Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή ΙΑ΄

Ο πνευματικός αγώνας κατά των δαιμόνων, η εσωτερική πάλη σαρκός και πνεύματος, και η αναγκαιότητα της φιλαδελφίας και ελεημοσύνης, μέσα από την παραβολή του πλουσίου και του Λαζάρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 10 από 29

ΛΟΓΟΣ ΙΑʹ. αʹ. «Δεῦτε δὴ, δεῦτε πάλιν, ἀγαλλιασώμεθα τῳ Κυρίῳ,» καὶ διὰ τῆς πανάγνου νηστείας, «δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ,» καὶ διὰ τῆς εἰς ἅπαν ὑποταγῆς τὸν οὐρανοῦ τε καὶ γῆς βασιλέα τιμήσωμεν, τὸ γεγραμμένον εἰδότες· «Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ.» Τὸ γὰρ ὑπεζεῦχθαι νόμῳ, καὶ παιδαγωγεῖσθαι θεσμοῖς τοῖς διὰ Χριστοῦ, πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο, ταῖς ἀνωτάτω πασῶν εὐκλείαις τιθεὶς ἐναρίθμιον; Χρῆμα μὲν γὰρ, ἀγαπητοὶ, τίμιόν τε καὶ ἀξιόληπτον ἡ ἀρετή· καὶ ἁπάντων, οἶμαι, τῶν ἐν τῷδε τῷ βίῳ τεθαυμασμένων εἴη μὲν ἐν ἀμείνοσι παρά γε τοῖς ὀρθὰ φρονεῖν εἰωθόσιν. Ἐπαινέσαι δ᾽ ἄν τις, καὶ μάλιστα εἰκότως, τὸν ἐπιεικῆ καὶ κόσμιον, εἰ μυρίους ἐπ᾽ αὐτῇ διαπλήσων πόνους, ἐθελοντής τε εἴη καὶ φιλεργέστατος, καὶ τῆς ἁπασῶν ἀρίστης προθυμίας ἀνάμεστος.

Δεῖν γὰρ ἔγωγέ φημι τοῖς οὕτω λαχοῦσι τὴν δόξαν ἐξαίρετον, εἶτα προσείη σκοπὸς, μαλακίζεσθαι μὲν οὐδαμῶς· ὄκνου δὲ καὶ δειλίας, καὶ ῥᾳθυμίας ἁπάσης κατανδρίζεσθαι φιλεῖν, ὡς ἄναντες μὲν, ἢ δυσπόρευτον ἡγεῖσθαι μηδὲν, εὐστιβὲς δὲ λίαν καὶ τὸ τραχὺ, εὐκατέργαστον δὲ κομιδῇ καὶ ὅπερ ἂν εἴη δυσεπιτήδευτον. Αἰσχρὸν γὰρ, ὡς ἀληθῶς, τοὺς μὲν ἐπὶ τῶν σωμάτων ῥώμῃ μεγαλαυχεῖν εἰωθότας, καὶ τέχνην ἐπησκηκότας ἢ τὴν ἐν παλαίστραις τετιμημένην, καὶ γυμνοπαιδείαις ταῖς ἐν ἄστεσι πρεπούσαις, ἤγουν τὴν ἐν μάχαις διαφανῆ, καὶ τοῖς ἀντεξάγειν ἐπιχειροῦσιν ἀπρόσβλητον, ἐκπρεπεστάτην ἐπείγεσθαι δόξαν ταῖς οἰκείαις ἀναδεῖν κεφαλαῖς· ἡμᾶς δὲ αὐτοὺς [ἴσ. οὓς] ὁ ἰσόθεος ἐπέλαμψε Λόγος, οὐ κοσμικὴν εὐθυμίαν, οὐ χρόνῳ μεμετρημένην εὐημερίαν ἑλεῖν σπουδάζοντας, ἀλλ᾽ ὡς ὁ σοφώτατος ἔφη Παῦλος, βασιλείαν οὐρανῶν παραλαμβάνοντας ἀσάλευτον, τοὺς ἐν τῷδε τῷ βίῳ βραχεῖς ὑποβλέπεσθαι πόνους, καὶ οὐκ ἐν καιρῷ τῷ δέοντι τὸ ἀνεῖσθαι ζητεῖν, καίτοι σαφέστατα καὶ ἐναργέστατα βοῶντος τοῦ Παύλου· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ ἀπεκδέχεται.»

Ὅτι μὲν οὖν τῆς εὐνομωτάτης ζωῆς εἰς εὐκλεεστάτην ἐλπίδα καταίρει τὸ τέλος, τὸ θεῖον ἡμᾶς πιστώσεται λόγιον· «Ἀγαθῶν γὰρ πόνων, φησὶ, καὶ καρπὸς εὐκλεής.» Ὃ δέ μοι θαυμάζειν ἔπεισιν, ἐκεῖνό ἐστιν. Εἰ μὲν γάρ τις ἡμῶν τῶν ἐχθρῶν τῆς οὕτω λαμπρᾶς παρελέσθαι δόξης ἐπιχειρῶν ἡλίσκετο, οὐ μετρίαν ἂν εἰκότως ἐποιησάμεθα τὴν καταβολὴν, ὡς τὰ πάντων ἄριστα ζημιούμενοι, καὶ δύσοιστον τὴν πλεονεξίαν.

Ἐπεὶ δὲ τὸ κωλύον οὐδὲν ὁρᾶσθαι λαμπροὺς, πῶς οὐκ ἂν γένοιτο τῶν ἀτοπωτάτων, ταῖς μὲν παρ᾽ ἑτέρων δυστροπίαις ἐπηλγηκότας, ἀφορήτως ἔχειν, καὶ πικραῖς οὕτω δυσφημίαις ὁρᾶσθαι πεφορτισμένους, αὐτόκλητον δὲ τῶν ἀγαθῶν τὴν ζημίαν ταῖς ἰδίαις ἡμᾶς ἐπισύρεσθαι κεφαλαῖς, καὶ ῥοπῇ διανοίας ἐθελουργῷ τῆς ἑαυτῶν καταθλῆσαι ζωῆς. Καιρὸς οὖν ἄρα φροντίδος, ἀγαπητοὶ, νήψεώς τε καὶ ἐγκρατείας, καὶ τῆς πανάγνου νηστείας· ἐξελίττει γὰρ ἡμῖν αὐτὴν, καὶ ἐπὶ θύρας ἄγει λοιπὸν ὁ καιρός. Τοιγάρτοι καὶ νομικοῖς ἑπόμενοι διατάγμασι, καὶ τὴν τῆς ἱερᾶσθαι λαχοῦσι πρεπωδεστάτην μονονουχὶ ἀνατείνοντες σάλπιγγα, μέγα τι καὶ διαπρύσιον κήρυγμα, καὶ εὐσημοτάτην ὥσπερ ἠχὴν ἀναγεγωνεῖν ἠπείγμεθα, τοῖς ἁπανταχόσε κατασημαίνοντες, ὅτι «καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ,» κατὰ τὸ γεγραμμένον, καιρὸς ἀγώνων καὶ πόνων καὶ νίκης τῆς κατὰ παθῶν σωματικῶν τε καὶ ψυχικῶν.

βʹ. Παραθήγει δὲ ἡμᾶς εἰς τὴν ἐπὶ τούτῳ διάγγελσιν Γράμμα θεῖόν τε καὶ ἱερὸν, ὡδί πως ἔχον καὶ λέγον· «Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημάνητε ἐν ταῖς σάλπιγξι, καὶ ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν.

Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Οὐκοῦν ἐπειδήπερ ἔν γε τῷ παρόντι μάλιστα καιρῷ σαρκός τε καὶ παθῶν καταστρατεύεσθαι δεῖν ὁ τῆς νηστείας ἡμᾶς ἀναπείθει θεσμὸς, φέρε τοῖς καθήκουσιν ὅπλοις ἀνδρείως ἐναρμοσώμεθα, καὶ παντευχίαν ἀμφιεσώμεθα τὴν πνευματικήν. Παρίτω δὲ ἡμῖν ὁ Χριστοῦ στρατιώτης ἀγωνιούμενος, οὐ σιδήρῳ λαμπρῷ τεθωρακισμένος, οὐ φρικτὸν ἀνατείνων λόφον, οὐ χαλκήλατον ἀσπίδα καὶ δόρυ προφαίνων, ἀλλ᾽ ἤ φησιν ὁ θεσπέσιος Παῦλος, «ἐνδυσάμενος τὴν πανοπλίαν τοῦ Θεοῦ, πίστιν, ἐλπίδα, καὶ ἀγάπην, καὶ ὑπομονὴν, καρτερίαν τὴν ἐπ᾽ ἀγαθοῖς·» φρόνημα νεανικόν τε καὶ ἄθραυστον, καὶ καρδίαν οὐκ εὐκατάσειστον, ἀκλινῆ δὲ μᾶλλον καὶ ἐρηρεισμένην, καὶ ἀφιλόμαχον μὲν εἰς ἀδελφοὺς, ἐμπειροπόλεμον δὲ πρὸς ὑπεναντίους.

Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ διὰ τῆς προφήτου φωνῆς ὀρθῶς εἰρημένον· «Ὁ πραῢς ἔστω μαχητής.» Μὴ γὰρ εἴ τις οἰέσθω τὸ πικρὸν τῶν δαιμονίων ἠρεμήσειν στῖφος, ἤγουν καταλήξειν τῆς καθ᾽ ἡμῶν μανίας τὸν Σατανᾶν. Καὶ εἴρηται μέν που πρὸς Ἰουδαίους· «Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὑτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι, μεμαθηκότες τὰ κακά.» Ἀλλὰ τὸ οὕτως ἔχον ὀρθῶς τε καὶ καλῶς καὶ ταῖς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσιν ἐπαυδήσαι τις ἂν, καὶ μάλα εἰκότως, αἳ τόνδε περινοστοῦσι τὸν κόσμον, ἑκάστου τῶν ἐν αὐτῷ πολυπραγμονοῦσαι βίον, δεινοῖς τε καὶ ἀγρίοις ὄμμασι τοὺς ἁγίους κατασκεπτόμεναι, καὶ τοὺς μὲν ἤδη νενευκότας εἰς πονηρίαν παραθήγουσαι πρὸς ἀποστασίαν τὴν ἔτι μειζόνως χείρονα, καὶ φαυλότητος ἀπάσης ἐπ᾽ αὐτὸ λοιπὸν ἰοῦσαν τὸ ἀκρότατον· τοῖς γε μὴν ἑλομένοις ἀγαθουργεῖν, καὶ τοῖς τῆς δικαιοσύνης ἐπαυχεῖν κατορθώμασι, καθάπερ τισὶ τῶν ὅτι μάλιστα πολεμιωτάτων ἀντεγειρόμεναι, καὶ τῆς ἐνούσης αὐταῖς δυστροπίας ἀντεξάγουσαι τὴν ὠμότητα. Μάχεται γὰρ ἡμῖν οὐχ αἷμα καὶ σὰρξ, ἀλλ᾽ ἡ παγχάλεπος καὶ ἀποστάτις τῶν δαιμόνων πληθὺς, καὶ μὴν ἐπὶ ταύτῃ καὶ τῶν τῆς σαρκὸς κινημάτων ὁ ἔμφυτος μὲν, πλὴν ἀτίθασσος νόμος ἀνθέλκων καὶ βιαζόμενος ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ σκληρὸν ἀνιστὰς κατὰ τοῦ πνεύματος τὸν αὐχένα.

Ἀντίκειται γὰρ ἀλλήλοις τὰ φρονήματα· καὶ διῴκισται πολὺ κατὰ τὸ ἐναντίως ἔχον.

Καί μοι δοκῶ παραπλήσιόν τι παθεῖν τὰς τῶν ἀνοσίων ψυχὰς, ὁποῖον ἄν τισιν εἰκὸς συμβῆναι πόλεσιν ἢ χώραις, αἷς θύραθεν μὲν τῶν προσοικούντων βαρβάρων περιαγγέλλεται πόλεμος· οὐκ ἀστασίαστα δὲ τὰ εἴσω πυλῶν, ἀλλ᾽ ἐγγενὴς μὲν τοὺς ἐν αὐταῖς καταβόσκεται μάχη· τὸ δὲ καὶ μόλις τῶν ἔξω περιεσόμενον, εἴπερ τι μετῆν ὁμονοίας αὐτῷ, αὐτὸ δι᾽ ἑαυτοῦ συνθραύεται, ταῖς διχονοίαις κατεσχισμένον.

Ὅτι γάρ τις οὐ μικρὰ ἐν ἡμῖν ἡ τῶν θελημάτων ὁρᾶται διαφορὰ, μαρτυρήσει λέγων ὁ θεσπέσιος Παῦλος· «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τί με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Διττὸς οὖν ἄρα καὶ οὐχ ἁπλοῦς ἐν ἡμῖν ὁ πόλεμος. Ἀλλ᾽, οἶμαί γε δή που, φαίη τις ἂν, καὶ ταυτὶ λέγοντος ἐμοῦ διαπύθοιτο· Τί οὖν, ὦ τάν; Ἄρα δεήσει τὰ ὅπλα μεθέντα ἐπιδοῦναι τὸ κρατεῖν ἀκοντὶ τοῖς ἐχθροῖς, καὶ βιαιοτάτοις ὥσπερ δεσπόταις καταζεῦξαι τὸν αὐχένα, σφαλερὸν εἰδότας τὸ μάχεσθαι, καὶ θητεύειν ἀνάγκη σαρκὶ καὶ δαίμοσιν, ἀπειρηκότας τὴν σωτηρίαν;

Οὐμενοῦν· ταυτὶ γὰρ ὕθλος, καὶ ἕτερον οὐδέν. Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε. Μεθίστη τὸν νοῦν εἰς ἀνάληψιν εὐτολμίας· κἂν φύσιν ἀκούσῃς σαρκὸς, ἐπιῤῥεπέστερόν πως ἐχούσης πρὸς ἡδονὰς τὸ φρόνημα, μὴ καταδήσῃς τὴν ἀντίστασιν· μικροῖς κομιδῇ κατανδρίζεται πόνοις, κἂν ἴδῃς κεκινημένην, καὶ τῶν τοῦ πνεύματος θελημάτων κατατεθηγμένην, μέθες ὡς τάχος τὴν ῥᾳθυμίαν, καὶ τοὺς τῶν ἀθλητῶν ἀρίστους ἀπομιμούμενος, ἀνταποδύου θερμότερον· καὶ τοῖς τῆς ἁγνείας ὅπλοις ἀνηρμοσμένος, ἐπίδειξον αὐτῇ τὸν ἐξ ἀσκήσεως πόνον, καὶ φυγὰς οἰχήσεται τῆς ἁμαρτίας ὁ νόμος, καὶ ὄψει παραχρῆμα δραπέτην, ὃν ᾠήθης εἶναι δυσάλωτον. Οὕτως καὶ ὁ θεσπέσιος Παῦλος τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεστρατεύετο, λέγων· «Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Ἵππον μὲν γὰρ τὸν ὑψαύχενα, πρὸς ἐπιστήμονα δρόμον χαλινοῖς περιτρέπουσιν, οἷς ἐν λόγῳ τὸ ἐπιτήδευμα. Ναυτικῶν δὲ καταλόγων οἱ καθηγούμενοι, ταῖς τῶν οἰάκων περιστροφαῖς κατ᾽ εὐθὺ διαθεῖν ἀναπείθουσι τὰς ὀλκάδας. Σώφρων δὲ νοῦς καὶ εὐδόκιμος, ἥκιστα μὲν ἐλαφρὸς, ἢ λογισμῶν ἀπάταις εὐδιαῤῥίπιστος.

Βεβηκὼς δὲ ὥσπερ ἐφ᾽ ἑαυτῷ, καὶ ἀμωμήτως ἐρηρεισμένος, τοῖς μὲν ἐξ ἀσκήσεως πόνοις καταρυθμίζει τὴν σάρκα πρὸς τὸ δεῖν ἐθέλειν ὑποκεῖσθαι τῷ Θεῷ· ἀδιάστροφον δὲ παντελῶς τὴν ἐφ᾽ ἅπασι τοῖς πρακτέοις ποιεῖται διαδρομήν· «Λογισμοὶ γὰρ δικαίων, κρίματα,» κατὰ τὸ γεγραμμένον. Εἴη δ᾽ ἂν καὶ ἑτέρως ἀπροφάσιστον ἀληθῶς τὸ ἀσθενεῖν εἰς ἐγκράτειαν. Οὐ γὰρ δή τοι μόνος τῆς ἐπιεικείας ὁ τρόπος περιέσται σαρκὸς, ἀλλ᾽ ἤδη νενέκρωται τὸ διχοστατοῦν ἐν αὐτῇ, καὶ κατηργήθη διὰ Χριστοῦ. Ἐξηγήσεται δὲ πάλιν τοῦ Σωτῆρος ὁ μαθητὴς καὶ τῆς ἐμφύτου μάχης τὴν δύναμιν καὶ τὸν τῆς νεκρώσεως τρόπον. Ἔφη γὰρ πάλιν· «Ἄρ᾽ οὖν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ, δουλεύω νόμῳ Θεοῦ· τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας. Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς, ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Καὶ πάλιν· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.»

Νεκρωθείσης τοιγαροῦν τῆς σαρκὸς ὅσον ἧκεν εἰπεῖν εἰς ἐπιθυμίας λόγον· ἐφεῖται γὰρ δὴ τοῖς ἐθέλουσι νικᾷν· «Ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, καθὰ γέγραπται.

Εἰ γὰρ κατὰ σάρκα ζῶμεν, τεθνηξόμεθα· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦμεν, ζησόμεθα. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν.» Ἐννοεῖν δὲ ἀκόλουθον, ὡς ἔστιν ἀληθῶς αἰσχρόν τε καὶ καταγέλαστον τοὺς εἰς τοῦτο δόξης ἀφιγμένους τε ἤδη καὶ κεκλημένους, ὡς τὸ τῆς υἱοθεσίας ἑλεῖν ἀξίωμα, δούλους ὁρᾶσθαι σαρκὸς, καὶ οὐχὶ δὴ μᾶλλον φύλακας εἶναι γενναίους τῆς ἀρετῆς, ἵνα καὶ τὴν εὑρημένην ἀνασώσαιντο δόξαν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν ἡμέρᾳ κρίσεως τὰς ἐπὶ ταῖς ῥᾳστώναις αἰτίας ἀποσκευάζεσθαι, φληνάφως ἐκεῖνο λέγοντας· Ἐτυραννούμην, ἐδούλευον· ἀντελέγχοντος ὥσπερ ἡμᾶς τοῦ Χριστοῦ, καὶ τῆς ἐλευθερίας τὸν νόμον ταῖς ἡμετέραις σκέψεσι μονονουχὶ καὶ ἀντιβοᾷν ἀναγκάζοντος.

γʹ. Ἐξηγείσθω τοιγαροῦν τῶν ἁγίων ὁ παιδοτρίβης, καὶ τὰ κατὰ σαρκὸς ἡμῶν παιδευέτω παλαίσματα γράφων ὡδί· «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν, καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνανεώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον.» Καὶ μὴν ἐπὶ τούτῳ ὁ σοφὸς Ἰωάννης, «Μὴ ἀγαπᾶτε, φησὶ, τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐὰν γὰρ τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Θεοῦ ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου· οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί. Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, μένει εἰς τὸν αἰῶνα.» Φρενὸς οὖν ἄρα τῆς ἀγαθῆς ἀμοιρήσειεν ἂν, εἴπερ τῳ δόξαι λυσιτελέστερον, προέσθαι μὲν τὰ βελτίω, καὶ ἡγεῖσθαι παρ᾽ οὐδὲν, ἀνθελέσθαι δὲ μᾶλλον, ἃ καὶ γέλωτος ἄξια ἀποφαίνει, καὶ χρόνῳ μετρεῖται βραχεῖ.

