Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή Β΄
Αναγγελία της εορτής, αλληγορική ερμηνεία των παλαιοδιαθηκικών τύπων της θυσίας και του νόμου της ολοκαυτώσεως, και προτροπή προς μετάνοια και εγρήγορση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή Β΄
Αναγγελία της εορτής, αλληγορική ερμηνεία των παλαιοδιαθηκικών τύπων της θυσίας και του νόμου της ολοκαυτώσεως, και προτροπή προς μετάνοια και εγρήγορση.
ΛΟΓΟΣ Βʹ. αʹ. «Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε.» Τρέχει δὲ καὶ ἡμῖν ἐπὶ ταύτην ὁ λόγος τὴν ἀρχὴν, καὶ μάλα εἰκότως· ἑορτὴ γὰρ τὸ κηρυττόμενον. ᾯ δὲ τὸ δεῖν ἡμᾶς ἐπὶ τοῖς τοῦ Σωτῆρος ἥδεσθαι κατορθώμασιν ἀγγέλλειν σκοπὸς, τούτῳ πῶς ἂν εὐλόγως καὶ ἑτέρα γένοιτο τῆς εὑρημένης [ἴσ. εἰρ.] πρεπωδεστέρα;
Οὐκοῦν βαδιεῖται μὲν ἐπὶ ταύτην ὀρθῶς· τὸ δὲ δοκεῖν ἔξω φέρεσθαι τοῦ πρέποντος ἡμῖν σκοποῦ πανταχοῦ παραιτήσεται, διηγημάτων μὲν εἰκαίων ἀποφοιτῶν, ἃ δὲ καλῶς ἔχειν εἰπεῖν, καὶ λυσιτελήσειν τοῖς ἀκροωμένοις ὑπείληφε, ταῦτα καιρῷ τῷ δέοντι φέρειν εἰς μέσον προθυμούμενος. Καιρὸς μὲν οὖν, τὸ θεῖον, παντὶ πράγματι, διηγόρευσε λόγιον. Καιρὸς δὲ, εἰ καί τις ἕτερος ἡμῖν, ὁ παρὼν πρὸς τὴν τοῦ κηρύγματος χρείαν ἁρμοδιώτατος. Ἤδη μὲν οὖν ἡ πανεύφημος ἡμῶν ἑορτὴ, τὸν ἐτήσιον ἐξελίσσουσα κύκλον, γέγονεν ἡμῖν ἐπὶ θύραις, καὶ μονονουχὶ τὸν οὐδὸν ὑπερτείνασα, ταῖς ἁπάντων ψυχαῖς εἰσοικίζεται. Εἴη δ᾽ ἂν, ὥς τέ μοι φαίνεται, τῶν ἀτοπωτάτων, Ἰουδαίους μὲν ἐπὶ νόμῳ, καὶ σκιᾷ, καὶ τύπῳ σεμνυνομένους, τοῖς διὰ σαλπίγγων ἀπηχήμασι προκηρύττειν τὰς ἑαυτῶν ἑορτάς· ἡμᾶς δὲ, τοὺς τῶν παρ᾽ ἐκείνοις τὰ ἀμείνω προτιμήσαντας, καὶ τῶν ἐσχηματισμένων ὅτι δέοι προκρίνειν τὴν ἀλήθειαν ὀρθῇ καὶ δικαίᾳ ψήφῳ κυρώσαντας, πολὺ περὶ τοῦτο τῆς ἐκείνων σπουδῆς ἔλαττον ἔχοντας φαίνεσθαι, εἰ σιγὴν ἔχειν ἀλλήλοις εἰπόντες ἡσυχῇ καθεδούμεθα, καὶ σιωπῇ παραδώσομεν τὴν οὕτως εὔσημον ἑορτὴν, καίτοι τοῦ Θεοῦ λέγοντος· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.» Ἡκέτω τοιγαροῦν εἰς μέσον ἡμῶν ὁ λόγος, τὴν εὔσημον τῆς ἑορτῆς ἡμέραν εὐσήμῳ διαγγέλλων κηρύγματι.
Ὅσα μὲν γὰρ διὰ τῆς τοῦ Σωτῆρος φιλανθρωπίας ὑπήρχθη τῇ φύσει πλεονεκτήματα, κἂν ἡμεῖς σιωπήσωμεν, «οἱ λίθοι κεκράξονται,» κατὰ τὴν αὐτὴν τοῦ Σωτῆρος φωνήν.
βʹ. Ἐμοὶ δὲ τῶν γεγονότων ἕκαστα διασκεπτομένῳ σαφῶς, πολύς τις πραγμάτων ὄχλος ἀναφαίνεται, ἐφ᾽ ᾧπερ ἄν τις εἰκότως, οὐ μετρίαν ἔχοι τὴν μέμψιν τὸ σιωπᾷν ᾑρημένος. Εἰ γὰρ ὀρθὰ καὶ δίκαια φρονεῖν μελετήσαντες, τῶν ἀρίστων εἶναι λογιούμεθα, τὴν ἐφ᾽ οἷς εὖ πεπόνθαμεν εὐχαριστίαν ἀναπέμπειν Θεῷ, εἶτα τοῦτο παρ᾽ ἡμῖν ἐν οὐδενὸς μέρει τετάξεται, πῶς οὐ πάντως αὐτοὶ κατὰ τῶν οἰκείων στρατευσόμεθα βουλευμάτων, εἰ μὴ ταῦτα πράττειν ἐθέλοιμεν, ἐφ᾽ οἷς ἂν εὐλόγως καὶ ἑτέρους αἰτιασαίμεθα ῥᾳθυμήσαντας; Οὐκοῦν ἀναφέρωμεν τῷ Σωτῆρι τὰ χαριστήρια. Ἀλλ᾽ ἴσως ὄκνου πρόφασιν καὶ δειλίας ποιησόμεθα τὸ μὴ δύνασθαι λέγειν ἐπαξίως τῶν κατορθωμένων, καίτοι πάντες ἂν, οἶμαι, συμφήσειαν, ὅτι τοῖς ἀμείνοσι τὸ νικᾷν ἐπιτρέπειν, ἀσθενείας ἔγκλημα φέρει, ἀλλ᾽ εὐβουλίας ὑπόληψιν ἐκπορίζεται.
Τί δ᾽ ἂν γένοιτο τῶν τοῦ Σωτῆρος κατορθωμάτων μεγαλοφυέστερον; Πῶς οὐ πάντα νικήσει τὰ θειότερα λόγον; «Δόξα μὲν γὰρ κρύπτει λόγον,» φησὶν ἡ θεία Γραφή. Ὁ δέ γε μακάριος Μωσῆς, καίτοι τοσοῦτος ὑπάρχων ἐν ἀρετῇ, ὡς ἀκοῦσαι λέγοντος πρὸς αὐτὸν τοῦ Θεοῦ· «Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ᾽ ἐμοὶ,» ἰσχνόφωνον καὶ βραδύγλωσσον ἑαυτὸν εἶναι λέγων οὐκ ᾐσχύνετο, καὶ πρὸς τὴν τοῦ κηρύγματος διακονίαν οὐκ ἐπιτήδειον. Εἰ δὲ ψόγου καὶ πάσης αἰτίας αἰσχρᾶς τὰ τοιάδε λέγων ἀπήλλακται, μᾶλλον δὲ παντὸς ἐπαίνου δοίη τις ἂν τὸν προφήτην ἄξιον, πῶς οὐκ εὐλόγως τοῖς ὑπὲρ νόμον τοῦ Σωτῆρος κατορθώμασι τὸ δύνασθαι τὸν πάντα καταγωνίζεσθαι λόγον παραχωρήσομεν; Ἔτι τε πρὸς τούτοις ἀκόλουθον εἰπεῖν, ὡς ἡμεῖς μὲν οὐ περὶ τοὺς λόγων ἀγῶνας ἠσκήμεθα, οὐδὲ γλώττης Ἀττικῆς ἐπίδειξιν ὑπισχνούμεθα. Ἀλλ᾽ ἑτέροις μὲν αἱ περὶ ταῦτα μελόντων σπουδαὶ καὶ διαπρεπὲς ἐν λόγοις τὸ ἐπιτήδευμα· ἡμῖν δὲ, ἀγαπητοὶ, βραχύς τε ὁ λόγος ἐστὶ, καὶ τὸ γράφειν ἀνάγκης ἐπίταγμα. «Οὐαὶ γάρ μοί ἐστι, ἐὰν μὴ εὐαγγελίζωμαι.» Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Ἐντεῦθεν οἶμαι μηδένα τοῖς ἐμοῖς ῥηματίοις ἐπισκῆψαι δικαίως. Ἃ γὰρ ἂν ἡ χάρις τοῦ Θεοῦ ὑπαγορεύῃ κατὰ διάνοιαν, ταῦτα καὶ εἰς ὑμᾶς φανερὰ καταστήσομεν· τὴν ἄκαιρον αἰδῶ σώφρονι λογισμῷ περιστείλαντες.
