Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή Θ΄

Η εαρινή ώρα ως τύπος της πνευματικής ανακαινίσεως, έλεγχος της ειδωλολατρίας και της υποκρισίας, και πνευματική ερμηνεία των διατάξεων του νομικού Πάσχα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 29

ΛΟΓΟΣ Θʹ. αʹ. Ἄρα πάλιν ἡμᾶς τὰ λαμπρὰ τῆς ἁγίας ἑορτῆς ἀναδεκνύντας συνθήματα, μέγα τι καὶ διαπρύσιον ἀνακραγεῖν· «Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.» Ἥκει γὰρ, ἥκει καὶ εἰσαῦθις ἡμῖν διὰ τῆς ἐτησίου περιστροφῆς ὁ τῆς νηστείας καιρός. Καθάπερ ἐξ ἑῴων ἄρτι κλιμάτων ἡλίου μὲν γῆς ὑπερύπτασθαι λαβόντος ἀρχὴν, εἴσω γε μὴν ἔτι τὴν αἴγλην ὠδίνοντος, αἱ λαμπραὶ τῶν ἀκτίνων προσανίσχουσι βολαὶ, τὴν ἐκ τοῦ σκότους μετατιθεῖσαι κατήφειαν εἰς ἡδὺ γελῶσαν εὔχροιαν, καὶ ὄψιν· τὸν [αὐτὸν], οἶμαι, τρόπον τῆς θείας ἡμῶν ἑορτῆς περιαγγελλομένης ἤδη καὶ προσλάμπει αὐτῆς τὸ σεμνὸν δὴ τοῦτο τῆς Ἐκκλησίας ἀναπειθούσης κήρυγμα, διαλευκαίνεταί πως τῆς ἑκάστου διανοίας εἰς φαιδροτέραν ἕξιν τὸ κήρυγμα· καί μοι δοκεῖ, φαίην δ᾽ ἂν ἴσως, οὐκ ἀπὸ σκοποῦ, μέλλοντά πως ἔτι καὶ καταιτιᾶσθαι τάχα τὸν τοῦ σταδίου καιρόν.

Ἀλύει δὲ, ὡς εἰκὸς, καὶ βαρύνεται φιλεργὸς ὢν ὁ νοῦς, ὅτι μὴ συνειστρέχοντας τῷ κηρύγματι τοὺς ἀγῶνας ὁρᾷ· τοιγάρτοι καὶ λίαν ὀρθῶς τὸν ἐν προθυμίαις ὄντα ταῖς οὕτω θερμαῖς, ἵππῳ πολεμιστηρίῳ τὸ τῆς θεοπνεύστου Γραφῆς παρεικάζει λόγιον, ὡδί πως ἔχον· «Πόῤῥωθεν ὀσφραίνεται πολέμου, σὺν αἵματι καὶ φωνῇ.» Ἵππον μὲν γὰρ τὸν ὑψαύχενα, καὶ ὁ πάνδεινος τοῦ πολέμου κρότος, καὶ κτύπος ἐνόπλιος, καὶ σιδήρου στίλβοντος ὄψις, καὶ τῶν ἐν μάχῃ σαλπίγγων οὐκ ἐλευθέρα δείματος ἠχὴ, πρὸς τὸν ἐπὶ τῷ πολέμῳ παρεγείρει πόθον· ἀνδρὸς δὲ ὁσίου ψυχὴν εἰς ἀγῶνα παραθήγει τὸν θεῖον λόγος τῶν καλλίστων εἰσηγητικὸς, καὶ εἰς φιλόθεον ἕξιν μάλα διανιστάς.

Λόγῳ μὲν οὖν κεχρῆσθαι τοιῷδε, λαμπρὸν, οἶμαι, τὶ τὸ χρῆμα καὶ ἀξιοζήλωτον ὁμολογήσειέ τις ἄν. Τό γε μὴν ἐπιτηδείως ἔχοντας ἡμᾶς, εἰς τοῦτο μηδαμόθεν ὁρᾶσθαι τάχα ἄν τι καὶ δέος ἡμῖν προσεποίησε, καὶ τριπόθητον ἔδειξε τὸ σιγᾷν (οἱ γὰρ ἑαυτῶν ἐπιγνώμονες σοφοὶ, κατὰ τὸ γεγραμμένον), εἰ μὴ θεῖος ἡμᾶς ἐπὶ τὸ χρῆναι λαλεῖν ἀντεσόβει νόμος. «Ἱερεῖς γὰρ, φησὶν, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος παντοκράτωρ.» Χρὴ δὲ δή τι διαπυνθάνεσθαι μὲν ἡμᾶς· ἐπιμαρτύρασθαι δὲ τῷ οἴκῳ Ἰακὼβ, δι᾽ ἑτέρου προφήτου κεχρησμῴδηκε, λέγων· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας τὴν γῆν εἰς οἶκον Κυρίου Θεοῦ ἡμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς.» Οὐ γὰρ δή που φαίη τις ἂν, ὡς ἀνίπτοις ἰέναι ποσὶν ἐπὶ τὴν εἴσω θέμις σκηνήν· προκεκαθαρμένους δὲ μᾶλλον διὰ πάσης ἐπιεικείας· καὶ τοῖς ἐξ ἀσκήσεως πόνοις τὰ ἐπὶ τῆς γῆς νεκρώσαντας μέλη, τότε δὴ, τότε τῶν θείων ἐπέκεινα καταπετασμάτων ἐπείγεσθαι δεῖν, τὸ βαθὺ τοῦ Σωτῆρος ἡμῶν περισκεπτομένους μυστήριον.

Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῆς ἄνωθεν ἡμῖν εὐλογίας πλουσίως μεταλαχεῖν, μὴ οὐχὶ δρᾷν ἑλομένοις, καὶ μάλα προθύμως, τὰ τῇδε διηγγελμένα. Ταῦτα τῷ λόγῳ πρὸς τὸ παρὸν ἡ πρόφασις ἐκ νομικῶν συνθημάτων στρατηγεῖν μὲν, καὶ συνοπλίζεσθαι τοῖς ἁγίοις μαχηταῖς ἐπιτεταγμένοι, πανηγυραρχεῖν δὲ τοῖς ἑορτάζουσι, καὶ συμπαρεῖναι μυσταγωγόν. Καὶ τίς ἡ τούτων ἀπόδειξις; Αὐτὸς ὁ πάντων Δεσπότης, οὕτω πρὸς ἡμᾶς διὰ Μωσέως εἰπών· «Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημάνητε ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξι· καὶ ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν. Καὶ ἔσται ὑμῖν ἀνάμνησις ἐναντίον τοῦ Θεοῦ ὑμῶν.» βʹ. Καὶ σκιὰν μὲν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, καιροῦ πρὸς μάχην ἐπείγοντος, τοὺς ἱερᾶσθαι λαχόντας κεχρῆσθαι δεῖν ἐπιτάττει ταῖς σάλπιγξιν, ὑψηλὸν δὲ καὶ ὑπέρτονον ἰέντας ἠχὴν, εἰς ἀνδρείας ἀνάμνησιν ἐγείρειν τὸν ὁπλιτεύοντα· τοῖς γε μὴν ἑορτάζουσι, τὸν ταῖς θυμηδείαις πρέποντα ποιεῖσθαι ῥυθμόν.

Οἱ δὲ τὰ ἐκ τῆς ἐντεῦθεν σκιᾶς εἰς τὴν τῆς ἀληθείας μεταπλάττοντες δύναμιν, ἀντὶ τῆς ἀρχαίας ἐκείνης σάλπιγγος, καὶ ἀχρείου καταβοῆς, τὸν διδασκαλικὸν ἐπιτηδεύομεν λόγον, παρορμῶντα μὲν εἰς εὐτολμίαν τὴν σώφρονα τοὺς τοῖς τῆς σαρκὸς κινήμασιν ἀντιπαρεξάγοντας τὴν ἐγκράτειαν, καταστρατευομένους δὲ τῶν οἰκείων παθῶν, καὶ τοῖς τῆς δικαιοσύνης ὅπλοις ἐναρμόσασθαι δεῖν ἑλομένους· τοῖς γε μὴν οὖσιν ἐν εὐπαθείαις καὶ πνευματικοῖς ἀναθήμασι, τὴν ἁπάντων βασιλίδα φύσιν ἀντιγεραίρουσιν, συνανασκιρτᾷν εἰωθότα, καὶ τοῦ Σωτῆρος ἡμῶν τὰ παντὸς ἐπέκεινα θαύματος εὐφημεῖν κατορθώματα. Ἠρινὸς μὲν οὖν ἐστιν ὁ παρὼν καιρός· καί μοι δοκεῖ πολλοῖς ἂν αὐτὸν δύνασθαι καταστέψαι λόγον τὸν εὐτρόχῳ μὲν γλώττῃ, νῷ δὲ τῷ παναρίστῳ διαπρεπεῖ. Νῦν μὲν γὰρ ἀμειδῆ τοῦ χείματος ὄψιν, οἷά τινα κόνιν ἀπονιψάμενος, καθαροῖς ἡλίοις διαφαιδρύνεται, ὄρεσι δὲ καὶ νάπαις, δρυμοῖς τε καὶ λόχμαις ἀπονέμει πάλιν τὸ ἐν τῷ καλλίστῳ γενέσθαι σχήματι. Ἀνηβάσκει γὰρ ἤδη καὶ νεογονεῖ φυλλάδι περιανθίζεται. Καὶ χαίρων μὲν ὁ ποιμὴν, ἡδέα διασυρίζει, καὶ λιγυρὸν ἀνιεὶς ἐκ καλάμου τὸ μέλος, εἰς εὐανθῆ καὶ ἀρτιφυῆ κατανεύεσθαι πόαν, τὴν ἀγέλην ἀφίησι· σκαίρουσαν δὲ τὴν δάμαλιν ὁμοῦ τῇ τεκούσῃ χλοηφορεῖν ἐπείγει βουκόλος.

