Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή ΙΕ΄

Ο πνευματικός πόλεμος των χριστιανών και η πνευματική ερμηνεία των νομικών ακαθαρσιών. Το μυστήριο της κενώσεως και η αναίρεση των ενστάσεων κατά της Ενανθρωπήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 14 από 29

ΛΟΓΟΣ ΙΕʹ. αʹ. «Δεῦτε πάλιν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Καιρὸς γὰρ ἤδη πως ἑορτάζειν, ἀγαπητοὶ, καὶ εἰς πανδαισίαν ἡμᾶς τὴν πνευματικὴν εὖ μάλα συνενεγκεῖν· μονονουχὶ δὲ καὶ τὴν τοῦ Ψάλλοντος λύραν συνανακραγεῖν ἀστείως· «Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι πάντα τὰ αἰτήματα τῆς καρδίας σου.» Ἀποπερανοῦμεν δὲ τὸ κεκελευσμένον, οὐκ ὀψοποιῶν καρυκεύμασι γαστέρα καταπιαίνοντες, ἀλλ᾽ οὐδὲ κύλιξι ταῖς συχναῖς καὶ ταῖς ἐπέκεινα μέτρου καταθολοῦντες τὸν νοῦν· ἱεροῖς δὲ μᾶλλον καὶ θείοις ἐνσπαταλῶντες λόγοις, καὶ εἰς νῆψιν ἔτι τὴν ἀμείνω καὶ τῆς ἐνούσης ἀεὶ τὴν προφερεστέραν τὸν τῆς διανοίας κατευρύνοντες ὀφθαλμὸν, καὶ εἰς αὐτά που λοιπὸν τὰ ὑπερτενῆ τῆς θεοπτίας ἱέντες ὑψώματα. Ἕψεται γὰρ οὕτω, Θεοῦ κατανεύοντος ἐκ φιλοτιμίας, καὶ τὸ ἰσχύσαι τῶν ἀνθεστηκότων κρατεῖν, καὶ βδελυρωτάτων ἀμείνους ὁρᾶσθαι παθῶν. Ὅτι δὲ τοῖς ὧδε λαμπρῶς ἑορτάζουσι πρέπων ἂν εἴη, καὶ μάλα εἰκότως, ὁ πρὸς ἔφεσιν ἡμᾶς τῆς ἀξιαγάστου καὶ ἐν Χριστῷ πολιτείας παραθαρσύνων λόγος, ἀποχρήσει μὲν, οἶμαί που, καὶ ὁ θεῖος ἡμῖν Μελῳδὸς ἐπιμαρτυρῶν καὶ λέγων· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.» Παροίσω δὲ πρὸς ἐναργεστάτην ἀπόδειξιν καὶ ἀρχαῖον ἐπὶ τούτῳ χρησμῴδημα.

Πρὸς γάρ τοι τὸν ἱερώτατον Μωσέα, «Ἐὰν δὲ ἐξέλθητε, φησὶν, εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημαίνητε ἐν ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν, σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν θυσιαστηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Κεχρησμῴδηκε δὲ ταυτὶ πρὸς ἡμᾶς οὐ μάτην ὁ νόμος. Ἀποφέρει[ν] δὲ ὥσπερ διὰ τύπου καὶ αἰνιγμάτων ἀναλόγως ἐπὶ τὸ ἀληθὲς, καὶ παχεῖαν ὥσπερ τινὰ παραθεὶς εἰκόνα τὰ ὡς ἐν ὄψει συμβαίνοντα, τῆς αἰσθήσεως ἀνωτέρω τὸν ἰσχνὸν τῆς διανοίας ἐφίστησιν ὀφθαλμόν. Συνήσεις δὲ ὅ φησι τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, ὀξυωπέστατα προσβαλών.

Τοῖς μὲν γὰρ ἀρχαιοτέροις πρὸς αἷμα καὶ σάρκα ὁ πόλεμος ἦν. Μωαβῖται γὰρ δὴ καὶ Μαδιηναῖοι, καὶ πρὸς τούτοις ἕτερα μυρία τε ὅσα καὶ μαχιμώτατα γένη, τὴν τῶν Ἰουδαίων προσοικοῦντα χώραν, συχνάς τε καὶ ἀκηρύκτους ἐποιοῦντο καταδρομάς· οἷς ἦν ἀεί πως ἀντανίστασθαί τε καὶ ἀντεξάγειν ἀνάγκη τοὺς ὑπέρ γε δὴ σφῶν αὐτῶν πρό τε παίδων καὶ πρὸ γυναικῶν οὐκ ἀμελέτητον ἔχοντας τὸ εὐδοκιμεῖν ἐν μάχαις. Ποιησόμεθα δὴ οὖν εὑρῆσθαι τοῖς πάλαι, πρὸς τὴν τοῦ πολέμου χρείαν, οὐκ ἀσυντελῆ πρὸς ὄνησιν τὴν διὰ σαλπίγγων ἠχήν. Ἀλλ᾽ ὧδε μὲν τὰ ἐκείνων.

Ἡμῖν δὲ τοῖς ἐν Χριστῷ διὰ πίστεως εὐδοκιμεῖν εἰωθόσιν, οὐ πρὸς αἷμα καὶ σάρκα ὁ πόλεμος, ἀλλ᾽ οὐδὲ ῥώμης ἐπίδειξις τὸ χρῆμα σωματικῆς. «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν, οὐ σαρκικὰ,» κατὰ τὴν τοῦ Παύλου φωνήν· ἀλλ᾽ ἐπ᾽ αὐτοὺς ἤδη τοὺς πάλαι κρατήσαντας, καὶ κατὰ παντὸς τοῦ ἐν ἡμῖν ὄντος πάθους ἱερός τε καὶ ἅγιος αἴρεται πόλεμος. Σημαινέτω δὴ οὖν ἡ σάλπιγξ ἡ νοητὴ, τουτέστι τῆς ἁγίας τε καὶ θεοπνεύστου Γραφῆς τὸ διαπρύσιον κήρυγμα· καὶ παραθηγέτω μὲν ἐπὶ τὸ λίαν εὐσθενὲς τὸν εὐφυᾶ καὶ ἐμπειροπόλεμον· ἀποφοιτᾷν δὲ ὅτι προσήκει δειλίας αὐτὸν διαγγελλέτω· σαφῶς οὕτω που Θεὸς διὰ φωνῆς προφήτου φησί· «Κηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν· ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητάς· προσαγάγετε καὶ ἀναβαίνετε, πάντες ἄνδρες πολεμισταί· συγκόψατε ἄροτρα ὑμῶν εἰς ῥομφαίας, καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας. Ὁ ἀδύνατος λεγέτω, ὅτι Ἰσχύω ἐγώ.» Ἀκούεις ὅπως ἔφη ἁγίαν τὴν μάχην, καὶ ἀῤῥωστεῖν οὐκ ἐᾷ τὸ δυσκλεές τε καὶ ἄναλκι, δυσαπόνιπτα τοῖς πεπονθόσι τὰ τῆς κακανδρίας εἰδὼς ἐγκλήματα; Τί δ᾽ ἂν βούλοιτο κατασημῆναι πάλιν λόγος ἡμῖν ὁ προφητικὸς, ὅτι χρὴ συγκόπτειν τὰ ἄροτρα μὲν εἰς ῥομφαίας, τὰ δρέπανα δὲ εἰς σειρομάστας, εὖ μάλα παρεγγυῶν, φέρε διασκεψώμεθα. «

