Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή ΙΣΤ΄

Ο συμβολισμός του έαρος και του χρόνου του Πάσχα. Τυπολογική ερμηνεία της αρχαίας σκηνής, του πασχαλινού αμνού, των αζύμων και των πικρών χόρτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 15 από 29

ΛΟΓΟΣ ΙϚʹ. Πρόλογος. Ἡμᾶς ἐνθάδε συνήγαγεν ὁ καιρός. Ἥκομεν δὲ εἰς μέσον, οὐ τὸ ἐν λόγοις πλατὺ καὶ ἰσότιμον ὑπισχνούμενοι· μέτριοι ἐν τούτῳ λίαν ἡμεῖς· ἀλλ᾽ ἔθει πατρῴῳ καὶ ἀναγκαίως ἐξευρημένῳ κατακολουθεῖν ἐγνωκότες. Δεῖ τοίνυν ὑμᾶς συγγνώμονας εἶναι, κἂν εἰ μὴ φαίνοιτο τοῖς ἔξωθεν κόμποις κατηγλαϊσμένος ὁ λόγος, καὶ τοῖς εἰς ῥητορικὴν αὐχήμασιν ἐναβρύνεσθαι μεμελετηκώς. Τὸ γὰρ ἐν τούτοις εὐδοκιμεῖν, περιθείην ἂν εἰκότως, ἥκιστα μὲν, ἐμαυτῷ, φαίην δ᾽ ἂν ὅτι πρέπειεν ἂν μᾶλλον τοῖς ἀγαθοῖς τουτοισὶ καὶ σοφοῖς διδασκάλοις.

αʹ. Ὁ μὲν νόμος τοῖς ἀρχαιοτέροις ἐδίδου τὸ σύνθημα τοῦ χρῆναι πληροῦν τὰς ἐν τύποις ἔτι καὶ ὡς ἐν σκιαῖς ἑορτάς. Ὅτι δὲ ἦν ἀναγκαῖον τῆς καθηκούσης αὐτὰς φροντίδος ἀξιοῦν, καὶ τὸ ῥᾴθυμον ἐν τούτοις οὐκ ἀπλημμελὲς, ἀλλ᾽ ἐναντίᾳ καὶ δίκῃ, διεσάφει, λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ζαχαρίου· «Καὶ ἔσται, ὃς ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὑτῆς.» Τοῖς γὰρ οὕτω σεπτοῖς, καὶ εὖ μάλα ὀρθῶς διωρισμένοις ἐπιγάννυσθαι δέον, παρ᾽ οὐδὲν ἀνθότου ποιοῖτ᾽ ἄν τις τὴν ἐπιτήρησιν. Τά τε τῶν πραγμάτων ἐξαίρετα, καὶ οὐκ ἀγεννῆ λαχόντα τὴν δόξαν, εἴπερ ἕλοιτό τις περιυβρίζειν ἀποτολμᾷν, ὄκνῳ τε καὶ μελισμοῖς τὸ κρατεῖν ἀπονέμων, ὁσίαν ἂν ἔχοι τὴν κατάῤῥησιν, καὶ οὐκ ἔξω τοῦ εἰκότος τὰ ἐγκλήματα. Οὐκοῦν εὐστιβῆ μὲν ὤσπερ διατάττοντες τρίβον, διακηρύξομεν μὲν ἡμεῖς μεμνημένοι τοῦ λέγοντος· «Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰσραὴλ, λέγει Κύριος παντοκράτωρ.» Πρέποι δ᾽ ἂν καὶ ἡμᾶς αὐτοὺς, προθυμίαις μὲν ταῖς ἀνωτάτω χρωμένους, διαῤῥιπτοῦντας δέ που τὸ ἐξήνιον, καὶ τῇ τῶν αἰσχίστων μοίρᾳ προσνέμοντας ἀποπεραίνειν ἐπείγεσθαι τὰ νενομισμένα.