γʹ. Μωσέως τοίνυν λέγοντος· «Φυλάξαι τὸν μῆνα τὸν νέον, καὶ ποιήσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου·» πῶς οὐκ ἀναγκαῖον ἡμᾶς ἤδη παρόντας μηνύειν τῆς ἑορτῆς τὸν καιρόν; Οἴχεται μὲν γὰρ ἡ στυγνὴ τοῦ χειμῶνος ἀπειλὴ, ἀπελήλαται δυσαερία καὶ σκότος, ὑετοὶ καὶ πνευμάτων ἀγρίων ὁρμαὶ λοιπὸν ἡμῖν ἐκποδών. Ὧραι δὲ πάλιν ἀνατέλλουσιν ἠριναί· ὄκνου μὲν καὶ ἀργίας τὸν φυτουργὸν ἀπαλλάττουσαι μονονουχὶ φωνὴν ἀφιεῖσαι γηπόνοις, ὅτι προσήκει πρὸς ἔργα χωρεῖν. Λειμῶνες μὲν γὰρ ποικίλην ἀνθέων ἀναβρύουσιν ἰδέαν. Φυτὰ δὲ τὰ ἐν ὄροις καὶ κήποις τὴν ὠδινομένην αὐτοῖς ἀποτίκτει βλάστην, ὥσπερ ἐκ λαγόνων τῆς οἰκείας φύσεως ἐρευγόμενα τὴν ἐνέργειαν. Παιδία δὲ ἤδη χλοηφορεῖ, ὑπόμνημα τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ τοῦτο δεικνύοντα· «Ἐξανατέλλων γὰρ, φησὶ, χόρτον τοῖς κτήνεσι.» Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἰς μέσον ἤχθη τὰ ῥήματα· μὴ γάρ τις οἰέσθω τηνάλως ἡμᾶς περὶ τούτων διαλαμβάνειν, ἀλλ᾽ ἵνα τὸ ἐκ τῆς ἐντολῆς ἀναφαίνηται χρήσιμον. Οὐ γὰρ μάτην ἡμῖν τὸν μῆνα τῶν νέων ἐπιτηρεῖν ὁ νόμος προσέταξεν. Ἔδει καὶ τὴν ἀνθρώπου φύσιν χλοηροφορούσαις ταῖς ἀρούραις φιλονεικεῖν, καὶ τοῖς τῆς εὐσεβείας, ἵν᾽ οὕτως εἴπω, βλαστήμασι περιανθιζομένην ὁρᾶσθαι.
Φέρε γὰρ εἰς ἡμᾶς αὐτοὺς τὴν τῶν πραγμάτων μετασκευάζοντες δύναμιν, καὶ μετατιθέντες εἰς τὸ χρήσιμον τοῦ νοήματος τὸν σκοπὸν, ἴδωμεν ἀκριβῶς εἰ τοῦ πρέποντος ἡμῖν ὁ λόγος διαμαρτήσεται, μῆνα τῶν νέων ἀποκαλῶν τὸν καιρὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐφ᾽ ᾧ δὴ σύμπαντας ἑορτάζειν ἀκόλουθον. Οἴχεται μὲν γὰρ ἤδη πρὸς ἀπώλειαν ὁ δαίμων ἐκεῖνος ὁ ἀρχέκακος, χειμῶνος δίκην ταῖς ἁπάντων ἐπισκήπτων ψυχαῖς, καὶ ὥσπερ τι πλῆθος ὑετοῦ τὰς ἀτόπους ἡμῖν καταστάζων ἐπιθυμίας. Ἡ δὲ τῶν ἀκαθάρτων πνευμάτων ἰσχὺς ἀπελήλαται, τὸ στυγνὸν τῆς ἁμαρτίας νέφος ἀπετινάχθη διὰ τῆς χάριτος. Ἠρινὸν δὲ ὥσπερ εἰς ἡμᾶς τέταται φῶς· εἶτα πρὸς τούτοις ἡ δοθεῖσα τοῦ Πνεύματος ἀπαρχὴ, καθάπερ τις ζέφυρος ἢ αὔρα λεπτὴ τὰς ἁπάντων ψυχὰς περιπνεῖ, καλύκων εἰς εὐωδίαν οὐχ ἡττωμένους τοὺς ἐν οἷς κατοικεῖν διαφόρως κατασκευάζουσα. «Χριστοῦ γὰρ εὐωδία ἐσμὲν τῷ Θεῷ,» καθάπερ Παῦλός φησι. Καὶ τὴν μὲν παλαιότητα τοῦ παρῳχηκότος βίου, οἷά τι φύλλον ἀποβεβλήκαμεν, εἰς ἑτέραν δὲ αὖθις ἀνανεούμεθα πολιτείαν ἀρτιθαλῆ καὶ νεόφυτον. Οὕτω καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν. ἰδοὺ γέγονε καινά.»
Εἰ δέ τῳ δοκεῖ καὶ διὰ τῆς θείας Γραφῆς, οὐ μακρὰν τῆς ἀληθείας ἀποδημήσαντα τὸν λόγον ὁρᾷν, ἀκουέτω λέγοντος τοῦ νυμφίου, καὶ τὸν ἀληθέστερον μῆνα τῶν νέων τῇ νύμφῃ σημαίνοντος· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν.» Ὅνπερ γὰρ τρόπον οἱ τὴν τοῦ γηπονεῖν ἐπιστήμην ἐξησκημένοι καλῶς, τὰ μὲν ἄχρηστα τῆς ἀμπέλου περικείρουσι κλήματα· τὰ δ᾽ ὅσα πρὸς καρποφορίαν ἐπιτηδείως ἔχειν δοκεῖ, μένειν ἐν αὐτῇ συγχωροῦσιν, ὁμοῦ τῆς οἰκείας τέχνης πρὸς τὸ συμφέρον χειραγωγούμενοι, οὕτω καὶ ὁ πάνσοφος ἡμῶν Θεὸς, τὴν ἑκάστου διάνοιαν διερευνώμενος, τὰ μὲν ἀργότερα πρὸς εὐσέβειαν, καὶ, ὡς ἄν τις εἴποι, λοιπὸν ἀπεσκληκότα βουλεύματα περιτέμνει· ἀνίεσθαι δὲ καὶ σώζεσθαι, καὶ μένειν ἐᾷ τὸν σώφρονα λογισμόν. Ἐντεῦθεν ἤδη πρὸς σωτηρίαν παιδαγωγούμενοι, τὰ μὲν τῆς σαρκὸς ἀποπεμπόμεθα πάθη, τὴν δὲ καθαρὰν τοῦ Πνεύματος χάριν ἐν ἑαυτοῖς εἰσοικίζοντες, εἰς ἀμείνονα πολιτείαν ἀναμορφούμεθα, καὶ τῶν τοῦ Παύλου ῥημάτων μεμνήμεθα, λέγοντος· «Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν ἐν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ.»
