶ τὴν χειρὸς ἁφὴν ὑπομένειν δύνασθαι τὸν ἐκ Θεοῦ Πατρὸς οἰησόμεθα Λόγον; ἀλλ᾽, οἷμαι, ληρεῖν τις ἡμᾶς οὐ μετρίως ἐρεῖ, τοῦτο λέγειν ἀσυνέτως ἀποτολμήσαντας. Τί δ᾽ ἂν εἴη τὸ παρ᾽ ἐκείνου ψηλαφώμενον, οὐδενὶ τῶν ὄντων ἐφικέσθαι δυσθήρατον. Ἀλλ᾽ εἰσίτω πρὸς ἅπασι τούτοις, καὶ ὁ τῶν ἁγίων μαθητῶν ἡγούμενος Πέτρος, ὃς διαπυνθανομένου τοῦ Σωτῆρός ποτε· «Τίνα λέγουσιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου;» διαῤῥήδην ἀναβοᾷ· «Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Οὐκ, Ἐν σοὶ, φησὶν, ὁ Υἱός· ἀλλ᾽ εἰδὼς ἕνα καὶ τὸν αὐτὸν, καὶ πρὸ σαρκὸς, καὶ μετὰ σαρκὸς, «Σὺ, φησὶν, εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Τί οὖν ἆρα τὸ ἐντεῦθεν ἐκβέβηκεν;

Ἐμακαρίζετο τοῦτο λέγων ὁ μαθητής· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Δῶρον δὲ ταῖς ἐννοίαις ἰσόῤῥοπον, καὶ τῆς ὀρθοδόξου πίστεως ἀμοιβὴν ἐκομίζετο, τὰς κλεῖδας τοῦ οὐρανοῦ, καθὼς γέγραπται. Ταύτῃ καὶ ἡμεῖς ἀκολουθῶμεν τῇ πίστει, καὶ τὸ συμφρονεῖν τοῖς Ἰουδαίοις ἀποῤῥιπτοῦντες ὡς ποῤῥωτάτω, μὴ λέγωμεν σὺν ἐκείνοις τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· «Διατί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» ἀλλ᾽ ἕνα προσκυνοῦμεν, καὶ ὁμολογοῦμεν Χριστὸν, τὸν αὐτὸν καὶ Λόγον ἐκ Θεοῦ καὶ Πατρὸς, καὶ «ἄνθρωπον ἐκ γυναικὸς,» καθὼς γέγραπται. Ἐπειδὴ γὰρ ἦμεν ἐν πολλαῖς ἁμαρτίαις, καὶ τὴν ἑκάστου ψυχὴν τὸ πικρὸν τῶν ἐν ἡμῖν ἡδονῶν κατεληΐζετο στίφος, «Ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, ὡς ὁ Παῦλός φησι, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,» καὶ σὺν αὐτῇ τὸν ἐξ αὐτῆς βλαστήσαντα θάνατον, ἵνα πάντας ἀναστοιχειώσῃ πρὸς τὴν ἀρχαίαν ζωήν. Ἰουδαῖοι μὲν γὰρ οἱ δείλαιοι, ταῖς τοῦ διαβόλου στρατηγίαις τὰ πάντα πειθόμενοι, τὸν τῆς δόξης ἐσταύρωσαν Κύριον. Ἀλλ᾽ οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν καὶ Θεὸν, τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς.

Τοιγάρτοι σκυλεύσας τὸν ᾅδην, καὶ πάντα τοῦ διαβόλου κενώσας μυχὸν, ἀνέστη τριήμερος, ὁδὸς καὶ ἀρχὴ καὶ θύρα τῇ ἀνθρωπείᾳ φύσει γενόμενος, πρὸς τὸ ἀνατρέχειν εἰς ζωὴν, καὶ τῶν τοῦ θανάτου κατανεανιεύεσθαι βρόχων.

Πάντες γὰρ ἦμεν ἐν Χριστῷ, καθὸ γέγονεν ἄνθρωπος χωρὶς ἁμαρτίας· «Καὶ σπέρματος Ἀβραὰμ ἐπελάβετο, κατὰ τὸ γεγραμμένον, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς, νικήσῃ τὸν θάνατον, ὅτε γέγονεν ἄνθρωπος.» Εἰς τοῦτο γὰρ ὅλος ὁ σκοπὸς τῆς μετὰ σαρκὸς οἰκονομίας ὁρᾷ τε καὶ βλέπει.

Διαναστὰς δὲ ὑπὲρ ἡμῶν καὶ δι᾽ ἡμᾶς ἐκ νεκρῶν, ὤφθη μὲν τοῖς ἑαυτοῦ μαθηταῖς, ἐπιτρέψας δὲ βαπτίζειν αὐτοῖς εἰς ὄνομα Πατρὸς, Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ ὅλην τῷ λόγῳ καταφωτίζειν τὴν οἰκουμένην, καὶ εἰς αὐτὸν ἀνέβη τὸν οὐρανὸν, «συνεμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,» καθὰ γέγραπται, ἵνα «παράκλητον αὐτὸν ἔχοντες πρὸς τὸν Πατέρα, καὶ ἱλασμὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν,» ὡς Ἰωάννης φησὶ, «δρομαῖοι βαδίζωμεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως·» ἁμαρτίας μὲν ἁπάσης ἀποπηδῶντες εὐτόνως, ἐπιτρέχοντες δὲ μᾶλλον τὸ κατορθοῦν ἐπείγεσθαι τὴν φιλόθεον ἀρετὴν, σωφροσύνην ἐπασκοῦντες, ἐγκράτειαν ἀγαπῶντες «παριστῶντες τὰ μέλη τοῦ σώματος ὅπλα δικαιοσύνης τῷ Θεῷ,» τῶν ἐν ταλαιπωρίαις μνημονεύοντες, ὀρφανοὺς καὶ χήρας ἀνακτώμενοι, τοῖς δεσμίοις ἐπελαφρίζοντες τὴν ἐκ τοῦ δέεσθαι συμφορὰν, καὶ ἁπαξαπλῶς τῆς εἰς ἀλλήλους ἀγάπης ἐχόμενοι.

Τότε γὰρ, τότε τὴν καθαρωτάτην καὶ παντὸς ἀγαθοῦ μητέρα νηστείαν ἐπιτελέσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ δωδεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ἑπτακαιδεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ δευτέρᾳ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.