Καὶ ἀμπέλων μὲν ἄρτι νέοι τρέχουσι κλῶνες, καθάπερ τισὶ δακτύλοις ταῖς τῶν ἑλίκων προσεκδρομαῖς τῶν δονάκων ἐπιδραττόμενοι, καὶ τοῖς παραπεπηγόσι τῶν φυτῶν ἐπιθρώσκοντες. Ἀεὶ γὰρ αὐτοῖς πρὸς ὕψος ἰέναι φίλον, ἵνα τὸ λαμπρὸν τῶν βοτρύων διαφαίνηται κάλλος. Λειμῶνές γε μὴν τῇ τῶν ἄνθεων εὐωδίᾳ πολυτρόπως εὐωδιάζοντες, τῇ συνήθει δωρεᾷ τοὺς γηπονοῦντας εὐφραίνουσι.

Προσθείη δ᾽ ἄν τις τούτοις μυρία ἕτερα τὸν ἀνθοκομεῖν εἰωθότα κατασεμνύνων καιρόν. Ἀλλ᾽ οὐδὲν, οἶμαι, πολὺ τὸ τούτοις αὐτὸν ἀγλαΐζεσθαι μόνοις, τὸ γὰρ δὴ τῶν ἄλλων ἁπάντων ἀξιώτερον, ἐκεῖνό ἐστι. Συνανέβη γὰρ τοῖς φυτοῖς καὶ ἡ πάντων τῶν ἐπὶ τῆς γῆς ἡγεμονεύουσα φύσις, φημὶ δὲ τὸν ἄνθρωπον. Ἠρινὸς γὰρ ἡμῖν εἰσκομίζει καιρὸς τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάστασιν, δι᾽ ἧς οἱ πάντες ἀναμορφούμεθα εἰς καινότητα ζωῆς, τὴν ἐπείσακτον τοῦ θανάτου διαδράντες φθοράν. Ἦν γὰρ δὴ καὶ ὄντως ἀπίθανον, φυτῶν μὲν εἴδη καὶ γένη πρὸς τὴν ἀρχαίαν ὄψιν ἀνακομίζεσθαι, δυνάμει τοῦ πάντα ζωογονοῦντος Θεοῦ, κεῖσθαι δὲ ἄπνουν, οὐδεμιᾶς ἄνωθεν λαχόντος φροντίδος, δι᾽ ὃν καὶ ἡ τῶν φυτῶν ἐξεύρηται γέννησις.

Συντρέχει τοίνυν καθ᾽ ἕνα τοῦτον ἡμῖν τὸν καιρὸν, τὸ τοῖς ἄλλοις ἅπασι τὴν ἁπάντων κρείττονα τῶν ἐπὶ γῆς συνανακαινίζεσθαι φύσιν· δημιουργὸς δὲ τούτου Χριστός. Καὶ γοῦν ὁ Θεὸς καὶ Πατὴρ δι᾽ ἑνὸς ἐφώνει τῶν προφητῶν· «Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεὸς ἐν σοὶ δυνατὸς, σώσει σε, καὶ ἀνακαινίσει σε ἐν τῇ ἀγαπήσει αὑτοῦ.» Ἐν γὰρ τῷ καιρῷ τῆς εἰς ἡμᾶς ἀγαπήσεως, τουτέστιν, ὅτε δι᾽ ἡμᾶς γέγονεν ἄνθρωπος, πρὸς καινότητα ζωῆς ὅλην ἐν ἑαυτῷ ἀναμορφώσας τὴν φύσιν, καὶ εἰς ὅπερ ἦν ἐξ ἀρχῆς ἀναστοιχειώσας, ὡς Θεὸς, ἔαρ μὲν ἡμῖν ἔδειξε νοητὸν, ψυχικοὺς δὲ ὄντας, διὰ τὴν πάλαι κρατήσασαν ἁμαρτίαν, πνευματικοὺς ἀπέδειξε δι᾽ εὐσέβειαν. Καὶ εἴ τῳ μανθάνειν ἡδὺ, καὶ τέθειται περισπούδαστον, καὶ εἰδέναι σαφῶς, τί μὲν εἴη τὸ ἐξ ἀμφοῖν παραδηλούμενον, ποδαπὴ δὲ καὶ ὅσια τῶν ὀνομάτων ἡ διαφορὰ, παρήσω λέγοντα Παῦλον· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. Μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται.» Οἱ μὲν γὰρ ἀδιακρίτως εἰς ἅπαν ἁπλῶς χωρεῖν μελετήσαντες τὸ ἀναβαῖνον εἰς νοῦν, καὶ ταῖς τῆς ψυχῆς ἐπιθυμίαις πάντα κάλων ἀνέντες, ἀφορήτως ἔχουσι περὶ τοὺς τοῦ Πνεύματος νόμους σωφρονεῖν ἀναπείθοντας, εὐφυᾶ τε καὶ τετορνευμένον ἐπασκῆσαι τὸν βίον.

Οἱ δὲ τοῖς τοῦ Πνεύματος νόμοις τὸ χρῆναι νικᾷν ἐπιτρέποντες, εἰς οὐδὲν ἀπερισκέπτως τῶν πρακτέων οἰχήσονται, τὸ δὲ πεφυκὸς ὠφελεῖν ἀεὶ δοκιμάζοντες, καὶ προτάττοντες μὲν τῶν ἡδέων τὸ λυσιτελές· κατόπιν δὲ τοῦ συμφέροντος τὸ μὴ οὕτως ἔχον τιθέναι σπουδάζοντες, ὑπ᾽ οὐδενὸς κατακρίνονται, πάντα δὲ μᾶλλον διακρίνουσιν αὐτοί. Τίς γὰρ, εἰπέ μοι, τῶν οὕτω ζῇν ᾑρημένων, ὡς πονηρὸς εἴη λέγων, οὐχὶ τῆς ἰδίας μᾶλλον καταψηφιεῖται κακίας, καὶ τὰ πάντων αἴσχιστα τῆς ἑαυτοῦ καθοριεῖ κεφαλῆς. Τὸ γὰρ, οἶμαι, κακοῦν ἀσυνέτως ἀποτολμᾷν, οἷς περ ἂν μᾶλλον θαυμάζεσθαι πρέποι, τῆς ἐσχάτης φαυλότητος ἀπόδειξιν ἔχειν, καὶ ὁ τοῖς οὕτως αἰσχροῖς συναγορεύειν οὐ παραιτούμενος, αὐτὸς μάρτυς τῆς ἑαυτοῦ βδελυρίας εἰσρήσεται [ἴσ. εὑρ-]. Δι᾽ ὧν γὰρ ἔγνω τιμᾷν ἃ χρῆν ἐλέγχειν ὡς πονηρὰ, διὰ τούτων αὐτῶν, ὅτι μὴ πέφυκεν εἶναι χρηστὸς ὁμολογήσει λαμπρῶς. Ἀῤῥώστημα δὲ τῶν ἄλλων ἔλαττον οὐδενὸς, καὶ τοῦτο ὑπάρχειν ἡ θεία διορίζεται Γραφὴ, τὸ μὴ δύνασθαί φημι διακρίνειν ὀρθῶς τῶν πραγμάτων τὰς φύσεις. «Οὐαὶ γὰρ, οἱ λέγοντες, φησὶ, τὸ καλὸν πονηρὸν, καὶ τὸ πονηρὸν καλὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος.» Οὕτω γὰρ, οἶμαι, ῥᾳδίως διέλοι τις ἂν τῶν αἰσχρῶν τὰ βελτίονα, ἀταλαίπωρόν τε τὴν ἐπ᾽ ἀμφοῖν ποιήσεται κρίσιν, ὡς εἰ καὶ φωτὸς καὶ σκότους ποιοῖτο τῷ λόγῳ διαφοράν.

Οὐαὶ τοίνυν, φησὶ, τοῖς εἰς τοῦτο παροινίας κατωλισθηκόσιν, ὡς καὶ τὰ λίαν εὐσύνοπτα συγχεῖν, καὶ τῷ μὲν φωτὶ τὸ τοῦ σκότους ὄνομα, τῷ δ᾽ αὖ σκότῳ τὸ τοῦ φωτὸς ἀπονέμειν οὐκ ἐρυθριᾷν. Ἀλλ᾽ οὐχὶ τῶν ἀγαθῶν καὶ τῶν πνευματικῶν φαίη τις ἂν τὰ τοιαῦτα ἀῤῥωστήματα· ψυχικῶν δὲ μᾶλλον καὶ πονηρῶν· Ἡδοναῖς γὰρ ταῖς τοῦ παρόντος βίου τὸν νοῦν ἔχοντες τυραννούμενον, ἀφεστᾶσι τοσοῦτον τοῦ δρᾷν ἐθέλειν τὸν ἀγαθὸν, ὡς καὶ ὅ τί ποτέ ἐστιν ἀγνοῆσαι λοιπόν.