Συζησόμεθα γὰρ ἀληθῶς, καὶ συμβασιλεύσομεν αὐτῷ, τὸν μὲν ἀπὸ τοῦ σώματος ἐκτρεπόμενοι μολυσμὸν, καὶ μισοῦντες, καθάπερ τις τῶν ἁγίων φησὶ, τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα· τιμῶντες δὲ τὴν Θεῷ φίλην ἐγκράτειαν, καθάπερ τι δῶρον τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι Χριστῷ τὸν ἐν ἀρετῇ βίον ἀποκομίζοντες Οὕτω καὶ ὁ Ψαλμῳδὸς ἔλεγε· «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα.» Ποῖον οὖν ἔσται παρ᾽ ἡμῶν τῷ Κυρίῳ τὸ δῶρον, ἢ τίνι τρόπῳ προσαχθήσεται, πῶς δὲ πάλιν ἔσται δεκτὸν, ἄξιον ἐρευνῆσαι, καὶ παρὰ τῆς θείας τοῦτο μανθάνειν Γραφῆς.
δʹ. Τί τοίνυν φησί; «Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπ᾽ αὐτῷ λίβανον. Θυσία ἐστί.» Τὰ μὲν οὖν τῆς σεμιδάλεως ψήγματα εἰς ἄρτον ἕνα πηγνύμενα, τὸ πολύχουν τῶν ἀρετῶν σημαίνει πλῆθος, μίαν ἀποτελούντων εὐσέβειαν, ἥτις ἐν τάξει θυσίας καὶ δώρου παρ᾽ ἡμῶν προσάγεται τῷ Θεῷ· ἐπιχεῖσθαι δὲ αὐτῇ κελεύει τὸ ἔλαιον, ὅπερ ἐστὶν ἱλαρότητος σύμβολον. Οὐ γὰρ ἐπιστυγνάζειν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶσι προσήκει τὸν δίκαιον· ἀλλὰ τῇ ἐλπίδι χαίροντα τὴν ἁμαρτίαν καταγωνίζεσθαι. Ὁ δὲ λίβανος ἐπιπαττόμενος τὴν ἀπὸ τῶν ἔργων εὐωδίαν παραδηλοῖ. Δεῖ γὰρ ἔξω πάσης ἀκαθαρσίας ὑπάρχειν, καὶ πᾶσαν ἡδονὴν ἀποτρέπεσθαι πονηρὰν, τὸν τῆς ἁγνείας ἔχειν ἐπιθυμοῦντα τὸ καύχημα. Οὕτω γὰρ αὐτὸς μὲν εἴη παντὸς ἐπαίνου μεστὸς, δεκτὸν δὲ αὐτοῦ τὸ θυμίαμα γενήσεται.
Ἴδωμεν δὲ τῶν λεγομένων τὴν φύσιν, ἐκ τῶν καθ᾽ ἑαυτοὺς τὰ θειότερα δοκιμάζοντες. Ἆρα γὰρ, εἴ τίς τινι τῶν κατὰ τὸν βίον λαμπρῶν δῶρον ἐθέλησε προσφέρειν, ἐτόλμησεν ἂν προσελθεῖν βορβόρῳ τὸ σῶμα κατακεχρισμένος; οὐ βδελυρός τις ἂν εἴη καὶ ὑβριστής; οὐ πάσης ἀηδίας ὁ τοιοῦτος ἄξιος; Εἰ δὲ ἐφ᾽ ἡμῶν αὐτῶν, τὸν ἄριστα τοῖς πράγμασι χρώμενον, οὐκ ἔξω τοῦ πρέποντος εἶναι δώσομεν λογισμοῦ, πῶς ἄν τις εἰκότως οὐκ ἐπὶ τοῖς τυχοῦσι ἀτοπήμασι καταιτιῷτό τινα, εἰ Θεῷ μὲν πλησιάζειν ἐθέλοι, οὔπω μὲν τῆς ἁμαρτίας τὸ ῥύπον ἀπονιψάμενος φαίνοιτο, καίτοι τοῦ θείου νόμου διαῤῥήδην λέγοντος· «Πᾶσα θυσία ἣν ἂν προσφέρητε τῷ Θεῷ, οὐ ποιήσετε ζυμωτόν. Πᾶσαν γὰρ ζύμην, καὶ πᾶν μέλι, οὐ προσοίσετε ἀπ᾽ αὐτοῦ καρπῶσαι τῷ Κυρίῳ δῶρον.
Ἀπαρχὰς προσοίσετε αὐτά. Ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ πᾶν δῶρον θυσιασμάτων ὑμῶν ἁλὶ ἁλισθήσεται. Οὐ διαπαύσεται ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν, καὶ ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας.» Τί μὲν οὖν ἡ ζύμη παραδηλοῖ, νοήσεις τοῦ Παύλου λέγοντος· «Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Πῶς γὰρ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ τῆς κακίας ἡ παλαιότης παραδεχθήσεται, νέαν καὶ ἄδολον παρ᾽ ἡμῶν ἐπιζητοῦντι ζωήν; ἀποφάσκει μὲν καὶ τὴν τοῦ μέλιτος προσαγωγήν· ἡδονὴν γὰρ καὶ τοῦτο σημαίνει. Γλυκεῖα μὲν γὰρ εἶναι δοκεῖ ἡ ἐφ᾽ ἑκάστῳ τῶν ἁμαρτημάτων ἡδονὴ, καὶ χολῆς πικρότερον ἔχει τὸ τέλος. Δεῖ δὲ ἡμᾶς, εἰ τὸ ἀρέσκειν Θεῷ τετιμήκαμεν, οὐ τὸν ἐν αἰσχρότητι καὶ ἡδοναῖς μεταδιώκοντας βίον ὁρᾶσθαι, οὐ δ᾽ οἷς ἥκιστα χρὴ ῥᾳθυμοῦντας ἐφήδεσθαι, ἀλλ᾽ ὅπερ ἂν εἴη τῷ νομοθέτῃ δοκοῦν, τοῦτο περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντας.
Ἁλὶ δὲ ὅμως ἁλίζεσθαι τὰς θυσίας κελεύει, λογισμοῦ καὶ φρονήσεως εἰσφέρων σύμβολον. Δεῖ γὰρ, οἶμαι, τῷ θείῳ φόβῳ, καθάπερ ἁλὶ καταπάττεσθαι τὴν διάνοιαν τῶν ἱερουργούντων Θεῷ, ἵνα μὴ κεχυμένη καὶ διαῤῥέουσα πρὸς ὑδαρεστέρας ἐπιθυμίας, ῥᾳδίως ἐπὶ τὸ χεῖρον ἐκφέρηται, τῶν ἀμεινόνων ὑπερφρονήσασα.
Πῶς δὲ οὐκ ἐπαίνου παντὸς ἀξιώσομεν τὸ διὰ τοῦ Παύλου βοώμενον· «Ὁ λόγος ὑμῶν ἐν χάριτι ἁλὶ ἠρτυμένος;» Ἀλλ᾽ οἶμαι μὴ πρότερον δύνασθαι τοιοῦτον ὁρᾶσθαι τὸν λόγον, πρὶν ἂν ἡμῖν τὰ κατὰ γνώμην ἔχοι καλῶς. «Ἀπὸ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.» Ἁλιζέσθω τοίνυν τῶν εὐσεβούντων ὁ νοῦς· ἀποῤῥείτω καθάπερ τι περίττωμα τὴν ἁμαρτίαν· μὴ μαλακιζέσθω, πρὸς ἐκτόπους ῥεμβόμενος ἡδονάς. Διάτοι τοῦτο καὶ Παῦλός φησιν· «Ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε.» Ἑδραῖοι μὲν γὰρ γίνεσθε, λέγων, παντὸς ἐπαίνου τίθησι μακρὰν τοὺς οὔπω συμπεπηγότα καὶ ἠσφαλισμένον ἔχοντας τὸν νοῦν. Οὓ καὶ αὐτὸς ἡμῶν ὁ πάντων Δεσπότης καταιτιᾶται, διὰ τοῦ προφήτου λέγων ὡδί· «Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν αὐτοῖς.» Οἱ δὲ πόδες ἐνθάδε, μεταβατικήν τινα σημαίνουσι κίνησιν, καὶ τὴν ἐφ᾽ ἑκάτερα τῆς διανοίας ῥοπὴν, τὴν ἐπί τε τὰ φαῦλά φημι, καὶ ὅσα τὴν τοῦ θαυμάζεσθαι ψῆφον ἐφ᾽ ἑαυτοῖς ἀπαιτεῖ, ὡς πάντως ὡς πεπηγότες εἶεν οἱ πόδες, ἔχοντες ἤδη τὸ ἑδραῖον ἑκτικῶς, καὶ τὴν ἐπὶ τὸ φαῦλον ὀκνοῦντες ὁδόν.