Ἄροτρα μὲν γὰρ καὶ δρέπανα, ῥομφαῖαί τε καὶ σειρομάστεις,» τὰ μὲν εἶεν ἂν ταῖς γεωπονίαις χρειωδέστατα τῶν σκευῶν, τὰ δ᾽ αὐταῖς τοῦ πολέμου πρέποντα χρείαις. Ἆρ᾽ οὖν ἐκεῖνο ἐροῦμεν, ὡς ἐξίστησι μὲν ἡμᾶς τῆς ἠρεμαίου ζωῆς καὶ φιλοπονίας ὁ νόμος, τὴν ἀγρίαν δὲ μᾶλλον καὶ φιλοπόλεμον τῆς ὧδε σεπτῆς ἀνθελέσθαι κελεύει; Καίτοι πῶς τοῦτό ἐστιν οὐκ ἀπηχὲς ἐννοεῖν; Ληρίας γὰρ, οἶμαι, τὸ χρῆμα γραφὴ, καὶ ἀτρεκὴς ὁ λόγος. Παιδαγωγεῖ μὲν γὰρ ἡμᾶς πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ὁ τοῦ Θεοῦ νόμος, ἀποίσειε δ᾽ ἂν ἥκιστά γε πρὸς τὸ δρᾷν ἑλέσθαι τὸ πλημμελές. Οὐκοῦν ὅ τί ποτέ ἐστι τὸ, «μεταπλάττεσθαι μὲν τὸ ἄροτρον εἰς ῥομφαίαν, τὴν δὲ δρεπάνην εἰς σειρομάστην,» καταθρῶμεν, εἰ δοκεῖ. Ἔοικε δὴ οὖν ὑποφαίνειν ἡμῖν ἀστείως ὁ νόμος, ὡς ἤδη καιρὸς τοὺς ἐν Χριστῷ δεδικαιωμένους, καὶ ἡγιασμένους ἐν Πνεύματι, πόλεμόν τε τὸν κατὰ παθῶν καὶ ἁμαρτίας ἠρμένους, οὐ τοῖς περὶ γῆν σπουδάσμασιν ἐμφιλοχωρεῖν ἀναπεπεισμένους διαμέλλειν, ὅτι καὶ βραδεῖς ὁρᾶσθαι περὶ τὸ χρῆναι πληροῦν τὰ ἀμείνω πρεπωδέστερα· μετασκευάσαι δὲ ὥσπερ τὸν ἐπ᾽ ἐκείνοις ἱδρῶτα πρὸς κατόρθωσιν ἀρετῆς, καὶ εἰ σὺν μάχῃ προσίοιτο χρῆναι κρατεῖν, καὶ τῶν ἐν σφίσιν αὐτοῖς κατανεαν[ι]εύεσθαι παθῶν, ὄκνου τε ἀμείνους ὁρᾶσθαι φιλεῖν, καὶ ἐν παντευχίαις εἶναι ταῖς πνευματικαῖς.

Οὕτω καὶ ὁ σοφώτατος Παῦλος τὸν πανάριστόν τε ἡμῖν καὶ ἀλκιμώτατον μαχητὴν ἐξαρτύει, λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Χριστοῦ.» Σεμνυνεῖται μὲν οὖν ἐπί γε τῷ δεῖν ἐσκευάσθαι λαμπρῶς ὁ πανάριστος μαχητὴς, ἀξιόμαχον δὲ τὴν ἐπὶ τῷδε δόξαν ἀποίσεται, φρονεῖν τε καὶ δρᾷν ᾑρημένος, τὰ δι᾽ ὧν ἂν φαίνοιτο νεανικὸς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐτοιμότατα διανενευκώς. Σοφὸς, ἀρτίφρων, καὶ τοῖς θείοις νόμοις τρυφερὸς καὶ εὐήνιος.

βʹ. Τίνες δ᾽ ἂν εἶεν οἱ τὴν ἐναντίαν οἷς ἔφην ἐπιτηδεύοντες ζωὴν, ταύτῃ τοι καὶ τῆς ἱερᾶς τῶν ἁγίων πληθύος ἐξωθούμενοι, πάλιν αὐτὸς ἡμῖν διεσάφει λέγων ὁ τῶν ὅλων Θεὸς πρὸς Μωσέα τὸν μεσιτεύοντα· «Πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἀποστείλατε ἔξω τῆς παρεμβολῆς· καὶ οὐ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι αὐτοῖς.» Ἀκούεις ὅπως παραπέμπεσθαι τῆς παρεμβολῆς δεῖν ἔφη γονοῤῥυῆ, καὶ λεπρὸν, καὶ ἀκάθαρτον ἐπὶ ψυχῇ, μολυσμοῦ δὲ τὸ χρῆμα πρόφασιν ἔσεσθαι καὶ τοῖς ἑτέροις φησὶν, εἰ μὴ τῶν μαχίμων ᾗ τάχος ἀπονοσφίζοιτο; Καίτοι τί δή ποτε; φαίην ἂν ἔγωγε καὶ μάλα εἰκότως· μᾶλλον δὲ, οἷμαι, καὶ ἁπαστισοῦν ἐπαπορήσειεν ἂν, καὶ λογιεῖταί που ποινὴν ἀνθ᾽ ὅτου τὸν ἄῤῥωστον ὑποφέρεσθαι δεῖν ἐθεσμοθέτει Θεός. Ἦ γὰρ οὐκ ἄμεινον, ὁσιότητος ὄντα καὶ δικαιοσύνης πρύτανιν, τοὺς ταῖς ἀθελήτοις συμφοραῖς ὑπενηνεγμένους ἡμερότητος ἀξιοῦν, καὶ ἐπεί τοι πεπράχασιν ἀθλίως, ἐν ἴσῳ μὲν τοῖς κειμένοις ἐλεεῖν, κατονειδίζειν δὲ ὅλως τὸ πάθος αὐτοῖς ἐφεῖναι μηδενί; Λέπρα μὲν γὰρ, καὶ τῶν φυσικῶν σπερμάτων ζημίαι, καὶ ἀβούλητοι καταφοραὶ, τοῖς ἀνθρωπίνοις ἐπισυμβαίνουσι σώμασιν· ἀλλ᾽ οὐκ ἂν οἴοιντο τῶν πεπονθότων ἐγκλήματα.