Πάλαι μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Μωσῇ τὸν τῆς ἁγίας ἡμῶν ἑορτῆς κατασημαίνων καιρὸν, καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν ἱεροπρεπῶς τε καὶ ἀμωμήτως, καὶ ὡς ἐν τύπῳ καταδεικνὺς, προσεφώνει, λέγων· «Εἴ πω καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καθ᾽ ὥραν αὐτοῦ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν· ποιήσεις αὐτὸ κατὰ καιροὺς κατὰ τὸν νόμον αὐτοῦ, καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό.» Ἡμᾶς δὲ ἀνάγκη τοὺς ταῖς ἱεραῖς λειτουργίαις ὑπεζευγμένους, λαμπρῷ καὶ διαπρυσίῳ κεχρῆσθαι κηρύγματι, καὶ τοῖς ἐν Χριστῷ δεδικαιωμένοις ἐπιφωνεῖν· «Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ.» Ἐκεῖ τὴν πάναγνον ἀποπερανοῦμεν ἑορτὴν, καὶ τῆς ἀνωτάτω θυμηδίας ἀναπιμπλάμενοι, τὸν τῶν ὅλων Σωτῆρα δοξολογήσομεν, ἐκεῖνο λέγοντες τὸ προφητικόν· «Ἀγαλλιάσθω ἡ ψυχή μου τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.»

Εἴη δ᾽ ἂν, ὥς γέ μοι φαίνεται, τῶν ἄγαν αἰσχρῶν, τοὺς μὲν ἐμπόρους ἀθλίων ἡττᾶσθαι κερδῶν, καὶ τοῦτο ἡγεῖσθαι τρυφήν· καὶ φροντίδος ἀξιοῦν τῆς προυργιαιτάτης, καί τοι διὰ πλείστων ὅσων ἰόντας χρόνων, καὶ οὐκ ἀνιδρωτὶ συλλέγοντας, ἐπαγάλλεσθαι δὲ ταῖς ἀρούραις γηπόνους, εἰ καρποῖς ὡραίοις ὁρῶντες διαβριθεῖς· ἡμᾶς δὲ τῶν ἐπιγείων τὰ πολὺ λίαν ἐπέκεινα, μᾶλλον δὲ καὶ ἀσυγκρίτως ἀμείνω κερδαίνοντας, μὴ οὐχὶ τὸ χρῆμα ποιεῖσθαι λοιπὸν τοῦ παντὸς ἄξιον λόγου, καὶ τῆς εἰς λῆξιν ἡκούσης θυμηδίας πρόξενον. Καίτοι τὰ μὲν τῶν ἐμπόρων, κἂν εἰ πράττοιτο κατ᾽ εὐχὴν τοῖς πεπονηκόσιν, οὐδὲν ἂν ἔχοι τὸ θαῦμα παρά γε τοῖς ἄριστα βιοῦν ᾐρημένοις· γηπόνοις δ᾽ ἂν πεπραχόσι δεξιῶς, περιέσται δή που τρυφᾷν καὶ ποῦ μετρίως, οὐκ ἐφ᾽ οἷς ἂν ὀνίναιτό τις, εἴς γε τὸ ἀκηράτως ἔχειν, ἤγουν εἰς τὸ δύνασθαι λοιπὸν τὸ θανάτου καὶ φθορᾶς ὑπερφέρεσθαι κράτος, ἀλλ᾽ ἐφ᾽ οἷς ἂν ἔχοι τὰ ζωαρκῆ, καὶ τὴν πρὸς καιρὸν τοῦ σώματος θεραπεύειν χρείαν.

Νοῦ δὲ δὴ πέραν παντὸς τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα, «Ἡ γὰρ ἐλπὶς αὐτῶν, ἀθανασίας πλήρης,» κατὰ τὸ γεγραμμένον. Τίς μὲν οὖν ὁ καιρὸς, καθ᾽ ὃν ἂν προσήκοι πληροῦσθαι τὸ Πάσχα, καὶ ὅπως ἂν γένοιτο, πρὸς ἡμῶν εἴρηται σαφῶς. «Ἡμέρᾳ γὰρ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν, κατὰ τὸν καιρὸν,» καὶ κατὰ τὸν νόμον αὑτοῦ ποιεῖσθαι προστέταχεν· χρῆναι δὲ ὑπολαμβάνω τῶν τεθεσπισμένων ἕκαστα φιλοκρινοῦντας ἐντέχνως, καὶ τὴν ἀρίστην αὐτοῖς ἐπιῤῥιπτοῦντας βάσανον, πολυπραγμονεῖν ἐπείγεσθαι τὰς αἰτίας, τοῦ καὶ ἐν ἦρι γενέσθαι δεῖν, καὶ ἐν μηνὶ τῷ πρώτῳ τὸν νομοθέτην εἰπεῖν. Εἴη δ᾽ ἂν οὐκ ἀσυντελὲς εἰς ὄνησιν τὸ ἔν γε τούτοις ἰσχνοεπεῖν· καὶ τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Θεὸς διὰ προφήτου φωνῆς· «Ζητῶν ζήτει, καὶ παρ᾽ ἐμοὶ οἴκει.» Ὅτι μὲν γὰρ ταῖς καθηκούσαις ἐρεύναις κατιχνοῦν, ὡς ἔνι, τὰ γεγραμμένα πειρᾶσθαι προσήκει, τὸ ἱερὸν ἡμῖν ὑποσημῆναι Γράμμα, ἥκιστά γε μὴν τῆς τῶν ἐννοιῶν ὀρθότητος ἀπονοσφίζεσθαι φιλεῖν, παρεγγυᾷ, λέγων τὸ, «Οἴκει παρ᾽ ἐμοί.» Ὀρθότης γὰρ πᾶσα μετὰ Θεοῦ, παρ᾽ αὐτῷ τε καὶ ἐξ αὐτοῦ.