Τοιοῦτός ἐστιν ὁ μακάριος Ψαλμῳδὸς, λέγων· «Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου,» τὸ στεῤῥὸν καὶ ἀμετάθετον τῆς ἕξεως διὰ τούτου μηνύων· παραινῶν δὲ ἡμῖν ὁ ἀπόστολος Παῦλος τὸ δεῖν ἐν ἔργῳ Κυρίου περισσεύειν, κατὰ τὸ ἐγχωροῦν τῇ φύσει τὸν ἄνθρωπον, ἀμέριστον δὲ τῆς πρὸς τὸ θεῖον φιλίας δι᾽ ἔργων ἀγαθῶν ἀναφαίνεσθαι.
Οὐ γὰρ σώφρονος, οἶμαι, διανοίας ἔργον ἐστὶ, ποτὲ μὲν τῶν θείων νόμων ἀποστατεῖν, ποτὲ δὲ πάλιν, ὥσπερ ἐξ ὕπνου διαναστὰς, ἀντέχεσθαι τῶν αὐτῶν. Οἱ γὰρ τοιοῦτοι ταυτόν μοι δοκοῦσι παθεῖν τοῖς ἀποπίπτουσι τῶν ὁλκάδων ἐν θαλάσσῃ μέσῃ καὶ κύμασιν, οἷς ἐνὸν ἀπαλλάττεσθαι τοῦ φόβου, παραιτουμένοις τὴν ῥᾳθυμίαν, ἐπειδὰν ἐν αὐτῷ γένωνται τῷ κακῷ, τότε μόλις ὁρῶσι τὸ χρήσιμον, καὶ πάλιν ἐπὶ τὴν ὁλκάδα νηχόμενοι, τὴν ὅθεν ἀποπεπτώκασι ζητοῦσιν ἀσφάλειαν. Καίτοι μᾶλλον ἐχρῆν οὐ τοῦ κινδύνου περιμεῖναι τὸ τέλος, ἀλλ᾽ οὔπω παρόντα μισεῖν· οὕτω γὰρ ἂν ἐβουλεύσαντο σωφρονέστερον. Εἰ δὲ παντί τῳ φανεῖται μωρίας ἀνάπλεως ὁ τὴν τῶν τοιούτων ἀποδεχόμενος μίμησιν, καὶ θαυμάζων τὰ δικαίως κατηγορούμενα, πῶς οὐ πᾶσαν προσήκει προθυμίαν εἰσφέροντας ἀπρὶξ τῶν θείων ἔχεσθαι νόμων, καὶ ἀδιάλειπτον ὥσπερ θῦμα τὴν ἀκηλίδωτον ἀναφέρειν πολιτείαν;
Ἄκουε δὲ πάλιν, τί περὶ τούτων ἡμῖν ὁ θεῖος διαγορεύει νόμος· «Καὶ ἐλάλησε Κύριος, λέγων· Ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως. Αὕτη ἡ ὁλοκαύτωσις ἐπὶ τοῦ θυσιαστηρίου, ὅλην τὴν νύκτα ἕως πρωῒ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ᾽ αὐτοῦ, οὐ σβεσθήσεται.» Ἀλλὰ πῶς ἂν, ἀγαπητοὶ, μικρὸς ὑπάρχων καὶ ἀσθενὴς, διασαφῆσαι κατὰ λόγον δυναίμην τὰ διὰ τῆσδε τῆς ἐντολῆς σημαινόμενα; Ποῖος ἡμῖν παραστήσῃ λόγος τὴν ἀκριβῆ τοῦ νοήματος δύναμιν;
Ἐπειδὴ δὲ γέγραπται· «Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό·» φέρε δὴ πάλιν τῇ τοῦ Σωτῆρος ἡμῶν καταθαρσήσαντες χάριτι, καὶ τῆς ἐν τούτοις σαφηνείας ἐχώμεθα. εʹ. Ἕλκει πάντας ἐπὶ τὴν εὐσέβειαν ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος, καὶ διεγείρει πρὸς ἀρετὴν τοὺς ὅσοι τὴν ἀκοὴν τοῖς αὐτοῦ νόμοις εὐπειθεστέραν ἔχειν οἴονται δεῖν. Ἀλλ᾽ οὐ πᾶσιν ἴση περὶ τοῦτο σπουδὴ, οὐδὲ διὰ τῆς αὐτῆς προθυμίας ἕκαστος ἄγεται. Οἱ μὲν γὰρ ἐκτενέστερον προσίασι τῷ Θεῷ, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἡγούμενοι οὐδὲν προτιμότερον, ὁλόκληρον ὥσπερ ἱερεῖον καὶ ἀμέριστον θῦμα προσάγουσιν ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Τούτοις τὸ τῆς ὁλοκαυτώσεως ὄνομα πρεπωδέστατον· αὕτη γὰρ ὄντως ἐστὶν ἡ ὁλοκαύτωσις, ὅταν τις ὅλος ἐξ ὅλου προσφέρηται τῷ Θεῷ, ἐν οὐδενὶ καιρῷ τὸ πονηρὸν ἐργαζόμενος. Ἀλλ᾽ ὅρα τί περὶ τοῦ τοιούτου φησὶν ὁ τῆς ὁλοκαυτώσεως νόμος. «Αὕτη ἡ ὁλοκαύτωσις, ὅλην τὴν νύκτα ἐπὶ τοῦ θυσιαστηρίου ἕως πρωΐ. Καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ᾽ αὐτοῦ, οὐ σβεσθήσεται.» Ποῖον δ᾽ ἂν εἴη τοῦ θυσιαστηρίου τὸ πῦρ, ἢ πάντως ἡ ἐν ἡμῖν τοῦ ἁγίου Πνεύματος σχέσις;
Ὅπερ ἡμῖν καὶ ὁ Σωτὴρ ἐσήμαινε, λέγων· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» Ὁ μὲν οὖν ὁλοκαυτούμενος, καὶ ὅλος ἐξ ὅλου Θεῷ προσφερόμενος, ἄσβεστον ἐφ᾽ ἑαυτῷ τηρείτω τὸ πῦρ, καὶ τῆς ἁγίας ἐκείνης φλογὸς ἀκμαζέτω διαπαντὸς ἡ δύναμις ἐν αὐτῷ· Ὅλην γὰρ τὴν νύκτα, φησὶν, ἥτις εἰς τὸν παρόντα βίον ἐκληφθήσεται. Οὐ γὰρ προσήκει, ποτὲ μὲν ἀποψύχεσθαι παρακλίνοντα πρὸς τὸ φαῦλον· ποτὲ δὲ πάλιν ἀναζωπυρεῖσθαι τὸν νοῦν, ἀλλὰ μονότροπον εἶναί τινα, καὶ ἀεὶ τῷ πνεύματι ζέοντα, καθάπερ φησὶν ὁ Παῦλος. Εἴη δ᾽ ἂν ἡμῖν καὶ δι᾽ ἑτέρων ὑποδειγμάτων τοῦτο καταφανέστερον, εἰ τὴν ἀκριβῆ τοῦ νόμου περιεργαζοίμεθα βούλησιν. Λέγει γὰρ πάλιν οὕτως ἐφεξῆς πρὸς τὸν ἱεροφάντην Μωσέα Θεός· «Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις, ἐπὶ τοῦ θυσιαστηρίου.