Νοσεῖ μὲν γὰρ, οἶμαι, τὶς ἑκὼν μὲν οὐδείς· ἕλοιτο δ᾽ ἂν μᾶλλον, κἂν εἷς σφόδρα τις ᾖ τῶν ἐπὶ πλούτῳ τεθαυμασμένων, τοῖς ἀπαλλάττειν ὑπισχνουμένοις ἁπάσης ὁμοῦ τῆς οὐσίας παραχωρεῖν. Εἶτα πῶς ἔσται τὸ χρῆμα γραφὴ, καὶ τοῖς νοσοῦσι κατάῤῥησις, τὸ τοῖς οὕτω δεινοῖς ἐναλῶναι κακοῖς; Τρόποι μὲν γὰρ οἱ παμμόχθηροι, καὶ θέλησις ἀχαλίνως τὴν εἰς τὰ αἰσχίω νοσοῦσαν ῥοπὴν, καὶ τῶν ἀμεινόνων ὑπερφρονεῖν ἑλομένη, κολάζοιντο ἂν εἰκότως. Τὰ δὲ μὴ οὕτως ἔχοντα τῇ φύσει, συμβαίνοντα δὲ τοῖς πάσχουσιν ἀπευκτῶς, ἐξοίχοιντο ἂν, οἶμαί που καὶ τοῦ κατασκώπτεσθαι δεῖν, καὶ τὴν ἐκ νομίμων ἐπίπληξιν οὐχ ὁσίαν ἔχειν. Τί δὴ οὖν πρὸς ταῦτά φαμεν; Ἠδίκηκε τοὺς λεπροὺς ὁ νόμος, ἤγουν τοῖς ἑτέροις σκληρὰν ἐπήρτησε δίκην, τῆς τοῦ πρέποντος θήρας ἠφειδηκώς;

Οὐμενοῦν, πολλοῦ γε καὶ δεῖ. Γέγραπται γάρ· «Ὅτι ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή.» Ἀλλὰ πῶς ἂν νοοῖτο ταυτὶ πρὸς ἡμῶν, εἴπερ ἔροιτό τις, ἐκεῖνό φαμεν· Τῆς ἀληθείας τὸ κάλλος διὰ τύπου καὶ σκιᾶς ἡ διὰ Μωσέως τοῖς ἀρχαιοτέροις παρεδείκνυ ἐντολὴ, καὶ τῶν εἰς νοῦν ἔσω κεκρυμμένων ἡ δύναμις ὡς ἐν ἀῤῥωστήμασι τοῖς σωματικοῖς διετυποῦτο λαμπρῶς. Λεπροῖς μὲν γὰρ παρεικάζει τὸ γράμμα τὸ νομικὸν τοὺς, ὅσον ἧκεν εἰς τρόπους, πολυειδεῖς τε καὶ πολυγνώμονας, καὶ μυρίοις ὅσοις ἐμπεποικιλμένους κακοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς τὸν οἰκεῖον ἔχοντας νοῦν. Γονοῤῥυῆ δέ φησι τὸν ἀκάθεκτον εἰς φιλοσαρκίαν, καὶ τῆς εἰς ἄγαν αἰσχρότητος ἀκαταλήκτως ἡττώμενον, ὡς αὐτό που δοκεῖν τὸ τῆς ἀθελήτου γονοῤῥοίας ὑπομεῖναι πάθος. Καταμυσάττεται δὲ πρὸς τούτοις τὸν ἀκάθαρτον ἐπὶ ψυχῇ, τουτέστι, τὸν ἐπί τῳ τῶν τεθνεώτων πενθεῖν ᾑρημένον καὶ καταλγύνεσθαι λίαν. Οὐκοῦν ἀνόπιν ὥσπερ ἰόντες, καὶ μονονουχὶ τὸν λόγον ἀνασειράζοντες, ἐκεῖνό φαμεν, τῇ τῶν θεωρημάτων ἑπόμενοι φύσει, καὶ εἰς νοῦν ὁρῶντες τῶν γεγραμμένων τὸν ἐσωτάτω, ὡς ἀδρανεῖς εἰς μάχην, καὶ πρός γε τὸ δεῖν ἀμείνους ὁρᾶσθαι παθῶν, οὐδαμόθεν ἐπιτήδειοι, τὸ πολυειδὲς εἰς φαυλότητα νοσεῖν, εἴπερ ἕλοιντό τινες. Τοῦτο γὰρ ἡ λέπρα καὶ τὸ κατ᾽ αὐτόν ἐστι πάθος.

Ἀλλ᾽ οὐδ᾽ ἂν ἐγγράφοιντο ταῖς τῶν ἁγίων φάλαγξιν οἱ ἀχάλινοί τε καὶ ἀκρατεῖς εἰς ἐκτόπους ἡδονάς. Ἀπόπεμπτοι δὲ πρὸς τούτοις, οἱ τοῖς τεθνεῶσιν εἰς ἅπαν ἀπολωλόσιν οὐ μετρίως ἀποστυγνάζοντες.