Ἆρα γὰρ εἴ τις χρυσῷ παραθεὶς τὸν μόλιβδον, αἱρεῖσθαι ἐκέλευε τὸ δοκοῦν, οὐκ ἂν ἐκεῖνο παρέντες, ὃ καὶ ὀλίγου παντελῶς ἀξιοῦται λόγου, εἶτα τοῖς ἀσυγκρίτως ὑπερκειμένοις ἀμελλητὶ κατανεύοντες τὸ χρῆναι νικᾷν, ἄριστα βεβουλεῦσθαι παρά τε σφίσιν αὐτοῖς καὶ ἑτέροις ὑπενοήθημεν; Εἶτα πῶς οὐ λίαν ἐκτοπώτατον, εὔηθές τε παντελῶς, ἐν μὲν ὕλαις φθαρταῖς καὶ γηΐνοις πράγμασι τοσαύτην ἡμᾶς ποιεῖσθαι τὴν διάκρισιν καὶ εὐθυδικίαν, ἐν δὲ τῆς ψυχῆς ἀγαθοῖς, καίτοι δέον ἐξακριβοῦν ὅτι μάλιστα τῶν πραγμάτων τὰς φύσεις, ἀναπεπτωκότας ὁρᾶσθαι, τοσοῦτον καὶ τῆς τοῦ πρέποντος θήρας ὀλιγωρεῖν ἐγνωκότας ὡς ἢ μηδόλως εἰδέναι τὸ λυσιτελοῦν, ἤγουν εἰδότας, ὑπερορᾷν, καὶ τοῦ μὲν ἀεὶ πεφυκότος ὠφελεῖν, ἢ ὀλίγον κομιδῇ ποιεῖσθαι λόγον, ἢ παντελῶς οὐδένα, ἐπιθρώσκειν δὲ τοῖς αἰσχίοσι; Φέρε δὴ οὖν, φιλοσαρκίας μὲν τῆς μυσαρωτάτης ἀμείνους ἀναφαινώμεθα, τὴν δὲ ταῖς ἡμετέραις συνέκδημον ἀρετὴν, τῆς προὐργιαιτέρας σπουδῆς ἀξιώσωμεν, πρὸς ἅπαν εἶδος ἀγαθουργὸν τὸν ἑαυτῶν ἀποτορεύοντες βίον. Δεῖν γὰρ ἔγωγέ φημι τοῖς τὴν εὐδόκιμον ἑλομένοις ζωὴν, οὐχὶ μόνης ἐγκρατείας τῆς κατὰ σῶμα νοουμένης, ἀλλ᾽ οὐδὲ μόνου τοῦ καταθλῆσαι σαρκὸς, ἀλλὰ καὶ τῆς ἑτέρας ἐπιεικείας τῆς ἐν ἤθει καὶ τρόποις.

Ἀτυράννευτος μὲν γὰρ εἰς ὀργὴν, τὴν ἐκ τῆς πραότητος εὐδίαν ἐπασκήσας ὁ νοῦς· «Ὁ γὰρ κρατῶν ὀργῆς, κρείσσων καταλαμβανομένου πόλιν,» κατὰ τὸ γεγραμμένον. Καὶ μὴν καὶ ἐπὶ τούτῳ νεανικώτατος ὁ ἐν λόγῳ κόσμος, καὶ λημμάτων ἀδίκων ἢ περιττῶν οὐχ ἡττώμενος· ἀπερίσπαστον δὲ δικαιοσύνην τὴν ἀφιλοχρηματίαν ἡγούμενος, καὶ πενίαν ἑκούσιον τῆς ἐκ πλούτου μερίμνης προτιθείς· ὀλιγαρκέστατον γὰρ τοῦ Σωτῆρος τὸν μαθητὴν ἀναφαίνεσθαι, καὶ ὑπάρχειν ἀληθῶς ὁ σοφώτατος Παῦλος διεκελεύσατο, λέγων· «Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα.

Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς ἐπιθυμίας πολλὰς καὶ ἀνοήτους, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.» Οὐκοῦν οἰχέσθω μὲν τῶν περιττῶν ἡ ζήτησις· διαῤῥιπτέσθω δὲ ὥσπερ εἰς ὅρος, ἢ εἰς κῦμα, κατά τινας, καὶ προτετάχθω τοῦ πλείονος τῶν ἀναγκαίων ἡ χρῆσις, ὄψου φημὶ, καὶ περιβολαίων εὐτελῶν Ταυτὶ γὰρ εὐποριστότατα, καὶ ἀταλαίπωρον ἔχοντα κομιδῇ τὴν εὕρεσιν.

δʹ. Πρὸς δέ γε τούτοις ἅπασι τοῖς ἀγαθοῖς, καὶ ὁ τῆς κατὰ Χριστὸν τιμάσθω ἀδελφότητος νόμος, καὶ ὁ τῆς εἰς ἀλλήλους ἀγάπης κρατείτω θεσμός. «Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη,» κατὰ τὸ γεγραμμένον. Καρπὸν δὲ ἀγάπης εἶναί φαμεν, τὸ ἐποικτείρειν τοὺς ἐν ἐνδείᾳ καὶ ἐν σπάνῃ τῶν ἀναγκαίων καθεστηκότας.

Μὴ γὰρ εἴπῃς, ἄνθρωπε, κατὰ σαυτόν· Πεπλούτηκα τὴν πίστιν· ἔγνωκα τὸν φύσει καὶ ἀληθῶς Θεὸν καὶ Κύριον· ἀπενόστησα δικτύων διαβολικῶν, καὶ δαιμονιώδους ἀπάτης· ἀπενιψάμην τῆς εἰδωλολατρείας τὰ ἐγκλήματα. Σώζεταί μοι τῆς εὐνοίας τὸ καύχημα. Διαμέμνησο δὲ τοῦ λέγοντος· «Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐάν τις πίστιν λέγῃ ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;

Ἐὰν γὰρ ἀδελφὸς ἢ ἀδελφὴ ἐν ὑμῖν γυμνοὶ ὑπάρχωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ· θερμαίνεσθε καὶ χορτάζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;» Ἢ γὰρ οὐκ οἶσθα, νοεῖν δὲ οὐκ ἔχεις, ὅτι τοῖς πιστεύουσι πρέπει τὸ ἀμελ[λ]ητὶ τοῖς θείοις καταπείθεσθαι νόμοις. Βαρβάρῳ μὲν γὰρ καὶ χωρῶν καὶ πόλεων ἐξῳκισμένῳ τῶν καθ᾽ ἡμᾶς ἐθῶν τε καὶ νόμων παντελῶς ἀμοιρήσαντι, τὴν τῆς παρανομίας γραφὴν οὐκ ἂν, οἶμαι, τὶς ἐποίσοι δικαίως, εἴ γε σωφρονοίη· αἰτιῷτο δ᾽ ἂν εἰκότως, καὶ οὐκ ἀπὸ σκοποῦ, τοὺς πόλεσί τε καὶ νόμοις ἐντεθραμμένους, εἴπερ τισὶ συμβαίνοι παρολισθῆσαι τοῦ πρέποντος. Οὐκοῦν, οἷς μὲν οὔπω τὸ εὐδοκιμεῖν ἐν λόγῳ, σφαλερὸν δὲ ὁμολογουμένως τὸ χρῆμά ἐστι, περιέσται δ᾽ οὖν ὅμως τὰς τῶν κατηγορημάτων αἰτίας ἀποσκευάζεσθαι, τὸ μὴ τοῖς θείοις παιδαγωγεῖσθαι νόμοις, οὐκ ἀπίθανον ἔχουσι τὴν ἀναλογίαν. Τοῖς δὲ τὸ πιστεύειν ἑλομένοις, ἀνυπαίτιον μὲν οὐδαμῶς τὸ ἀπειθὲς καὶ ἐξήνιον. Τὸ δὲ ἀπειπεῖν τὴν δουλείαν, διὰ τοῦ τὸν θεῖον ἀποσείσασθαι ζυγὸν, πῶς οὐ σφόδρα παγχάλεπον; Οὐκοῦν τῇ πίστει συμπαρεζεύχθω καὶ τὰ ἐξ ἔργων καυχήματα· καὶ ᾖ φησιν ὁ Σωτὴρ, «Γινώμεθα οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. —Ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος, καὶ κατακαυχᾶται ἔλεος κρίσεως.»

Χαλεπὸν δὲ οὐδὲν καὶ ἐξ αὐτῶν ὑμῖν ἐπιδεῖξαι τῶν ἱερῶν Γραμμάτων, καὶ τῆς φιλαλληλίας τὰ γέρα, καὶ τὴν ἐπὶ τοῖς ἐναντίοις κατάκρισιν.

Τεθαύμασται μὲν γὰρ ὁ μακάριος Ἰὼβ ἐφ᾽ ἑαυτοῦ λέγων· «Ἀδύνατοι δὲ, χρείαν ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον· χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐκ ὀρφανῷ μετέδωκα. Εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίεσα. Ἀδύνατοι δὲ, εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν. Εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν. Ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδὸς, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.» εʹ. Κατακέκριται δὲ καὶ ἀδιάφυκτον ἔχει τὴν κόλασιν ὁ ἐν τοῖς Εὐαγγελίοις πλούσιος, περὶ οὖ φησιν ὁ Σωτήρ· «Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος λαμπρῶς. Πτωχὸς δέ τις Λάζαρος ἐβέβλητο εἰς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος, καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ψιχίων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.

Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὑτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ, καὶ αὐτὸς φωνήσας εἶπε· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶττάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.» Καὶ εἴπερ τι χρὴ βραχυλογοῦντας ἡμᾶς ἐπὶ τούτοις εἰπεῖν· τῷ μὲν γὰρ πλουσίῳ, λεπτὰ μὲν ἦν σφόδρα καὶ ἁλουργῆ τὰ ἐσθήματα, καὶ χρυσῷ που τάχα διαπεπασμένα· οἶκος διαφανὴς, κρείττων, οἶμαι, καὶ θαύματος, καὶ φθόνῳ μανίαν ἀνακαῦσαι δυνάμενος· οἰκετῶν εὐειματούντων οὐ μετρία πληθὺς, δάπιδες αἱ πολυειδεῖς, καὶ αὐτοῖς ἐδάφεσιν ἐπεστρωμέναι· οἰνοχόοι, καὶ ὀψοποιοὶ, καὶ ἀλφιτουργοὶ, καλοὶ καὶ ἀστεῖοι τὸ ἐπιτήδευμα· τράπεζα τῶν ἐδωδίμων ἀεὶ καταγέμουσα.

Ἀλλ᾽ ἦν δήπου καὶ κολάκων ἑσμὸς τῆς τοῦ πλουσίου γλώττης ἀπηρτημένων, καὶ ὀμνύντων μὲν, ὅτι πάντων ἄριστον, εἰ προέλοιτό τι καὶ τῶν ἀτοπωτάτων θαυμάσαι, κακυνόντων δὲ, ὡς τάχος, εἰ καὶ αὐτὴν κακύνοι τὴν ἀρετήν. Τὴν δέ γε θεομισῆ καὶ ἐξίτηλον βδελυρίαν, κώμους δὴ λέγω, καὶ παρακροτήματα, τάς τε ἐπιτραπεζίους ᾠδὰς, καὶ αὐλητρίδων ὀρχήματα, τί δεῖ καὶ λέγειν; Σιωπᾶσθαι γὰρ οἶμαι πρέπειν, ἃ καὶ διὰ μνήμης ἑλὼν, οἴχοιτ᾽ ἄν τις οὐκ ἀζήμιος. Ὁ δέ γε ἕτερος ἦν τρισάθλιος πένης, ἀνείμων, ἀνέστιος, κηδεμόνων ἔρημος, καὶ τῆς τοῦ σώματος εὐρωστίας ἐπιδεὴς, ὅλον ἔχων τῆς ἐπιθυμίας τὸ τέλος εἰς τὸν τῶν ἀπαραιτήτων ἐκπορισμὸν, καὶ τῆς εὐημερίας τὸ πλάτος ἐν ὀλίγοις ἀναμετρούμενος. ᾬετο γὰρ δεῖν πρὸς πέρας ἥκειν ἐλπίδος καὶ προσευχῆς, εἴπερ ἄρτους καὶ ῥακίων ἐξείη μεταλαχεῖν. Εἰς τοῦτο δὲ ἥκειν ταλαιπωρίας αὐτὸν ὁ τῆς εὐαγγελικῆς παραβολῆς καταγράφει λόγος, ὡς καὶ ὀδωδόσι συνευνάζεσθαι κυσὶ, καὶ μόνους ἐκείνους ἔχειν ὁμιλητὰς, ἥδιστά τε προσίεσθαι θεραπεύοντας, ὅτε λίχνον ἐπ᾽ αὐτῷ τὴν γλῶτταν ἱέντες, διαμαρτεῖν ἤθελον, ἣν ἂν καὶ σφίσιν αὐτοῖς τραυμάτων ἄκεσιν φυσικοῖς ἐξεῦρον νόμοις, καὶ τῷ Λαζάρῳ δωρούμενοι.

Ἀλλ᾽ οὐδὲν τῶν τοιούτων ὑπολογιζόμενος ὁ γεννάδας ἐκεῖνος καὶ φιλόκομπος ἀνήρ· ἦν μὲν γὰρ ἀτεράμων καὶ ἀναλγὴς, ἐποικτεῖραι δὲ δέον, ἡγεῖτο φορτικὸν, καὶ ταῖς ἀνηκέστοις τοῦ κάμνοντος συμφοραῖς, τὸ τῆς ἡμερότητος ἐπιστάξαι δάκρυον, ἀφιλοθέως παρωθούμενα, εἰκαῖον ἄχθος ὠνόμαζε· καὶ συρφετοῦ μὲν διενεγκεῖν οὐδέν· ἐν ἴσῳ δὲ τοῖς ἐν μνήμασι, βδελυρὸν εἶναι καὶ ἀπηχθημένον, καὶ ἐν λόγῳ κεῖσθαι μηδενί. Καίτοι χρῆν· δήπου διενθυμεῖσθαι σοφῶς, ὡς ὁ τῆς ἡμετέρας φύσεως γενεσιουργὸς καὶ τεχνίτης, οὐχ ἑτέραν μὲν τοῖς πλουσίοις εἰς τὸ εἶναι πάροδον, ἑτέραν δὲ τοῖς ἐν ἐνδείᾳ δεδώρηται· ἀλλ᾽ ἴση μὲν πάντων ἡ ἐκ πατρὸς εἰς μητέρα καταβολὴ, ὠδῖνες δὲ καὶ ὁ τοῦ τόκου τρόπος οὐχ ἕτερος, καὶ μὴν καὶ αὐτὸ διὰ τῶν ὁμοίων σχημάτων ἔρχεται τὸ σῶμα· ἕνα δ᾽ οἱ πάντες οὐρανὸν περικείμεθα· ἑνὸς ἡλίου λαμπάδι τετιμήμεθα, οὐκ ἀμείνω μὲν καὶ φαιδροτέραν τοῖς ἐκ πλούτου διαφανεστέροις ἐνιέντος αὐγὴν, ἧττον δὲ ἢ κατ᾽ ἐκείνους τοὺς ἐν ἐνδείᾳ φωτίζοντος. Οὐκοῦν ἡ μὲν φύσις οὐκ οἶδε διαφθορὰν, οὐδὲ μὴν ὁ τῆς ἁπάντων γενέσεως ἀρχηγέτης Θεὸς, προσεξεύρηται δὲ τοῦτο ταῖς ἀνθρωπίναις πλεονεξίαις. Ἀλλ᾽ ἦν δήπου τάχα τὸ ἀπεῖργον οὐδὲν, διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, καὶ αὐτῆς εὖ μάλα τῆς θείας καταστοχάζεσθαι γνώμης· οἴχεσθαι δὲ οὕτως ἐᾷν ἐξ οὐρίας τὰ καθ᾽ ἡμᾶς, τῷ τῆς ἀγάπης δεσμῷ πρὸς ἰσότητα διοικούμενα.

Ὁ γὰρ ἐν ἴσῳ πάντα διανείμας τὰ τῆς φύσεως ἀγαθὰ, καὶ τῷ περιττῷ καὶ πλείονι τιμήσας οὐδένα, πῶς οὐκ ἂν ἠθέλησεν ἐκποδὼν ποιῆσαι τὴν ἐν τοῖς ἑτέροις πλεονεξίαν, καὶ οἰκονόμους ὥσπερ τινὰς τῶν ἐν ἐνδείᾳ καθεστάναι τοὺς ἔχοντας, ἵνα τι καὶ δόξης καὶ τῆς εἰς αἰῶνας τρυφῆς τοῖς εὖ πεπονθόσι συμμετασχεῖν ἰσχύσειαν; Ἀλλὰ γὰρ μικροῦ τι τὸν ἐμὸν παρώλισθε νοῦν, ὃ τοῖς εἰρημένοις προσθεῖναι καλόν.

Ἐν ἐκείνοις ὄντα τοῖς ἀνιαροῖς τὸν Λάζαρον καὶ τῷ θανάτῳ κατειλημμένον, μεθορμίσασθαι μὲν τῶν ἀνθρωπίνων συμβέβηκεν. ἀποκομισθῆναι δὲ δι᾽ ἀγγέλων εἰς κόλπους Ἀβραάμ· τὸν δὲ ταῖς ἐκ πλούτου τρυφαῖς ἀμέτρως περιχεόμενον, καὶ ταῖς τῶν κολάκων εὐφημίαις ζηλωτὸν καὶ μακαριστὸν, καὶ τὰ ἔτη τούτων ἀμείνω πολλάκις ὠνομασμένον, τοῖς τῆς φύσεως ὑπενεχθέντα νόμοις, καὶ τὸν τοῦ θανάτου βρόχον εἰσδεδυκότα, βαθεῖ μὲν ἐγκαθειρχθῆναι σκότῳ· ἀντὶ δὲ τῶν ἐπὶ γῆς ἀγαθῶν τὴν εἰς ᾅδου κρίσιν ἀλλάξασθαι, τὴν τῆς φιλοστοργίας ἀποτίσοντα δίκην.

Ἀλλ᾽ ἴσως ἐκεῖνο φαῖεν ἂν δήπου τινὲς τῶν ἀκροωμένων· Ποίοις ἄρα κεχρήσῃ λόγοις, εἴ τις ἔροιτο προσιὼν, καὶ φιλοπευστοίη, λέγων· Εἰ πτωχεία καθ᾽ ἑαυτὴν τὸ τῆς εἰς Θεὸν εὐσεβείας ἀνεδήσατο καύχημα, καὶ τῷ τῆς δικαιοσύνης τετίμηται νόμῳ, ἐπάρατον δὲ τὸ πλουτεῖν, καὶ πικρὰν ἐφ᾽ ἑαυτὸν τὴν ψῆφον ἐκληρώσατο· καὶ πῶς ἂν εἴη τοῦτό γε;

Πλὴν ἐκεῖνο διασκεπτέον· πλούτῳ μὲν γὰρ τῷ κατὰ τὸν βίον, παραθεῖ πως ἀεὶ καὶ συνέζευκται, κατά γε τὸ πλεῖστον, οὐκ ὀλίγα τὰ ἄτοπα. Ἑτοιμότερος μὲν γὰρ εἰς ὑπεροψίαν ὁ πλούσιος, ἀχάλινος εἰς πλεονεξίαν, ἡδονῶν ἡττώμενος, ὅσῳ καὶ τρυφῆς. Ὁ δὲ πτωχείᾳ τριβόμενος, πῶς ἅν τι νοσήσαι τῶν εἰρημένων;

Καταθρηνεῖ γὰρ ἀεὶ τὸ κεκτῆσθαι μηδὲν, καὶ ἀλύει μὲν ἐφ᾽ ἑαυτῷ καὶ στένει· διῴκισται δὲ τοσοῦτον ἡδονῆς, ὅσον καὶ τρυφῆς· καὶ ὅλος ἐστὶ φροντίδος τῆς εἰς τὸ συλλέξαι τι βραχὺ, καὶ μετρίαν εὕρασθαι τῆς ἀνάγκης παραμυθίαν.