Ἀμνοὺς ἐνιαυσίους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ. Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινὸν, καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ ἳν, καὶ σπονδὴν τὸ τέταρτον τοῦ ἳν οἴνου τῷ ἀμνῷ τῷ ἑνί.» Ἀλλ᾽ ἔστι καὶ διὰ τούτων ἡμᾶς εἰδέναι σαφῶς, ὅτι καιρὸν οὐδένα προσήκει παρατρέχειν ἐᾷν, ὅτε μὴ καθηκόντως ἐν αὐτῷ τιμᾶται Θεὸς, τὴν ἐξ ἔργων ἀγαθῶν εὐωδίαν, ὥσπερ τινὰ θυσίαν διηνεκῆ παρ᾽ ἡμῶν προσδεχόμενος. Τὸ γὰρ ἀρχομένης μὲν τῆς ἡμέρας τὸν ἕνα σφάζεσθαι κελεύειν ἀμνὸν, ἐπὶ τέλει δὲ ταύτης τὸν δεύτερον, τὸν πάντα σημαίνειν ἔοικε χρόνον, διὰ τῶν ἄκρων τὰ μέσα περιλαμβάνων.
Οἴνῳ δὲ καὶ ἐλαίῳ τὴν σεμίδαλιν ἀναφύρεσθαι βούλεται, οὐχ ὁλόκληρον αὐτῇ τὸ μέτρον ἐπιχεῖσθαι κελεύων, ἀλλὰ τὸ τέταρτον τοῦ ἵν· δι᾽ αἰνίγματος ἐκεῖνο διδάσκων, ὅτι περ οἱ διηνεκῆ τῷ Θεῷ προσάγοντες τὴν τιμὴν, μᾶλλον δὲ καθάπερ τι θῦμα τῷ νομοθέτῃ προσαγόμενοι θυμηρέστερον, ἐλεηθέντες εὐφρανθήσονται, ἐν μὲν τῷ παρόντι βίῳ μικρόν τι τοῦ δώρου κομισάμενοι μέρος (τὸ γὰρ τέταρτον τοῦ ἲν ἐπιχεῖσθαι κελεύει), ἐπὶ δὲ τοῦ μέλλοντος αἰῶνος, πληρεστάτης αὐτοῖς ἀποδοθησομένης τῆς χάριτος, ὅτε, καθά φησιν ὁ προφήτης, «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· καὶ ἀπέδρα ὀδύνη, καὶ στεναγμός.» Διαῤῥήδην τοίνυν τοῦ νόμου κελεύοντος, μηδαμοῦ ταῖς ἐπὶ τὸ χεῖρον παρατροπαῖς ἀποκλίνεσθαι συγχωρεῖν εἰς ἁμαρτίαν τὸν νοῦν, πῶς οὐ πάσης ἐσόμεθα τιμωρίας ὑπεύθυνοι, τῶν οὕτω καλῶς δεδεγμένων ὀλιγωρήσαντες; Εἰ δέ σοι τῆς ἀνθρώπου φύσεως περισκεπτομένῳ τὴν ἀσθένειαν, δυσχερὴς εἶναί πως καταφαίνεται τῆς τοιαύτης ἀγωγῆς ὁ τόνος (μὴ γὰρ δύνασθαι διαπαντὸς, ἴσως ἐρεῖς, ἄκμονος δίκην σκληρῶς καὶ ἀμειλίκτως διακεῖσθαι περὶ τοὺς πόνους), καὶ τῆς οὕτως ἀκριβοῦς πολιτείας δυσέφικτον εἶναι λέγοις τὸ τέλος, λύσει σοι τὴν ἀφορμὴν ὁ νόμος ὑποβεβηκότα βίου τρόπον ἀναδεικνὺς, τοῦ μὲν εἰρημένου καταδεέστερον, πολὺ δὲ τοὺς ἄλλους ἀναβεβηκότα, καὶ ἐξαλλόμενον.
Ποῖον δὲ τοῦτόν φημι, πάλιν ἀπὸ τῆς θείας Γραφῆς παραλαβὼν, τὴν εἰκόνα σαφῆ σοι ποιῆσαι πειράσομαι. Ὅτε γὰρ τοῖς υἱοῖς Ἰσραὴλ, ἐν πυρί τε καὶ γνόφῳ, καὶ θυέλλῃ Θεὸς ἐπεφαίνετο, καὶ τοὺς περὶ τῶν πρακτέων ὥριζε νόμους, ἀναγκαῖον εἶναι νομίσας ὁ πάνσοφος Μωσῆς, καὶ διὰ πράγματος ἐναργοῦς ἐπιδεῖξαι τοῖς υἱοῖς Ἰσραὴλ τῆς ἀρεσκούσης τῷ νομοθέτῃ πολιτείας τὸν τύπον, ὅσον πρὸς τὴν ἐκείνων ἕξιν καὶ διάνοιαν, οὔπω δυναμένην παραδέχεσθαι τὰ τελειότερα, τοιοῦτόν τι διαπράττεται· «Ὀρθρίσας γὰρ, φησὶ, τὸ πρωῒ, ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια. Λαβὼν δὲ Μωσῆς τὸ ἥμισυ τοῦ αἵματος, ἐνέχεεν εἰς τὸν κρατῆρα, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον.» Ἀλλ᾽ εἰδῶμεν πάλιν ἕκαστα τῶν γεγραμμένων διαπτύσσοντες ἀκριβῶς, οἷος ἡμῖν ὠφελείας ἐκ τούτου ἀναφαίνεται τρόπος.
ϛʹ. Ὀρθρίζει μὲν οὖν ὁ Μωσῆς, καὶ ἀνίστησι τὸ θυσιαστήριον, διὰ τούτου διδάσκων ἡμᾶς, ὅτι προσήκει πρότερον ὥσπερ ἐξ ὕπνου διεγερθῆναι, καὶ πρὸς νῆψιν ἀναστῆναι τὸν ἄνθρωπον, τὴν μὲν ἐκ τῆς ἁμαρτίας ἀχλὺν, ὥσπερ τινὰ νύκτα σκοτεινὴν παρελάσαντα, τρέχοντα δὲ ἤδη πρὸς τὸ τῆς γνώσεως φῶς· ἵν᾽ οὕτως πρὸς τὸ δύνασθαι λοιπὸν ἱερουργεῖν τῷ Θεῷ καλὸν αὐτῷ θυσιαστήριον τὴν οἰκείαν ἀναστήσῃ διάνοιαν.