Ἐπειδὴ δὲ οὐ κατ᾽ ἐκείνους ἡμεῖς φιλόθεοί τε ὄντες καὶ πνευματικοὶ, παραστήσωμεν ἑαυτοὺς ὡσεὶ ἐκ νεκρῶν ζῶντας τῷ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθανόντι, καὶ ἐγερθέντι Χριστῷ, καὶ ὡς ὁ θεῖος ἡμῖν ἐπιτάττει Παῦλος· «Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν·» μὴ περιελκόμενοι πρὸς ἀλλοκότους ἡδονὰς, μηδὲ ἐξιτήλοις ἐπιθυμίαις, καθάπερ εἰς βάραθρόν τινα χώραν ἀποδημοῦντες τὴν ἁμαρτίαν· ἀλλ᾽ εἰς τὴν τῶν ἁγίων καλλίπολιν ἀποβλέποντες τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν, διὰ πάσης ἐπιεικείας καὶ νήψεως τὸν οἰκεῖον καταφαιδρύνωμεν βίον· ὀρθῇ δὲ πρὸς τούτοις καὶ ἀνενδοιάστῳ τῇ πίστει τὸν ἑαυτῶν Δεσπότην ἀντιτιμήσωμεν, τὸ γεγραμμένον ἔχοντες εἰς νοῦν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.» Ἅπαν δὲ ἡμᾶς τὸ τῆς ἀγαπήσεως μέτρον ἀνατιθέναι προστάττων διαμοιρηθὲν οὐδαμῶς ἢ ἐφ᾽ ἕτερόν τι παρηλκυσμένον, ὁλοκλήρῳ τῇ πίστει κελεύει τιμᾷν, μηδαμῆ νοοῦντας τὸ ἐν πίστει βραχὺ, καὶ ἀτελὲς εἰς εὐσέβειαν· ἤγουν ἀπονέμοντάς τι καὶ δόξης ἀγαθῆς τοῖς οὐκ οὖσι θεοῖς. Τοιγάρτοι καὶ ἐπιφέρει λέγων· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ.» Τὸ γὰρ εὔκολον εἰς ἀπόστασιν καὶ παρατροπὴν, καὶ ἐφ᾽ ἃ μὴ θέμις εὐπάροιστον, μικροψυχίας μὲν ἁπάσης ἀπόδειξιν ἂν ἔχοι σαφῆ, καταγέλαστον δὲ καὶ ἐν τοῖς μηδενὸς ἀξίοις ὁρᾶσθαι ποιεῖ.

γʹ. Καὶ ὅτι μὲν τοῖς εἰς τελείαν ἕξιν, διὰ τῆς εἰς ἄκρον συμπαθείας ἐξησκημένοις κατειθισμένοις τε ἤδη τῆς στερεωτέρας ἀναπίμπλασθαι τροφῆς, οὐ σφόδρα λαλοῦμεν ἔν γε τῷ παρόντι τὰ ἀναγκαῖα συνίημι κἀγώ· «Στοιχεῖα γὰρ ταῦτα καὶ ἀρχαὶ τῶν λογίων τοῦ Θεοῦ,» κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἀλλ᾽ οὐκ εἰς μακρὰν μὲν ἐκείνης τὰ συνήθη διαλέξομαι, συγγνώμην δὲ ἔχειν εἰς τὸ παρὸν αἰτήσομαι, καὶ τοῖς τοῦ Σωτῆρος ἡμῶν ἀποκεχρήσομαι λόγοις· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.» Ὁ μὲν γὰρ οἴκοθεν ἔχων ὑγιᾶ τὸν νοῦν, καὶ εἰ μὴ τούτων παρακαλούντων τύχοι, πάλιν οὐδὲν ἧττον στήσεται· ὁ δὲ ἀσθενὴς τὴν καρδίαν, πολλῆς ἂν δέοιτο τῆς ἐπικουρίας· οὐ γὰρ ἂν ἑτέρως διακρούσαιτο τοῦ πάθους τὴν ἐπήρειαν. Ἥξει δὲ ἡμῖν διὰ παραδειγμάτων ὁ λόγος. Τὰ μὲν γὰρ εὔριζα τῶν φυτῶν, καὶ περιπληθέσι τοῖς πρέσμοις καλῶς ἱδρύσθαι πεπιστευμένα, πρὸς ὕψος μὲν ἀναθρώσκει μέγα καὶ πολὺ, δι᾽ οὐδενός τε παντελῶς ποιούμενα λόγον τὰς τῶν ἀνέμων πλεονεξίας διαπέπηγεν ἀσφαλῶς, κἂν πολλῷ καὶ ἀφορήτῳ διασυρίζουσαι ῥόθῳ ὁρμῆς περιχεῖσθαι σπουδάζωσι. Τὰ δὲ μὴ λίαν ἁδρυνθέντα τῶν ξύλων, τρυφερώτερα δέ πως ἔτι καὶ νεοπαγῆ καὶ ἄρτι τῆς αὐτὰ τεκούσης ὑπερκύπτοντα γῆς, οὐκ ὀλίγων ἂν δέοιντο τῶν ὑπορθωμάτων.

Ἔνεστι γὰρ τοσοῦτον ἀσθενείας αὐτοῖς, ὅσον καὶ χρόνου σμικρότητος, σφαλερωτάτην δὲ οὕτως ἔχει τὴν στάσιν, ὡς ὑπὸ μιᾶς ἔσθ᾽ ὅτε πνεύματος προσβολῆς καταῤῥιπτεῖσθαι τῶν βόθρων. Νεανίαις δὲ κεῖσθαι τοῖς ἄρτι ἀκμάζουσι προθήβαις ἐν ἴσῳ τὸν αὐτὸν οἶμαι τρόπον. Οἱ μὲν ἤδη πρὸς ἀσφαλῆ καὶ τὴν ὄντως φιλόθεον ἀναδραμόντες διάνοιαν, καὶ τῇ πίστει τῇ εἰς Θεὸν ἐῤῥιζωμένοι, καλῶς διαμένουσιν ἀκλόνητοι, καὶ προσωθῇ πειράζων ὁ Σατανᾶς. Οἵ γε μὴν ἔτι τρυφᾷν ἔχοντες τὴν καρδίαν, εἰ μὴ σφόδρα συχνὸν τὸν ἐπανορθοῦντα δέχοιντο λόγον, εὐκόλως ἂν, οἶμαι, διολισθήσειαν, καὶ πρὸς ἅπαν ἠχήσονται τὸ τῷ καταστρέφοντι δοκοῦν. Εἰ μὲν οὖν οὐκ ἦσαν ἐν ἐμοὶ οἱ τοιοῦτοι, κἂν εὐθὺς ἐχρῆν ἰθυδρομῆσαι τὸν λόγον ἐπὶ τὰ τῶν μαθημάτων ἐξησκημένα, καὶ τελειοτέραν ἔχοντα τὴν ὑφήγησιν. Ἐπειδὴ δὲ πολλοὺς, οἶμαι, κατίδοι τις ἂν, οἷς οὐκ οἶδ᾽ ὅπως ἐπὶ τὸ διαῤῥιπτεῖσθαι φίλον, ἐπαμφοτερίζουσάν τε τὴν διάνοιαν ἔχειν πρός τε τὸν φύσει καὶ τοὺς οὐκ ὄντας τοῦτο θεοὺς, ἢ καὶ οὕτω κατωνομασμένους, τί τὸ νοσοῦν ἀφέντες, ἀβούλως ἐπὶ τὸ μὴ οὕτως ἔχον ἴομεν εὐθύς; Ὥρα τοίνυν, ὡς ἔοικε, κατὰ τὸν θεσπέσιον Παῦλον τοῖς τοιούτοις εἰπεῖν· «Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.»

Εἰ γὰρ χρή τι καὶ ἡμᾶς ἀναφανδὸν εἰπεῖν, μηδεμίαν ἐπαφέντας τῷ λόγῳ περιστολὴν εἰ προσέρχῃ τῇ πίστει, πρόσιθι καθαρῶς, ὁλοτρόπως δηλονότι, καὶ μὴ σκάζοντι τῷ νῷ, μηδὲ καρδίᾳ μεμερισμένῃ· μᾶλλον δὲ, εἰ χρή τι καὶ ἀληθέστερον εἰπεῖν, ὅλην ἐχούσῃ πρὸς ἐκεῖνα τὴν ῥοπὴν, ἐξ ὧν ἡ χάρις λυτροῦται τὸν ἀληθῶς ἐπιστρέφοντα. «Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.» Λογισώμεθα γὰρ ὠδὶ τὴν τοῦ πράγματος φύσιν ἐκ τῶν καθ᾽ ἡμᾶς αὐτούς. Βεβαρβάρωταί τις τυχὸν, ἁλοὺς παρ᾽ ἐκείνοις ἐν ἡλικίᾳ μικρᾷ· ἀνατεθραμμένος δὲ παρ᾽ αὐτοῖς, ἐσπάσατο μὲν τῶν ἠθῶν, συνεπλάσθη δὲ ὥσπερ ἀγρίοις ἔθεσί τε καὶ νόμοις.

