Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή Ι΄
Η καταδίκη της δαιμονικής τυραννίας, η απολύτρωση μέσω της σαρκώσεως και η τυπολογική ερμηνεία της Εξόδου. Ο πασχάλιος αμνός και ο αγιασμός των πρωτοτόκων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή Ι΄
Η καταδίκη της δαιμονικής τυραννίας, η απολύτρωση μέσω της σαρκώσεως και η τυπολογική ερμηνεία της Εξόδου. Ο πασχάλιος αμνός και ο αγιασμός των πρωτοτόκων.
ΛΟΓΟΣ Ιʹ. αʹ. Ἄρα δὴ πάλιν ἡμᾶς ταῖς τῶν ἁγίων ἕπεσθαι δεῖν οἰομένους φωναῖς· καὶ τῆς παρ᾽ ἐκείνοις συνηθείας, κατ᾽ ἴχνος ὥσπερ ἰέναι σπουδάζοντας, ὡς ἀδελφοῖς τε ἅμα καὶ τέκνοις μονονουχὶ καὶ χεῖρα προτεῖναι φιλάλληλον, τὸ σεμνὸν δὴ τοῦτο λέγοντας πρόσρημα· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,» ὃς καὶ εἰσαῦθις ἡμῖν τὸν τριπόθητόν τε ὁμοῦ καὶ εὐκταιότατον τουτονὶ τῆς ἁγίας ἑορτῆς ἀνέδειξε καιρὸν, ὃν αὐτὸς ὁ μέγας καὶ περιφανὴς τῶν ἁγίων προφητῶν προανεφώνει χορὸς, διὰ τῆς τοῦ ἁγίου Πνεύματος μυσταγωγίας φωταγωγούμενος, καὶ τὰ ἐφ᾽ ἡμῖν ἐσόμενα διὰ Χριστοῦ προπαιδευόμενος. Τοιγάρτοι καὶ μέλος ἡμῖν τὸ θεῖον πνευματικῆς ὥσπερ ἀνεκρούετο λύρας ὁ θεσπέσιος Δαβὶδ, ὁ δὲ τῶν ᾀσμάτων ὡδίπως ἔχων ὁρᾶται τρόπος· «Εὐφρανθήτωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· χαρήτωσαν τὰ πεδία, καὶ πάντες οἱ ἐν αὐτοῖς ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρίναι τὴν γῆν, κρίναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.» Ἀλλ᾽ ὁ πάλαι προκεκηρυγμένος ὡς ἀφίξεται, καὶ ὀρθὴν καὶ ἀμώμητον ἐν τοῖς καθ᾽ ἡμᾶς ἐξοίσει τὴν ψῆφον, οὐκ ἐν ἐλπίσιν ἔτι τὴν θυμηδίαν. Ἀλλ᾽ αὐτοῖς ἡμῖν ἀπέφηνε πράγμασιν· ἐπιδεδήμηκε γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, κατὰ τὴν πίστιν τῶν ἱερῶν τε καὶ θείων Γραμμάτων· «Ἔκρινε τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν.
Ἔκρινε δὲ πῶς; καταδικάσας ἄρα τὸν πεπλανημένον ἢ ποιναῖς ὑποθεὶς τοὺς πάλαι τῶν θείων ἀλογήσαντας νόμων.
Εἶτα πῶς ἔτι λοιπὸν ἀληθεύει βοῶν αὐτὸς περὶ αὑτοῦ· «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ;» Καίτοι πᾶς τις ἂν, οἶμαι, τῶν εὖ φρονούντων ὁμολογήσειεν, ὅτι τῶν ἡμαρτηκότων τὸ καθαρίσαι τι τῶν δεινῶν, καὶ καταψηφίσασθαι δίκην, οὐ τοῦ σώζοντος ἔργον, ἀλλὰ τοῦ κακοῦν ἐθέλοντος μᾶλλον, καὶ συγγνώμης ἁπάσης δίχα τῶν ἤδη προεπταισμένων ἐξαιτοῦντος τοὺς λόγους. Πῶς οὖν οὐκ ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσῃ τὸν κόσμον, εἰ πικρὰν ἐπ᾽ αὐτῷ τὴν ψῆφον ὡρίσατο;
Ἀλλ᾽ οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτο μωρίας ἁλοίη πεσὼν, ὡς κατά τι τῶν οἴεσθαι ψευδομυθεῖν δύνασθαι τὴν ἀλήθειαν. Πῶς οὖν ἔκρινε τὴν γῆν; τοῦτο γὰρ ἡμῖν ὁ τοῦ Ψάλλοντος ἀνακεκράγει λόγος. Δεινὸς καθ᾽ ἡμῶν ἐγήγερται τύραννος, καὶ κεκράτηκεν ἐκ πλεονεξίας ὁ Σατανᾶς ἀστραπῆς μὲν δίκην τῆς τῶν ἁγίων ἀγγέλων πληθύος ἀποτιναχθεὶς, ἔρημος δὲ παντελῶς τῆς ἐνούσης εὐκλείας αὐτῷ, καὶ τῆς τῶν ἀξιωμάτων ὑπεροχῆς ἀναδεδειγμένος· «Ἔσομαι γὰρ ὅμοιος τῷ Ὑψίστῳ,» τετόλμηκεν εἰπεῖν. Ἐπειδὴ δὲ ταῖς ἄνωθεν ψήφοις ἀντιπράττειν οὐκ ἦν, καὶ λυπεῖν ἑτέρως οὐκ εἶχε τὸν ὅσιον κολαστὴν, εἰς τὸν καθ᾽ ἡμῶν ἐτράπετο πόλεμον.
Καὶ μεθίστη μὲν εὐθὺς τῆς εὐθείας ὁδοῦ τὸν ἄνθρωπον, παρατρέψας δέ ποι πρὸς τὸ αὐτῷ καὶ μόνον δοκοῦν, καὶ τῆς ἀληθοῦς ἀποκομίσας θεογνωσίας, οἰκεῖον ἤδη προσκυνητὴν καὶ λατρευτὴν τὸν κατ᾽ εἰκόνα Θεοῦ γεγονότα καθίστη· φθόνον δὲ τὸν καθ᾽ ἡμῶν ὠδινήσας ἄδικον, δόξαν δὲ τὴν ἰσόθεον τῇ οἰκείᾳ περιτιθεὶς κεφαλῇ· ἀρχαίῳ γὰρ ἐνικᾶτο πάθει· καὶ τὰ, ἐφ᾽ οἷσπερ ἁλοὺς ἐκολάζετο, νοσῶν ἀγριώτερον, ἀναφανδὸν ἤδη κατορθοῦν ἐσκέπτετο τὴν κατὰ πάντων ἀρχήν. Ἅπασαν δὲ ὥσπερ τὴν οἰκουμένην ἑλὼν ὑπὸ χεῖρας, ὡς τῶν ἰδίων κτισμάτων ἀφειδήσαντος παντελῶς τοῦ Θεοῦ, καὶ ποιεῖσθαί τινα λόγον οὐκ ἀξιοῦντος ἔτι τῆς ἡμετέρας ζωῆς, τὴν ὀφρὺν ὑψηλὴν ἀνατείνας ὁ βάρβαρος, τῆς ἀνθρωπίνης ἀσθενείας κατεσοβαρεύετο, λέγων· «Τὴν οἰκουμένην ὅλην τῇ χειρὶ καταλήψομαι ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.» Καὶ τοῦτο λέγων, ἀντήκουε παρὰ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ· Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. Οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον. Ὁ τοίνυν τῆς τυραννίδος αὐτῷ τὴν συντέλειαν ἀπειλήσας Θεὸς, ὅτε δι᾽ ἡμᾶς γέγονεν ἄνθρωπος, ὡς ἤδη παρόντος καιροῦ, καθ᾽ ὃν ἔδει πικρὰς ἐξαιτεῖσθαι δίκας τὸν ἀλαζόνα καὶ μιαιφόνον, «ἔκρινε τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.»
Ἐδίκασε γὰρ αὐτῷ τε καὶ ἡμῖν· καὶ τὸν μὲν ἄδικόν τε καὶ πλεονέκτην εὑρὼν, «σειραῖς ζόφου ταρταρώσας, κατὰ τὸ γεγραμμένον, παρέδωκεν εἰς κρίσιν» μεγάλης ἡμέρας τηρεῖσθαι κολασθησόμενον.