βʹ. Οὐκοῦν ἠρινὸς μὲν τῷ Πάσχα καιρὸς πρέποι ἂν μάλιστα τῶν ἄλλων ἁπάντων, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν δύναμιν καθάπερ πίνακι γράφων τοῖς ἐν αὐτῷ συμβαίνουσιν. Ἀνίσχει μὲν γὰρ καθαραῖς καὶ ἡμερωτάταις ἡλίου βολαῖς περιθάλπων τὴν γῆν, καὶ ταῖς τοῦ χειμῶνος ἐμβολαῖς μονονουχὶ καὶ ἐπιφωνῶν· Δότε δὴ, δότε λοιπὸν ὄρεσί τε καὶ νάπαις τοῖς εὐπρέμνοις κατακαλλύνεσθαι δρυμοῖς, καὶ τοῖς τῶν πεδίων ἐψιλωμένοις ἁπαλῇ καὶ ἀρτιφανεῖ περιανθίζεσθαι πόᾳ. Καὶ ἐναβρυνέσθω μὲν ἤδη λειμῶσι τὸ κρίνον, γελάτω δὲ καὶ ἐν κήποις τὰ εὐοσμότατα τῶν ἀνθέων, ἀπαιρέτω καὶ αὐτὴ τῶν σίμβλων ἡ μέλιττα, καὶ περιβομβείτω τοὺς ἀγροὺς, οὐ ῥαγδαίων αὐτῇ παρενοχλούντων· οὐχ ὑετοῦ καταστάζοντος, καὶ παραιρουμένου τὴν πτῆσιν. Ἰσχνὸν γὰρ αὐταῖς καὶ καμάτων ἄηθες τὸ πτερόν. Ἀνείσθωσαν δὲ ἤδη σηκῶν μὲν ἀγέλαι· καὶ δὴ καὶ μητέρας ἀμνοὶ τρυφεροῖς καὶ ἀρτιπαγέσι περισκαίροντες ποσὶ, τῆς πολυειδοῦς κατορχείσθωσαν πόας. Δρεπάνη δὲ τοῖς ἀμπέλοις ἐπιθηγέτω λοιπὸν ὁ ταῦτα τεχνίτης. Εἰ δὲ καὶ αὐτοῖς ὁ λόγος τοῖς καιροῖς τὴν καθ᾽ ἡμᾶς οἱονεί πως ἀπονέμει φωνὴν, ἐπιτιμάτω μηδείς. Πεπαιδεύμεθα γὰρ ἐξ ἱερῶν καὶ τοῦτο Γραμμάτων. Καὶ γοῦν ὁ μὲν θεσπέσιος Ψαλμῳδός· «Οἱ οὐρανοὶ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.»

Συγκεχώρηκε δέ που καὶ ὁ προφήτης Ἡσαΐας καὶ αὐταῖς θαλάσσαις ἀριστοεπεῖν, καὶ ἀτρεχῆ τινα λόγον μονονουχὶ καὶ ἐρεύγεσθαι δοκεῖν. Ἔφη γὰρ οὕτω· «Αἰσχύνθητι, Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ὕψωσα νεανίσκους, οὐδὲ ἔθρεψα παρθένους.» Καὶ οὐ δή πού φαμεν καιροῖς καὶ θαλάσσῃ μετεῖναι λόγον.