Τοῦτο γὰρ οἶμαι καὶ τὸν προφήτην Ἡσαΐαν εἰπεῖν· «Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.» Τὸ μὲν οὖν ὀρθρίσαι Μωσέα τοιοῦτόν τι σημαίνει. Ἀλλ᾽ ἵνα τῆς τοῦ νοήματος ἀκολουθίας ἐχώμεθα, ἐπ᾽ αὐτὴν ἤδη βαδιούμεθα τοῦ ζητουμένου τὴν τάξιν. Ἵστησι τὸ θυσιαστήριον οὐκ ἐπὶ τὸ ὄρος, ἀλλ᾽ ὑπὸ τὸ ὄρος, ὅπερ δεικνύει τὴν ἔτι ταπεινὴν τῆς τελειότητος ἀπολειπομένων διάνοιαν, οὔπω δυναμένων ὥσπερ εἰς ὄρος ἀναβαίνειν εἰς τὴν ἀκρότητα τῶν τελείων παραγγελμάτων, ἀλλ᾽ ἐγγὺς μὲν εἶναι τούτων. ὑποβεβηκέναι δὲ ὅμως, οὐκ ἐπὶ τὸ ὄρος, ἀλλ᾽ ὑπὸ τὸ ὄρος προσιόντας Θεῷ. Εἶτα περὶ τὸ θυσιαστήριον δώδεκα λίθους κεῖσθαι δεῖν ὑπελάμβανεν, εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· ἵνα καὶ διὰ τούτου μάθωμεν ὅτιπερ ἀεὶ τῷ Θεῷ προσεδρεύειν ὀφείλομεν, οὐδαμοῦ πρὸς τὴν ἄσωτον ἁμαρτίαν ἐκπίπτοντες. Ὅπερ ἡμῖν σαφέστερον διαγγέλλων ὁ Ψαλμῳδὸς, ἔλεγε· «Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε.» Μετὰ δὲ τοῦτο πάλιν· «Ἐξαπέστειλε, φησὶ, τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα, καὶ ἔθυσαν σωτηρίου θυσίαν τῷ Θεῷ μοσχάρια.» Ἀργοτέρας μὲν οὖν, ἢ καὶ ἄλλως ἀσθενοῦς διανοίας οὐκ ἔργον εἶναι φήσομεν τὸ δύνασθαι θυσίας ἀναφέρειν Θεῷ, ἀλλὰ νεανικοῦ καὶ γενναίου φρονήματος.
Διὰ ταύτην τὴν αἰτίαν νεανίσκους εἶναι τοὺς ἀπεσταλμένους φησὶ, ἀναφέρουσι δὲ ὅμως θυσίαν σωτηρίου μοσχάρια.
Ἀλλ᾽ ἔστι καὶ διὰ τούτου πάλιν ἰδεῖν, ὥσπερ ἐκ τύπου καὶ σχήματος εἰς τρόπων διαφορὰς μετασκευαζομένου τοῦ πράγματος, ἐπαινετὴν μὲν τῶν προσαγόντων τὴν προαίρεσιν, ἀσθενεστέραν δὲ ὅμως, καὶ τοῦ μείζονος καὶ τελειοτέρου καταδεεστέραν. Οὐ γὰρ μόσχος, ἀλλὰ μοσχάριόν ἐστι τὸ προσαγόμενον, καὶ μεγέθει καὶ ἰσχύϊ τοῦ τελείου μόσχου λειπόμενον.
Λαβὼν δὲ τὸ αἷμα, τὸ μὲν ἥμισυ προσέχεεν εἰς κρατῆρα· τὸ δὲ ἥμισυ, εἰς τὸ θυσιαστήριον. Ὁρᾷν δὲ λοιπὸν ἐνθάδε μεριζομένην δι᾽ αἰνίγματος τὴν ζωὴν τοῦ λατρεύοντος. Εἰς ψυχῆς μὲν γὰρ τύπον τὸ αἷμα λαμβάνεται, ἧς τὴν ζωὴν ἐν ἴσῃ μοίρᾳ διαιρεῖται μεθ᾽ ἡμῶν ὁ Θεὸς, ἵνα μὴ μόνον ἑαυτοῖς ζῶμεν, ἀλλὰ καὶ τὴν τοῦ θυσιαστηρίου μερίδα φυλάττωμεν. Τοιοῦτός τίς ἐστιν ὁ μέσος οὗτος καὶ ἐπιεικέστερος βίος, οὔτε τῷ λίαν αὐστηρῷ δριμεῖαν ἔχων τὴν μέθεξιν, οὔτε τῷ πολὺ κεκλεῖσθαι πρὸς ἄδειαν ἐκπίπτων εἰς ἁμαρτίας· ἀλλὰ τῷ μὲν ὑδαρεστέρῳ ἄνω βεβηκὼς δι᾽ εὐλάβειαν, συγκρίνεσθαι δὲ τοῖς τελειοτέροις οὐκ ἔχων διὰ τὸ τῆς προθυμίας ἐνδεές. Κρεμαμένης δὲ ὥσπερ ἐξ ἀμφοῖν τῆς ἕξεως καὶ τῆς ἐν τοῖς εἰρημένοις ποιότητος συνούσης εἰς ἓν, σεμνός τις καὶ προσηνὴς ἀναδείκνυται τρόπος· ὅτι τῇ πρὸς ἄλληλα σχέσει, τὸ ἐν ἑκάστῳ λυποῦν ἀφανίζεται, καὶ τῆς μὲν ἀκριβείας ὁ τόνος ἐν τῷ τῆς ἀδείας λείῳ παρεκλυθήσεται· τὸ δὲ τῆς ἀδείας περιττὸν, οἷά τινι δρεπάνῃ ταῖς ἀπὸ τοῦ νοῦ δεινότησι περιτεμνόμενον, ὀρθὴν καὶ ἀκατηγόρητον ἐπιδείξει τὴν ἀγωγήν.
ζʹ. Καλὸν μὲν οὖν, ἀγαπητοὶ, ζηλοῦν τὰ βελτίονα, καὶ ὅπερ ἂν ἔχοι τὸ πλέον εἰς ἀρετὴν, τούτῳ μᾶλλον φείδεσθαι. Ἀλλ᾽ ὥσπερ ὁ Παῦλός φησι· «Ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ· ὁ μὲν, οὕτως· ὁ δὲ, οὕτως.» Ἀγαθὸς γὰρ ὑπάρχων ὁ πάντων ἡμῶν δημιουργὸς, καὶ τοῖς ἀσθενεστέροις τοῦ σώζεσθαι δίδωσιν ἀφορμάς· ἐπαίνου μὲν μείζονος ἀξιῶν τὸν ἐν τοῖς τελειοτέροις διαπρέπειν σπουδάζοντα· φιλανθρωπίας δὲ ὅμως οὐκ ἀμοιρεῖν ἐπιτρέψας καὶ τὸν ᾧ τοσοῦτον οὐ μέτεστιν ἀρετῆς. Ὥσπερ γὰρ οὐχ ὅμοια πρόσωπα προσώποις, καθά φησιν ὁ Σολομὼν, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Μία μὲν γὰρ ἡ τοῦ σώματος φύσις, καὶ διὰ τῶν αὐτῶν ἀπηρτισμένη μορίων· τὸ δὲ τῶν ἐν ἑκάστῳ χαρακτήρων διάφορον τὴν ἀλλαγὴν ἐργάζεται. Οὕτω καὶ ἐπὶ τῆς διανοίας εὑρήσομεν· διὰ μὲν τῶν αὐτῶν ἐνεργειῶν, ἴσην ἐν ἅπασι συγκειμένην, ταῖς δὲ τῶν ἕξεων ποιότησι μεριζομένην εἰς ἀνομοιότητα. Τοιοῦτόν τινα νοῦν καὶ διὰ τῆς εὐαγγελικῆς παραβολῆς ἀποτίκτεσθαι νομίζω. «Ἐξῆλθε γὰρ, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ· ἐν δὲ τῷ σπείρειν αὐτὸν, ἃ μὲν εἰς τὰς ὁδοὺς καὶ τὰ πετρώδη, ἃ δὲ εἰς τὰς ἀκάνθας, ἃ δὲ εἰς τὴν γῆν πέπτωκε τὴν καλὴν, καὶ ἐποίησε καρπὸν, ὁ μὲν ἑξήκοντα, ὁ δὲ τριάκοντα.» Ὁρᾷς πῶς τὴν μὲν γῆν ἔφησε πᾶσαν εἶναι καλὴν, περὶ δὲ τὴν τῶν καρπῶν διαφορὰν τὸ ἀνώμαλον φαίνεται.