Τοὺς δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην τῶν τῆς ἁμαρτίας ἀπέλυσε δεσμῶν, δικαιώσας τῇ πίστει, καὶ πρὸς τὸν ἀρχαῖον αὖθις ἀνακομίσας ἁγιασμόν. Ὅτι γὰρ ἐκεῖνον εὐθύνεσθαι δεῖν, ἐφ᾽ οἷς εἰς ἡμᾶς πεπλημμέληκεν, ἐκ μακρῶν αἰτοῦντες φαινόμεθα χρόνων, συνήσεις δὲ μάλα τοῖς τοῦ Μελῳδοῦ προσχὼν ῥήμασιν, ὅτε τὸ κοινὸν ὥσπερ τῆς ἀνθρωπότητος εἰσκεκόμικε πρόσωπον, προσπίπτων τε ἅμα Θεῷ καὶ λέγων· «Ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου, καὶ ὁ Κύριός μου εἰς τὴν δίκην μου.» Ὅτι τε πάλιν τῆς μὲν τοῦ διαβόλου τυραννίδος κατεδίκασεν ὁ Σωτὴρ, ἐλευθέρους δὲ ἡμᾶς ἀποφήνας, ἑαυτῷ κατεκτήσατο, πῶς οὐκ ἂν γένοιτο παντὶ τὸ σαφὲς, βοῶντο ἐν εὐαγγελλικοῖς συγγράμμασι· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου· νῦν ὁ ἄρχων τοῦ αἰῶνος τούτου ἐκβληθήσεται ἔξω, κἀγὼ ὅταν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν;» Ὁ λέγων ἀρτίως, οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀφῖχθαι πρὸς ἡμᾶς, ἤτοι ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα κρίνῃ τὸν κόσμον, νῦν ἔφη κρίσιν εἶναι τοῦ κόσμου; Πρόδηλον οὖν ἄρα, καὶ οὐδαμόθεν ἀμφίλογον, ὅτι δεδικαίωκεν ἡμᾶς, κατεψηφίσατο δὲ τὴν ἀπώλειαν τοῦ μιαιφόνου θηρός. Ἐκβέβληται γὰρ ἔξω, τουτέστιν, εἰς ἀχρειότητα παντελῆ, καὶ τῆς κατὰ τῶν ἀδικησάντων ἀρχῆς.
Σταυρωθεὶς γὰρ ὑπὲρ πάντων καὶ διὰ πάντας ὁ Ἐμμανουὴλ, αἵματι τῷ ἰδίῳ τὴν ἁπάντων ζωὴν ἐξεπρίατο, καὶ συνῆψε δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸ τῆς ἀρχαίας οἰκειότητος ἀποσκιρτῆσαν γένος. «Μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀνθρώπου,» κατὰ τὸ γεγραμμένον, ἀῤῥήτῳ τινὶ συνόδῳ κεράσας τὸ νοούμενον, ἐν ταὐτῷ δὲ ὑπάρχων ἄνθρωπος τε καὶ Θεός· διά τε τοῦτο τῆς μὲν τοῦ τεκόντος οὐσίας φυσικῶς ἐξημμένος, ἡμῶν δὲ ὡς ἄνθρωπος.
Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι διασωθῆναί ποτε τὸ φθείρεσθαι πεφυκὸς, καὶ εἰς πεπηγμένην ἔφεσιν ἀρετῆς ἀναβῆναι τὸ σεσαλευμένον, εἰ μὴ καταβέβηκεν εἰς κοινωνίαν τὴν πρὸς αὐτὸ τὸ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπαύγασμα, τουτέστιν ὁ Υἱὸς ἁπάσης τε φθορᾶς ἀμείνων ὑπάρχων καὶ τροπῆς, μᾶλλον δὲ ἄβατον ἔχων παντελῶς τοῖς τοιούτοις τὴν φύσιν. Ἐπ᾽ οὖν τούτοις ἅπασι τὰ τῆς ἡμετέρας ἑορτῆς συνθήματα· καὶ «χαίρουσι μὲν οὐρανοὶ, ἀγαλλιᾶται δὲ τὰ πεδία,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Συγχαίρει γὰρ τοῖς ἐπὶ γῆς τὰ οὐράνια τάγματα. Καὶ γοῦν εὑρήσομεν λέγοντας τοὺς ἁγίους ἀγγέλους, ὅτε Χριστὸς ἐγεννήθη· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Χριστὸς γάρ ἐστι «πάντων ἡ εἰρήνη,» κατὰ τὰς Γραφὰς, ἐθελούσιον ὑπὲρ ἡμῶν ὑπομείνας κένωσιν. Δι᾽ ἡμᾶς δὲ γεγονὼς ἐν τοῖς καθ᾽ ἡμᾶς, καὶ ἡμετέρας φύσεως οὐκ ἀτιμάσας τὸ μέτρον· οὐδὲ τῆς τοῦ δούλου μορφῆς ἐρυθριάσας τὴν πτωχείαν, ἵνα καὶ ἡμεῖς διά τε τῆς πίστεως τῆς εἰς αὐτὸν, καὶ τοῦ ἁγίου βαπτίσματος, ἐν μεθέξει γεγονότες τοῦ Πνεύματος, εἰς τὴν αὐτοῦ πολιτείαν καὶ ζωὴν ἀναμορφούμενοι, τὴν τοῦ ποιήσαντος ἡμᾶς ἀπαστράπτωμεν εἰκόνα.
Ὅτι γὰρ ἡμᾶς ἡ ἀληθής τε καὶ ἀκαπήλευτος πίστις ἀναπλάττει τρόπον τινὰ, πρὸς Θεὸν, καὶ τῆς θείας φύσεως ταῖς ἡμετέραις ψυχαῖς διὰ τῆς ἐν Χριστῷ πολιτείας ὁ χαρακτὴρ ἐνσημαίνεται, μαθήσῃ, τοῦ Παύλου λέγοντος τοῖς εἰς νομικὴν παλινδρομήσασιν ἐντολὴν, μετὰ τὸ θεῖόν τε καὶ οὐράνιον βάπτισμα· «Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Μορφοῦται γὰρ Χριστὸς ἐν ὑμῖν οὐχ ἑτέρως, εἰ μὴ διὰ πίστεως ἀνεγκλήτου, καὶ πολιτείας εὐαγγελικῆς· «Οὐ γὰρ ἐν παλαιότητι γράμματος, ἀλλ᾽ ἐν καινότητι πνεύματος» περιπατεῖν ἀναγκαῖον τοὺς, οἵ γε βαδίζειν ἰέντας πρὸς Θεόν. Ὅπερ ἂν, οἶμαι, καὶ ἐφ᾽ ἡμῶν αὐτῶν ἐνεργηθείη καλῶς, ὅταν ἐφέσει τῇ εἰς ἅπαν ὁτιοῦν ἀγαθὸν, τὸν οἰκεῖον ὥσπερ νευρώσαντες νοῦν ὡς ἁπάσης ἁγνείας ἡμῖν ἐσομένην μητέρα, τὴν εὐαγεστάτην ταύτην νηστείαν παραδεξώμεθα ὀλιγοσιτίαις μὲν σωφρόνως ἀρκούμενοι, καὶ ἀκαρυκεύτου περιεργίας ἐλευθέραν τῶν ἐδωδίμων τηροῦντες τὴν μέθεξιν, ἵνα καὶ τὸν τῆς διανοίας ἀπολεπτύνωμεν ὀφθαλμόν. Πλὴν εὖ μάλα πρὸς τούτῳ κἀκεῖνο γινώσκοντες, ὡς οὐκ ἀπόχρη πρὸς ἁγιασμὸν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς σαρκὸς πόνος, οὐδ᾽ ἂν ἐξαρκέσαι τισὶ πρὸς ἐπίδειξιν ἀρετῆς τῆς ἀσιτίας τὸ χρῆμα· μὴ οὐχὶ τῆς ἐν ἔργοις ἁγνείας, καὶ τῆς τοῦ βίου σεμνότητος συμπαρεζευγμένον τρόπον τινὰ, καὶ τῷ τῆς νηστείας συνθεουσῶν καυχήματι.
Χρῆναι γὰρ οἶμαι, μᾶλλον δὲ εἶναί φημι τῶν ἀναγκαιοτάτων τὸ τελείως τε καὶ ὁλοτρόπως τῇ εἰς Χριστὸν ἀνακεῖσθαι λατρείᾳ· καὶ μὴ ἑτέρωσέ ποι παρεκκλίνοντας ἀμαθῶς, τῆς εὐθείας ἐξοίχεσθαι, καὶ τρίβον ἀφέντας τὴν εὐστιβῆ δι᾽ ἧσπερ ἄν τις ἴοι πρὸς Θεὸν, τὴν ἀνάντη φέρεσθαι, καὶ πρὸς τὸ τῷ διαβόλῳ δοκοῦν ἀσυνέτως ἐκτελευτᾷν. «Δύναται γὰρ οὐδεὶς, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, δυσὶ δουλεύειν κυρίοις· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.» Παραιτητέον οὖν ἄρα τὸν οὐκ ὄντα δεσπότην, φημὶ δὴ τὸν Σατανᾶν, ἵνα τὸν ὄντως καὶ ἀληθῶς ἀγαπῶμεν Κύριον.