Λῆρος γὰρ ἤδη τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Τὸ δὲ εὔχαρί τε καὶ ἀναγκαῖον εἰς ὄνησιν τοῖς ἀκροωμένοις φιλοθηρεῖν σπουδάζοντες, τῇ τοῦ λόγου στεφανοῦμεν χρείᾳ, καὶ ὅσα λόγου κατὰ φύσιν ἐστέρηται. Φέρε δὴ οὖν κατ᾽ εὐθὺ τοῦ πρέποντος, τὴν τῶν νοημάτων ἀποκομίζοντες δύναμιν, τοῖς ἐξ ἦρος ἀγαθοῖς συμβαίνοντα τὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας δεικνύωμεν κατορθώματα. Μονονουχὶ δὲ τοῖς ἐν αἰσθήσει γραφόμενον τὸ τῆς θείας χάριτος καταθρήσωμεν κάλλος.

γʹ. Ἀχλύϊ μὲν γὰρ καὶ σκότῳ τὰ πάντα κατείληπτο· καὶ ὥσπερ τινὰ χειμῶνος κατήφειαν ἁπάσης, ὡς ἔπος εἰπεῖν, κατεσκέδασε τῆς ὑπ᾽ οὐρανὸν ὁ πολυκέφαλος δράκων, τουτέστιν ὁ Σατανᾶς· καὶ ἀποψύχων εἰς νέκρωσιν τὸν ἑκάστου νοῦν, ἀνοσίων ἐπιτηδευμάτων ἐθελουργοὺς ἐπετέλει τοὺς ἐπὶ τῆς γῆς. Ἀλλ᾽ οἴχεται μὲν ὁ χειμὼν, καὶ ὁ πάλαι βαθύς τε καὶ ἀμειδὴς ἀπελήλαται σκότος. Αὐγαὶ δὲ ἡμῖν ἀνίσχουσι καθαραὶ, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, τουτέστι Χριστὸς, νοηταῖς ἀκτίνων βολαῖς περιαστράπτει τὰ σύμπαντα, ὀνίνησί τε καὶ ἑτέρως· καταψύχεσθαι μὲν οὐκ ἔτι πρὸς ἁμαρτίαν ἐφιεὶς, ζέοντας δὲ μᾶλλον ἀποτελῶν τῷ πνεύματι, καθὰ καὶ αὐτός φησι Παῦλος ὁ ἀπόστολος θεσπέσιος. Καὶ γοῦν οἱ πρέμνοις ἐν ἴσῳ τοῖς ἀκαρπίαν ἠῤῥωστηκόσι, καὶ αὐτοῖς που τῆς ἄνθης ἐστερημένης ἀνεθάλλομεν εἰς ζωήν· εὔβοτα δὲ ὥσπερ καὶ χλόῃ ποικίλῃ κατεστεμμένα πεδία, πεπλουτήκαμεν τὰ εὐαγγελικὰ κηρύγματα· τῶν ἁγίων ἀποστόλων τὰς γραφὰς τὰς ἐν σκιαῖς καὶ τύποις τῆς ἀληθείας εἰκόνας, φημὶ δὴ τὰ Μωσέως, τὰς τῶν ἁγίων προφητῶν προαναφωνήσεις ἐπὶ Χριστῷ· δι᾽ ὧν εἰς τὴν τοῦ μυστηρίου κατάληψιν εὖ μάλα παιδαγωγούμεθα.

Ταύτην ἡμῖν τὴν εὐφυᾶ τε καὶ εὔβολον γῆν ἡ νοητὴ καὶ φιλεργεστάτη περιϊπτάσθω μέλιττα· τουτέστι σοφὴ καὶ φιλοπονωτάτη ψυχὴ ἐρανιζέσθω τρόπον τινὰ τὸ τελοῦν εἰς χρείαν αὐτῇ, τὴν ἐπί γε τῷ δύνασθαί φημι, καθάπερ γλυκὺ κηρίον τὴν ἀψευδῆ καὶ ἀμώμητον περὶ Θεοῦ γνῶσιν συναγείρειν ἐν ἑαυτῇ. Ἐν ταύτῃ «τῇ ἀγαθῇ πίονί τε νομῇ,» κατὰ τὴν τοῦ προφήτου φωνὴν, αἱ τῶν λογικῶν προβάτων ἡκόντων ἀγέλαι· καὶ ὁμοῦ μητράσιν ἀμνοὶ, τουτέστι, τοῖς τὴν ἕξιν ἁδροτέροις, οἱ νηπιάζοντες ἔτι πρὸς ἔφεσιν ἀρετῆς καὶ πνευματικῆς εὐρωστίας, τὸν οἰκεῖον ἀποτρέφοντες νοῦν, πειράσθωσαν ἀναφοιτᾷν «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.» Φαίην δ᾽ ἂν ὅτι γελᾷ μὲν ὥσπερ ἐν κήποις τὰ κρίνα· ἀνέθαλλον γὰρ ἐν Ἐκκλησίαις, τοῖς εὐοσμοτάτοις τῶν ἀνθέων παραχωροῦντες οὐδὲν, οἱ πιστοὶ λελαμπρυσμένοι, καὶ τὴν Χριστοῦ δόξαν εὐωδιάζοντες. «Ἐνέστηκε δὲ τῆς τομῆς ὁ καιρός.» Ὅτι δὲ καὶ λίαν ἀμογητὶ καταθεῷτό τις ἂν ἐν οἷς ἔφην ἀρτίως τὰ Χριστοῦ κατορθώματα, δεήσει μὲν εἰς ἀπόδειξιν οὐχ ἑτέρων, οἶμαι, μαρτύρων· ἀπόχρη δὲ λέγων αὐτὸς πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερά· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν, καιρὸς τῆς τομῆς ἔφθασεν.»