ϛʹ. Πρὸς δὲ τούτοις ἅπασιν, οἰήσομαι δεῖν κἀκεῖνο εἰπεῖν, ὡς ὁ ἑκάστου τρόπος τὴν ἑκάστου πράγματος φύσιν περιτρέπων ἐπ᾽ ἐξουσίας, ἐφ᾽ ὅπερ ἂν βούλοιτο, ἢ τοῖς φαύλοις, ἤγουν τοῖς τεθαυμασμένοις ἐναριθμεῖσθαι ποιεῖ. Καὶ ὅπερ ἂν εἶεν φαίη τις ἂν τὰς ἐκ τῶν βαφῶν εὐχροίας, οἵοις ἂν ἐπιφέρωνται, τοῦτο ταῖς πραγμάτων φύσεσι, τὸν τοῦ μετὰ χεῖρας ἔχοντος τρόπον. Οὐκοῦν ὁ πενίαν σωφρόνως οἰκονομῶν, ὅτι πάντων ἄριστος, οὐδὲν ἐνδοιάσας, ἐρῶ. Εἰ γὰρ καὶ τοῖς βραχέσιν ἀρκούμενος, καὶ τὸ πάντων, ὡς ἔπος εἰπεῖν, εὐποριστότατον, σὺν ἱδρῶτι λαβὼν, εὐχὰς ἀναφέρει χαριστηρίας· πῶς οὐκ ἂν εἴη τούτου ἄξιος, ἐπαινεῖσθαί τε ὅτι μάλιστα πρέπων, σύμβουλον μὲν ἔχων εἰς φαυλότητα τὴν ἀνάγκην, ὑπερτιμήσας δὲ οὕτω τῆς ἐγκρατείας τὸν νόμον, ὡς ἁλῦναι παντελῶς κακουργοῦντας μηδέν; Ὁ δὲ τῇ τῶν χρημάτων περιουσίᾳ διαφανὴς, πῶς οὐκ ἂν εὐθύνοιτο, καὶ [ὁ] σφόδρα δικαίως, εἴπερ ἔχειν ἐξὸν εὐμενῆ τὸν τῶν ὅλων Θεὸν, διὰ τοῦ κατοικτείρειν ἑτέρους, καὶ τοῖς ἐν ἐνδείᾳ χαρίζεσθαι βραχὺ, καὶ ὑπερκύψαι καὶ ἀνανήχεσθαι τρόπον τινὰ τῆς ἀκαταλήκτου συμφορᾶς, μόνης τῆς ἰδίας ἡδονῆς ὑπηρέτην κατεστήσατο τὸν πρόσκαιρον πλοῦτον; Οὐκοῦν ὁ μὲν Λάζαρος ἦν ἐν ἀδοκήτοις τρυφαῖς· ὁ δὲ πλούσιος ἀσυνήθως ἐν φλογὶ καὶ μάστιξιν.

Ἆρ᾽ οὖν εἴ τις αὐτῷ κατ᾽ ἐκεῖνο μάλιστα καιροῦ προσιὼν ἐφθέγξατο, καὶ ἠξίου μαθεῖν, ὁπόσων ἂν βούλοιτο χρημάτων ἐκπρίασθαι τὸ διαδράναι τὴν κόλασιν, ἀφέντες ἑλέσθαι τοῦ κρείττονος, οὐκ ἂν ἑτοίμως ὅλην ὑπὲρ τούτου προέσθαι τὴν οὐσίαν εὖ μάλιστα διισχυρίσατο; Καὶ τίνι τῶν ὄντων ἀμφίβολον; Ἄσοφον οὖν ἄρα, καὶ ἀμαθὲς παντελῶς, τὸ πείρᾳ μαθεῖν ἐκδέχεσθαι τὰ δεινὰ, καὶ τοῦτο ἐξὸν τοῖς ἐθέλουσιν ἔξω πόδα πάγης καὶ ἀνάγκης ἔχειν. Καὶ εἰ τῆς Ἰουδαίων λατρείας τὰ καθ᾽ ἡμᾶς ἐν ἀμείνοσι, πῶς οὐχ ἅπασι προδηλότατον, ὡς οὐκ ἄν τῳ φανεῖται διεσκέφθαι καλῶς, εἴπερ τις οἴοιτο μὴ χρῆναι νικᾷν ταῖς εἰς τὸ κρεῖττον ὑπερβολαῖς τὸ παρ᾽ ἐκείνοις τετηρημένον; Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ἔφασκεν ὁ Σωτήρ· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Τί τοιγαροῦν τοῖς ἐξ Ἱερουσαλὴμ ὁ διὰ Μωσέως ἄρα κεχρησμῴδηκε νόμος, διὰ τύπου καὶ σκιᾶς τὴν πρὸς ἀδελφοὺς ἰσότητα τιμᾷν ἀναπείθων;

Τὴν πολλὴν ἐκείνην διαθέοντες ἔρημον, καὶ τῶν ἐδωδίμων γεγονότες ἐν σπάνει, δι᾽ ἣν ἐποιοῦντο τοῦ πανσόφου Μωσέως τὴν καταβοὴν, καὶ ὡς οὐκ ἐνὸν αὐτοῖς ἔτι σώζεσθαι, κατισχύοντος τοῦ λιμοῦ, ἐμελέτων θρῆνον ἤδη τὸν ἐπικήδειον· καὶ ἁπάσης ὥσπερ ἐλπίδος ἀπολισθήσαντες, ἔφασκον· «Ὄφελον ἀπεθάνομεν πληγέντες ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν. Ὅτι ἐξήγαγες ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.» Διηπορηκότος δὲ τοῦ πανσόφου Μωσέως, καὶ ὅ τι μὲν δράσειεν ἢ λέγοι πρὸς ταῦτα, παντελῶς οὐκ ἔχοντος· ἀναθαρσήσαντες δὲ πρὸς μόνην ἐλπίδα τὴν παρὰ Θεοῦ, μελλησμοῦ τινος δίχα τῶν προσδοκηθέντων τὸ πέρας αἴτιον ἀνεδείκνυτο. Εἶπε γὰρ ὁ Κύριος πρὸς αὐτόν· «Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς, καὶ συλλέξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν.» Διερμηνεύων δὲ τοῖς ἐξ Ἰσραὴλ τοῦ νόμου τὴν δύναμιν ὁ μακάριος Μωσῆς, ἔφη πάλιν· «Οὗτος ὁ ἄρτος ὃν δέδωκεν ὑμῖν Κύριος φαγεῖν· τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· συναγάγετε ἀπ᾽ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομὸρ κατὰ κεφαλὴν, κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν. Ἕκαστος ἐν τοῖς συσκήνοις ὑμῶν συλλέξατε. Ἐποίησαν δὲ οὕτω, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ, καὶ συνέλεξαν· καὶ ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ἔλαττον, οὐκ ἠλαττόνησεν.»

Ἠφίει γὰρ οὐδαμῶς ὁ τοῦ νόμου Κύριος συλλέγειν ὑπὲρ τὴν χρείαν· μόνον δὲ τὸ ἀρκοῦν εἰς τροφὴν τὴν σήμερον. Εἰ δὲ συγκομίσαιτό τις καὶ ὑπὲρ τοῦτο, μακρὰ τῷ νόμῳ χαίρειν εἰπὼν, εἰς σκωλήκων ὄχλον τὸ περιττὸν μετεπλάττετο· δεικνύντος, οἶμαι, τοῦ νόμου, καὶ μάλα σαφῶς, ὡς ἡδεῖα μὲν καὶ ἀμώμητος τῶν ἀρκούντων ἡ κτῆσις· τὸ δὲ ἀπόθετον καὶ ὑπὲρ τὴν χρείαν αὐτὴν ἀπλάστως σεσωρευμένον, σκωλήκων ἔσται παραίτιον. Καὶ ταυτὶ μὲν ὁ νόμος προεκάλει τοῖς ἀρχαιοτέροις· τί δὲ καὶ ἡμῖν αὐτοῖς ὁ Σωτήρ; «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς ἑαυτῶν σκηνάς.» Καὶ ἵνα σοι διαφανῆ τοῦ τεθεσπισμένου ποιήσω τὴν δύναμιν, ἐρῶ δή τι πάλιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀμφιβάλλειν, ὡς ἔν γε τοῖς δεομένοις σωφρόνων τε καὶ ἐπιεικῶν οὐ μετρία πληθὺς διαλανθάνει μὲν ἴσως ἡμᾶς, οὐ μὴν ἀγνοεῖται παρὰ Θεῷ. Ὅταν τοίνυν τῶν ἐπιγείων αὐτοὺς χρημάτων εἰσδεξώμεθα κοινωνοὺς, ἐνδοιαζέτω μηδεὶς ὅτι καὶ τοῦ μισθοῦ τῆς ἐπιεικείας αὐτοῖς συμμεθέξομεν. «Εἰσδέξονται γὰρ ὑμᾶς εἰς τὰς ἑαυτῶν σκηνὰς,» κατὰ τὸ γεγραμμένον.