Ὕβρις γὰρ τὸ χρῆμα εἰς Θεὸν, καίτοι διακεκραγότα σαφῶς διὰ φωνῆς ἁγίων· «Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις.» Ἀνδριζώμεθα δὴ οὖν, εἴς γε τὸ χρῆναι, φημὶ, παθῶν ὁρᾶσθαι βελτίους. Ὧδε γὰρ δή τις τοῖς εἰωθόσιν εὐδοκιμεῖν ἐγγράψεται· καὶ τοῖς ἀριστίνδην ἐξηλεγμένοις ἐναρίθμιος ὢν, τὴν πολύευκτον ἀληθῶς ἀποίσεται δόξαν. Μὴ καταπτοείτω πόνοις, κἂν εἰ φαίνοιτο τραχὺ τὸ ἐφικέσθαι ζωῆς τῆς ἐπαινουμένης· κἂν εἰ τῆς ἀρετῆς δυσέκβατος μὲν καὶ ἀνάντης προκέοιτο τρίβος, ἱδρῶτες δὲ τῆς εὐκλείας προαναφαίνοιντο.

Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὀλίγους κομιδῇ δαπανῶντας πόνους, τῶν κατορθωμάτων τὰ ἐξαίρετα καταπλουτεῖν δύνασθαί τινας· ἀναλόγως δὲ τοῖς ἱδρῶσιν ἀεὶ τὰ ἐξ αὐτῶν ἀνίσχει καὶ φαίνεται. Τοιούτοις ἡμᾶς παραθήγει λόγοις καὶ ὁ θεσπέσιος Παῦλος εἰς ἔφεσιν ἀρετῆς. Προστέταχε γὰρ ὑπογραμμὸν ὥσπερ τινὰ ποιεῖσθαι φιλεῖ, «τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν, καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας.» Τίνα δὲ τρόπον καὶ ἐπὶ τίσι τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρὸν, καθεὶς ἑαυτὸν εἰς κένωσιν, καίτοι Θεὸς ὢν, κατὰ φύσιν, ὁ Λόγος, φέρε δὴ λέγωμεν, βραχὺ μὲν ἐξαίροντες ὑψοῦ τὸ διήγημα, καταβιβάζοντες δὲ χρησίμως εἰς καλουμένην ἑκούσιον κένωσιν.

γʹ. Γεγέννηται μὲν γὰρ ἐκ Θεοῦ καὶ Πατρὸς ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν ὁ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱός. Γεγέννηται δὲ πάλιν λέγωμεν, ἐπέκεινα μὲν ἡκέτω σωμάτων ὁ νοῦς· καὶ τῆς ἐπ᾽ αὐτοῖς φαντασίας τὸ σμικροπρεπὲς, κάτω που μένειν ἀφεὶς, ἄμεινον μὲν ἀσυγκρίτως ἢ κατὰ σώματος φύσιν ἀπονοείτω τὸ Θεῖον· ὑπερτάτω δὲ ὅτι παντὸς γενητοῦ καὶ ἀπαραβλήτου ἔχει τὴν δόξαν, διακείσθω καλῶς.

Παραδεξώμεθα τοίνυν, οὐχὶ δήπου πάντως τοῖς καθ᾽ ἡμᾶς ἑπόμενοι λόγοις, ὅτι πρεσβύτερον μὲν τοῦτό που τῷ γεγεννημένῳ, τὸ μὴ ὑπάρχειν ὅλως· προαναφαίνεται δέ πως τῆς εἰς τὸ εἶναι παρόδου τὸ μὴ ὑφεστάναι ποτέ. Ληρία γὰρ τοῦτό γε, καὶ τῆς εἰς ἄκρον ἡκούσης ἐμβροντησίας κατάδειξις ἐναργής.

Εἰ μὲν γὰρ περὶ σωμάτων, ἤτοι τῶν καθ᾽ ἡμᾶς, πολυπραγμονοῖτο τυχὸν ὁ λόγος, τὰ σωμάτων ἴδια προσνέμειν αὐτοῖς, καίπερ ἂν φαίνοιτο συμβαίνοντα φυσικῶς τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν, τὸ ἀπεικὸς οὐδέν. Προανίσχει γὰρ ὁμολογουμένως τῆς εἰς ὕπαρξιν ὁδοῦ, τὸ μὴ ὑπάρχον ὅλως. Ὑπομενεῖ δὲ πρὸς τούτοις καὶ μερισμοὺς τοὺς ἐκ τοῦ τεκόντος εἰς ἀποκλήρωσιν ἰδικὴν τοῦ γεγεννημένου. Ἐπὶ δὲ τῆς ἀνωτάτω πασῶν οὐσίας, τῆς ἐπέκεινα παντὸς γενητοῦ, πῶς οὐκ ἀπόπληκτον κομιδῇ μερισμοὺς εἰσδέχεσθαι καὶ ἀποκοπὰς, καὶ τὸ ἐν χρόνῳ ζητεῖν τὴν γέννησιν.

Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε! ἰσχνὸν ὅτι μάλιστα τοῖς θεωρήμασι τὸν νοῦν ἐνιεὶς, εἴσῃ τὸ ἀληθές. Ἢ ἴσθι τὴν θείαν περιυβρίζων φύσιν, τὰ σωμάτων ἴδια προσνέμων αὐτῇ, καὶ τὴν ὑψοῦ καὶ ἐπέκεινα παντὸς τοῦ πεποιημένου κατακομίζων ὑπεροχὴν εἰς αἰσχίονα δόξαν, ἤπερ ἂν αὐτῇ πρέποι τε καὶ ἐνεῖναι πιστεύοιτο. Πατρὸς γὰρ ὄντος ἀεὶ τοῦ Πατρὸς, καὶ οὐκ ἐκ τοῦ κατὰ δύναμιν ἐν χρόνῳ προήκοντος εἰς τὸ τεκεῖν κατ᾽ ἐνέργειαν, ἀεὶ συνυπάρχειν ἀνάγκη τὸν δι᾽ ὅν ἐστι Πατήρ. «Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος,» κατὰ τὰς Γραφάς. Οὗ δὲ τὸ «ἦν» ὀνομάζεται, προεπενηνεγμένου μηδενὸς, ποῦ τῆς ἐννοίας ὁ δρόμος στήσεται, καὶ πρὸς ποῖον ἡμῖν καταντήσῃ τέλος, ὡς ἐν ἰσχναῖς φαντασίαις ὁ νοῦς εἰ διώκειν ἕλοιτο τὸ «ἦν;» Οὐκοῦν γεγέννηται μὲν, καὶ Θεὸς ἦν ὁ Λόγος· γεγέννηται δὲ, οὐ κατὰ σώματος φύσιν, ὡς ἑτερότητα τὴν εἰς ἅπαν ὑπάρξαι νοεῖν τῷ γεννωμένῳ πρὸς τὸ γεννῶν. Κεχρήμεθα δὲ ἀναγκαίως ἐκ τοῦ καθ᾽ ἡμᾶς τὸ τῆς γεννήσεως ὄνομα, κατασημαίνοντες ὅτι τῆς Θεοῦ Πατρὸς οὐσίας ὁ Μονογενὴς, φωτὸς ἀνέλαμψε νόμῳ· καὶ ὑφέστηκε μὲν ἰδικῶς, καὶ ἐν ὑπάρξει νοεῖται τῇ καθ᾽ ἑαυτόν. Ἀπόῤῥητος δὲ παντελῶς ὁ ἐπὶ τῷδε λόγος. Οὐ γάρ τοι τῆς τοῦ τεκόντος οὐσίας εἰς ἅπερ ἐξεστηκὼς, ἀλλ᾽ αὐτός τε ὑπάρχων ἐν τῷ Πατρὶ, καὶ ἐν ἰδίᾳ φύσει καταδεικνὺς τὸν γεννήτορα, συμπροσκυνεῖται καὶ συνδοξάζεται.

Ἐπειδὴ δέ ἐστιν ὁμοούσιος καὶ ἰσοκλεὴς, ἀναγκαίως ἰσουργός τε ἅμα καὶ ἰσοσθενής. Συνυφεστηκότος δὲ οὕτως ἡμῖν τοῦ ἁγίου Πνεύματος, συνθεολογουμένου τε καὶ συνεισθέοντος, ὀρθῶς τε καὶ ἀμωμήτως ἡ περὶ τῆς ἁγίας ἡμῖν Τριάδος συγκείσεται πίστις. Ὁ τοίνυν τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιώμασι εὖ μάλα διαπρεπὴς, δι᾽ οὗ τὰ πάντα παρήχθη πρὸς γέννησιν, «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσον Θεῷ,» κατὰ τὸ γεγραμμένον, «ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Καίτοι γὰρ ἐνὸν ἐπ᾽ ἐξουσίας αὐτῷ ταῖς ἰδίαις ὑπεροχαῖς ἐνερηρεῖσθαι λαμπρῶς, καὶ ἰσότητι τῇ πρὸς τὸν Πατέρα πλουσίως ἐντρυφᾷν, καὶ τοῖς τῆς θεότητος ἐναγλαΐζεσθαι θάκοισι, καταπεφοίτηκεν ἑκὼν εἰς εἶδος τὸ καθ᾽ ἡμᾶς, οὐδὲν εἰς ἰδίαν ἀδικούμενος φύσιν τῇ προσλήψει τοῦ καταδεεστέρου, προστιθεὶς δὲ μᾶλλον τὸ ἐνδέον αὐτῷ. Οὐ γὰρ ἦν εἰκὸς, μᾶλλον δὲ ἦν καὶ σφαλερώτατον, ἐννοεῖν καὶ λέγειν, ὡς τὴν θείαν καὶ ἄῤῥητον πλεονεκτήσει φύσιν ἡ ἀνθρώπου τυχὸν, καὶ εἰς τὸ οἰκεῖον αὐτὴν ἀκαλλὲς ἐκβιάσεται, καὶ καταβιβάσει τῆς ἰδίας ὑπεροχῆς. Σοφὸν δὲ δήπου καθάπερ ἐγᾦμαι τὸ διαλογίζεσθαι δεῖν, ὅτι τῇ τῆς θεότητος φύσει παραχωρήσει τὰ καθ᾽ ἡμᾶς.

Καὶ πρός γε τὸ[ν] ἀσυγκρίτως ἄμεινον μετοιχήσεται, τῇ τοῦ προὔχοντος εὐκλείᾳ νικώμενον. Καὶ γάρ ἐστι τῶν ἀτοπωτάτων, ἐν μὲν τοῖς ὑπὸ Θεοῦ γεγονόσιν ὁρᾷν τῇ τῶν ἀμεινόνων μίξει τε καὶ παραθέσει καὶ τὰ μὴ σφόδρα περικαλλῆ κοσμούμενα· οἴεσθαί γε μὴν τῇ ἀνθρώπου φύσει Θεὸν προσωμιληκότα, καθ᾽ ὃν οἶδε τρόπον αὐτὸς, μὴ οὐχὶ δὴ μᾶλλον ἐναπομάξασθαί τι τῶν ἰδίων αὐτῇ, βλάβος δέ τι καὶ τῶν παρ᾽ ἀξίαν εἰς ἰδίαν αὐτὸν ἀνατλῆναι φύσιν. Καὶ ἤλιος μὲν τῆς ἀκτῖνος τὴν προσβολὴν, καὶ βορβόροις αὐτοῖς καὶ τέλμασιν ἐνιεὶς, ἀδιαλώβητον παντελῶς τηρήσει τὸ σέλας· ἡ δὲ θεία καὶ ἀκήρατος, καὶ ὑπερτάτη φύσις, ἢ τὸ δύνασθαί τι παθεῖν τῶν καταλυπεῖν εἰωθότων, ἀστιβὲς παντελῶς πῶς ἂν ἀδικοῖτο τῇ πρὸς τὸ ἔλαττον ὁμιλίᾳ; Πῶς δὲ οὐχὶ τὴν τοῦ χείρονος ὑπεραλεῖται φύσιν, καὶ τοῖς ἰδίοις αὐτὴν ἀγαθοῖς καταφαιδρύνουσα πρὸς τὸ ἀσυγκρίτως ἄμεινον μετακομιεῖ;