Οὐκοῦν «ἐν μηνὶ τῷ πρώτῳ» τελεῖσθαι δεῖν ἔφη τὸ Πάσχα Θεός, Πλὴν ἐν ἔτει δευτέρῳ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραήλ.

Καὶ τί δή ποτε μὴ εὐθὺς ἐν ἀρχαῖς τοὺς ἐπὶ ταῖς πανηγύρεσιν ὡρίσαντο νόμους· ἀναγκαία δὲ ὥσπερ ἀνακωχὴ καὶ ἀνάκλησις παρεισκρίνεται, καὶ τοῖς οὕτω σεπτοῖς βραβεύειν τὴν μέλλησιν; Τί τὸ χρῆμα τῆς οἰκονομίας, καὶ ὁ τοῦ νομοθέτου σκοπὸς, ὅπουπερ ἂν βλέποι, πῶς οὐκ ἄξιον ἰδεῖν;

δʹ. Ἔδει τοίνυν ταῖς τοῦ νόμου προεισβολαῖς παραχωρῆσαι καιροῖς τὸ Χριστοῦ μυστήριον. Ἦν γὰρ ἀναγκαῖον τῆς ἀληθείας τοὺς τύπους προαναφαίνεσθαι, καὶ τῶν ἀγώνων ὁρᾶσθαι πρεσβύτερα τὰ δι᾽ αὐτοὺς γυμνάσματα. Εὐδοκιμεῖ στρατιώτης, εἰ πρὸ τῶν εἰς μάχην ἱδρώτων μελετῴη τὰ τακτικά. Ὁ δὲ τῶν ἐν παλαίστρᾳ τεχνίτης οὐκ ἂν γένοιτο λαμπρὸς, ἀνεπιτήδευτον ἔχων τὸ τληπαθεῖν ἐν αὐτοῖς. Ἢ γὰρ οὐχὶ καὶ ἡμῖν αὐτοῖς τῶν εἰς σοφίαν καὶ σύνεσιν παιδευμάτων ἀρχή τις ὥσπερ καὶ θύρα τῶν στοιχείων ἡ μάθησις; Ἀλλ᾽, οἶμαι, σαφής τέ ἐστι καὶ ἀτρεκὴς ὁ λόγος. Συλλήψεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, ὡς ἐν εἴδει παραδειγμάτων· γάλα μὲν τοῖς ἔτι νηπίοις ὅτι μάλιστα πρέπειν εἰπὼν, προσάγεσθαι δὲ δεῖν τοῖς τελειωτέροις τὰ τῶν τροφείων ἁδρότερα. Ἔδει τοίνυν τοῖς ἀρχαιοτέροις, οὔπω πρὸς ἄνδρα τέλειον ἀναβεβηκόσι τοῦ πληρώματος τοῦ Χριστοῦ, νηπιοπρεπῆ δὲ μᾶλλον ἔχουσι γνώμην, τῆς στερεωτέρας τροφῆς προαπονέμειν τὸ γάλα. Ἔδει τῶν τελέων μαθημάτων εἰς νοῦν καὶ καρδίας προεισοικίσασθαι τὰ στοιχεῖα· καὶ τῆς ἐν Χριστῷ νοουμένης ζωῆς προεισκρίνεσθαι τὴν ἐν νόμῳ. Παιδαγωγὸς γὰρ ὁ νόμος δι᾽ αἰνιγμάτων ἡμᾶς εἰς τὴν ἀμείνω καὶ προὔχουσαν ἀνακομίζων σύνεσιν.