Τίς δ᾽ ἂν γένοιτο παρ᾽ ἡμῶν ὁ τῆς ἀγαπήσεως τρόπος, αὐτὸς δι᾽ ἑαυτοῦ φωταγωγήσει, λέγων ὁ Κύριος· «Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ.» Οἱ δὲ τῆς τοῦ Σωτῆρος ἐντολῆς γνήσιοι φύλακες, ἀνεξήτητον ἔχουσι τὴν εὐσέβειαν· καὶ τῆς τοῦ διαβόλου πλεονεξίας οὐκ ἀνεχόμενοι, τὸν τῆς ἁμαρτίας ἀποσείονται ζυγὸν, καὶ πρὸς ἐλευθέραν βλέπουσιν ἕξιν· καταθλοῦντες μὲν ἅπασαν ἔκτοπόν τε καὶ μυσαρὰ ἡδονήν· τὰς δὲ τῆς σαρκὸς ἐπιθυμίας τοῖς ἐξ ἀσκήσεως νεκροῦντες πόνοις. Καὶ αὐτοῦ δὲ τοῦτο βοῶντος ἀκούσῃ τοῦ Παύλου· «Οἱ γὰρ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Οὐκοῦν, ἐρῶ γάρ τι πάλιν παρὰ τοῦ Παύλου λαβὼν, «Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχειοῦμεν, νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τουτέστι πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν· παριστάντες δὲ μᾶλλον ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας,» κατὰ τὸ γεγραμμένον, καὶ θυσίαν ὥσπερ τινὰ πνευματικὴν οἰκείαν ἀνατιθέντες ζωὴν τῷ φιλαρέτῳ Θεῷ. Πόνων γὰρ τῶν ἀγαθῶν ὁ καρπὸς ἔσται πάντως εὐκλεής. Μὴ γὰρ δή τις οἰέσθω τῶν καθ᾽ ἡμᾶς, ὡς ἀκονιτὶ μὲν κατορθώσει τὸ ἀγαθὸν, ἱδρῶτος δὲ οὐδενὸς εἰς πεῖραν ἐλθὼν, τῆς ἁμαρτίας κατακαυχήσεται.
Δεινὸς γὰρ ἀντιπράττειν ὁ Σατανᾶς, καὶ τοῖς ἐξ ἀπάτης διακωλύμασι παραποδίζειν ἱκανὸς τῶν ὀρθῶς τε καὶ ἀνεγκλήτως βιοῦν ἑλομένων τὴν διάνοιαν, καὶ τοὺς ἤδη βλέποντας εἰς κατόρθωσιν ἀρετῆς παραλύσαι πόνους. Παραληψόμεθα δὲ πρὸς ἀπόδειξιν τῶν εἰρημένων, σαφῆ τε καὶ ἀναμφίλογον, τὰ ἐν τῇ Ἐξόδῳ, βιβλίον δὲ τοῦτο Μωσαϊκὸν, δεδραμένα τε καὶ γεγραμμένα. Εἰκόνας γὰρ ὥσπερ καὶ τύπους ἐναργεστάτους τῶν ἀφανεστέρων τὰ ἐμφανῆ καθίστη Θεὸς, καὶ ὅσαπερ ἄν τις τοῖς ἀρχαιοτέροις κατίδοι συμβεβηκότα, ταῦτα τῶν ἐν παραβύστῳ καὶ νοητῶν εἰς ἀπόδειξιν ἑαυτῷ παραθεὶς, οὐκ ἂν ἁμάρτῃ τοῦ πρέποντος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς περὶ τούτων ἡμῖν συμφέρεται λόγοις, ὡδί πως ἀνακεκραγὼς, καὶ λέγων περὶ τῶν ἀρχαιοτέρων· «Ὅτι δὲ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν.» Ἔστι τοίνυν ἐξ ἀρχαίας ἱστορίας καθάπερ ἐν πίνακι λεπτῶς ἰδεῖν διαγεγραμμένον, τήν τε τοῦ διαβόλου πλεονεξίαν, ἣν ἐποιήσατο καθ᾽ ἡμῶν ὁ πάντα τολμῶν εὐκόλως, καὶ ὅτι τοῖς εἰς ἐλευθέραν ἰοῦσιν ἕξιν τε καὶ προθυμίαν, δριμὺς ὑπαντᾷ τοὺς τῆς ἁμαρτίας ὅρους ἐκτρέχειν οὐκ ἐῶν· ἐμφιλοχωρεῖν δὲ μᾶλλον ἐπαναγκάζων αὐτῇ, καὶ οὐχ ὁλόκληρον ἐπιτελεῖσθαι κελεύων τὴν εἰς Θεὸν εὐλάβειαν· καὶ ἄρα τις ἕληται φρονεῖν ὀρθῶς. Τίς οὖν ἄρα τῆς ἱστορίας ὁ λόγος, καιρὸς, ὡς ἔοικεν, εἰπεῖν.
βʹ. Λελῄστευταί ποτε τὴν τῆς ἀρχαίας ἐλευθερίας τιμήν τε καὶ δόξαν ὁ Ἰσραήλ· ὁ γάρ τοι τῶν Αἰγυπτίων ὠμότατος τύραννος, σκληρὸν μὲν αὐτοῖς τῆς δουλείας ἐπετίθει τὸν ζυγὸν, οὐκ ἀνεὶς δὲ τῶν ἔργων, πηλῷ καὶ πλινθείᾳ τοὺς Ἰουδαίους κατῃκίζετο. Ἀλλ᾽ ὡς ἠλέει Θεὸς, τεθρυμμένους τε ἤδη καὶ τῇ τοῦ κρατοῦντος ἀπανθρωπίᾳ δαπανωμένους ὁρῶν, καὶ πρὸς τὴν ἄνωθεν αὐτοὺς, καὶ ἀρχαιοτάτην ἐλευθερίαν ἀνακομίζειν ἐσκέπτετο, Μωσῇ τῷ πανσόφῳ λέγειν ἐκέλευεν, ὡς αὐτὸν οἰχομένῳ τῶν Αἰγυπτίων τὸν τύραννον· «Τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι δουλεύσωσιν ἐν τῇ ἐρήμῳ.» Διατί μὴ μᾶλλον ἐν Αἰγύπτῳ λατρεύειν ἐκέλευε; τί δὲ πρὸς ἐρήμους ἐκάλει τόπους; Ἆρα οὐκ ἀκόλουθον συνιδεῖν, ὅτι τοὺς οἵ γε λατρεύειν τῷ πάντων κρατοῦντι Θεῷ ἔμελλον, πρῶτον μὲν ᾤετο δεῖν τὸν τῆς ἑτέρων δουλείας ἀποπέμπεσθαι ζυγὸν, πρὸς ἀποθέσθαι δὲ ὥσπερ τὸ τοῖς διαβολικοῖς προστάγμασιν ὡς ἐξ ἀνάγκης ὑπηρετεῖν, ἀποπαύσασθαι δὲ καὶ πηλοῦ καὶ πλινθείας· ὅ ἐστι πάλιν ἀποσχέσθαι τε καὶ καταλῆξαι λοιπὸν τῆς τῶν ἐπιγείων ἔργων ἀκαθαρσίας, ἵνα πᾶσαν ὥσπερ ἐκβαίνοντες τὴν τοῦ πλεονεκτήσαντος χώραν, λοιπὸν ὡς εἰς ἔρημον ἐλεύθερόν τε καὶ ἀνειμένον γεγονότες φρόνημα, καθαροὶ καθαρῶς, προσίοιεν ταῖς εἰς Θεὸν λατρείαις.
Ἀλλ᾽ ὁ μὲν θεσπέσιος καὶ μέγας ὄντως Μωσῆς ἐκεῖνα διεκελεύετο, καὶ πρὸς ἔρημον τὴν καθαρωτάτην ἐκάλει τὸν Ἰσραήλ. Ἀνθωπλίζετό γε μὴν ῥιψοκινδύνως ὁ Φαραὼ, καὶ τῆς θείας δόξης κατεθρασύνετο λέγων· «Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ.» Ἐπειδὴ δὲ ταῖς ἄνωθεν ἐνικᾶτο πληγαῖς, πρὸς ἀβούλητον ἤδη κατέῤῥει σύνεσιν, ὅλης αὐτῷ κινδυνευούσης τῆς χώρας, εἶτα ποικίλους αὐτοῖς παραποδισμάτων ἐπενόει τρόπους, καὶ τὸν τῆς δουλείας ζυγὸν οὐκ εἰς ἅπαν ἀνεὶς, ἑτέρως αὐτοὺς διακωλύειν ἐπειρᾶτο, λέγων· «Πορευθέντες, θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ μου.» Ὁρᾷς ὅπως κἂν ἐξέλκῃ πως τῆς ἁμαρτίας ὁ τοῦ Θεοῦ νόμος, ἀντεγείρεται μὲν ἀντιπράττων ὁ Σατανᾶς. Ὑπεραθλοῦντός γε μὴν τῆς ἁπάντων ζωῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀνασειράζει μὲν ἄκων τὴν πλεονεξίαν, τὸ, καθ᾽ ὧν ἂν βούλοιτο τυραννεῖν, οὐκ ἔχων ἱππήλατον.