Ἀνθότου δὴ οὖν τοῦ χρῆναι θαυμάζειν ἠφειδηκότες τὰ οὕτω σεπτὰ, κατασοβαρεύονταί τινες, καὶ τὸ ὑπέροφρυ νοσοῦσι πάθος· οἴονταί τε τῇ θείᾳ συναγορεύειν δόξῃ, τῆς οὕτως ἀρίστης οἰκονομίας τὸ ἀκαλλὲς καθορίζοντες. Οὐ γὰρ παραδέχονται τὸ μυστήριον· πλατὺ δὲ γελῶντες, ἀσύνετον κομιδῇ τὸ χρῆμα νομίζουσι, καὶ ὕθλοις ἡμᾶς εἰκαίοις ἐπιθαρσῆσαί φασιν. Οὐκ ἐννοοῦντες, ὅτι τοῖς μὲν ἰδίοις καθηγηταῖς, εἴπερ ἕλοιντό τι νοεῖν ἢ λέγειν, ἀβασάνιστον ἔσθ᾽ ὅτε τηροῦντες τὴν πίστιν, καὶ τὸ, «Αὐτὸς ἔφα,» δωρούμενοι, εἶτα τοῖς θείοις κρίμασι τάς γε δὴ σφῶν αὐτῶν ἀν[θ]ιστάντες ἐννοίας, δυσδιάφυκτον κομιδῇ ταῖς ἑαυτῶν κεφαλαῖς καταχέουσιν· οὐδὲ οἷς ἄνθρωποι τιμᾷν ἐγνώκασι, ταῦτα τῇ θείᾳ προσνέμοντες φύσει. Ἀλλά τις αὐτοῖς, ὡς οἴονται, σοφὸς δὴ λίαν ἐκπεπόρισται λόγος. Πῶς γὰρ δὴ, φασὶν, ὁ ἀκήρατος νοῦς, ὁ ποσότητός τε καὶ περιορισμοῦ παντελῶς ἐλεύθερος, εἰς ἑνὸς ἀνθρώπου κεχώρηκε σῶμα; Ἐγὼ δὲ, ὅτι μὲν τῆς τῶν σωμάτων ποσότητος ἐξιστᾶσι τὸ Θεῖον, ἐπαινέσας ἔχω. Συνθήσομαι γάρ· φημὶ δὴ οὖν ὅμως ἐκεῖνο τοῖς ὧδε φρονεῖν ᾑρημένοις. Οὐ γὰρ δὴ περιγεγράφθαι φαμὲν τὴν τοῦ Λόγου φύσιν, εἰ καὶ κατοικῆσαι λέγοιτο καθάπερ ἐν ἁγίῳ ναῷ τῷ ἐκ τῆς ἁγίας Παρθένου σώματι· ἀλλ᾽ ἐπλήρου μὲν οὐρανοὺς ὡς Θεὸς, γῆν δὲ καὶ τὰ κατωτέρω, καὶ οὐδενὸς τῶν ὅλων ἀπελιμπάνετο.

Ἦν δὲ μετὰ τούτου καὶ ἄνθρωπος. Τὸ δὲ ὅπως ἢ τίνα τρόπον, εἰ νοεῖν οὐ δύνασαι, παραχώρει τοῖς ὑπὲρ νοῦν, χαρίζου τοῖς ὑπὲρ λόγον τὴν ὡς ἐξ ἀνάγκης σιγήν. Πολλὰ τούτοις ἕτερα προσομολογήσεις ἀγνοεῖν. Ποῦ γὰρ ἐρήρεισται γῆ; Ποίαν ἔχει τὴν ὑποβάθραν ὁ οὐρανός; Πεποίηται δὲ τίνα τρόπον ὁ τῶν ἄστρων χορὸς, καὶ τὴν ὑψοῦ τε καὶ ἄνω διέρπει τρίβον; Ἀλλὰ γὰρ εἴ τις ἕλοιτο τὰ καθέκαστα λέγειν, μακροὺς ὡς ἐγᾦμαι δαπανήσει λόγους, συντιθείς σοι τὰ διηγήματα. Ἀλλὰ γὰρ σμικρὸν τῷ ὑπὲρ πάντα Θεῷ φασι τὸ γενέσθαι καθ᾽ ἡμᾶς. Ἐγκαλεῖς δ᾽ οὖν, ὅτι φιλάνθρωπος ὢν καὶ ἀγαθὸς τῇ φύσει, προὐργιαιτέραν τοῦ πρέποντος τὴν εἰς ἡμᾶς φροντίδα πεποίηται. Σμικρὸν μὲν γὰρ ὁμολογουμένως αὐτῷ τὸ γενέσθαι καθ᾽ ἡμᾶς· καλεῖται γὰρ κένωσις. Ἀλλ᾽ ὅ γε τῆς εἰς ἡμᾶς ἡμερότητος λόγος διακρούσεται τὴν γραφήν. Ὃ δὲ ἦν δή που θαυμάζειν ἄξιον, αἰτίαις ὑπενεγκεῖν, πῶς οὐκ ἀνόσιον κομιδῇ; Εἰπὲ γὰρ ἐκεῖνο, καὶ φιλοπευστοῦντι φράσον. Πότερα δὲ φὴς ὡς ἦν ἄμεινόν τε καὶ πρὸς εὐκλείας αὐτῷ τὸ ἀφειδῆσαι τῶν καθ᾽ ἡμᾶς, καὶ δι᾽ οὐδενὸς ποιεῖται λόγου πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ὠλισθηκότα τὸν ἄνθρωπον; ἢ τοῦτο μὲν οὐδαμῶς, ἀνασῶσαι δὲ μᾶλλον, καὶ τῆς καθηκούσης ἐπιμελείας ἀξιοῦν;

Εἶτα πῶς ἂν ἐνδοιάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰωθότων, ὡς ἦν ἄμεινόν τε καὶ πρεπωδέστερον τῷ γε ὄντι κατὰ φύσιν ἀγαθῷ, τὸ τοῖς παρ᾽ αὐτοῦ γεγονόσι τὰ ἐκ τῆς ἰδίας ἡμερότητος διανέμειν ἀγαθά; Πῶς οὖν ἔτι τὸ χρῆμα γραφή; πῶς δὲ τῆς οἰκονομίας τὸ ἀμωμήτως ἔχειν καταφλυαροῦσί τινες; Ἀλλ᾽ ἰατροῖς μὲν παραχωρήσομεν τὸ ὅπως ἂν εἰδεῖεν αὐτοὶ τιθασσεύειν δύνασθαι τὰς τῶν παθῶν ἀγριότητας· ἐπιτιμήσομεν δὲ τῷ Θεῷ, τῆς εἰς ἡμᾶς φροντίδος οὐκ ἠγνοηκότι τὴν ὁδόν; Διακεισόμεθα δὲ φληνάφως, λογισμοῦ μὲν τοῦ πρέποντος ἀφαμαρτεῖν αὐτὸν, ἐν σκέψεσι δὲ ταῖς πρεπωδεστέραις τὸν ἀνθρώπινον γενέσθαι νοῦν;