Ὅτι τοίνυν ἀναγκαία πρὸς ὄνησιν ἡ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀνάβλησις ἦν, ὑπεμφήνειεν ἂν, καὶ μάλα ἰσχνῶς, τὸ μὴ ἐν πρώτῳ τυχὸν, ἀλλ᾽ ἐν ἔτει τῷ δευτέρῳ θεσμοθετῆσαι Θεὸν τελεῖσθαι τὸ Πάσχα. Συλλήψεται δὲ τῷ λόγῳ κἀκεῖνο, οἶμαί που. Προστέταχε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Μωσῇ τὴν ἀρχαίαν ἐκείνην διατεκτήνασθαί τε καὶ ἀναδεῖξαι σκηνὴν, οὐ καθ᾽ ὃν ἂν βούλοιτο τρόπον αὐτὸς διεσκευασμένην, ἀλλ᾽ ὡς ἂν ἔχειν παρὰ Θεοῦ προστάττοιτο· «Ὅρα γὰρ, φησὶ, ποιήσεις αὐτὴν κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Ἐπειδὴ δὲ τὸ θεῖον εὐθὺ διεπεραίνετο θέσπισμα, καὶ ἐν κόσμῳ τῷ τελεωτάτῳ τὸ τεχνουργούμενον ἦν, πάλιν ἔφη Θεός· «Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, νουμηνίᾳ τοῦ μηνὸς, στήσεις τὴν σκηνήν.» Τούτοις δὲ προσεπάγει τὸ Γράμμα τὸ ἱερόν· «Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν εἰς Αἴγυπτον, νουμηνίᾳ ἐστάθη ἡ σκηνή.» Ἀκούεις ὅτι ἐν ἔτει τῷ δευτέρῳ, καὶ ἐν νουμηνίᾳ τοῦ πρώτου μηνὸς διεπήξατο τὴν σκηνήν; Τότε γὰρ, τότε καὶ ἀμνὸς ἐσφάζετο, τὸ ἱερὸν ἀληθῶς καὶ ἄμωμον θύμα κατασημαίνων ἐφ᾽ ἑαυτῷ, τουτέστι Χριστόν· ὃς εἰς ὀσμὴν εὐωδίας προσκεκόμικεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, εἰς νέον αἰῶνα μεταρυθμίζων τὰ καθ᾽ ἡμᾶς. Αἰῶνος δὲ νέου τύπος ἂν νοοῖτο, καὶ μάλα σαφὴς ἡ νεομηνία· «Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ· καὶ τὰ ἀρχαῖα παρῆλθε,» κατὰ τὰς Γραφάς.

Οὐκοῦν ἐν μηνὶ τῷ πρώτῳ, καὶ ἐν μιᾷ τοῦ μηνὸς, τουτέστιν, ἐν νεομηνίᾳ τὴν ἁγίαν ἀνίστησι σκηνὴν ὁ θεσπέσιος Μωσῆς. Ἀλλ᾽ ἔξω γράφει τὸ σχῆμα τῆς ὄντως σκηνῆς τῆς ἀληθεστέρας καὶ ἁγίας τὴν ἀνάδειξιν, τουτέστι, τῆς Ἐκκλησίας, ἣν αὐτὸς ἡμῶν ὁ Σωτὴρ διεπήξατο, τῶν ἀρχαίων ἐκείνων παρῳχηκότων καιρῶν, καθ᾽ οὓς ἐκράτει θάνατος, πεπαλαίωκέ τε τοὺς ἐπὶ τῆς γῆς ἡ ἁμαρτία, καὶ ὅλην κατὰ κράτος αἱρήσειν τὴν ὑπ᾽ οὐρανὸν ὁ τῆς ἀνομίας εὑρετὴς ἐπαπειλεῖ λέγων· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔσται ὃς διαφεύξηταί με, ἢ ἀντείπῃ μοι.» Ἀλλ᾽ ἦσαν ἐκείνῳ κόμπος ἁπλῶς, καὶ ἀλαζονείας ἐγκλήματα τῆς καθ᾽ ἡμῶν πλεονεξίας οἱ λόγοι. Καὶ τῆς ἐλπίδος ἡμαρτηκὼς, διὰ πραγμάτων ἠλέγχετο.