Ἀλλ᾽ οὖν ἔξω παντελῶς τῆς ἰδίας ἡμᾶς οὐκ ἐφίησι γῆς· μερίζεσθαι δὲ, ὥσπερ ἐπ᾽ ἄμφω κελεύει, εἴς τε τὸ αὐτῷ δοκοῦν, καὶ τὸ τῷ πάντων Δεσπότῃ. Ἀλλ᾽ ἔστιν ἀμήχανον ἀμώμητον παρ᾽ ἡμῶν τὸν τῆς λατρείας γενέσθαι τρόπον, εἰ μὴ ὥσπερ πάσης ἐκδεδραμηκότες τῆς τοῦ διαβόλου χώρας, ἀμέτοχοι παντελῶς τῆς ὑπ᾽ ἐκείνῳ θητείας εὑρισκοίμεθα. Ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἐξ αὐτῶν τε τῶν τοῦ πανσόφου Μωσέως πληροφορήσω ῥημάτων. Τί γὰρ ἔφη πρὸς Φαραὼ, «Πορευθέντες, λέγοντα, θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ μου;» βοῶν, οὐ δυνατὸν γενέσθαι οὕτως· «Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν,» καθάπερ ἔφθην εἰπών· καὶ ἔστι τῶν ἀκαλλεστάτων φαυλότητός τε ὁμοῦ, καὶ τῶν τελούντων εἰς ἀρετὴν ὁρᾶσθαι δημιουργοὺς, καὶ τοῖς τοσοῦτον ἀλλήλων διωρισμένοις τὴν ἰσομοιροῦσαν ἀπονέμειν σπουδὴν, ὡς μαλακίζεσθαι μὲν ἔσθ᾽ ὅτε νοσοῦντα τὸν νοῦν τὸ τῷ διαβόλῳ τετιμημένον, ἀναῤῥώννυσθαι δὲ αὖθις εἰς τὸ ἀρέσκον Θεῷ, δικαιωτάτην ὥσπερ ἐφ᾽ ἑαυτῷ καλοῦντα τὴν καταβοήν. Δι᾽ ὧν γὰρ ἔγνω τιμᾷν, ἃ χρῆν ἑλέσθαι καὶ μόνα τῆς ἐκείνοις αἰσχρότητος πῶς ἂν οὐ σφόδρα κατηγορήσειεν;
Εἶτα πῶς ἂν αὐτὸς διακρούσαιτο τὴν γραφὴν, τῶν οὕτω κατεγνωσμένων πονηρὸς ἐργάτης ἐληλεγμένος; Δεῖ τοίνυν φρονήματος ἡμῖν γενναίου τε καὶ νεανικοῦ πρὸς τὸ δύνασθαι καλῶς διὰ πάσης ἀγαθουργίας ἰέναι πρὸς Θεὸν, τελείως τε καὶ ὁλοτρόπως· ὅπερ ἂν ἡμῖν ὑπάρξῃ, καὶ λίαν εὐκόλως, εἰ τοῖς ἀρχαιοτέροις ἐθέλοιμεν κατακολουθῆσαι τύποις.
Ὄψει τοίνυν τοὺς ἐξ Ἰσραὴλ, τὴν μὲν ἀτιμοτάτην δουλείαν ἐκείνην, ἀποφορτίσασθαι δεῖν ἑλομένους, καὶ τῆς τῶν πάλαι πλεονεκτούντων κατακρατῆσαι χειρὸς, οὐ μήν τινα καὶ δράσαι τῶν τοιούτων ἰσχύσαντας, εἰ μὴ τεθύκασιν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, κατεχρίσθησάν τε τῷ αἵματι, καὶ ἄρτους ἀζύμους ἔφαγον ἐπ᾽ αὐτῷ. Δι᾽ εὐλογίας οὖν ἄρα τῆς ἀληθεστέρας καὶ μυστικῆς, ἀνατειχίζεσθαι δεῖ τὰς ἡμετέρας ψυχὰς, εἰ τὸ δουλεύειν ἔτι ταῖς ἁμαρτίαις παραιτοίμεθα. Οὐδὲ γὰρ ἑτέρως διαδράσαι τις ἂν τὰς ἐκ τῶν ἐπιγείων παθῶν ἀφορήτους καταδρομὰς, εἰ μὴ διὰ τῆς Χριστοῦ μετοχῆς τοῦ κατισχύοντος παραλῦσαι τὴν δύναμιν [τοῦ Φαραὼ], τουτέστι τοῦ Σατανᾶ. Διὰ γάρ τοι ταύτην μάλιστα τὴν αἰτίαν, καίτοι Θεὸς ὢν κατὰ φύσιν, καὶ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς ὁ Μονογενὴς, ἐθελοντὴς «κατέβη πρὸς κένωσιν, μορφὴν δούλου λαβὼν,» καθὼς γέγραπται, «καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» ἵνα τῆς ἡμετέρας φύσεως τὴν εὐτέλειαν εἰς ὕψος ἀνακομίσῃ μέγα, τὴν οἰκείαν αὐτῇ χαριζόμενος ἀσφάλειαν.
Ἄτρεπτος γὰρ ὢν, κατὰ φύσιν, καὶ παθεῖν οὐκ εἰδὼς τὸ κατωθεῖσθαι πρὸς ἁμαρτίαν, ἑαυτὸν ἀῤῥήτως ἀνέμιξε τῇ λίαν εὐκόλως πρὸς πᾶν ὁτιοῦν τῶν φαύλων κατωθουμένῃ φύσει, φημὶ δὴ τῇ ἀνθρωπίνῃ· καθάπερ ἔφην ἀρτίως, τῆς ἑαυτοῦ φύσεως τὴν ἀσφάλειαν, ὡς ἀσθενούσῃ δωρούμενος, ἵνα φαίνηται λοιπὸν πεπηγὼς εἰς ἀγαθουργίας ὁ ἡμέτερος νοῦς, καὶ τὰ τῆς σαρκὸς κολάζηται πάθη, νενεκρωμένα παντελῶς τῇ δυνάμει τοῦ κατοικήσαντος ἐν αὐτῇ, τουτέστι τοῦ Θεοῦ Λόγου. Καὶ γοῦν ἐπιστέλλει λέγων ὁ Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Κατακέκριται τοίνυν ἡ ἁμαρτία, νεκρωθεῖσα μὲν πρῶτον ἐν Χριστῷ, νεκρωθησομένη δὲ καὶ ἐν ἡμῖν, ὅταν αὐτὸν ταῖς οἰκείαις ψυχαῖς εἰσοικίζωμεν διὰ τῆς πίστεως καὶ τῆς μετουσίας τοῦ Πνεύματος, συμμόρφους ἡμᾶς ἀποτελοῦντος Χριστῷ, διὰ τῆς ἐν ἁγιασμῷ δηλονότι ποιότητος. Μορφὴ γὰρ ὥσπερ τίς ἐστι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ Πνεῦμα αὐτοῦ, τὸν θεῖον ἡμῶν ἐξεικονισμὸν ἐναποθλῖβον τρόπον τινὰ δι᾽ ἑαυτοῦ.
Τοιγάρτοι, καὶ ὡς αὐτὸς ὀνομάζεται παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς, οὐχ ἕτερον ὃν παρ᾽ αὐτὸν, ὅσον εἰς ταυτότητα τῆς οὐσίας καὶ εἰς ἐνέργειαν τὴν θεοπρεπῆ. Καὶ γοῦν αὐτοῦ λέγοντος τοῦ Σωτῆρος ἡμῶν· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» γράφει μὲν Ἰωάννης, ὅτι «Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια·» πάλιν δὲ Παῦλος, ὁ τοῖς ἱεροῖς ἐντεθραμμένος Γράμμασιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία.» Ἀκούεις ὅπως τετήρηκεν ἀστείως ὁ μυσταγωγὸς, τῷ τε Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ τὸ ἐν οὐσίᾳ ταυτὸν, καὶ τὸ νοεῖσθαι διῃρημένως, κατά γε τὸ ὑφεστάναι φημὶ, τοῦθ᾽ ὅπερ ἑκάτερον εἶναι λέγεται, καὶ ἔστιν ἀληθῶς. Πνεῦμα γὰρ εἰκότως νοοῖτ᾽ ἂν τὸ Πνεῦμα, καὶ οὐχ Υἱὸς, μᾶλλον δὲ Πνεῦμα τοῦ Υἱοῦ, διαπλάττον καὶ ἀναμορφοῦν εἰς αὐτὸν τὰ ἐν οἷς ἂν γένοιτο μεθεκτῶς, ἵνα τοῦ ἰδίου γεννήματος διαπρέποντας ἐν ἡμῖν τοὺς χαρακτῆρας ὁρῶν ὁ Θεὸς καὶ Πατὴρ ἀγαπήσῃ λοιπὸν ὡς τέκνα, καὶ ταῖς ὑπερκοσμίοις καταφαιδρύνῃ τιμαῖς. Τοῦτο δ᾽ ἂν γένοιτο φανοτάτη πάλιν ἀπόδειξις τὸ πάλαι τεθεσπισμένον διὰ τοῦ πανσόφου Μωσέως.