Εἶτα τοῦ χρόνου πρὸς ἐπίδοσιν ἄγοντος ἡλικίας τε καὶ φρενῶν ἔγνω τῆς ἐνεγκούσης ἐστερημένος, ἀλύει δὲ τὸ ἐντεῦθεν, καὶ πατρίδος μὲν τῆς φιλαιτάτης ἐρᾷ, καὶ μὴν καὶ πατρῴοις ἐντιθασσεύεσθαι νόμοις διαπύρως ἔχει. Εἶτα πρὸς τὴν ἄνωθεν ἡμερότητα μετατιθεὶς, γνώμην τε τὴν ἑαυτοῦ, καὶ σὺν ἐκείνῃ τὴν δίαιταν, προσκεχώρηκε βασιλεῖ, καὶ τὰς τοῦ πράγματος αἰτίας εἰπὼν, ὡς εἴη μὲν σφόδρα φιλόπατρις, νόμων δὲ τῶν ἡμέρων ἐρᾷ, τιμῆς ἠξιώθη καὶ γερῶν. Ἆρ᾽ οὖν, ἐρήσομαι γὰρ ἐπὶ τούτῳ τοὺς ἀκροωμένους, οὐχὶ τὸν τοιοῦτον οἴεσθε βαρβαρίζοντα μὲν ἔτι, καὶ φρονοῦντα τὰ ἐκείνων, ὡς ἐφ᾽ ἅπασιν εὐλόγως ἂν εὐθύνεσθαι τοῖς κακοῖς, καὶ κολάσεως εἶδος τὸ αὐτὸ πρέπον οὐκ ἔχειν· ἐμμένοντά γε μὴν τοῖς εἰρημένοις ἐξ ὀρθότητος λογισμῶν, καὶ ἀκατηγόρητον τῷ τιμήματι τὴν εὔνοιαν ἀποσώζοντα, καὶ τῶν ἔτι μειζόνων ὑπάρχειν ἄξιον; Ἀλλ᾽, οἶμαι, σαφὴς ὁ λόγος. Οὐκοῦν ἀπὸ τοῦ παροισθέντος ἡμῖν ἀρτίως, ὡς ἐν εἰκόνος σχήματι, καὶ ἐπ᾽ αὐτὴν ἰέναι φημὶ δεῖν τῆν ἀλήθειαν. Φέρε δὴ οὖν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντες τοῦ γένους, τὰ ἐπὶ τῷ πρωτοπλάστῳ διασκεψώμεθα, κατὰ τὴν ἴσην τοῖς εἰρημένοις, ἀναλόγως διεξάγοντες τὸ θεώρημα.

δʹ. Ἦν μὲν γὰρ παντὸς ἀνάπλεως ἀγαθοῦ, καὶ εἰς λῆξιν τὴν ἀνωτάτω τῆς ἐν ἡμῖν εὐθυμίας, ἧς ἂν καὶ μέχρι παντὸς κατέστη κύριος, εἰ μὴ τὴν θείαν ἐξ ἀπάτης παραδεδράμηκεν ἐντολήν. Ἀλλ᾽ εἰ καὶ τοῦτο συνέβη παθεῖν, τὸν γοῦν τὸν ἕνα καὶ φύσει Θεὸν προσκυνεῖν τε καὶ σέβειν ζημιωθεὶς, οὐ καλῶς ἔσται.

Τοιγάρτοι καὶ ἡ πρώτη τῶν ἐξ αὐτοῦ γεγονότων υἱῶν ξυνωρὶς, αὐτῷ προσεκόμιζε τῶν εὑρημένων τὰς ἀπαρχάς. Θεὸν γὰρ ἡ φύσις ᾔδει τιμᾷν, νόμου πρὸς τοῦτο δεηθεῖσα μηδενός. Καὶ ὁ μὲν Ἄβελ τοῖς ἐξ ἀγέλης, Καῒν δὲ τοῖς ἀπὸ τῆς γῆς ἐτέλουν τὰ χαριστήρια.

Ὁ μὲν γὰρ ἡγεῖτο ποιμνίων, τῷ δὲ χρηστὸν ἐδόκει τὸ φυτουργεῖν, καὶ τοῦτο εἰργάζετο. Κατὰ βραχὺ δὲ τοῦ γένους ἀεὶ πρὸς τὰ χείρω διολισθαίνοντος, καὶ πολὺ τῆς προλαβούσης αἰσχίονα νοσοῦντος κακίαν, ὁ μὲν τῇ φύσει κατεσπαρμένος διωλώλει τε καὶ πεπάτητο νόμος, καίτοι Θεὸν ἀναπείθων εἰδέναι τὸν ἕνα καὶ μόνον. Προσεξεύρητο δὲ τοῖς ἄλλοις ἅπασι κακοῖς καὶ ἡ πολύθεος πλάνη, μάθημα δεινὸν, ὦ ἄνδρες ἀδελφοὶ, καὶ τῆς τοῦ διαβόλου πικρίας λῆξιν ἔχον τὴν ἀνωτάτω. Ὥστε γὰρ δεῖν, οὐχὶ μόνης ἡμᾶς τῆς πρὸς Θεὸν ἐξῶσαι φιλίας διὰ τὴν εἰσποίητον ἁμαρτίαν, ἀλλὰ καὶ γνώσεως ἀληθοῦς νοσοῦντας τὴν ἐρημίαν, βδελυροὺς ἀποφῆναι καὶ διεπτυσμένους. Ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως εἰς τελεωτάτην καταστροφὴν τὰ καθ᾽ ἡμᾶς καταγαγεῖν.

Ἐδεδίει δὲ, ὡς εἰκὸς, μὴ ἄρα τῷ φύσει προσιόντες Θεῷ, καὶ τὸν τῶν ὅλων δημιουργὸν εἰδέναι σπουδάζοντες, ἀποσεισώμεθα τῆς αὐτοῦ πλεονεξίας τὸν ζυγὸν, πρὸς δὲ τὸ ἀρχαῖον τῆς ἑαυτῶν φύσεως ἀναθεῖν ἑλώμεθα κάλλος. Ταύτης τοι τῆς αἰτίας ἕνεκα, τὸν τῆς ἡμετέρας διανοίας τεθόλωκεν ὀφθαλμὸν, καὶ ταῖς ἐπεισάκτοις ψευδολατρείαις ἐνδήσας τὸν ἄνθρωπον, πεδήτην ὥσπερ τινὰ, καὶ ἐν δορυκτήτου τάξει τὸν ἐλεύθερον ἐποιήσατο. Ἀλλ᾽ οὐκ ἐπιτεύξεται δόλιος θήρας, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἐκβέβηκεν αὐτῷ κατὰ νοῦν τῶν πραγμάτων τὸ πέρας.

Θεομαχεῖ γὰρ ἐξ ἀνοίας ὁ δείλαιος, καί μοι δοκεῖ τοῖς ἐν θαλάσσῃ πλωτῆρσι τὰ ἴσα παθεῖν, οἳ ταῖς τῶν ἀνέμων ἀντιπνοίαις ἀτέχνως προσερίζοντες, αὐτῇ νηῒ διολώλασιν. Ἀπέλαμψε γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τῶν ἐκείνου δεσμῶν ἐξείλετο· καὶ ἀντ᾽ αἰχμαλώτων ἔδειξεν ἐλευθέρους.

εʹ. Ταυτὶ δὲ πρὸς τὸ παρὸν ἀναγκαίως ἡμῖν εἰσεκομίσθη τὰ διηγήματα. ᾨήθην γὰρ δεῖν ἐπιδεῖξαι χρησίμως ὡς ἀρχαῖον μέντοι χρῆμά ἐστι καὶ τῇ φύσει συναναδειχθὲν ἡ εἰς Θεὸν ἐπίγνωσις, τὸν ἕνα καὶ ἀληθῆ· ἐπείσακτον δὲ καὶ δυστροπίας εὕρημα τὸ πολύθεον νόσημα. Ἀλλ᾽ εἰ καὶ τῆς ἐκείνου τυραννίδος ἡττώμενοι καὶ τὴν ἀφόρητον οὐκ ἐνεγκόντες πλεονεξίαν, ἐπλανήθημέν ποτε, καὶ λελατρεύκαμεν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐρανῷ, καὶ ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις, καὶ γῇ, καὶ ὕδατι τὸ τῆς θεότητος ὄνομα χαρισάμενοι, καὶ ἀριθμοῦ κρείττονα τὴν πολυθεΐαν γραψάμενοι, παραιτώμεθα λοιπὸν τὴν ἐπ᾽ ἐκείνοις αἰσχύνην, καὶ τῆς οὕτω βδελυρᾶς ἀπάτης λελυτρωμένοι διὰ Χριστοῦ, πιστοὶ καὶ ἀληθεῖς προσκυνηταὶ τοῦ τιμήσαντος διαμένωμεν, καὶ μὴ ἐν ψιλῇ μὲν γλώττῃ τὴν πίστιν, τὴν δὲ ἀπιστίαν εἰς νοῦν ἔχοντες, ἁλισκώμεθα, μηδὲ πλαττέσθω μέν τις τοῖς ἔξωθεν σχήμασι τὸν Χριστιανὸν, κρυπτέτω δὲ πρὸς τὰ εἴσω τὸν εἰδωλολάτρην.