Σεσώσμεθα γὰρ ἐν Χριστῷ, καθάπερ ἔφην ἀρτίως, ἀναδεδειγμένης ἡμῖν τῆς ἁγίας σκηνῆς καιροῖς τοῖς καθήκουσι, καθ᾽ οὓς εἰς καινότητα ζωῆς μεταστοιχειώμεθα, τὸν παλαιὸν ῥιπτοῦντες ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἐκδείξειεν ἂν εὖ μάλα καὶ αὐτὸς ὁ τρόπος τῆς κατασκευῆς τῆς ἀρχαίας ἐκείνης σκηνῆς, τῶν διὰ Χριστοῦ θεσπισμάτων προεισθέοντα χρησίμως τὸν τοῦ νόμου καιρὸν, μεθ᾽ ὃν ἦν ἀκόλουθον, τὸν ἀμείνω λοιπὸν ὁρᾶσθαι καὶ ἁγιώτερον, καὶ τελειοτέραν ἔχοντα πρὸς Θεὸν τὴν οἰκείωσιν.

Οὐκοῦν νομομαθὴς ὢν ὁ Παῦλος καὶ πεπαιδευμένος κατὰ ἀκρίβειαν, ὡς αὐτός πού φησι, τῆς ἀρχαίας σκηνῆς καταγραφέτω τὸ σχῆμα, λέγων ὡδί· «Σκηνὴ γὰρ κατεσκευάσθη πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἁγία. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνὴ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυσιαστήριον, καὶ τὴν κιβωτὸν τὴν περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης.» Ὁρᾷς ὅτι προτέθειτο τῆς δευτέρας καὶ ἐσωτάτω σκηνῆς ἡ ἐν πρώταις εἰσβολαῖς, ἐν ᾗ καὶ τὸ ἱερὸν κατείθιστο γένος, τὰς δι᾽ αἱμάτων ποιεῖσθαι προσαγωγὰς, καὶ τῆς κατὰ νόμον λατρείας ἀποπεραίνειν τοὺς τύπους. Ἀλλ᾽ ἦν ἡ δευτέρα τῆς πρώτης ἁγιωτέρα. Τοιγάρτοι καὶ ὠνομάζετο τὰ Ἅγια τῶν ἁγίων. Τίς οὖν ὁ λόγος τοῦ τῆς δευτέρας προκεῖσθαι τὴν πρώτην, καὶ τῆς ἐσωτάτω προεισβολὴν ὥσπερ τινὰ τετάχθαι τὴν ἐξωτέραν, σαφηνιεῖ πάλιν ὁ σοφώτατος Παῦλος. Ἔφη γὰρ οὕτω· «Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μή πω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.»

Βάσιμος μὲν γὰρ, ἔφην, ἡ πρώτη πολλοῖς· ἀπρόσιτος δὲ ἡ δευτέρα καὶ ἐσωτάτω, τὰ Ἅγια τῶν ἁγίων. Μόνος γὰρ εἰσέθει δι᾽ ἔτους εἰσάπαξ ὁ τῶν ἱερῶν ὡς ταγμάτων ἡγούμενος, «οὐ χωρὶς αἵματος,» κατὰ τὸ γεγραμμένον.

Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν «εἰσῆλθεν Ἰησοῦ εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος, οὐ χωρὶς αἴματος,» κατὰ τὰς Γραφάς. Τέθυται γὰρ ὑπὲρ ἡμῶν, ὡς ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Οὐκοῦν ἐν πρώτῃ σκηνῇ τῶν τὸ τηνικάδε θυόντων ἡ στάσις χρήσιμος ἐπράττετο, τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομὴν οὐκ ἀνιέντος τοῦ νόμου. «Πεφανέρωτο γὰρ οὔπω, φησὶν, ἡ τῶν ἁγίων ὁδὸς, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.» Ἀπόχρη μὲν οὖν, καθάπερ ἐγᾦμαι, τὰ προειρημένα πρὸς ἀπόδειξιν ἐναργῆ τοῦ καιροῦ, καθ᾽ ὃν ἂν εἰκότως τελοῖτο τὸ Πάσχα. Ἁρμόσειε δ᾽ ἂν ἄρα τισὶ τὸ ἐσθίειν αὐτὸ, ἢ καὶ ὅπως ἂν τελεῖσθαι πρέποι, φέρε λέγομεν, ἐκ τῶν ἱερῶν ἑλόντες Γραμμάτων.