Ὁ μὲν οὖν ἑκατὸν ἀριθμὸς, τοὺς ἐν ἀρετῇ τελείους παραδηλοῖ, καὶ τοὺς εἰς ἀκροτάτην ἀναβεβηκότας εὐσέβειαν· ὁ δὲ ἑξήκοντα, τοὺς ὀλίγον μέν τι τῶν εἰρημένων ὑποβεβηκότας, εἴσω δέ που καὶ αὐτοὺς ἀρετῆς ὑπάρχοντας οὐ μικρᾶς· ὁ δὲ τριάκοντα, τοὺς ἔτι μὲν καταδεεστέρους, οὐ μὲν ἔξω τῆς καλλίστης ὑπάρχοντας γῆς, οὐδὲ τοῦ διδόναι καρπὸν ἐστερημένους, κἂν τοῦ τελείου καὶ τοῦ μικρὸν ὑποβεβηκότος ἀπολιμπάνωνται, ὥσπερ δὲ ἐν τρίτῃ τάξει τῶν ἐν ἀρετῇ κείμενοι. «Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ,» καθά φησιν ὁ Σωτὴρ, τὸ ἑκάστῳ χρεωστούμενον τῆς τιμῆς μέτρον ὁρίζουσαι.
Οὕτω καὶ ἡ τῶν ταλάντων διανομὴ τοῖς οἰκέταις ἐγένετο. «ᾯ μὲν γὰρ, φησὶν, ἔδωκε πέντε· ᾧ δὲ, δύο· ᾧ δὲ ἕν.» Καίτοι τῆς φύσεως ἐν ἴσῳ πᾶσι κειμένης, καὶ ὅσον εἰς τὸν οἰκεῖον λόγον ἐπιτηδείως ἐχούσης, καὶ πρὸς τὸ τέλειον, οὐδεμίαν ἔδει διαφορὰν ἐν τούτοις ὁρίζεσθαι, ἀλλὰ πᾶσιν ἐξ ἴσου τὰ πέντε τάλαντα διανέμεσθαι.
Νυνὶ δὲ τῆς δόσεως τὸ ἀνώμαλον ἀνομοιότητά τινα τῶν ἕξεων εἰσφέρει, οὐκ ἐν ἴσῳ μέτρῳ παραδεχομένων τὴν εὐσέβειαν. Ἀλλ᾽ ὅ γε τὰ πέντε τάλαντα λαβὼν, ἤκουσε μέν· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.» Ὁ δὲ τοῖν δυοῖν ταλάντοιν τὴν ἐπικαρπίαν εἰσποιησάμενος, τῶν ἴσων ἐπαίνων μεταλαγχάνει, καὶ διὰ τῆς αὐτῆς τετίμηται ψήφου.
Ἀλλ᾽ οὐκ ἄδικος ἐν τούτοις ὁρᾶται Θεὸς, ἀλλὰ μᾶλλον ἀγαθὸς καὶ φιλότιμος. Οὐ γὰρ ἐλαττώσει τοῖς ἀμείνοσι τὰς τιμὰς ἡ περὶ τὸν ὑποβεβηκότα χρηστότης, οὐδέ τι τῶν ἐκείνοις χρεωστουμένων ὑπεξελθὼν προστίθησι τοῖς ἐλάττοσιν· ἀλλ᾽ ὁ μὲν τῷ οἰκείῳ πόνῳ τὸ χρέως ἀναλογοῦν ἀπολήψεται χαίρων, τοῦ δὲ μισθοῦ τὸ λειπόμενον ἡ χάρις ἀναπληροῖ. Εἰ δέ τις ἔχοι τὴν γνώμην τοῦ διαφθονεῖσθαι ταῖς ἑτέρων εὐπραγίαις οὐκ ἐλευθέραν, τῆς τοῦ Θεοῦ φιλανθρωπίας κατηγορῶν οὐκ αἰσθάνεται. Οὐ γὰρ δή που, φησὶ, τοῖς ἀμείνοσιν ἐν ἴσῳ μέτρῳ τετάξεται τῆς ἐκείνων ἀρετῆς ὁ λειπόμενος, εἰ δίκαιον ἐπ᾽ αὐτοῖς ἐνεχθείη τὸ κρίμα, καὶ τῶν ἑκάστῳ βεβιωμένων ἰσοῤῥόπως, ὥσπερ ὁλκαῖς, τὸ τῆς χάριτος μέτρον ἀντισταθμίζεται.
Ἀλλ᾽ ἀκουέτω λέγοντος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· «Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησά σοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὥσπερ καί σοι.» Ἐγειρέτω τοίνυν τὴν ἑκάστου προαίρεσιν ὁ Παῦλος εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ τὸν ἀδρανῆ τῆς διανοίας ὄκνον ἀποτεμνέτω βοῶν· «Ἐγεῖρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Εἰ γὰρ καὶ κατεκοιμήθης ὡς ἄνθρωπος, καθάπερ ἄκρατόν τινα τὴν ἁμαρτίαν ἐμφορησάμενος, καὶ πρὸς μέθην ἐνεχθεὶς σκοτεινῶν ἐκθυμημάτων, ἀλλ᾽ ἤδη σοι καιρὸς ἀνανῆψαι πρὸς σωτηρίαν. καὶ πρὸς τὸν τῆς δικαιοσύνης ἥλιον ἀνατεῖναι τὸν ὀφθαλμόν. Ὑποδέξεταί σε φιλάνθρωπος ὢν ὁ Δεσπότης· ἐλεήσει καὶ δραπετεύσαντα, οὐκ ἀποστρέψεται δακρύοντα, καθαρὸν ἀποδείξει μεταγινώσκοντα, καὶ μεταστήσει πάλιν εἰς εὐσέβειαν. Ἔσται δὲ ἡμῖν καὶ νῦν ἐξ ὑποδειγμάτων ὁ περὶ τούτου λόγος. Τὸ γὰρ ἐν τοῖς τοιούτοις νοήμασιν ἀδολεσχεῖν, πολύ τι τὸ χρήσιμον ἀπεργάζεται.
ηʹ. Ὅτε τοίνυν τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλάξαι τὸ γένος τὸ ἐξ Ἰσραὴλ ὁ Θεὸς ἐβούλετο, τότε τὸν ἱεροφάντην Μωσέα τρέχειν ἐκέλευσε πρὸς αὐτοὺς, τὴν φιλάνθρωπον τοῦ Δεσπότου διερμηνεύσοντα βούλησιν. Ἐπειδὴ δὲ πρὸς τὴν τῶν ἀκροωμένων εὐπείθειαν ἐχρῆν ἀκολουθῆσαι καὶ τὴν διὰ τῶν σημείων ἐπίδειξιν, λέγει πρὸς αὐτόν· «Τί τὸ ἐν τῇ χειρί σου; Ὁ δὲ εἶπε· Ῥάβδος. Καὶ εἶπε· Ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν. Καὶ ἐγένετο ὄφις· καὶ ἔφυγε Μωσῆς ἀπὸ προσώπου αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἔκτεινον τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου. Καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ.» Ἀλλ᾽, ὡς οἶμαι, διὰ τούτων ὁ μακάριος Μωσῆς ἐπαιδεύετο, ὅτιπερ οἱ τὴν Αἰγυπτίαν νοσήσαντες πλάνην, οἱ πολὺ πρὸς ἁμαρτίαν ἐκβεβηκότες, διὰ τῆς περὶ τὸ Θεῖον τιμῆς, εἰς εὐσέβειαν μεταποιηθήσονται. Ἐβλάστησε μὲν γὰρ οἷά τις ῥάβδος ἀπὸ γῆς· ἀλλ᾽ ὅτε πρὸς τὰ τῆς σαρκὸς ἀποκλίνας πάθη τρόπον τινὰ τῆς τοῦ νομοθέτου χειρὸς ἀποπίπτει, τότε τὸν πρᾶον καὶ ἥμερον τρόπον ἀποβαλὼν, ὄφιος ἰοβόλος εὑρίσκεται, πικρὸς εἰς ἁμαρτίαν, δεινὸς εἰς ὀργήν. Ἐπαναλαβόντος δὲ αὐτοῦ τοῦ νομοθέτου πάλιν, ἔσται καλὸς εἰς τὸ ἀρχέτυπον τῆς ἀρίστης ἕξεως σχῆμα μεταμορφούμενος. Τὸ γὰρ τοῦ νομοθέτου πρόσωπον Μωσῇ περιθήσομεν.