Τί γὰρ ἔφη πρὸς αὐτόν; «Ἁγίασόν μοι πᾶν πρωτότοκον, πρωτογενὲς διανοῖγον μήτραν·» τὸ, Ἁγίασον, εἰπὼν, ἀντὶ τοῦ, Κατάγραψον καὶ ἀνάθες ὡς ἱερὸν καὶ τῷ Θεῷ χρεωστούμενον. Οὐδὲ γὰρ, οἶμαι, φαίη τις ἂν, ὡς ἔστι τῶν ἐφικτῶν τοῦ θείου τε καὶ ἁγίου Πνεύματος Μωσέα φαίνεσθαι χορηγὸν, καὶ τὸν ἐν οἰκέτου τάξει καὶ ὑπηρέτου παρειλημμένον, τοῖς τοῦ Δεσπότου πλεονεκτήμασιν ἐναβρύνεσθαι, καὶ τὰ μόνῳ τε καὶ ἰδικῶς πρέποντα τῷ Θεῷ δύνασθαι κατορθοῦν. Τί οὖν ἄρα διετύπου Μωσῆς; τί δὲ προσελάλει τοῖς υἱοῖς Ἰσραήλ; «Καὶ ἔσται, φησὶ, ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτήν· καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.» Ἁγιάζεσθαι κελεύει πᾶν πρωτότοκον διανοῖγον μήτραν. Ἅγιοι γὰρ πάντες οἷσπερ ἂν ἡ εἰκὼν ἀναστράπτουσα φαίνοιτο τοῦ ἁγίου καὶ πρωτοτόκου, φημὶ δὴ Χριστοῦ. Νοητοῦ δὲ πράγματος, καὶ τῆς ἐν πνεύματι νοουμένης συμμορφίας, τὴν σωματικὴν ὁμοίωσιν εἰς τύπον προλαβὼν, ἔδειξεν ὁ νόμος τοῦ Θεοῦ καὶ Πατρὸς τὴν προαιώνιον βούλησιν. Διὸ καὶ Παῦλός φησι, διὰ τῆσδε τῆς νομοθεσίας, ὥς γέ μοι φαίνεται, τὸ μέγα τοῦτο συνεὶς μυστήριον· «Οὓς γὰρ ἔγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, τούτους καὶ ἐκάλεσε, τούτους καὶ ἡγίασεν· οὓς δὲ ἡγίασε, τούτους καὶ ἐδόξασεν.»
Ἀλλὰ φέρε δὴ πάλιν ὡς ἔνι καλῶς τὸν τοῦ θεωρήματος καταλεπτύνοντες νοῦν, ἐπαθρήσωμεν ἀκριβέστερον· ὁποίαν μὲν εἰκότως περιθείη τις ἂν τῷ Χριστῷ τὴν μορφὴν, ἴοι δ᾽ ἂν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος.
γʹ. Ἀλλ᾽ ἔστιν οὐκ ἀμφίλογον, ὡς ἐκεῖνο δὴ πάντως τὸ ὑπερκόσμιον κάλλος, ὅπερ ἂν νοοῖτο τυχὸν ἐπ᾽ αὐτῆς τῆς πάντα ὑπερκειμένης οὐσίας, φημὶ δὴ τῆς θείας καὶ ὑπὲρ νοῦν. Ἧσπερ ἂν οὐχ ἑτέρως ἐν ταῖς ἡμετέραις ψυχαῖς ὁ χαρακτὴρ ἐμφαίνοιτο, εἰ μὴ τῆς θείας φύσεως ἀποτελοίμεθα κοινωνοὶ, τό τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δεξάμενοι Πνεῦμα, καὶ καθάπερ ὁ Παῦλος ἔφη, «Τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἐν πράγμασι δὲ δηλονότι, καὶ ἐν δυνάμει τῇ κατ᾽ ἐνέργειαν ἀρετῆς ὁ μετασχηματισμὸς ἐν ἡμῖν γίνεται, καὶ ἡ μετάπλασις ἐν ἁγιασμῷ, πρὸς πᾶν ὁτιοῦν ἀναφέροντι τὸ δοκοῦν τῷ Θεῷ, καὶ πᾶσαν μὲν τῆς ἡμετέρας διανοίας μαλακίαν ἐκπέμποντι, μεταχαλκεύοντι δὲ ὥσπερ εἰς ἀσφαλὲς ἤδη καὶ ἄμαχον φρόνημα. Οἶμαι γὰρ ἔγωγε, ταύτης δὴ μάλιστα τῆς αἰτίας ἕνεκα, τὸν τοῦ νόμου δοτῆρα Θεὸν, οὐχ ἁπλῶς ἁγιάσαι πᾶν πρωτότοκον εἰπεῖν, προσθεῖναι δὲ, ὅτι προσήκοι τὰ ἀρσενικά. Τοῦ γὰρ δὴ χάριν ἀνίερόν τέ ἐστι, καὶ οὐχ ἁγιάζεται τὸ θῆλυ, κἂν ὑπάρχῃ πρωτότοκον, ἀλλ᾽ εἰ μή πω φάναι δοκεῖ πάλιν ἐρῶ, καιροῦ πρὸς τοῦτο καλοῦντος καὶ χρείας. Μόριον ὥσπερ τι τῆς νοουμένης μορφῆς ἐν τῇ θείᾳ τε καὶ ἀκαταλήπτῳ φύσει τὸ ἀνδρῶδες ἐφ᾽ ἅπασι καὶ νεανικὸν θεωρήσομεν, τὸν τῆς διανοίας ἐπερείδοντες ὀφθαλμόν.
Τοιαύτη γάρ πως ἡ τῆς θεότητος φύσις, εἴκουσα μὲν τῶν ὄντων οὐδενὶ, νικῶσα δὲ μᾶλλον, καὶ κατὰ πάντα ἀνδριζομένη τοῦ κεκλημένου πρὸς γένεσιν, ἐῤῥωμενεστάτη δὲ σφόδρα, καὶ ὡς οὐκ ἔστιν εἰπεῖν, πρὸς τὴν τῶν ἰδίων ἔργων κατόρθωσιν.
Σύμμορφος οὖν ἄρα Χριστῷ νοοῖτο ἂν εἰκότως ὁ ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς οἱονεί τις ἀρσενόφρων καὶ νεανικός· οὐ τοιοῦτός γε μὴν, ὁ θήλειαν ἔχων, ἵν᾽ οὕτως εἴπω, τὴν φρένα, μαλθακήν τε καὶ εὐκαταγώνιστον. Δειλὸν γὰρ καὶ ἀδρανὲς, καὶ πρὸς μάχην καὶ εὐτολμίαν ἀπειρηκὸς τὸ θηλειῶν ἐστι γένος.
Εἰκόνα δέ σοι τοῦ πράγματος παραθήσω πάλιν ἀπὸ τῆς Μωσέως συγγραφῆς. Ἔφη τοίνυν ὅτι τῶν Αἰγυπτίων ὁ τύραννος, εἰς τύπον τοῦ διαβόλου κείμενος παρὰ τῇ θείᾳ Γραφῇ, κατὰ τῆς τῶν Ἑβραίων ὠδῖνος ὡπλίζετο, καὶ τοῖς ἔτι κατὰ νηδύος μαχόμενος, ἀναιρεῖσθαι παραχρῆμα διετύπου τὰ γεννώμενα, καὶ φωτὸς ἄρτι πρὸς πεῖραν ἐρχόμενα. Τὸ δὲ τῆς ὠμότητος σύνθημα μετὰ τῆς αὐτῷ πρεπούσης ἐγράφετο τέχνης. Ζωογονεῖσθαι μὲν γὰρ τὸ θῆλυ, τό γε μὴν ἄρσεν ὕδασι καὶ τέλμασιν ἐναποπνίγεσθαι δεῖν ὁ μιαιφόνος ἐνομοθέτει. Ποῖ οὖν ἄρα καὶ τοῦτο ἡμῖν κατασημαίνει τὸ θεώρημα; Τί δὲ τοῖς εὐμαθεστέροις παρέσται νοεῖν; Ἡδέα γὰρ τῷ διαβόλῳ τὰ μαλθακά τε καὶ ἄνανδρα καὶ ἐκτεθηλυμένα φρονήματα· διὸ καὶ εἰς αὖξιν ἰέναι τὸ θῆλυ παραχωρεῖ, πλεονεκτηθήσεσθαί ποτε παρ᾽ αὐτῶν οὐ προσδοκήσας ὁ πονηρός. Πολεμιώτατον δὲ καὶ πρὸς τὸ νικᾶσθαι σκληρόνουν ἡγεῖται τὸν ἄρσενα· ὃν καὶ τοῖς τῆς ἀληθείας ἐντρεφόμενον λόγοις, εἰ πρὸς μέτρον ἡλικίας ἀναδράμοι τῆς ἐν Χριστῷ, καὶ «εἰς ἄνδρα τέλειον» αὐξήσει, κατὰ τὸν Παῦλον, ἔσεσθαι γινώσκων οὐδαμόθεν ἁλώσιμον, πρὸ ἥβης ἀπαιρεῖ.
Τὸ γὰρ ἐκ νηδύος αὐτῆς, τῇ τοῦ ἄρσενος ἐπιφύεσθαι γονῇ, τί οὖν ἐντεῦθεν; Ὅτι πᾶν τὸ τίμιον παρὰ Θεῷ, βδελυκτὸν παρ᾽ ἐκείνῳ. Κρατήσει δὲ πάντως καὶ τὸ ἐναντίον· τὸ γὰρ ἐκ τοῦ διαβόλου κατεστυγημένον, ἐν τοῖς ἀναγκαίοις παρὰ τῷ Θεῷ· ψῆφον δὲ ὥσπερ τινὰ τὴν ἀρίστην ἐφ᾽ ἑαυτῷ, τὴν ἐπὶ τῷ μισεῖσθαι διαβολὴν μετὰ τῆς ἄλλης εὐκοσμίας ἀποκερδαῖνον.