Εἰ μὲν ὅλων ἔτι βαρβαρίζειν τὴν γνώμην, τί τὰ βασιλέως φρονεῖν ὑποκρίνεται; Ἄριστον οἶδε τοῦ κρατοῦντος ὑπασπιστὴν τῆς ἐλευθερίας ὁ νόμος, οὐ τὸν προδότην, ὦ τάν· οὐδὲ παρ᾽ ᾧ τὰ τῶν ἐχθρῶν ἐναμείβουσιν, ἀλλὰ τὸν συναθλοῦντα γνησίως, καὶ ὅτῳ τὸ νικᾷν τοὺς ἀντεξάγοντας ἀπευκτὸν, τὸν δὲ διπλοῦν ἐν ἤθει καὶ τρόπον βδελυρόν τε καὶ μιαρώτατον, καὶ παντὸς εἶναι φαῖεν ἂν ἐπέκεινα κακοῦ.

Καίτοι καὶ τοῖς παρ᾽ Ἕλλησι ποιηταῖς ταυτί πως εἰρῆσθαι, καὶ λίαν ὀρθῶς ὁμολογήσειέ τις ἂν, ἀλλὰ πρὸς ἄλλους μὲν ὑπεροπευτὰς καὶ βωμολόχους, καὶ ἑτέροις τισὶν αὐτοὺς ἀποκαλοῦσιν ὀνόμασι, κάλλιστά μοι δοκεῖ φρονοῦντες ἐν τούτῳ. Ἐπυθόμην δ᾽ ἤδη τινὸς τῶν παρ᾽ ἐκείνοις λέγοντος σαφῶς, ὡς ἐν ἴσῳ ταῖς ᾅδου ποιοῖτο πύλαις, τοὺς ἕτερα μὲν καταχωννύντας εἰς νοῦν· ἑτεροῖα δὲ διὰ γλώττης ἀναπτύοντας.

Χρῆμα γὰρ ὄντως ἀνοσιώτατον ἀπάτη καὶ δόλος, αὐτὰ δι᾽ ἑαυτῶν ῥᾳδίως ἐξελεγχόμενα, καὶ τὴν ἁπασῶν ἀπωτέρω κατηγοροῦντες φαυλότητα. Τί γὰρ οἴει χρῆναι σιγᾷν; Τί δὲ καὶ κρύπτεις ἐν σκότῳ τὰ κατὰ νοῦν σοι τετιμημένα; Ἆρ᾽ οὐχὶ δι᾽ αὐτοῦ καὶ μόνου, τὸ λανθάνειν ἐπείγεσθαι, τὸ ἐπ᾽ αὐτοῖς ἂν αἶσχος ὁμολογήσειας; Κατακρύπτει γάρ τις, ὦ βέλτιστε, τὰ οἷσπερ ἄν τις ἐπιτιμήσαι δικαίως, καὶ τὸ ἐκ τῆς παῤῥησίας οὐκ ἔχοντα φαιδρὸν, οὐκ ἐκεῖνο δὴ πάντως, ὃ θαυμάζεσθαι πρέπει. Εἰ μὲν οὖν οἶσθα φρονῶν τὰ θαύματος ἄξια, τί μὴ πᾶσιν ὑπάρχῃς γνώριμος, οἷος εἶναι καὶ πέφυκας; Εἰ δὲ τοῖς εἴσω κεκρυμμένοις ἐπερυθριᾷς, καὶ προκάλυμμα τῶν ἀφανεστέρων, τὸν οὐκ αὐτοῖς ἐοικότα περιπλάττῃ λόγον, σεμνοτέραν τῶν ὀρθῶς ἔχειν πεπιστευμένων, δι᾽ αὐτοῦ τὴν δόξαν θηρώμενος, τί μὴ κἀκείνοις ἐῤῥῶσθαι φράσας, ὅλος εὑρίσκῃ λαμπρὸς, ἀδελφὰ μὲν τοῖς εἰς τὸ εἴσω λαλῶν, συγγενῆ δὲ τοῖς λόγοις φρονεῖν ἀναπεπεισμένος.

Ἁπλοῦς γὰρ ὁ τοιοῦτος, καὶ τοῦ πρὸς ἄκρον ἰόντος ἐπαίνου μεστός. Καὶ αὐτόθεν οἶμαι καταβαλεῖν τὸ φιλόνεικον, καὶ τοῖς περὶ τούτου λόγοις ἡμῶν ἀντεξανίστασθαι δεῖν ᾑρημένον. Τὸ γὰρ ὡς εἰς Χριστὸν πανταχόθεν ὁμολογούμενον, τίς ἂν ἐνδοιάσαι μὴ οὕτως ἔχειν, καὶ τὴν ἐπὶ τῷ ληρεῖν οὐκ ἂν ὑπομείναι γραφήν; Ἐπειδὴ δὲ ὀρθῶς καὶ καλῶς ἔχειν ὑπολαμβάνω, καὶ ἐξ αὐτῆς βεβαιοῦν τὰ τοιαῦτα τῆς θεοπνεύστου Γραφῆς, φέρε σοι τὰ θεῖα παραθῶμεν λόγια, δεῖξιν ἔχοντα σαφῆ, τοῦ παντάπασιν ἀπᾴδειν· μᾶλλον δὲ βδελυρὸν εἶναι παρὰ Θεῷ τὸν ὑποκριτὴν, καὶ τοῖς τῆς διψυχίας ἐγκλήμασιν ἔνοχον. Ἐνόσουν μὲν γὰρ τοῦτό τινες τῶν Ἰσραηλιτῶν κατὰ τοὺς παρῳχηκότας ἤδη καιροὺς, καὶ τιμᾷν ἐκτόπως τὴν νομικὴν ἐντολὴν ὑπεπλάττοντο, καὶ τὸν νομοθέτην ἄνω τε καὶ κάτω διὰ γλώττης ἔχοντες, ἕτερά γε μὴν ὅτι προσήκει φρονεῖν διεσκέπτοντο, καὶ ταῖς ἰδίαις ἕκαστοι ψήφοις, τὸ μόνῳ καὶ αὐτῷ δοκοῦν ὡς ἀνεγκλήτως ἔχον ἐχυροῦν ἠπείγοντο. Τί οὖν ἔφη περὶ αὐτῶν ὁ Θεὸς διὰ τῆς τοῦ προφήτου φωνῆς; «Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τοῖς χείλεσιν αὑτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ. Μάτην γὰρ σέβονταί με.»

Ἦ γὰρ οὐ μάτην σέβεσθαι δώσομεν, καὶ προσποίητον ἁπλῶς καὶ νόθην ἐπιτηδεύοντας τὴν τιμὴν προσιέναι τῷ Θεῷ, τοὺς οἵ γε φρονοῦσι μὲν ἕτερα τῇ κτίσει παρ᾽ αὐτὸν λατρεύοντες, λαλοῦσι δὲ μόνον τὰ Χριστιανῶν, καὶ κεκομψευμένοις ῥηματίοις τὴν εἰς Θεὸν εὐλάβειαν ὑποκρίνονται; Εἶτά τις ὁ τούτοις συναινῶν. Εἰ μὲν οὖν οἴεταί τις οὐκ ἀποτίσειν τῆς ἀπάτης τοὺς λόγους, καὶ τὴν ἐπὶ τῷ ψεύδεσθαι τῷ Θεῷ πικρὰν ὑποστῆναι κόλασιν οὐ προσδοκᾷ, τιμάτω τὴν διψυχίαν, καὶ παραπαίειν οἰέσθω τὸν τῶν ἀμεινόνων εἰσηγητήν. Εἰ δὲ πάνδεινος τοῖς οὕτω διακειμένοις ὑπήρτηται κόλασις, ποινὴ δὲ καὶ δίκη καὶ πᾶν εἶδος αἰκίας, καὶ πῦρ τὸ ἀτίθασσον καὶ οὐχ ἑκόντας ἐκδέξεται· πῶς οὐκ ἂν αὐτὸς ὁρῶ τὸ μᾶλλον ληρῶν, τὸ ἐξ ἡδονῆς ἀθέσμου κεκρατηκὸς τῆς ἑαυτοῦ ψυχῆς προτιθείς; Φιληδονία γὰρ, καὶ ἕτερον οὐδὲν, τὸ πολύθεον πάθος. Καὶ μὴν ὅπως ἐστὶ σφαλερὸν τὸ χρῆμα, καλὸν ὡς ἔοικεν εἰπεῖν. Ἑνὸς μὲν γὰρ τῶν καθ᾽ ἡμᾶς ἢ καὶ τῶν ἔτι μικρὸν ἐν ἀμείνοσι, διακρούσαιτ᾽ ἄν τις ἐπιβουλὴν, ἢ ὀλίγῳ τῆς ἐκείνου μειονεκτουμένην ἀντιπαριστὰς τὴν ἰδίαν ἰσχὺν, ἢ πραγμάτων οὐκ ἴσαις παρασκευαῖς, καὶ ὑπὲρ δύναμιν ἁμιλλώμενος· ἤγουν ἑτέρῳ τινὶ σωζόμενος τρόπῳ.