Ἄριστα δὲ τοῦτο συνεὶς, καὶ αὐτός πού φησιν ὁ μακάριος Παῦλος· «Τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα καὶ τὸ αὐτῶν περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα.» —«Γινώμεθα τοίνυν εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι,» καθὰ γέγραπται, «χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ἡμῖν ἐν Χριστῷ.» Τί δὲ ἡμῖν ἐν Χριστῷ κεχάρισται ὁ Θεὸς, ἢ ποίων ἡμᾶς ἀγαθῶν συνέβη μεταλαχεῖν, πῶς οὐκ ἀναγκαῖον ἰδεῖν; Δεδώρηται τοίνυν ἡμῖν πλημμελημάτων ἄφεσιν, ἀνεξίκακον ἀγάπην.

Διασεσώσμεθα γὰρ, λήθην ὥσπερ τινὰ λαβόντος τοῦ Θεοῦ τῆς ἀνθρωπίνης μικροψυχίας. Κατ᾽ ἴχνος οὖν ἄρα καὶ ἡμᾶς αὐτοὺς ἰέναι σπουδάζοντας τῆς ἐνούσης γαληνότητος τῷ πάντων Δεσπότῃ, ἀνεξικακεῖν ἀναγκαῖον, ἀγαπητοί. Καὶ δὴ καὶ σωφρόνως ἐκεῖνο διενθυμώμεθα, ὅτι μυρία μὲν ὅσα τὰ ἀνθρώπινα πταίσματα, καὶ οὐκ ἄν τις γένοιτο καιρὸς τῆς ἡμετέρας μικροψυχίας ἀπηλλαγμένος. Ἀλλ᾽ εἰ μέλλοιμεν ἐφ᾽ ἑκάστου τῶν εἰωθότων συμβαίνειν, ἀλύειν μὲν οὐ μικρῶς, κρίνεσθαι δὲ τοῖς λελυπηκόσιν, ὅλος ἡμῶν ὁ βίος ἐν πικρίαις ἔσται καὶ λύπαις.

Καὶ ἐπεὶ ὁδοὶ μνησικάκων εἰς θάνατον, καθὰ γέγραπται, τὸ ἀπεῖργον οὐδὲν, θανάτου κάτοχον τὴν ἑκάστου γενέσθαι ψυχὴν, τῷ μὴ δύνασθαι γενναίως ἀποκρούεσθαι τὸ λυποῦν, διατεθηγμένην ἀεὶ πρὸς τὸ χρῆναι γοργῶς ἀντεξανίστασθαι τοῖς προκεκρουκόσιν.

Οὐκοῦν, ὡς ὁ μακάριος ἔφη Παῦλος, ἀλλήλων τὰ βάρη βαστάζωμεν. Καὶ οὕτως ἀναπληρώσομεν τὸν νόμον τοῦ Χριστοῦ. Διαφανὴς γὰρ καὶ οὗτος τῆς εὐσεβείας ὁ τρόπος. Ἀλλ᾽ εἰσί τινες τῶν ἐν ἡμῖν, οἳ τοσοῦτον ἀφεστᾶσι τοῦ θέλειν εἶναι χρηστοὶ, καὶ τὸ ἀμνησίκακον καύχημα τῆς ἑαυτῶν ψυχῆς τιθέντες ὡς ποῤῥωτάτω, ὥστε καὶ εἴ τι βραχὺ διαπταίσειαν τῶν εἰς ἀδελφότητα κεκλημένων τινὲς, πάντα κάλων διασείσαντες, καὶ ὅλον ὥσπερ τοῖς θυμοῖς ἀνέντες τὸ λῖνον, ἀκαθέκτοις φέρονται ταῖς ὁρμαῖς, καὶ ταυρηδὸν ἐπιθρώσκουσι, δυσκλεεστάτην ἕξ[ε]ιν οἰόμενοι τὴν ὑπόληψιν, εἰ μὴ πᾶν ὁτιοῦν ἐργάσωνται τῶν δεινῶν. Εἰ δὲ καί πού τινες εἶεν τῶν προσκεκρουκότων αὐτοῖς εὐσθενέστεροι, μυρίοι μὲν αὐτίκα περιεστᾶσιν οἱ τῆς ἀγριότητος ὑπουργοὶ, παραθήγοντες εἰς ὀργὰς, ἀκονοῦντες εἰς ἀπανθρωπίαν, λογισμοὺς εἰσηγούμενοι, καὶ παραδεικνύντες ὁδοὺς, δι᾽ ὧνπερ ἂν εἴη τῆς πλεονεξίας ἡ δύναμις.

Πάνδεινον, ἀγαπητοὶ, τῶν τοιούτων τὸ κρῖμα· καὶ συνεξολεῖται πάντως τοῖς παροξύνουσιν ὁ παρωξυμ[μ]ένος. Καί σοι πάλιν ἐξ αὐτῆς παροίσω τῆς θεοπνεύστου Γραφῆς τὴν ἐπὶ τούτοις ἀπόδειξιν. ζʹ. Ἰδουμαῖοι καὶ Ἰσραηλῖται τετάχατο μὲν ἀνὰ μέρος, καὶ οὐ τὴν αὐτὴν ἄμφω ἐκληρώσαντο χώραν.

Ἀδελφὼ δὲ ἤτην καὶ γείτονε. Τοῖς μὲν γὰρ Ἡσαῦ ἐπιγέγραπται πατὴρ, οἱ δὲ ἦσαν ἐξ Ἰακώβ· καὶ οἱ μὲν τὴν τῆς ἐπαγγελίας, οἱ δὲ τὴν Ἰδουμαίων ἐνέμοντο γῆν, ὅμορον μὲν τῇ ἑτέρᾳ, συχνοῖς δὲ ὁρῶν ἀναστήμασι, καὶ πετραίοις ὄχθοις ἄνω καιομένην, ὡς εἶναι παντί τῳ δυσάλωτον, εἴπερ ἕλοιτο δῃοῦν, δυσμαχοτάτην ἔχοντος τοῦ χωρίου τὴν προσβολὴν, καὶ δὴ καὶ ἐφρόνουν ἐπὶ τοῦτο μέγα. Ἐχόντων δὲ ὧδε τοῖς εἰρημένοις γένους τε καὶ χώρας, κατὰ πολὺ διειστήκει τὰ φρονήματα· καὶ διῴκιστό πως εἰς ἐναντιότητα τρόπων τὰ παρ᾽ ἀμφοῖν, καὶ πολέμου πρόφασις ἦν τὸ τῆς λατρείας διάφορον. Ἰσραηλῖται μὲν γὰρ, τοῖς διὰ Μωσέως ἐπαυχοῦντες νόμοις, τῷ τῶν ὅλων προσεκύνουν Θεῷ· Μωαβῖταί γε μὴν, ἤγουν Ἰδουμαῖοι (τοῦτο γὰρ ἑκάτερον), ταῖς τῶν δαιμονίων ἀπάταις κατισχημένοι, λίθους καὶ ξύλα διατορνεύσαντες, τοὺς οὐδὲν εἰδότας ἐπεγράφοντο θεούς.

Ἦν οὖν ἄρα τὰ γένη προσάλληλα, καὶ λατρείαις καὶ τρόποις καὶ τόποις διῃρημένα. Εἶτα διαπαῖσαι συμβὰν τοὺς ἐξ Ἰσραὴλ, καὶ διὰ τῆς εἰς τὸν νόμον παροινίας λυπῆσαι Θεὸν, ἐγήγερται κατὰ τῆς Ἱερουσαλὴμ ἀνὴρ δυσσεβὴς καὶ παράνομος, ὁ τῶν Βαβυλωνίων τύραννος. Καὶ δὴ καὶ σύμπαν τὸ ὑπὸ χεῖρα γένος ἐν ὅπλοις εἶναι διεκελεύετο· καὶ ὡς αὐτίκα δὴ μάλα περιεσόμενος τῶν ἀνακειμένων Θεῷ, πικρὸν ἐδίδου τοῦ πολέμου τὸ σύνθημα. Καὶ ἀφίκετο μὲν εἰς τὴν Ἰουδαίαν· καταλύσας δὲ ἐν αὐτῇ πανστρατὶ, κατεπτόησε τοσοῦτον τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐν ταῖς ὁμόροις κατασκιδνάσαι χώραις, τὴν ἐνεγκοῦσαν ἀφέντας· καὶ νεὼς ὥσπερ ἀποπηδήσαντας, ἐπ᾽ αὐτοῖς ἤδη κειμένοις τοῖς ἐσχάτοις κακοῖς. Καὶ τί μετὰ τοῦτο πεπράχασιν Ἰδουμαῖοι; Δεῖν [ἴσ. δέον] ἐποικτείρειν τοὺς ἐν θορύβῳ καὶ δείμασι, καὶ πειρᾶσθαι μᾶλλον ἐπαμύνειν αὐτοῖς, πόλεσί τε ταῖς σφῶν οἰκίσασθαι, καὶ τῆς μεταξὺ κειμένης ἀπομνημονῆσαι διαφορᾶς, πᾶν τὸ τούτοις ἔδρων ἐναντίον.