Ὅτι δὲ καὶ τοῦτό ἐστιν ἀληθὲς, ἐξ αὐτῶν ὑμῖν ἐπιδεῖξαι τῶν ἱερῶν Γραμμάτων, χαλεπὸν οὐδέν. Οὐκοῦν ἐν τοῖς καλουμένοις Ἀριθμοῖς (κατωνόμασται δὲ οὕτως ἓν Μωσέως βιβλίον), εὐθὺς ἐν ἀρχαῖς ἔφη που Θεὸς πρός τε αὐτὸν τὸν ἱεροφάντην Μωσέα, καὶ πρὸς Ἀαρών· «Λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ (ἀρχὴν ὀνομάσας τὸν ἐκλογισμὸν, ἤτοι τὴν ἀπαρίθμησιν), κατὰ συγγενείας, κατ᾽ οἴκους πατριῶν, κατ᾽ ἀριθμὸν ἐξ ὀνόματος κατὰ κεφαλὴν αὐτῶν· πᾶν ἄρσεν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραὴλ, ἐπισκέψασθε αὐτούς.» Σύνες ὅπως ἀπογράφεσθαι μὲν κελεύει τὸ ἄρσεν, καὶ τὴν ἡβῶσαν ἤδη, καὶ οἱονεὶ σφριγῶσαν ἄρτι πληθύν· «Ἀπὸ εἰκοσαετοῦς γὰρ, φησὶ, καὶ ἐπάνω.» Ἀλογεῖ δὲ τοῦ θήλεος παντελῶς καὶ μειρακιώδους ἡλικίας. Ἀπόβλητον γὰρ παρὰ Θεῷ φρόνημα τὸ ἀσθενὲς καὶ ἀτελὲς εἰς σύνεσιν.
Γνωριμώτατον δὲ καὶ ἐν βίβλῳ ζωῆς καταγεγραμμένον τὸ ἀνδρῶδες ἅμα καὶ συνετὸν, ἅτε δὴ καὶ ἀρκούντως ἔχον εἰς τὸ ἤδη δύνασθαι ταῖς τοῦ διαβόλου κακουργίαις ἀντιστατεῖν. Φρονήματι γὰρ τῷ νεανικῷ παρεζευγμένη σύνεσις, πρὸς πᾶν ὁτιοῦν ἱκανὴ τῶν ὅσα προσήκει τῶν εὐσεβούντων ἐργάζεσθαι.
δʹ. Οὐκοῦν (ἀνακεφαλαιώσομαι γὰρ ἀναγκαίως τὸν τοῦ λόγου σκοπὸν) συμμόρφους ἡμᾶς ἀποτελεῖ τὸ Πνεῦμα Χριστῷ· καὶ διὰ τῆς κατ᾽ ἐνέργειαν ἀρετῆς οἱ θεῖοι δὴ πάντως ἡμῖν ἐναστράπτουσι χαρακτῆρες. Συμβήσεται δὲ καὶ τοῖς μὴ τοιούτοις τὸ ἐναντίον. Ποιήσομαι δὲ φανοτάτην τοῦ λόγου τὴν δύναμιν. Ὅνπερ γὰρ τρόπον εἰς τύπον ἀνδρείας ἐλήφθη τὸ ἄρσεν, ἀνδρείας δέ φημι τῆς νοουμένης κατὰ Θεὸν, ἣ καὶ συμμόρφους ἀποτελεῖ τῷ Χριστῷ, κατὰ τὸν αὐτὸν δὴ τουτονὶ λόγον, εἰς τύπον μαλακισμοῦ καὶ φρονήματος ἀσθενοῦς, διαπίπτοντός τε καὶ λίαν εὐκόλως εἰς ἡδονὰς, τὸ τῆς θηλείας εἰσφέρεται πρόσωπον. Καὶ γοῦν ἡ θεία Γραφὴ αὐτήν τε τὴν ἁμαρτίαν, καὶ τοὺς τῆς ἁμαρτίας ἐργάτας, ἐν τῷ τῆς θηλείας διαπλάττει σχήματι.
Ὅνπερ γὰρ τρόπον συμμόρφους εἶναί φαμεν Χριστῷ τοὺς ἀγαπῶντας αὐτόν· οὕτω καὶ τῆς ἁμαρτίας τὸ ἀκαλλέστατον σχῆμα ταῖς τῶν φιλαμαρτημόνων ψυχαῖς ἐγχαράττεται. Παροίσω δὲ τὸν μακάριον πάλιν προφήτην Ζαχαρίαν, αὐτὸ δὴ τοῦτο καὶ μάλα σαφῶς τοῖς ἀκροωμένοις ἐξηγεῖσθαι δυνάμενον.
Λέγει γὰρ οὕτω· «Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπα· Τί ἐστι; Καὶ εἶπε· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον· καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Καὶ ἰδοὺ τάλαντον μολίβδου ἐξαιρόμενον.
Καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου· καὶ εἶπεν· Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔῤῥιψεν αὐτὴν εἰς μέσον τοῦ μέτρου, καὶ ἔῤῥιψε τὸν λίθον τοῦ μολίβδου εἰς τὸ στόμα αὐτῆς. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον· καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν· καὶ αὗται εἶχον πτέρυγας, ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ.» Ἀκούεις ὅπως ἐν σχήματι μὲν γυναικὸς ἡ ἀνομία τῷ προφήτῃ φαίνεται· αἱ δὲ πρὸς ὕψος αἴρειν αὐτὴν ἐπιχειροῦσαι ψυχαὶ, τῆς ἐνούσης αὐτῇ δυσειδείας τὸν ἴσον ἔχουσι τρόπον. Καὶ αὗται γὰρ ὁρῶνται γυναῖκες. Ἔποπός γε μὴν ἐμπεφυκέναι πτέρυγας αὐταῖς ὁ προφητικὸς ἡμῖν διϊσχυρίσατο λόγος, ἵνα διὰ τούτου τὸ ἕτοιμον εἰς ἀκαθαρσίαν, καὶ τὸ εὐπετὲς εἰς φιλοσαρκίαν τῶν ἀνοσίων ἐπιδείξῃ ψυχῶν. Ἀκάθαρτον γὰρ τὸ στρουθίον, φημὶ δὴ τὸν ἔποπα, σκωλήκων τε καὶ περισσευμάτων τῶν ἀπὸ γαστρὸς ὅτι μάλιστα βορόν. Τοιαύτη δὲ πᾶσα φιλαμαρτήμων τε καὶ φιλήδονος ὁρᾶται ψυχή. Νοῦς μὲν γὰρ ὁ καθαρὸς τοῖς τῆς ἀληθείας ἐντρέφεται λόγοις.
Ἀλήθεια δὲ νοεῖται Χριστός. Ὁ δὲ γήϊνος καὶ φιλοβόρβορος, καθάπερ τινὰς σκώληκας ἕρποντας ἐν ἑαυτῷ, τὰς ἐφ᾽ ἑκάστῳ τῶν φαύλων ἐπιθυμίας ὁρῶν, συλλέγει καὶ τρέφεται, τῆς ἐντεῦθεν δυσωδίας ἀφειδήσας παντελῶς. Εἰ τοίνυν ἡδύ τε καὶ φίλον λελόγισται παρ᾽ ἡμῖν τὴν εὐκλεεστάτην τοῦ Σωτῆρος εἰκόνα φέρειν, καὶ ἀναμορφοῦσθαι πρὸς ἐκεῖνο τὸ θεῖον καὶ οὐράνιον κάλλος, παραιτώμεθα τὸν δυσειδέστατον τῆς ἁμαρτίας χαρακτῆρα· φύγωμεν φρένα τὴν μαλακὴν, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις εὐκαταγώνιστον. Ἀνδριζώμεθα δὲ μᾶλλον κατὰ Χριστὸν, ἵνα καὶ μέτοχοι τῆς αὐτοῦ εὑρισκώμεθα ζωῆς, γεγονότες ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ. Οὕτω γὰρ, οὕτω τὴ τοῖς ἡμετέροις σώμασιν ἐνοικήσασαν φθορὰν, καθάπερ τι τῶν δυσαχθεστάτων φορτίων ἀποσεισάμενοι, τὴν τῆς ἁμαρτίας μεταμφιασόμεθα δόξαν, οὐ τὴν τῆς σαρκὸς ἀρνούμενοι φύσιν, ἀλλ᾽ εἰς τὸ τῆς ἀφθαρσίας ἀναστοιχειούμενοι καύχημα, καὶ μετὰ σαρκὸς καὶ ἀῤῥήτῳ τινὶ τῇ παρὰ Χριστοῦ καταστίλβοντες δόξῃ· «Μετασχηματιεῖ γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ,» καθὰ γέγραπται. Ὅτι δὲ καίτοι φθαρτῆς ὄντες φύσεως, ἐπείπερ ἐγεγόναμεν ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, ἄφθαρτοι διαμενοῦμεν, κατημφιεσμένοι τοῦ Σωτῆρος τὴν δόξαν, οὐδὲν ἡμῖν ἧττον κἀκεῖνο σαφηνιεῖ τὸ παρὰ τῇ θείᾳ κείμενον Γραφῇ παράδειγμα.