Φύγοι δ᾽ ἄν τις, εἰπέ μοι, κατὰ τίνα τρόπον ἀγανακτοῦντα Θεόν; ἢ καὶ ὅποι δραμὼν διαλήσεται; Καίτοι τοσαύτην αὐτῷ ἐπιθῶμεν, εἰ δοκεῖ, τὴν λαμπρότητα κατὰ τὸν βίον, ἧς οὐκ ἂν ὁρῷτό τι τὸ ὑπερτεροῦν. Περιχείσθω γε μὴν καὶ χρημάτων περιουσίαις, αἷς οὐκ ἂν ὁ Κροίσου φιλονεικοίη διαβόητος καὶ ἀναμίλλητος πλοῦτος. Ἆρ᾽ οὖν ἔσται τις ἐντεῦθεν ἡ ἧσις; ἀποστήσεις δὲ ταῦτα καὶ οὐχ ἑκόντα τὸν κολαστήν;

Πολλοῦ γε καὶ δεῖ. Ψευδομυθήσει γὰρ οὐδαμῶς ἡ θεία λέγουσα Γραφή· «Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους.» Οὐκοῦν οὐδὲ τὸ προσκροῦσαι δεινόν. Φέρε πάλιν ἐπιδεικνύωμεν, ὡς ἀνόσιον μὲν ἡγεῖται Θεὸς τὸν διψυχεῖν ᾑρημένον· ὡς δὲ ἀλαζόνα, καὶ ὑβριστὴν, ὑβρίζει τὸν ἀλλοπρόσαλλον. Ἔφη γάρ που πρὸς Ἱερεμίαν, ὡδὶ τὰς τῶν Ἰσραηλιτῶν ἀποπληξίας ἐπαιτιώμενος· «Εἶδες ἃ ἐποίησέ μοι ὁ οἶκος τοῦ Ἰσραήλ;

Ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ·» τὸ, «ἐπόρνευσαν» τεθεικὼς, ἀντὶ τοῦ, τοῖς δαίμοσιν ἐτελέσθησαν· οὕτω γὰρ ἔθος τῇ θείᾳ λέγειν Γραφῇ. Καταλαμβάνοντες γὰρ τὰς εὐδένδρους τῶν ὀρῶν κορυφὰς ὑπὸ τὰ εὐμήκη τε καὶ δασέα τῶν ξύλων τεμένη καὶ βωμοὺς, καὶ διὰ μικρᾶς ἔσθ᾽ ὅτε χερμάδος ἐγείροντες δαίμοσιν ἀλσώοις καὶ νύμφαις τάχα ταῖς ἀγριότησιν, ἢ καὶ τῇ παρ᾽ ἐκείνοις ὠμαζομένῃ Βάαλ, σπονδὰς, καὶ θυσίας, καὶ τί γὰρ οὐχὶ τῶν αἰσχρῶν ἐπετέλουν οἱ ἀλλότριοι; Τόδε δὴ λοιπὸν τὸ ἐντεῦθεν ἤδη; Ἐλύπει Θεὸν τὰ τολμήματα. Νόμῳ γὰρ τῷ παρ᾽ αὐτοῖς παιδαγωγούμενοι πρὸς τὴν τῆς ἀληθείας κατάληψιν, τῷ διαβόλῳ προσκεχωρήκασι, τὰς οἰκείας μᾶλλον κολακεύοντες ἡδονὰς, καὶ τὴν σωφρονίζουσαν ἐντολὴν τῆς ἑαυτῶν καρδίας ἐξωθούμενοι.

Τί οὖν ἐπ᾽ αὐτοῖς ὁ τῶν ὅλων Δεσπότης τῷ προφήτῃ φησὶν Ἱερεμίᾳ; «Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε Κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιήσασαν ταῦτα.» Ἵνα γὰρ ἐπιδείξῃ σαφῶς οἵαν ὑποστήσονται δίκην οἱ ἐκεῖνα πεπλημμεληκότες, ἀποκείρασθαι τῷ προφήτῃ κελεύει. Ὅνπερ γὰρ τρόπον θρὶξ τῇ τοῦ κείροντος τεμνομένη χειρὶ, τοῦ τεκόντος αὐτὴν ἀλλοτριοῦται σώματος, οὕτως οἱ ταῖς τῶν δαιμόνων ἀπάταις προσωλισθηκότες, τῆς πρὸς Θεὸν οἰκειότητος ἀποθερισθέντες διὰ θείας ὀργῆς πρὸς τὸ μηδὲν οἰχήσονται, φροντίδος οὐδεμιᾶς ἔτι τῆς ἄνωθεν ἀξιούμενοι. Καὶ μὴν, εἴ τῳ δοκεῖ, καὶ τὸν θεῖον ἐπὶ τούτοις, ὅσον δοκεῖ, ἔστι κατασκέψασθαι θυμὸν, περιαθρείτω πάλιν ἐντεῦθεν. Καίτοι γὰρ εἰωθὼς παντὸς ἀξίων ἡγεῖσθαι λόγων τὴν τῶν ἁγίων εὐχὴν, ἐπ᾽ ἐκείνοις αὐτὴν οὐ προσίεται μόνοις. Λέγει γὰρ οὕτως· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς, ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι.»

Ἐπειδὴ δὲ λίαν ἐλύπει τὸν πνευματοφόρον, καὶ πικρὸν ἐφαίνετο τῷ προφήτῃ τὸ πρᾶγμα, τὸ ἀπόβλητον ἔχειν, φημὶ, καὶ πρὸς οὐδὲν ὀνῆσαι δυναμένην τὴν προσευχὴν, ἀπολογεῖται τρόπον τινὰ ὁ Θεὸς, καὶ ὡς οὐδ᾽ ἄν τισιν ἔτι μείζοσι καὶ ἀρχαιοτέροις προσιοῦσιν ἐπένευσε, διδάσκει βοῶν· «Ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς.» Ἀλλ᾽ ἐρεῖ τις πρὸς ταῦτα τυχὸν τῶν ἐκεῖνα τετολμηκότων· Τί οὖν, ὦ τάν; Εἰς ταυτὸ δρῶντές τινες ἀκαλύπτως ἡλίσκοντο, καὶ παροτρύνοντες ἀναφανδὸν, διά τε τοῦτο λυπήσαντες· τὸ δὲ λεληθότως, εἰπέ μοι, δυσσεβεῖν, ποῖος δ᾽ ἄν τις νουνεχῶς, ὡς οὐκ ἐν τοῖς ἀνοσίοις ὀρθῶς καὶ δικαίως κατατετάξεται, καὶ οὐδὲν ἔχειν ἐρεῖ τὸ δεινὸν, ἐφόσῳ λυπήσειε τὸν τῶν κεκρυμμένων ἐπόπτην Θεόν; Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε. Καίτοι λάθοι μὲν ἄν τις ἀνθρώπου τυχὸν ὀφθαλμοὺς, Θεὸν δὲ τῶν ὄντων οὐδεὶς διαλήσεται· «Πάντα γὰρ ἐν ὀφθαλμοῖς ἔχει γυμνὰ καὶ τετραχηλισμένα,» κατὰ τὴν τοῦ Παύλου φωνήν.

Οὐκοῦν εἰκαῖον ἐπ᾽ αὐτοῦ, τὸ λεληθότως ἢ ἀκατακαλύπτως εἰπεῖν. Εἰ δέ σοι δοκεῖ καὶ τοῖς λεληθότως ἀσεβεῖν ἑλομένοις ὅσος τε καὶ ποταπὸς ὁ θυμὸς ἐπήρτεται, μαθεῖν, παροίσω τι τῶν κειμένων παρὰ τῇ θείᾳ Γραφῇ. Σὺ δέ μοι δέχου πάλιν εἰς νοῦν. Οὐκοῦν ἐπλανῶντο τῶν ἀρχαιοτέρων τινὲς, καίτοι τῶν ἁπάντων ἐπιγινώσκοντες Θεὸν, καὶ διὰ πολλῶν συγγραμμάτων πρὸς κατάληψιν τῆς ἀληθείας πηδαλιουχούμενοι.

Καὶ δὴ καὶ πολύμορφον διαπλάσαντες εἰδώλων ἐσμὸν, ἐν σκοτεινοῖς καὶ ἀφεγγέσιν ἐναπέθεντο χώροις. Καταβραχὺ δὲ ἡ νόσος διέρπουσα πρὸς τὰ χείρω, καὶ αὐτοὺς ἀπεβόσκετο τοὺς ἱερᾶσθαι πεπιστευμένους· καὶ δυσαχθὲς ἦν τὸ πρᾶγμα, καὶ ἀφόρητον τῷ Θεῷ.