Καταδεσμοῦντες γὰρ τὸν ἱκέτην, ἕτοιμον ὥσπερ τι τοῖς Βαβυλωνίοις προσεκόμιζον θήραμα, καὶ τὴν ἀδελφοῦ καὶ γείτονος σφαγὴν, καύχημα τῆς ἑαυτῶν ἐποιοῦντο λατρείας, πλατὺ γελῶντες κατὰ τῶν ὑγιασμένων, καὶ τῆς θείας δόξης κατεξανιστάμενοι, φάσκοντές τε παραφρόνως τὴν τῶν δαιμόνων ἐγηγέρθαι δύναμιν, καὶ τοῖς ἀτιμάζουσιν τὴν παρὰ σφίσιν λατρείαν ἐγκατασκῆψαι τὸν Βαβυλώνιον, οὐχ ἑτέρου του χάριν, ἢ τούτου καὶ μόνου. Ἐπειδὴ δὲ ἀνθρώποις οὐκέτι φορητὸς, Θεῷ δὲ ἀπηχθημένος ὁ τῶν Ἰουδαίων ἐφαίνετο γέλως, τῆς μὲν τῶν ἡγιασμένων ἀπενοσφίζετο χώρας ὁ τῶν πολεμίων στρατὸς, μετέῤῥει δὲ ὥσπερ ἐπ᾽ αὐτὴν ἤδη τὴν Ἰδουμαίαν, μεταθέντος εἰς τὸ ἐναντίον τὴν τοῦ πράγματος φύσιν, τοῦ πάντα ἰσχύοντος, καὶ τὸν θυμὸν ἐπ᾽ ἐκείνους εὐλόγως ἤδη μετηντληκότος. Ἐδαπανᾶτο δὲ οὕτω τοῖς Βαβυλωνίων τοξεύμασιν ὁ πάλαι πλατὺς καὶ ἀτεράμων καὶ ἀλαζὼν, ὡς ἕνα που τάχα διαλαθεῖν τὸν οἰκήτορα, καὶ εἰ πολυανδροῦσά τις εἴη καὶ τετειχισμένη πόλις. Αὐτὸ δὲ τὸ θεῖον ὑμῖν ἀναγνώσομαι λόγιον ὡδί πως ἔχον. Ἔστι δὲ ὁ λόγος παρὰ Θεοῦ πρὸς τὸν Ἰδουμαῖον· «Ἰδοὺ ὀλιγοστὸν ἔδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα· ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέ σε, κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν· ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ· Τίς με κατάξῃ ἐπὶ τὴν γῆν;

Ἐὰν μετεωρισθῇς ὡς ἀετὸς, καὶ ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.» Εἶτα τῆς ἀγανακτήσεως τὴν αἰτίαν ἐξηγούμενος ἐπιλέγει τουτοισί· «Διὰ τὴν σφαγὴν καὶ ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακὼβ, καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. Ἀφ᾽ ἧς ἡμέρας ἀνέστης ἐξεναντίας ἡμέραις αἰχμαλωτιζόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν· καὶ μὴ ἐπίδῃς ἐν ἡμέρᾳ ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων· καὶ μὴ ἐπιγελάσῃς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως. Μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνου αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν· μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἀπ᾽ αὐτῶν ἐν ἡμέρᾳ τῆς θλίψεως.» Ὁρᾷς οὖν ὅπως, ἐπείπερ οὐκ ᾤοντο δεῖν ἐπαμύνειν τοῖς ἐξ Ἰσραὴλ, ἐζηλώκασι δὲ τὴν τῶν πολεμίων ἀπανθρωπίαν, αὐτοὶ παρ᾽ ἐλπίδα παγγενεὶ διολώλασιν. Ἆρ᾽ οὖν Ἰδουμαῖοι μὲν ἦσαν ἐν τούτοις· νηποινὶ δὲ ὁ Βαβυλώνιος τῆς ἁγίας κατηλαζονεύσατο γῆς, καὶ ταῖς τῶν παθόντων ταλαιπωρίαις ἐπορχούμενος, ἄσυλον ἐτήρει τὴν εὐθυμίαν;

Οὐμενοῦν. Ἐπιδείξω γὰρ αὐτὸν αὐτίκα δὴ μάλα τοῖς τετολμημένοις ἀνάλογον ἐκτετικότα τὴν δίκην. Ἐπειδὴ γὰρ τὴν Ἰδουμαίαν ἀφεὶς, οἴκαδε τρέχειν ἐσκέπτετο, καὶ ἀνακομίζεσθαι δοκοῦν, τῆς ἀποδημίας ἐδίδου τὸ σύνθημα, παραποδίζοντος μὲν οὐδενὸς, τὴν ἑαυτοῦ μεθορμίζεται· καὶ βασιλείων τῶν βαρβαρικῶν εἴσω τε ἦν ἤδη, καὶ πανηγύρεων ἥπτετο, καὶ σεμνὸν ἐποιεῖτο διήγημα τῶν ἡγιασμένων τὰ πάθη· συναγείρεσθαι μὲν ἐπὶ πανδαισίᾳ τοῖς ἐπὶ τέλει διεκελεύετο, μεστὸν δὲ ἦν αὐτῷ τὸ συμπόσιον εὐφημιῶν τε καὶ κρότων. Ἐμερίζοντο δέ τινες τῆς ἀπονοίας τοὺς λόγους· καὶ ὁ πεπραχώς τι τῶν ἀπηχεστέρων, τὰς πολὺ τῶν ἄλλων διαφανεστέρας ἐζήτει τιμὰς, ἆθλά τε παρ᾽ ἐκείνοις ἦν ἰσομέτρως ταῖς ἀπανθρωπίαις χορηγούμενα. Τότε δὴ, τότε λοιπὸν ἐφίει τῷ τυραννήσαντι τὴν ὀργὴν, ὁ πάντα ἰσχύων Θεός· καὶ ταῖς ἀδοκήτοις ἐγκατασπείρεσθαι συμφοραῖς τὸν ὑπερόπτην ἐποίει. Στασιάζει μὲν γὰρ κατ᾽ ἐκεῖνο καιροῦ τὸ ὑπήκοον αὐτῷ, καὶ κατεσχίζετο μὲν ταῖς διχονοίαις τὰ γένη πρὸς ἄλληλα· καὶ πρὸς ἀπόστασιν ἤδη τὴν κατὰ τοῦ κρατοῦντος ἐχώρει τῶν ἀρχομένων τὸ ἀλκιμώτατον· καὶ ἀκήρυκτον μὲν ἐμελέτα τὸν πόλεμον. Ἔργον δὲ ἦν αὐτοῖς περισπούδαστον, ἐμπρῆσαι μὲν τοῦ τυράννου τὰ βασίλεια, ἐκ βάθρων δὲ ὥσπερ αὐτῶν τὴν ἀλαζόνα τε καὶ ἐπίσημον ἀναμοχλεῦσαι πόλιν, φημὶ δὴ τὴν Βαβυλωνίων.

Καὶ δὴ καὶ μάχης ἁψάμενοι, τρόπαιον αἴρονται, καὶ πυρὶ μὲν τὴν Βαβυλῶνα, σιδήρῳ δὲ τοὺς ἐν αὐτῇ δαπανήσαντες, λαμπρὸν τοῖς ἀνδραγαθήμασι τὸ πέρας ἐπείγοντο τοῦ τυράννου τὴν σφαγήν. Ἀλλ᾽ ὡς πάντη τε καὶ πάντως ἔσοιτο ταυτὶ δὴ συνεὶς διὰ τῆς τοῦ Πνεύματος φωταγωγίας ὁ προφήτης Ἱερεμίας, μέγα τι καὶ ἐξαίσιον ἀναβοήσας φαίνεται. Παραθήγων μὲν ὥσπερ εἰς μάχην τὴν κατ᾽ ἐκείνου πολλοὺς, οὕτω πού φησι· «Παρατάξασθε ἐπὶ Βαβυλῶνα κυκλόθεν.

Πάντες τείνοντες τόξον, τοξεύσατε ἐπ᾽ αὐτὴν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν, καὶ κατακρατήσατε ἐπ᾽ αὐτήν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, κατεσκάφη τὸ τεῖχος αὐτῆς, ὅτι ἐκδίκησις παρὰ Θεοῦ ἐστιν, ἐκδίκησις λαοῦ αὐτοῦ·» μονονουχὶ δὲ καὶ τῆς τῶν πιπτόντων οἰμωγῆς γεγονὼς οὐκ ἀνήκοος, πάλιν οὕτω φησί· «Φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων.

Πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; Πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλών; Βαβυλὼν ἐν ἔθνεσιν ἐπιθήσονταί σοι, καὶ ὡς ἁλώσῃ, Βαβυλὼν, οὐ γνώσῃ· εὑρέθης, καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης.» ηʹ. Ταυτὶ δέ μοι πρὸς ὑμᾶς εἰρήσθω τὰ διηγήματα, οὐχ ἵνα λόγους εἰκαίους ἑλόντες εἰς οὖς ἐπικροτήσωμεν μάτην, ἀλλ᾽ ἵνα τῶν πεπραγμένων τὴν πεῖραν ἐν παιδαγωγοῦ τινος τάξει δεχόμενοι, παραιτώμεθα τῶν φαύλων τὴν μίμησιν. Χρὴ γὰρ ἡμᾶς, ἐπείπερ τὸν τῶν ὅλων Θεὸν ἐγνώκαμεν, τὸν ἀγαθόν τε καὶ φιλοικτίρμονα, μὴ ἐπιχαίρειν μὲν τοῖς ἀθλίως πεπραχόσι, συναλγεῖν δὲ μᾶλλον καὶ συγκαθίστασθαι φιλεῖν, καὶ φιλοστοργίαις ἀμνησικάκοις καταχωννύειν τὰ λυπηρά.