Διδάξαι γὰρ ἐθελήσας ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ τὸ φθείρεσθαι πεφυκὸς, εἰς ἕτερόν τι παρ᾽ ὅπερ ἐστὶ μετασχηματίζεται, καὶ τὴν εἰς τὸ ἄμεινον ἀνίσχει μεταδρομὴν, εἰ τῆς ἐποπτείας ἀξιοῖ τὸ τῆς παρ᾽ αὐτοῦ· «Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους,» κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον· λέγει πρὸς τὸν ἅγιον Μωσέα καὶ τὸν Ἀαρών· «Πλήσατε τὸ γομὸρ τοῦ μὰν, εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν· καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν ἕνα, καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μὰν, καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ, εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.» Καίτοι τὸ μάννα, κατά γε τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀχρειότατον δὲ παντελῶς τοῖς ἐθέλουσι τηρεῖν, καὶ εἰς μίαν τὴν ἐφεξῆς ἡμέραν εὑρίσκετο· ἀλλ᾽ ἔμενεν ἀδιάφθορον, ἐν ὄψει τεθὲν τοῦ Θεοῦ διὰ χειρὸς Ἀαρὼν, καὶ τῇ χρυσῇ συνεχόμενον στάμνῳ. Ὅτι δὲ καὶ εἰς ἡμᾶς αὐτοὺς ἔσται τι τοῦτον, ἐνδοιάσειν οἶμαι μηδένα. Ὁ γὰρ ἅγιος ὄντως ἀρχιερεὺς τῶν ἡμετέρων ψυχῶν, τουτέστι Χριστὸς, περιστελεῖ μὲν τῇ δόξῃ τῇ θείᾳ, καθάπερ τινὶ χρυσῷ τὸ ἡμέτερον σῶμα· παραθεὶς δὲ ὥπερ ἐν ὄψει τοῦ Θεοῦ καὶ Πατρὸς, μεταθήσει πρὸς ἀφθαρσίαν.
Ὑποκεισόμεθα γὰρ οὐκέτι τῇ φθορᾷ· μενοῦμεν δὲ μᾶλλον εἰς τὸ διηνεκές. Εἰς ὑπόδειγμα γὰρ τοῦ πράγματος ἐλήφθη τὸ μάννα. Ἀποκειμένης τοιγαροῦν τῆς οὕτω λαμπρᾶς τοῖς ἁγίοις λαμπάδος, τὸν ἐκ ῥᾳθυμίας ἡμῖν ἐπισυμβαίνοντα νυσταγμὸν τῆς ἑαυτῶν διανοίας ὡς ποῤῥωτάτω διωθούμενοι, μετὰ νήψεως ἀγαθῆς τὴν ἑαυτῶν σωτηρίαν κατεργαζώμεθα.
Καὶ διὰ τοῦ κατορθοῦν ἐπείγεσθαι πᾶν εἶδος ἀρετῆς, ἕπεσθαί τε καὶ λίαν εὐτόνως τοῖς εὐαγγελικοῖς προστάγμασι, καλὰς τῷ Σωτῆρι τὰς ἀμοιβὰς ἐκτίσωμεν, καὶ τῷ τῆς ἁπάντων ζωῆς ὑπεραθλήσαντι, ἐκπριαμένῳ τε ἡμᾶς τῷ ἰδίῳ σταυρῷ, προσκομίζωμεν χαριστήρια θυσίας πνευματικὰς, κατὰ τὸν ψάλλοντά που καὶ λέγοντα· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν· ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου.» Οἱ γὰρ ὅλως τὴν πίστιν καταδεξάμενοι, Κύριόν τε καὶ Θεὸν ὁμολογήσαντες τὸν Χριστὸν, ὑπεσχόμεθα τὴν δουλείαν, προσεγραψάμεθα τὴν ὑπακοήν· χρεωστοῦμεν αὐτῷ τὸ πειθήνιον. Ἐννοήσωμεν γὰρ ὅτι κατὰ φύσιν Θεὸς ὑπάρχων, ἅτε δὴ καὶ ἐκ Θεοῦ πεφηνὼς, ἀῤῥήτως καὶ ὑπὲρ νοῦν ἐξ αὐτῆς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας οὐσίας, διά τε τοῦτο καὶ λίαν εἰκότως ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν νοοῦμεν, ὥστε καὶ ὑπάρχων ἀληθῶς, «τεταπείνωκεν ἑαυτὸν,» κατὰ τὰς Γραφὰς, «μορφὴν δούλου λαβὼν,» τουτέστι γενόμενος καθ᾽ ἡμᾶς, ἵνα καὶ ἡμεῖς κατ᾽ αὐτὸν [γενώμεθα], εἰς τὸν διὰ χάριτος ἐξεικονισμὸν διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας ἀναμορφούμενοι. Ἐπείπερ εἷς ἐξ ἡμῶν, ὁ δι᾽ ἡμᾶς μὲν, ἄνθρωπος καθ᾽ ἡμᾶς· Θεὸς δὲ, δι᾽ αὑτὸν καὶ τὸν φύσαντα, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ ὅτε γέγονεν ἄνθρωπος. Οὐ γὰρ ἐνεδέχετο μὴ εἶναι Θεὸν τὸν ἐκ Θεοῦ κατὰ φύσιν, εἰ καὶ «γέγονε σὰρξ,» κατὰ τὴν Ἰωάννου φωνήν.
Καὶ γοῦν τῷ γνησίῳ ποτὲ μαθητῇ (Φίλιππος δὲ οὗτος ἦν), ἀντιβολοῦντι καὶ λέγοντι· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν·» ἑαυτὸν εἰς ὄψιν παραθεὶς τῆς τοῦ Πατρὸς οὐσίας τε καὶ δόξης, ἔλεγε· «Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἔδειξε γὰρ ἡμῖν ἐν ἰδίᾳ φύσει τὴν τοῦ Πατρὸς, καὶ διὰ τῆς ἐφ᾽ ἅπασι θεοπρεποῦς ἐνεργείας, οὐσιώδη χαρακτῆρα πρὸς γνῶσιν ἡμῖν ἑαυτὸν παραθεὶς τοῦ φύσαντος, τὸν ἀληθῆ καὶ μόνον ἔδειξε Θεόν. Τοιγάρτοι, νεκροῖς μὲν ἐκέλευσε παλινδρομεῖν εἰς ζωὴν, κατεφθαρμένοις τε ἤδη καὶ δυσωδόσι· θαλάττῃ δὲ καὶ πνεύμασιν ἐξουσιαστικῶς ἐπεφώνει· «Σιώπα, πεφίμωσο·» τυφλοῖς δὲ τοῖς ἐκ σπαργάνων τὸ γλυκὺ καὶ τριπόθητον ἐνετίθει φῶς, καὶ πρὸς τούτοις ἕτερα μυρία παραδόξως εἰργάζετο. «Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε,» κατὰ τὸν ἄγιον εὐαγγελιστήν. Ὃ γὰρ ὑπάρχειν νοεῖται, καὶ ἔστιν ἀληθῶς ἡ θεία τε καὶ ἀπερινόητος φύσις, ποῖος ἂν κατίδοι σώματος ὀφθαλμός; ἢ πῶς ἂν ὅλως ὁρῷτο τὸ κατ᾽ οὐσίαν οὐχ ὁρατόν; τίς δὲ τὸ ἀπρόσιτον ἐκεῖνο κατόψεται φῶς, καίτοι τῆς ἡλιακῆς ἀκτῖνος ἀπρόσβλητον τοῖς ἡμετέροις ὀφθαλμοῖς ἀποστιλβούσης τὴν ἔκλαμψιν; Ἀλλ᾽ ἦν ἀνάγκη λοιπὸν, καὶ αὐτὸν ἡμᾶς ἰδεῖν τὸν Θεόν.
Οὐκοῦν διὰ τῶν θαυμάτων ἡ θέα· καὶ ἐν τοῖς παραδόξως ἀποτελουμένοις, τὸ τῆς θείας φύσεως νοηθήσεται κάλλος. Καὶ ἡ Σοφία δὲ πάλιν, ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως θεωρεῖσθαι τὸν τούτων ἔφη δημιουργόν. Ἵνα τοίνυν θαυματουργήσας ἐπιγινώσκηται, καὶ δείξῃ μὲν ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα, πιστεύηται δὲ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν, καὶ τῶν ὅλων Κύριος, γέγονε καθ᾽ ἡμᾶς ἄνθρωπος, δηλονότι, καὶ τὴν ἡμετέραν ὁμοίωσιν ὑποδὺς, «ἐπὶ γῆς ὤφθη,» κατὰ τὸ εἰρημένον ὑπὸ τῶν σοφῶν, «καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἐπειδὴ δὲ τοῖς Ἰουδαίοις ἐξ ἐπαγγελίας ὠφείλετο, «γεγέννηται μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας,» κατὰ τὰς Γραφάς· ἐδίδαξε δὲ παρὰ πρώτοις αὐτοῖς, καὶ τῆς τοῦ Μωσέως συγγραφῆς, ἅτε δὴ καὶ ἐν τύποις τὸ πάλαι συντεταγμένης, τὴν ἀσυγκρίτως ἀμείνω τοῖς ἀκροωμένοις ἐχαρίζετο γνῶσιν· «Τετελείωκε μὲν γὰρ ὁ νόμος οὐδέν.» Πληρέστατον τῆς εὐσεβείας τὸ καύχημα διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ἐνταλμάτων προσγίνεται.