Ἐπειδὴ δὲ κολάζειν ἐσκέπτετο τοὺς ἐμπαροινοῦντας αὐτῷ διὰ τοῦ θεοῖς λατρεύειν ἑτέροις, προσεξηγεῖται τῷ προφήτῃ τὰ τολμήματα, μᾶλλον δὲ δεικνύει σαφῶς· «Ἄκουε τοίνυν, φησὶν Ἰεζεχιήλ. Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει, ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ δὲ ἐκαθήμην ἐν τῷ οἴκῳ μου, ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ Ἀδωναῒ Κυρίου, καὶ εἶδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ· καὶ ἀπὸ ὀσφύος αὐτοῦ τὰ ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου. Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἔλαβέ με τῆς κορυφῆς μου, καὶ ἔλαβέ με Πνεῦμα ἀνὰ μέσον τῆς γῆς, καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ.» Καὶ μεθ᾽ ἕτερα πάλιν εὐθύς· «Καὶ εἰσήγαγέ με, φησὶν, ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον· καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ, καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ· καὶ ὤρυξα ἐν τῷ τοίχῳ, καὶ ἰδοὺ θύρα μία. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧδε σήμερον. καὶ εἰσῆλθον, καὶ εἶδον· καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, μάταια βδελύγματα, καὶ εἶδον πάντα τὰ εἴδωλα υἱῶν Ἰσραὴλ διαγεγραμμένα ἐπ᾽ αὐτοῦ κύκλῳ· καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰεχονίας ὁ τοῦ Σαφεθὲμ ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν· καὶ ἕκαστος θυμιατήριον αὑτοῦ εἶχεν ἐν τῇ χειρὶ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινεν.»

Ἀκούεις, ὅπως οἱ μὲν ᾤοντο δύνασθαι λαθεῖν τῆς αὐτῷ πρεπούσης τιμῆς τὸν Θεὸν παραιτούμενοι, καὶ τοῖς δαιμονίοις ἀντιπροσάγοντες, ἐξεκάλυπτε δὲ πάντα τῷ προφήτῃ Θεός; Μετὰ γὰρ τὸ δεῖξαι τὰ τολμήματα, πάλιν οὕτως φησίν· «Υἱὲ ἀνθρώπου, ἑώρακας ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ἰσραὴλ ποιοῦσιν ὧδε, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι αὐτοῦ τῷ κρυπτῷ; Διότι εἶπαν· Ἐγκαταλέλοιπεν ὁ Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ Κύριος.» Ἕκαστος γὰρ τῶν ὑβρίζειν οὐ παραιτουμένων αὐτὸν, διὰ τοῦ προσκεῖσθαι τοῖς δαίμοσιν, οὐδὲ ὅτι τῶν καθ᾽ ἡμᾶς ἐπόπτης ἐστὶν ὁμολογεῖ· «Εἶπε γὰρ ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός·» ἢ καὶ ὡς ἑτέρωθί πού φησιν ὁ Ψαλμῳδός· «Εἶπαν· Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.» Ἀλλ᾽ εὐθὺς αὐτοὺς διεγέλα, λέγων· «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; καὶ ὁ πλάσας ὀφθαλμοὺς, οὐχὶ κατανοεῖ;» Εἴη γὰρ ἂν τῶν ἀτοπωτάτων, καὶ ληρίας τῆς ἐσχάτης οὐκ ἀμοιρήσειν ἐρῶ, τὸ μὴ δύνασθαί τι νομίζειν, ἤγουν ἐφορᾷν ἢ ἀκοῦσαι τὸν Θεὸν, ὅς γε καὶ ἡμῖν αὐτοῖς, μᾶλλον δὲ τοῖς ἄλλοις ἅπασι τὴν διὰ τῶν αἰσθήσεων ἐνεφύτευσε γνῶσιν. Ἐπεὶ τοίνυν τὰ τῶν ὑβριστῶν τολμήματα, καὶ τὰ ἐν τῷ κοιτῶνι τῶν κρυπτῶν πεπραγμένα φανερὰ τῷ προφήτῃ καθίστησι Θεὸς, ἔδειξεν εὐθὺς καὶ τὴν ἕψεσθαι μέλλουσαν αὐτοῖς ἀδιάψευστον κόλασιν.

Λέγει γὰρ οὕτω πάλιν· «Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων· Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν χειρὶ αὑτοῦ· καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἐκ τῆς ὁδοῦ τῆς πύλης τῆς πρὸς Βορᾶν βλεπούσης, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὑτοῦ, καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρει καὶ ζώνῃ σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Καὶ εἶπεν ἀκούοντός μου· Πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν· καὶ μὴ ἐλεήσητε πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ᾽ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.» Ἀκούεις ὅπως ἄκρατόν τινα καὶ ἀπηνῆ, καὶ τοῖς λεληθότως δυσσεβεῖν ἑλομένοις ἐπιψηφίζεται κόλασιν; Ἐπαθρεῖ γὰρ τὴν ἑκάστου καρδίαν καὶ περιεργάζεται Θεός· καὶ ὁλόῤῥιζον μὲν ἀπολύει τὸν ὑβριστὴν, καὶ τοῖς τῆς διψυχίας ἐγκλήμασιν ἔνοχον· κατασφραγίζει δὲ τῇ ἄνωθεν χάριτι τὸν ὁλοτρόπως αὐτῷ προσκείμενον, καὶ μόνον αὐτὸν εἰδότα Θεόν.

Ἀλλὰ τούτων μὲν ἅλις εἰς τὸ παρόν. Τὸ δὲ ὅπως ἡμᾶς ἀκόλουθον ἀνακεῖσθαι Θεῷ, φέρε δὴ μετὰ τοῦτο λέγωμεν. ϛʹ. Φημὶ τοιγαροῦν ἐγκατεῖρχθαι δεῖν ταῖς ἡμετέραις ψυχαῖς, πρὸ μὲν τῶν ἄλλων ἁπάντων, εἰλικρινῆ τὴν πίστιν, ἀληθῆ καὶ κατ᾽ οὐδὲν διαπίπτουσαν τὴν περὶ Θεοῦ τοῦ μόνου καὶ κατὰ φύσιν διάληψιν. Χειραγωγήσει δὲ πρὸς ταύτην ὁ σοφώτατος Παῦλος, ἄριστα λέγων ὡδί· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσι.» Βασιλεύει γὰρ καὶ κατάρχει τῶν ὅλων, καὶ διοικεῖ, διὰ παντὸς τὰ πάντα ζωογονῶν καὶ πρὸς τὸ εἶναι συνέχων ὁ Θεὸς καὶ Πατὴρ, δι᾽ Υἱοῦ ἐν Πνεύματι, οὐχ ὡς δι᾽ ὀργάνου τυχὸν παραληφθέντος εἰς ὑπουργίαν· σύνεδρον γὰρ ἕχει καὶ σύνθρονον αὐτῷ τὸν ἐξ αὐτοῦ γεννηθέντα Θεὸν Λόγον, καὶ συμβασιλεῦον αὐτῷ τὸ ἴδιον Πνεῦμα. Ἐπειδὴ δὲ δύναμις καὶ σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, τὰ πάντα ἐνεργῶν ἐν Πνεύματι, ὡς δυνάμεως καὶ σοφίας τῆς ἑαυτοῦ, τὰ πάντα πρὸς τὸ εἶναι συνέχει, καὶ κατάρχει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ. Προϋποκειμένης τοιγαροῦν ἐν ἡμῖν, καὶ ἐν κρηπίδος τάξει προκαταβληθείσης ἐν ταῖς ἡμετέραις καρδίαις τῆς ἀλοιδορήτου καὶ ἀνυπαιτίου πίστεως, τότε δὴ, τότε, καὶ λίαν εὐκαίρως, ποιήσαιμεν ἂν τὰ δι᾽ ὧν ἐσόμεθα λαμπροὶ, τουτέστι πᾶν εἶδος ἀρετῆς, καὶ τὰ ἐκ φιλοθέου γνώμης κατορθώματα.

Ὥσπερ γὰρ «ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν,» οὕτω καὶ τὰ ἔργα, μὴ προϋπαρχούσης ἐν ἡμῖν τῆς πίστεως, οὐκ ἔσθ᾽ ὅπως ὀνίνησί τι τὰς ἡμετέρας ψυχάς· «Στεφανοῦται γὰρ οὐδεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ,» κατὰ τὸ γεγραμμένον.