Ἆρ᾽ οὖν, εἰπέ μοι, φρενοβλαβείας ταυτὶ καὶ γέλωτος ἀπαλλάξωμεν; Ἄκουε λέγοντο, ἐναργῶς τοῦ πάντα εἰδότος Θεοῦ· «Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν· οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου· ἀλλ᾽ ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων μου.» Ὑπερκείσεται γὰρ ὅσον τῇ φύσει τὰ καθ᾽ ἡμᾶς, τοσοῦτόν που πάντως φρονήσει καὶ ἄμεινον, καὶ τὴν ἐφ᾽ ἑκάστῳ τῶν πρακτέων ὁδὸν οὐδὲν διασκέψεσι βλέπων· ἀλλ᾽ ἐν πρώταις εὐθὺς ἐννοίαις ἑλὼν, ἀποπεραίνει τὸ δοκοῦν. «Οὐδὲν γὰρ, οὐδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ πάντα κατορθοῦν,» κατὰ τὸ γεγραμμένον τοῖς ἀρχαιοτέροις ὑμνούμενον. Ἀλλ᾽ εἴ σοι φίλον καὶ ἐν σπουδῇ, καὶ τὴν τῆς ἐνανθρωπήσεως αἰτίαν καταμαθεῖν, ὄκνου κρείττονα ποιήσομαι τὴν ἀφήγησιν, καὶ ἐν βραχέσιν ἐρῶ.

δʹ. Ἄφθαρτον καὶ ἀνώλεθρον ἐποίει τὸν ἄνθρωπον ἐν ἀρχαῖς εὐθὺς ὁ πάντων Δημιουργὸς, οὐκ ἰδίας φύσεως νόμοις ἐρηρεισμένον εἰς τοῦτο, καὶ ἀκλονήτως ἔχοντά ποθεν. Νοσεῖν γὰρ ἀνάγκη τοῖς ὑπὸ γένεσιν τὴν φθορὰν, καὶ τὸ ἄρχειν τοῦ πεποιῆσθαι λαχὸν διέρπει που πάντως εἰς τὸ καταλῆξαι δεῖν. Ἀλλ᾽ ἐπείπερ ὧδε ἔχειν αὐτὸν ὁ Δημιουργὸς ἤθελε, πρὸς τῷ ἀνωλέθρῳ, καὶ παντὸς εἴδησιν ἀγαθοῦ, καὶ μὴν καὶ ἔφεσιν τὴν εἰς ἀρετὴν ἐγχάραττε τῷ ζώῳ· εἶτα δρᾷν ἐπ᾽ ἐξουσίας ὅπερ ἂν ἕλοιτο διδοὺς, τὴν ἐλευθέροις πρέπουσαν ἐχαρίζετο δόξαν. Ἔδει γὰρ, ἔδει προαιρετικὴν ἐν ἡμῖν ὁρᾶσθαι τὴν ἀρετήν. Εἶτα τοῖς τοῦ διαβόλου φενακισμοῖς ἐξολισθήσας εἰς ἁμαρτίαν, καὶ τῶν δοθέντων ὀλιγωρήσας νόμων, θανάτῳ κατεδικάζετο, καὶ ταῖς παραβάσεσι συνηῤῥώστησε τὴν φθοράν. Ἐπειδὴ δὲ πρὸς τὸ ἐν ἀρχαῖς ἀναπλάττειν τὸ ζῶον ἐδόκει τῷ ποιητῇ, φθορᾶς τε ὁμοῦ καὶ ἀναμαρτησίας ἀπαλλάττειν ἤθελε, νόμον ὡρίσατο τὸν διὰ Μωσέως· λελάληκε δὲ καὶ διὰ προφητῶν ἁγίων.

Ἀλλ᾽ ἦν οὐδὲν ἧττον ἐν πολλαῖς ἄγαν αἰτίαις τὰ καθ᾽ ἡμᾶς. Τοιγάρτοι καὶ αὐτὸν ἀφικέσθαι λοιπὸν ἐξ οὐρανοῦ παρεκάλουν, λέγοντες· «Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι.» Πῶς οὖν ἔδει τοῖς ἐπὶ τῆς γῆς ἐμφανῆ γενέσθαι Θεόν; ἄρα γυμνῇ τῇ δόξῃ, καὶ οὐδὲν ἐχούσῃ τὸ κατασκίασμα; Καὶ τίς ἂν ὑπέστη τὴν οὕτω σεπτὴν καὶ δύσοιστον θέαν; Καίτοι λέγοντος ἀκούω τινὸς τῶν παρ᾽ Ἕλλησι ποιητῶν καὶ εἰς πολύθεον πλάνησιν ἀπενηνεγμένων· Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.

Ὅτι δὲ τῶν τῆς ἀνθρωπότητος ἐπέκεινα μέτρων ὁρᾶται σαφῶς τῶν τῆς ἀκηράτου φύσεως τὴν δόξαν ἰδεῖν, εἴσῃ κἀντεῦθεν. Καταβέβηκεν ἐν εἴδει πυρὸς ἐπὶ τὸ Σινᾶ καλούμενον ὄρος. Εἶτα προσελάλει τοῖς υἱοῖς Ἰσραὴλ, μεσιτεύοντος τοῦ πανσόφου Μωσέως.