Χρὴ δὲ δὴ πρὸς τοῦτο μὴ κατεξανίστασθαι τῶν ἤδη κειμένων, μήτε μὴν ἐνάλεσθαι ταῖς τῶν πιπτόντων ταλαιπωρίαις, καὶ εἰ προσείη τὸ δύνασθαι πάντα δρᾷν ἀδιακωλύτως· δεδιέναι δὲ μᾶλλον καθ᾽ ἑκάτερον τοῖς ἀγαθοῖς προθυμίαν διεζωσμένοι, καὶ νεανικῷ φρονήματι διαπρέποντες, εἰς ἀνάληψιν ἀρετῆς τὸν οἰκεῖον εὐτρεπίσωμεν νοῦν, προκαταβαλόντες ὥσπερ καὶ προῤῥιζώσαντες ταῖς ἰδίαις ψυχαῖς τῆς ἀνυπαιτίου πίστεως τὴν ὀρθότητα. Πιστεῦσαι δὲ χρὴ τὸν ἀληθῆ καὶ φιλόθεον ὄντως Χριστιανὸν, εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ὥστε δηλονότι τὸν Θεὸν καὶ Πατέρα νοεῖν τε καὶ λέγειν πηγὴν ἀληθῶς τοῦ ἰδίου γεννήματος καὶ ῥίζαν, ὥσπερ τινὰ συναΐδιον αὐτῇ τὸν ἐξ αὐτῆς λαχοῦσαν καρπόν. Τῶν μὲν γὰρ ἄλλων ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων γενεσιουργός ἐστι καὶ θελήσει Πατήρ. Οὕτω γὰρ εἶναί φαμεν τὰ πάντα ἐκ Θεοῦ. Τοῦ δὲ ἰδίου γεννήματος οὐκ ἔστι δημιουργὸς, ἀλλὰ κατὰ φύσιν Πατήρ. Γεγέννηκε γὰρ ἀληθῶς ὃν κατὰ ἀπόῤῥοιαν, ἢ ἀποτομὴν, ἢ πάθος, καθάπερ ἀμέλει καὶ ἐφ᾽ ἡμῶν αὐτῶν ἔνεστιν ἰδεῖν. Σῶμα γὰρ πρόεισιν ἀπὸ σώματος· διὸ καὶ μεμέρισται· Θεὸς δὲ, οὐχ οὕτω, ἐπεὶ καὶ μὴ κατὰ σῶμά ἐστι, μηδὲ ἐν τόπῳ, καὶ σχήματι, καὶ περιγραφαῖς· ἀπερινοήτως δὲ μᾶλλον καὶ ἀῤῥήτως, ὡς Θεός. Οὐδὲ γὰρ ἂν ἐνδέχοιτο τὰ ἡμέτερα παθεῖν τὴν ὑπὲρ πάντα φύσιν.

Γεγέννηκε τοίνυν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, φῶς ἐκ φωτὸς, εἰκόνα καὶ χαρακτῆρα, καὶ ἀπαύγασμα τῆς ἰδίας ὑποστάσεως, καθὰ γέγραπται.

Ἀλλ᾽ ἐπείπερ ἦν ἐν ἐσχάτοις τὰ καθ᾽ ἡμᾶς, βασιλεύοντος μὲν τοῦ θανάτου, κατεξουσιάζοντος δὲ τῶν ἐπὶ γῆς τοῦ πονηροῦ τε καὶ ἀποστάτου δράκοντος, κατακρατούσης δὲ τῆς ἁμαρτίας, ἄνθρωπος γέγονεν, ἵνα ἡμᾶς πάντας ἐξέληται τῶν ἀρτίως ἀπηριθμημένων.

Γεγονὼς δὲ τοῦτο κατὰ ἀλήθειαν, καὶ σάρκα λαβὼν ἐκ γυναικὸς, φημὶ δὴ τῆς ἁγίας Παρθένου, κατὰ τὰς Γραφὰς, «ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἄνθρωπος μὲν κατὰ τὸ ὁρώμενον, κατά γε τὴν τῆς σαρκὸς φύσιν, ἤτοι τέλειος τὸν τῆς ἀνθρωπότητος λόγον· Θεὸς δὲ τὸ ἀληθέστερον. Οὐ γὰρ ἐν ἀνθρώπῳ γέγονε, καθάπερ ἐν τοῖς ἁγίοις, ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ αὐτὸς κατὰ ἀλήθειαν πέφηνέ τε καὶ κεχρημάτικεν ἄνθρωπος. Τοιγάρτοι φρονοῦντες ὀρθῶς, οὐ δύο φαμὲν υἱοὺς, ἀλλ᾽ οὐδὲ δύο χριστοὺς, ἢ κυρίους, ἕνα δὲ μᾶλλον Υἱὸν καὶ Κύριον, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ ὅτε τὴν τῆς σαρκὸς ἔσχε περιβολήν. Οὐ γὰρ ἀποδιελόντες εἰς δύο, καὶ ἰδίᾳ νοοῦντες ἄνθρωπον, ἰδιαζόντως δὲ πάλιν τὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψαντα Λόγον προσκυνοῦμεν ὡς Θεόν· ἀλλὰ τομὴν ὅλως ἢ μερισμὸν κατὰ τόν γε τῆς υἱότητος λόγον, οὐδένα παραδεχόμενοι μετὰ τὴν πρὸς σάρκα σύνοδον· ἕνα δὲ μόνον εἰδότες Υἱὸν, μονογενῆ, καθὸ μόνος ἐγεννήθη παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν αὐτὸν δὲ καὶ πρωτότοκον, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, τιμῶμέν τε καὶ δοξολογοῦμεν ὁμοῦ τοῖς ἁγίοις ἀγγέλοις, ἅτε δὴ καὶ ὑπάρχοντα κατὰ φύσιν Θεόν. Οὕτω καὶ ὁ θεσπέσιος ἔφη Παῦλος· «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι Θεοῦ.»

Οὐκοῦν, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἐπεφάνη γὰρ ἀληθῶς ἐν νυκτὶ καὶ σκότῳ περιπατοῦσι, καὶ λόγοις μὲν τοῖς εἰς εὐσέβειαν τὴν τῶν ἀκροωμένων καταφωτίζων καρδίαν, μεθορμίζεσθαι πρὸς Θεὸν εὖ μάλα διεκελεύετο· τοῖς δὲ ὑπὲρ λόγον τερατουργήμασι, Θεὸν ὄντα κατὰ φύσιν ἑαυτὸν ἐπιδεικνὺς, ἐκάλει σύμπαντας ἐπὶ τὸ χρῆναι πιστεύειν εὐπετέστερον. Ἀλλ᾽ οἱ πάντα τολμῶντες εὐκόλως, φημὶ δὴ τοὺς ἐξ Ἰσραὴλ, δέον εὐχαριστεῖν, καὶ προσήκασθαι μὲν ἀσμένως εὐεργέτην, ἐπιγράφεσθαι δὲ Σωτῆρα καὶ βοηθὸν καὶ Κύριον, δυσσεβοῦντες ἡλίσκοντο. Οὐ γὰρ ἐφείσαντο γλώσσης· τολμημάτων δὲ εἶδος ἀνεπιτήδευτον ἀφέντες οὐδὲν, τὸ τελευταῖον ἐσταύρωσαν· ἔφασκον γὰρ ἴσως ἐν ἑαυτοῖς τὸ καὶ πάλαι διὰ φωνῆς Ἡσαΐου κεχρησμῳδημένον· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Ἀλλ᾽ οἱ μὲν ἐκεῖνα διεσκεμμένοι, καὶ ἀφιλοθέως τετολμηκότες, αὐτόκλητοι ταῖς ἑαυτῶν κεφαλαῖς ἐπισύροντες τὴν ὀργὴν, πανωλεθρίᾳ διολώλασιν. Ὁ δὲ, καίτοι κατὰ φύσιν ὑπάρχων ζωὴ, συνεχώρει τὴν σάρκα παθεῖν τὸν θάνατον οἰκονομικῶς δι᾽ ἡμᾶς, «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ,» καθὰ γέγραπται.

Κατελθὼν γὰρ εἰς ᾅδου, καὶ τοῖς ἐκεῖσε διακηρύξας πνεύμασιν, ἀνείς τε τοῖς κάτω τὰς κεκλεισμένας πύλας, καὶ τὸν ἄπληστον τοῦ θανάτου κενώσας μυχὸν, ἀνεβίω τριήμερος· ἀνέβη δὲ οὕτω πρὸς τὸν Πατέρα μετὰ τῆς ἀναληφθείσης σαρκὸς, ἀπαρχή τις ὥσπερ τῆς ἡμετέρας φύσεως, καὶ «πρωτότοκος ἐκ νεκρῶν, ἵν᾽ ἐν πᾶσι γένηται πρωτεύων,» κατὰ τὸ γεγραμμένον. Ἥκει τε εἰσαῦθις ἡμῖν ἐξ οὐρανοῦ κριτὴς, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. «Κρινεῖ γὰρ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» καθὰ γέγραπται. Ἐπὶ τούτοις, ἀγαπητοὶ, τὰ τῆς ἁγίας ἡμῶν ἑορτῆς συνθήματα, ταυτὶ, τῆς θείας ἡμῖν πανηγύρεως ἀνακηρύττει τὰς ἀφορμάς. Φέρε τοίνυν πάντα περιστείλαντες ὄκνον, καὶ πᾶσαν ῥᾳστώνην τῆς ἑαυτῶν διανοίας ἀποπεμψάμενοι, γοργῷ καὶ ἐγρηγορότι φρονήματι πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν δρομαῖοι χωρήσωμεν, τὸν θεῖον εἰς νοῦν ἔχοντες φόβον, τὴν εἰς ἀλλήλους ἀγάπην ἀσπαζόμενοι, τὴν τοῦ σώματος ἁγνείαν ἐπιτηδεύοντες, τὸν ἐν ψυχαῖς μολυσμὸν παρωθούμενοι, τῶν πτωχῶν μνημονεύοντες τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι· μνημονεύοντες δὲ τῶν δεσμίων, ὡς συνδεδε[σ]μένοι· καὶ πάντα πράττοντες μετὰ φόβου Θεοῦ.

Τότε γὰρ, τότε τῷ πάντων Δεσπότῃ καὶ Σωτῆρι Χριστῷ καθαράν τε καὶ ἀνυπέτιον τὴν νηστείαν ἐπιτελέσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἐπὶ ἐννάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ τεσσαρεσκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας, τῇ ἐννεακαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ δι᾽ ὀρθῆς πολιτείας τοῖς ἁγίοις πάλιν ἐντρυφήσωμεν λόγοις· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κράτος. Ἀμήν.