Ἀνὴρ μὲν γὰρ ὁ μὴ λίαν ἐντριβὴς τῶν ἐν παλαίστραις τεχνῶν, κἂν ῥώμῃ τῶν ἄλλων διενεγκεῖν πιστεύεται, ἀλλ᾽ οὐδαμόθεν εὑρήσει τὸ καὶ ταῖς τῶν στεφάνων φιλοτιμίαις ἐναβρύνεσθαι, μὴ οὐχὶ πρότερον εἰσβεβηκὼς τοὺς ὑπὲρ τῆς εὐκλείας ἀγῶνας, καὶ τῶν ἰδίων κατορθωμάτων ὀπτῆρα λαχὼν τὸν τοῦ σταδίου προεστηκότα. Ἀγωνιζώμεθα τοίνυν ὡς ἐν ὄψει Θεοῦ τὸν θεῖον αὐτοῦ τιμῶντες νόμον, καὶ εἰς τὸ δοκοῦν αὐτῷ, τὸν οἰκεῖον ἀπευθύνοντες βίον, διὰ τῆς εἰς ἅπαν ὑποταγῆς, καὶ τὴν ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις θερμήν τε καὶ ἄμαχον ἐπιθυμίαν ἐπιδεικνύωμεν, παριστάντες ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας τῷ τῶν ἁγίων ἀθλοθέτῃ Θεῷ. Καὶ ἡδονὴν μὲν ἀκάθαρτον ὡς ποῤῥωτάτω τῆς ἑαυτῶν ποιῶμεν ψυχῆς, τὰς δὲ ἐπὶ τοῖς αἰσχίστοις ἐπιθυμίας ὡς δυσέκπλυτον κηλίδα παραιτώμεθα, καὶ δυσαπόνιπτον ἡγώμεθα μολυσμόν. Ἐννοῶμεν δὲ πρὸς τούτοις τὸ εἰρημένον παρὰ Θεοῦ· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Οὕτω γὰρ ὡσεὶ ἐκ νεκρῶν ζῶντες παραστησόμεθα τῷ Θεῷ· οὕτως ἡμᾶς ὁ καθαρὸς προσδέξεται καθαροὺς, οὕτω πρὸς μέθεξιν τῆς μυστικῆς εὐλογίας ἐρχόμενοι, παντὸς ἀγαθοῦ τὴν οἰκείαν ἕκαστοι ψυχὴν ἀναπληρώσομεν.

Λέγει γὰρ διὰ Μωσέως ὁ τῶν ὅλων Δεσπότης Θεός· «Οὗτος ὁ νόμος τοῦ Πάσχα· Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ᾽ αὐτοῦ· πάροικος, καὶ μισθωτὸς οὐκ ἔδεται ἀπ᾽ αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτεμῇς αὐτὸν, καὶ τότε φάγεται ἀπ᾽ αὐτοῦ.» Ἀκούεις ὅπως τε καὶ τίνα τρόπον καθαρῶς καὶ ἀνεγκλήτως συνεσόμεθα τῷ Κυρίῳ; Ἐξείργει μὲν γὰρ τὸν ἀλλογενῆ, καὶ ὡς ἀνίερον ἀποπέμπεται πάροικόν τε καὶ μισθωτόν. Καὶ ἀλλογενῆ μὲν νοήσεις τὸν τῆς εἰς Χριστὸν πίστεως ἀλλότριον ἔτι παντελῶς· πάροικόν γε μὴν, τὸν ὅτῳ πιστεύειν ἑδραίως οὐκ ἔνι, ὑπονοστοῦντα δὲ ὥσπερ καὶ εἰς ἰδίαν ἀποστρέφοντα πόλιν ἢ χώραν, τὴν ἀπιστίαν, ὃν ἡμᾶς ἔθος μεταβάτην ἀποκαλεῖν· διὰ γὰρ τοῦτο καὶ γείτονα τῷ ἀλλογενεῖ τὴν θέσιν ἐκληρώσατο. Ἐγγὺς γὰρ τοῦ μηδὲ ὅλως πεπιστευκότος ὁ τὴν πίστιν ἀρνούμενος.

Καὶ [τί] τοῦτό φημι; πολὺ γὰρ μᾶλλον ἐν χείροσι, καὶ μαρτυρήσει λέγων ὁ Χριστοῦ μαθητής· «Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.» Μισθωτὸν αὖ πάλιν ἐκεῖνον εἶναί φησι· περὶ οὗ πολὺς ἡμῖν ἤδη καὶ μακρὸς πρὸς ὑμᾶς δεδαπάνηται λόγος. Φασὶ γάρ τινας ἐπὶ τὴν τῶν θείων μυστηρίων ἰέναι μέθεξιν, οὐκ ἐκ διαθέσεως τῆς εἰς Θεὸν παρωρμημένους, ἀλλ᾽ οὐδὲ αἰδοῖ τῇ περὶ τὴν πίστιν κεκρατημένους, κολακεύοντας δὲ μᾶλλον τῶν ὁρώντων τὴν εὔνοιαν, καί τι τῶν καθ᾽ ἑαυτοὺς πραγμάτων ἐπιτελεῖν σπουδάζοντας.

Μισθὸν γὰρ ὥσπερ τινὰ τῆς εἰς Θεὸν κεκαπηλευμένης ἀγάπης, τὴν ἐκ τῶν καθαρῶς ἀγαπώντων ἁρπάζουσι συνδρομὴν, ἵνα τι κερδάνωσι κοσμικόν. Ὑποκριτὴς οὖν ἄρα καὶ δείλαιος, καὶ ἐν τοῖς εὐλόγως ἐξωθουμένοις ὁ μισθωτός. Τούς γε μὴν οἰκέτας ἢ ἀργυρωνήτους, οὐχ ὡς ἀνοσίους παντελῶς ἀποπέμψεται, προπεριτμηθῆναι δὲ προστάξας, προσιέναι κελεύει. Καὶ τί τοῦτό ἐστιν; Οἰκέτας ἡμᾶς ὄντας τῶν πονηρῶν δαιμόνων, ἤτοι τῶν ἰδίων παθῶν, ἐξεπρίατο ὁ Χριστὸς, καὶ ἀργυρωνήτους ἀπέδειξε, δοὺς ἀντίλυτρον τῆς ἁπάντων ζωῆς τὸ ἴδιον αἷμα, καὶ τὴν δι᾽ ἡμᾶς πεφόρηκε σάρκα. Χρὴ τοίνυν ἡμᾶς προπεριτμηθέντας ὥσπερ, καὶ τῆς ἀρχαίας ἐκείνης δουλείας ἀποτεμόντας τὸ αἶσχος, πρὸς ἐλευθέραν ἀναδραμεῖν καὶ φιλόθεον ἕξιν, οὕτω τε κολλᾶσθαι τῷ πριαμένῳ Χριστῷ· χρεωστοῦμεν γὰρ αὐτῷ τὴν οἰκείαν ζωήν. Καὶ τούτου μάρτυς ὁ Παῦλος, λέγων· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.»

Ἐννοήσωμεν γὰρ ὅτι δριμεῖαν τὴν πρὸς ἡμᾶς ἔχων ἀγάπησιν, καίτοι Θεὸς ὣν ὁ Λόγος, καὶ ὅλην ὑπὸ πόδας ἔχων τὴν κτίσιν, αἰσθητήν τε καὶ νοητὴν, ἴσος τε ὑπάρχων κατὰ πάντα τῷ ἰδίῳ γεννήτορι, «καὶ φῶς μὲν οἰκῶν ἀπρόσιτον» σὺν αὐτῷ, εὐκλείας τε καὶ δόξης τῶν ἁπασῶν ἀνωτάτω νικήσας ὑπερβολὴν, «τεταπείνωκεν ἑαυτὸν δι᾽ ἡμᾶς, μορφὴν δούλου λαβὼν,» ἐν ὁμοιώματι τῷ καθ᾽ ἡμᾶς γενόμενος, ἵνα πάντας ἐξέληται θανάτου καὶ φθορᾶς, «προσηλώσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ᾽ ἡμῶν χειρόγραφον, καὶ θριαμβεύσας ἐν αὐτῷ,» κατὰ τὸ γεγραμμένον, «ἀρχάς τε καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου·» ἵνα πάσης μὲν ἀνομίας ἐμφράξῃ τὸ στόμα, καθαροὺς δὲ ἡμᾶς ἀποδείξας διὰ τῆς πίστεως, καὶ εἰς τὴν τῆς υἱοθεσίας ἀνακομίσῃ τιμήν. Ὑπέμεινε γὰρ τὸν σταυρὸν, καὶ τὸν τῆς σαρκὸς θάνατον, ἐμπαροινησάντων αὐτῷ τῶν ἀνοσίων Ἰουδαίων.

Ἀλλ᾽ οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, κατὰ τὸ γεγραμμένον. Ζωὴ γὰρ ὢν κατὰ φύσιν, ἀνέστη τριήμερος, σκυλεύσας τὸν ᾅδην, ἀναπετάσας τοῖς κάτω τὰς ἀεὶ κεκλεισμένας πύλας, εἰρηκώς τε «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν σκότει· Ἀνακαλύφθητε,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Κηρύξας τοίνυν καὶ τοῖς ἐν φυλακῇ πνεύμασι τὸν τῆς πίστεως λόγον, ἀνέστη τριήμερος, ὀφθείς τε τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ βαπτίζειν αὐτοῖς ἐπιτάξας «πάντα τὰ ἔθνη, εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» ἀνέβη πάλιν εἰς οὐρανοὺς, ἡμᾶς εἰς αὐτοὺς ἀνακομίζων δι᾽ ἑαυτοῦ, ὅθεν αὐτὸν εἰσαῦθις ἐλεύσεσθαι προσδοκῶμεν κριτὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς, μετὰ τῶν ἁγίων ἀγγέλων.

Ὡς οὖν μέλλοντες λόγον ἀποδοῦναι τῆς οἰκείας ζωῆς, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Τότε γὰρ καθαρῶς νηστεύσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαββάτου, ὡς τὸ εὐαγγελικὸν διαλαλεῖ κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ὀγδόῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ καὶ δι᾽ οὗ τῷ ἀνάρχῳ Πατρὶ σὺν τῷ συναϊδίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.