Ἀλλ᾽ οὐκ ἐνεγκὼν τὴν θέαν ὁ Ἰσραὴλ, ἐλιπάρει λέγων· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, μή ποτε ἀποθάνωμεν.» Καταπεφρικότων δὴ οὖν τῶν ἐξ Ἰσραὴλ, καὶ τὴν τοῦ μεσιτεύοντος χρείαν ἀναγκαιοτάτην ἔσεσθαι τοῖς παιδαγωγουμένοις ἀναφανδὸν εἰρηκότων, ἐπήνεγκε τὴν σκέψιν ὁ νομοθέτης· καὶ τύπον ὥσπερ τινὰ τὴν Μωσέως διακονίαν τῆς ἐσομένης διὰ Χριστοῦ τοῖς πάλαι προθεὶς αὐτὸν ἡμῖν ἐναργῶς ἀναδείξειν κατὰ καιροὺς ὑπισχνεῖτο, λέγων· «Ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ θήσω τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.» Δεσπότην γὰρ ὄντα προφητῶν τὸν Υἱὸν, προφήτην ὠνόμαζε τῶν τῆς ἀνθρωπότητος μέτρων εἴσω τιθεὶς, διὰ τὸ τῆς οἰκονομίας ἀπόῤῥητον. Ἵνα τοίνυν γένηται κατὰ Μωσέα, τουτέστιν ἄνθρωπος, καὶ Θεοῦ μεσίτης καὶ τῶν καθ᾽ ἡμᾶς, πεφόρηκε τὸ ἀνθρώπινον σῶμα· καὶ «σπέρματος Ἀβραὰμ ἐπελάβετο,» κατὰ τὰς Γραφὰς, ἵν᾽ ὃ ἐπίπερ ἐστὶ κατὰ φύσιν ζωὴ, τὴν τοῖς ἀνθρωπίνοις σώμασιν ἐγκατασκήψασαν ἐξ ἀρᾶς, ἐξελάσῃ φθορὰν, καὶ μεταστήσῃ σύμπαντα εἰς θεογνωσίαν, εἰς ἐγκράτειαν, εἰς ἀνδρείαν, εἰς ὑπομονὴν, καὶ εἰς τὸ δρᾷν ἑλέσθαι καὶ φρονεῖν, ἃ ζηλωτοὺς ἀποφαίνει, καὶ θείων ἡμᾶς ἐμπίπλησι χαρισμάτων.

Ἀλλ᾽ ἠγνόησε τὴν οἰκονομίαν ὁ Ἰσραὴλ, καίτοι προφητῶν ἁγίων ἀνακεκραγότων σαφῶς τὸ ἐπ᾽ αὐτῷ μυστήριον. Ὁ μὲν γὰρ ἔφασκεν· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε.» Καὶ ἄλλωθι· «Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετ᾽ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ, συνάξει ἄρνας.» Ἕτερος δ᾽ οὖν, Ἰεζεχιὴλ δὲ οὗτος πανάριστος προφητῶν· «Τάδε λέγει Κύριος ὁ Θεός· Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου ἰσχυροῦ, καὶ ἀνὰ μέσον προβάτου ἀσθενοῦς· ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε, καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ἔτι ὦσιν εἰς προνομήν· καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριὸν, καὶ ἀναστήσω ἐπ᾽ αὐτοὺς ποιμένα ἕνα, καὶ ποιμανεῖ αὐτοὺς,» τὸν δοῦλόν μου Δαβίδ. «Καὶ ἔσται αὐτῷ ποιμήν· καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν. Ἐγὼ Κύριος ἐλάλησα, καὶ διαθήσομαι τῷ Δαβὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς.» Ἀκούεις ἄνω τε καὶ κάτω Δαβὶδ ὀνομάζοντος τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, ὡς ἐσόμενον ποιμένα κατὰ καιροὺς τῶν ἐξ Ἰσραήλ;

Ἐννόει γὰρ ὅτι κατ᾽ ἐκεῖνο καιροῦ, καθ᾽ ὃν ὁ προφήτης τὰ τοιάδε φησὶν, οὐκ ἦν ἐν ζῶσιν ἔτι Δαβίδ· προαποτεθνήκει γὰρ ἐκ μακρῶν ἔτι καὶ ἄνωθεν χρόνων. Ἀλλ᾽ ὥσπερ ἐστὶν ἔθος τῇ θείᾳ Γραφῇ Ἰακὼβ ὀνομάζειν τοὺς ἐξ Ἰακὼβ, καὶ μέντοι καὶ Ἰσραὴλ τοὺς ἐξ Ἰσραήλ· οὕτω καὶ Δαβὶδ τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστόν.

Ἠγνοηκότες τοίνυν ἐσταύρωσαν. Ὁ δὲ καί τοι διαδράναι τὸ παθεῖν ἐξὸν, οὐ γὰρ ἂν ἐβιάσθη Θεὸς, ἑαυτὸν προσεκόμισε ταῖς τῶν φονώντων χερσίν· ἵνα καὶ ἐγηγερμένος ἐκ νεκρῶν, πληροφορήσῃ σαφῶς, καὶ πρό γε τῶν ἄλλων τοὺς ἐσταυρωκότας, ὅτι ζωὴ κατὰ φύσιν ὑπῆρχεν ὁ Θεός. Καταβέβηκεν ἐν τοῖς καθ᾽ ἡμᾶς, ἵνα ἡμᾶς ἀποδείξῃ θανάτου κρείττονας, καὶ νενικηκότας ἤδη τὴν φθοράν. Παθόντος δὴ οὖν ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ, καὶ καταργήσαντος μὲν τὸν θάνατον, ἀποστήσαντος δὲ τὴν ἀκλεᾶ καὶ βέβηλον ἁμαρτίαν· ἐγηγερμένου τε καὶ ἀναβεβηκότος εἰς οὐρανοὺς, καὶ ὅσον οὐδέπω παρεσομένου· «Καταβήσεται γὰρ καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» κατὰ τὸ γεγραμμένον· πάντα ῥύπον τὸν τῆς ἁμαρτίας ἀποτριψώμεθα, ἀγαπήσωμεν τὴν ἐγκράτειαν, καρποφορήσοντες τῇ ὑπομονῇ τὴν εἰς ἀλλήλους ἀγάπην, ἐπιτηδεύσωμεν τὸν εἰς τοὺς δεομένους ἔλεον, τὴν φιλοπτωχίαν. Συναλγήσωμεν τοῖς ἐν δεσμοῖς, τοῖς κακουχουμένοις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώμασι.

Καὶ πρό γε τῶν ἄλλων ὀρθὴν καὶ ἀμώμητον ἐν ἑαυτοῖς τὴν πίστιν τηρήσωμεν. Τότε γὰρ, τότε νηστεύσομεν καθαρῶς· ἀρχόμενοι τῆς μὴν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες δὲ τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ὀγδόῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.