Ὅτι τοίνυν τὸν ἐκ ῥᾳθυμίας ἐφ᾽ ἃ μὴ προσῆκεν ὀλισθήσαντα διανίστησι πάλιν καὶ μεταβάλλει Θεὸς, εἴη μὲν ἂν ἐκ τῶν εἰρημένων, ὥσγε πιστεύω, παντί τῳ καταφανές.
Οὐδὲν δὲ ἧττον καὶ τῶν προφητῶν ἐπιμαρτυρήσουσιν αἱ φωναὶ, ἄνω καὶ κάτω τοὺς ἁμαρτάνοντας ἐπιστρέφειν πρὸς Θεὸν συμβουλεύουσαι. Οὐδένα γὰρ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης παραλέλοιπε καιρὸν, ὅτε μὴ πάντας ἐκάλει πρὸς σωτηρίαν. Ἔστι γοῦν ἀκοῦσαι καταπληττομένου τὸ σκληρὸν καὶ δυσήνιον, καὶ τὴν ἀμετάθετον τῶν ἁμαρτανόντων ἕξιν αἰτιωμένου. Ποτὲ μὲν γὰρ ἔλεγε· «Μὴ ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος, ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό; Τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος, καὶ ἀπειθής.
Ἐξέκλιναν καὶ ἀπήλθοσαν, καὶ οὐκ εἶπαν τῇ καρδίᾳ αὐτῶν· Φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν.» Ποτὲ δὲ δριμύτερον ἐπισκήπτων τοῖς ἀναιδέστερον δραπετεύουσιν, ἔλεγε· «Εἰ ἀλλάξεται Αἰθίωψ τὸ δέρμα αὐτοῦ; καὶ πάρδαλις τὰ ποικίλματα αὑτῆς; καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιεῖν, μεμαθηκότες τὰ κακά;» Ἐπὶ τοσοῦτον γὰρ ἐκράτη τοῦ γένους ὁ πάσης ἁμαρτίας πατὴρ, ὡς ὀλίγους εἶναι παντελῶς τοὺς τιμῶντας Θεὸν, καὶ τοῦ νομοθέτου μεμνῆσθαι δεῖν ἐγνωκότας.
Ἀλλ᾽ οὐκ ἀγῶνος ἡμῖν δεήσει νυνὶ περὶ τὴν τούτων ἀπόδειξιν, διαῤῥήδην βοῶντος τοῦ Ψαλμῳδοῦ· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Οὕτω γὰρ κατὰ πάντων τυραννούσης τῆς ἁμαρτίας, καὶ καθάπερ τινὸς ὀμίχλης ἐπὶ πᾶσαν κεχυμένης τὴν γῆν, τὸν τοῦ Θεοῦ Λόγον εἰς ἡμᾶς ἀφικέσθαι παρεκάλουν ἄγιοι, ταῖς ἁπάντων διανοίαις τὸ σωτήριον φῶς ἐπιλάμψοντα.
Καὶ γοῦν ἀναβοῶσι λέγοντες· «Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου.» Ἐξαπεστάλη τοιγαροῦν πρὸς ἡμᾶς τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· τουτέστιν ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών· τίκτεται μὲν διὰ τῆς ἁγίας Παρθένου· διασώζει δὲ τὸ γένος τῶν ἀνθρώπων, εἰς τὴν ἀρχαιότητα τῆς ἀφθαρσίας τὴν φύσιν ἀναγαγὼν, καθάπερ ὁ Παῦλός φησι· «Ξένην ἡμῖν ἐγκαινίσας ὁδὸν, συνῆψεν τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὴν ἔχθραν τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας·» ὡς ἐπὶ τούτῳ καταπληττομένους καὶ τοὺς μακαρίους ἀγγέλους εἰπεῖν· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Εὐδοκήσαντος γὰρ εἰς ἡμᾶς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ τὸν ὑπὲρ ἡμῶν σταυρὸν ὑπομείναντος, λέλυται μὲν τὰ πολύπλοκα τοῦ θανάτου δεσμά· ἀφῃρέθη δὲ πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, καθάπερ ὁ προφήτης φησί· «Καὶ τὸ πένθος εἰς χαρὰν μεταβέβληται,» ὡς δύνασθαι καὶ ἡμᾶς εὐκαίρως εἰπεῖν· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί· διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.» Ἐπὶ τίσι γὰρ ἔτι στυγνάσωμεν ἄν; ποία πάλιν ἡμῖν ἔσται τοῦ δακρύειν ἡ πρόφασις; μᾶλλον δὲ, πῶς οὐ πᾶσαν ἡμῖν ἀνατελεῖ θυμηδίαν τὰ διὰ τοῦ Σωτῆρος ἡμῖν γενόμενα; «
Ὃς οὐ μόνοις ἡμῖν τῆς σωτηρίας ἀνέδειξε τὴν ὁδὸν, ἀλλὰ γὰρ καὶ τοῖς ἐν ᾅδου πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθήσασί ποτε,» καθάπερ ὁ Πέτρος φησί. Οὐ γὰρ ἔδει μερικὴν γενέσθαι τὴν φιλανθρωπίαν, ἀλλ᾽ ἐπὶ πᾶσαν ἐκτείνεσθαι τὴν φύσιν τῆς δωρεᾶς τὴν ἀπόδειξιν. Διὰ μὲν γὰρ τῶν προφητῶν εὐκαίρως ἐλέγετο· «Μερὶς μία βραχήσεται· καὶ μερὶς μία ἐφ᾽ ἣν οὐ βρέξω, ξηρανθήσεται.» Πρέπουσα δὲ τῷ Σωτῆρι ἡ φωνή· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Κηρύξας τοίνυν καὶ τοῖς ἐν ᾅδου πνεύμασι, «καὶ τοῖς ἐν δεσμοῖς· Εἰρηνικῶς ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε,» τριήμερον μὲν ἀνίστησι τὸν ἐαυτοῦ ναὸν, καινοτομεῖ δὲ τῇ φύσει καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, ἀπαρχὴν ὥσπερ τῆς ἀνθρωπότητος ἑαυτὸν προσάγων τῷ Πατρὶ, τὸν ἀῤῥαβῶνα τῆς χάριτος τοῖς ἐπὶ γῆς δωρησάμενος τὴν τοῦ Πνεύματος μετουσίαν.
θʹ. Ἐπὶ τοῖς οὕτω μεγάλοις, ἀγαπητοὶ, ἑορτάζωμεν· μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, μετὰ πάσης εὐχαριστίας τὸν ἑαυτῶν βασιλέα γεραίροντες· καὶ τὴν πάντων τῶν ἀγαθῶν μητέρα νηστείαν μετὰ τῆς ἡμῖν πρεπούσης εὐχαριστίας εἰσδεχόμενοι.
Καὶ τῆς μὲν εἰς ἀλλήλους ἀγάπης ἐχώμεθα, συντονώτερον τὴν φιλοξενίαν διώκοντες, τῷ περὶ πένητας ἐλέῳ διαλάμποντες· μνημονεύοντες τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι, καὶ πᾶσαν ἁπαξαπλῶς τιμῶντες ἀρετήν. Οὕτω γὰρ καὶ τὴν ἀληθεστέραν ἐπιτελέσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ Σαββάτῳ, κατὰ τὸ ἔθος· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, κατὰ τὴν τοῦ νόμου διαγόρευσιν, τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς ἐπισυνάπτοντες. Οὕτω γὰρ μετὰ τῶν ἁγίων τὴν οὐρανῶν βασιλείαν κληρονομήσομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.