Καιροῦ τοιγαροῦν τὰ ἐν τύποις τεθεσπισμένα μεταπλάττεσθαι λοιπὸν εἰς ἀλήθειαν ἀναπείθοντος, ἐπεφώνει Χριστὸς τοῖς ἐξ αἵματος Ἰσραήλ· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» μονονουχὶ τοῦτο λέγων· Παρίτω λοιπὸν ἡ Μωσέως ἐντολὴ, καὶ ἀργείτω μὲν ὁ τύπος, καὶ λατρείας τῆς ἐν σκιαῖς τὸ ἀνόητον, ἀναλαμπέτω δὲ λοιπὸν τῆς ἀληθείας ἡ δύναμις, καὶ τῆς κατ᾽ ἐνέργειαν ἀρετῆς ἡ χάρις αὐτοῖς ὁράσθω νυνὶ τελουμένη τοῖς πράγμασι· «Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» εʹ. Ἀλλ᾽ οἱ σκληροὶ καὶ ἄτεγκτοι τῶν Ἰουδαίων λαοὶ, οἱ πρὸς μόνην ὁρῶντες ἀναισθησίαν, καὶ μανίαν νοσοῦντες θηριοπρεπῆ, οὐχ ὅπως προσίεσθαι δεῖν ἐλογίζοντο, τὸν διὰ νόμου καὶ προφητῶν, ὅτι τε ἥξει προηγγελμένον, καὶ ἅπαν ἡμῶν διασώσει τὸ γένος, ἀλλ᾽ εἰς τοῦτο κατώλισθον ἀπονοίας οἱ τάλανες, ὡς διδάσκοντα μὲν, καὶ τὰ ὑπὲρ νόμον εἰσηγούμενον ἀσυνέτως διαγελᾷν· ποιεῖσθαι δὲ παρ᾽ οὐδὲν τὸ οὕτω σεπτὸν καὶ τίμιον μάθημα, καὶ λοιδορίαις μὲν αὐτὸν ἐκτόποις κατασφενδονᾷν, φάγον δὲ καὶ μέθυσον καὶ Σαμαρείτην οὐ κατοκνῆσαι καλεῖν· παραιτήσομαι γὰρ τὰ ἔτι τούτων εἰπεῖν χαλεπώτερα.
Τοιγάρτοι καὶ διὰ τῆς τῶν ἁγίων προφητῶν κατεθρηνεῖτο φωνῆς ὁ τοῖς οὕτω δεινοῖς ἁλοὺς τολμήμασι· «Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ προσθήσει τοῦ ἀναστῆναι· παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτήν.» Ἐξ αὐτῶν γὰρ ὅτι ἐξεμοχλεύθη τῶν βάθρων ἡ τῶν Ἰουδαίων Συναγωγὴ, τὴν ὑπερφερῆ τοῦ σώζοντος ἀνεξικακίαν ἀσώτατα δαπανήσασα. ᾬοντο γάρ πως οἱ τῶν Ἰουδαίων λαοί τε καὶ καθηγούμενοι, οὐδὲν εἶναι παντελῶς εἰς ἐγκλήματος δύναμιν τὴν εἰς προφήτας ἀσέβειαν.
Τοιγάρτοι καὶ ἐπ᾽ αὐτῷ τὴν ἀνοσίαν κατατεῖναι μὴ καταδείσαντες χεῖρα, κατεγίνωσκον τοῦ Χριστοῦ, καὶ τῆς αἰωνίου ζωῆς διὰ τῆς εἰς τοῦτο παραπληξίας ἀπεδήμουν οἱ δείλαιοι. Καὶ γοῦν ἐν προφήταις ἔφη που περὶ αὐτῶν· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψευδῆ.» Πικρὰς γὰρ αὐτῷ τὰς ἀμοιβὰς ἐκτίνοντες, καὶ ἀποδιδόντες πονηρὰ ἀντὶ ἀγαθῶν, καθὼς γέγραπται, οὐχὶ μόνον ψευδῆ κατελάλουν, ἀλλὰ τοῖς ἀρχαίοις αὐτῶν δυσσεβήμασι τὴν ἁπασῶν μείζονα προστιθέντες ἀνομίαν, ἐκεῖνο δὴ πάντως τὸ ἐν τοῖς Εὐαγγελίοις γεγραμμένον προσεφώνουν ἀλλήλοις περὶ Χριστοῦ· «Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.» Εἶτα πρὸς ἔργον τὴν οὕτως ἀπηχεστάτην διεξάγοντες σκέψιν, καὶ συνεργάτην τοῦ πράγματος, μᾶλλον δὲ ἡγεμόνα καὶ ἐπιστάτην τὸν Σατανᾶν ποιησάμενοι, μικροῖς ἀργυρίοις τὸν ὠότατον ἐξεπρίαντο μαθητήν. Περὶ γὰρ τῶν τοιούτων ὁ θεῖος ἔφη που λόγος· «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ συγγραφήτωσαν.» Ἀλλὰ γὰρ τί δῆτά μοι μακρὸς οὕτως πρόεισι λόγος περὶ τῶν ἐν ὄψει κειμένων; Τίς γὰρ ἠγνόησε τὰ τῶν ἀνοσίων Ἰουδαίων τολμήματα;
Σταυρῷ γὰρ παραδεδώκασι τὸν ἁπάντων Δεσπότην, ταῖς οἰκείαις δείλαιοι κεφαλαῖς, καὶ ὅλῳ τῷ γένει τὸ τῆς ἀσεβείας ἐπιγράψαντες ἔγκλημα. Τετολμήκασι γὰρ παραφρονοῦντες εἰπεῖν· «Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Ἀλλὰ καὶ τῷ τιμίῳ σταυρῷ προσηλωθέντα βλέποντες, κατεμειδίων οἱ πάντολμοι, καὶ ἀνεπείθοντο λέγειν ὑπὸ τοῦ ἰδίου Πατρὸς, φημὶ δὴ τοῦ Σατανᾶ· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι.» Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς σειόμενον ἤδη καὶ πίπτοντα βλέπων τὸν πάλαι καθ᾽ ἡμῶν τυραννήσαντα θάνατον (ἔμελλε γὰρ ἀναιρεῖσθαι παντελῶς τῷ θανάτῳ τῆς ἁγίας σαρκὸς), τοὺς τῶν Ἰουδαίων ὀνειδισμοὺς παρ᾽ οὐδὲν ἐποιεῖτο. Σκοπὸς γὰρ ἦν αὐτῷ, καὶ ζῶντας καὶ νεκροὺς ἀπαλλάξαι τῆς ἁμαρτίας, καὶ καινοτομῆσαι πάλιν τῇ ἀνθρωπείᾳ φύσει τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν, ὃ δὴ καὶ γέγονεν. Ἐσκύλευσε γὰρ τὸν ᾅδην θεοπρεπεῖ καὶ ἀγαθῷ προστάγματι τοῖς ἐκεῖ λέγων· «Ἐξέλθετε, καὶ ἀνακαλύφθητε·» καὶ τριήμερον ἀναστήσας τὸν ἴδιον (sic), ἀπαρχὴ γὰρ τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ νεκρῶν ὁ Χριστὸς, ἀνελήφθη πρὸς τὸν Πατέρα, παράκλητος ὑπὲρ ἡμῶν. Ὡς γὰρ ὁ Παῦλός φησι, «Οὐκ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· πεπειραμένον δὲ κατὰ πάντα καὶ καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας.» Καὶ πάλιν· «Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.»
Ὅτι δὲ καὶ ἥξει, κατὰ τὰς Γραφὰς, ἑκάστῳ τε ἀποδώσει κατὰ τὸ ἔργον αὐτοῦ, τὸ θεῖον ἅπασι βῆμα προθεὶς, οὐδαμόθεν ἀμφίβολον. Ἐπὶ τούτοις ἅπασι λαμπρὰν οὕτως εἰκότως ἐπιτελοῦμεν τὴν ἑορτὴν, οὐχ ἑαυτοῖς ἔτι ζῶντες κατὰ τὴν θείαν Γραφὴν, ἀλλὰ τῷ πάντας ἀγοράσαντι Χριστῷ. Φέρε δὴ οὖν ὑποτάξωμεν αὐτῷ τὸν αὐχένα, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀνδριζώμεθα, τὴν τοῦ σώματος τηροῦντες ἁγνείαν, τὸν ἐν ψυχῇ μολυσμὸν παραιτούμενοι· τῆς εἰς ἀλλήλους ἀγάπης ἐχόμενοι· τῶν πτωχῶν μνημονεύοντες, καὶ τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τότε γὰρ, τότε καὶ καθαροὶ καθαρῶς τὴν πάναγνον ταύτην νηστείαν ἐπιτελέσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἐννεακαιδεκάτης τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ τετράδος καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ ἐννάτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς ἑσπέρᾳ βαθείᾳ, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ τριακάδι τοῦ αὐτοῦ μηνὸς Φαμενὼθ, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, κατὰ τὴν τοῦ θείου νόμου διάταξιν. Οὕτω γὰρ, ὀρθῇ πίστει καὶ ἀγαθοῖς ἔργοις τελειούμενοι, κληρονομήσομεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.