εʹ. Ἔφη τοίνυν ὁ μέγας ἡμῖν Μωσῆς, τὸ ἐπ᾽ αὐτῷ χρησμῴδημα συντιθεὶς, ὅτι τοῖς τὸν ἱερὸν καὶ ἀβέβηλον καταδηδοκόσιν ἀμνὸν ἄρτοις τε ἀζύμοις καὶ τοῖς τῶν λαχάνων πικροῖς κεχρῆσθαι δεήσει, μετέχειν καὶ τῶν κρεῶν, ὧδε σχήματος ἔχοντας. «Ἔστωσαν ὑμῶν, φησὶν, αἱ ὀσφύες περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ φάγεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου.» Ἀλλὰ τί μοι βούλεται τῶν δαιτυμόνων τὸ σχῆμα; φαίη τις ἂν ἔσθ᾽ ὅτε, καὶ μάλα εἰκότως. Ἥκιστα μὲν γὰρ καὶ εἰκαιόμυθος ὁ νόμος ἦν· ἕψεται δὲ πάντως τῶν τεθεσπισμένων ἑκάστῳ τὸ καταθαυμάζεσθαι δεῖν. Ἢ γὰρ οὐχὶ γελοιότητός τε καὶ ἀμαθίας ἔμπλεον, ὀρθὰ μὲν ἡμᾶς φρονεῖν ᾑρημένους, ἀποσπουδάζειν ὡς ἀκαλλὲς τὸ μάταιόν τε καὶ ἀπηχὲς εἰπεῖν, ἤγουν ἑλέσθαι πληροῦν· τὴν δὲ ἀνωτάτω φύσιν, νόμῳ καταρυθμίζουσαν εἰς τὸ εὖ ἔχειν τὰ καθ᾽ ἡμᾶς, τὸ ἀσυντελὲς εἰς ὄνησιν ὡς ἀναγκαῖον ἰδεῖν· καὶ εἰκαίαν τινὰ καὶ ἀσύφηλον παραῤῥῖψαι φωνήν; Ἄπαγε τῆς δυσβουλίας.

Διακεισόμεθα γὰρ οὐχ ὧδε ταῦτα ἔχειν. Πολλοῦ γε καὶ δεῖ. Τίς οὖν ὁ λόγος τοῦ χρῆναι λοιπὸν τοὺς ἐσθίοντας τὸν ἀμνὸν, διεζῶσθαι μὲν τὴν ὀσφὺν, ὑποδεδέσθαι δὲ τοὺς πόδας, καὶ ῥάβδον ἑλεῖν; Ἆρα οὐκ ἐναργὴς ὁ τύπος, καὶ μονονουχὶ βοᾷ τῆς οἰκονομίας τὸν τρόπον; Οἱ γὰρ πάναγνον ἀληθῶς ἐπιτελοῦντες πανήγυριν, καὶ κεκλημένοι πρὸς μέθεξιν τῆς εὐλογίας Χριστοῦ, μάταιον μὲν ἡγήσονται τὸν ἐν τῷδε τῷ βίῳ περισπασμὸν, διαῤῥιπτοῦντες δέ ποι τὸ βιοῦν ἑλέσθαι σαρκικῶς, τὰ ἄνω φρονοῦσι λοιπὸν, εἰς τὴν ἄνω σπεύδουσι πόλιν, καὶ εἰς ἑτέραν ὥσπερ μεταφοιτῶσι ζωὴν, ἁγιοπρεπῆ δηλονότι καὶ τῆς γηΐνης ἀπηλλαγμένην. Ταύτῃ τοι σαφῶς ὁ νόμος ὁδοιπορικὸν τοῖς ἐσθίουσιν ἀπονέμει τὸ σχῆμα, ὡς ὅσον οὐδέπω μετοιχησομένοις εἰς τὰ ἀμείνω καὶ ὑπερκείμενα· χρῆναι γὰρ ἔγωγέ φημι, καθάπερ ἔφην ἀρτίως, τῷ τοιῷδε διαπρέπειν σκοπῷ τοὺς καθαρῶς ἑορτάζοντας, καὶ εἰς ἑνότητα κεκλημένους τὴν ὡς πρὸς Θεὸν ἐν Χριστῷ. Δι᾽ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, «Καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γραφάς. Ὅτι δὲ τὸ νωθρὸν ἐν τούτοις οὐκ ἀζήμιον, καὶ τὸ ἀναπίπτειν εἰς ῥᾳθυμίαν οὐκ ἔξω δίκης, παραδείξειεν ἂν ὁ νομοθέτης, εἰπὼν περὶ τοῦ ἁγίου Πάσχα· «Καὶ φάγεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου.» Ὄκνου γὰρ ἀμείνους ὁρᾶσθαι προσήκει, καὶ μέλλησιν οὐ προσιεμένους, τοὺς θεοφιλῆ καὶ εὐδόκιμον κατορθοῦντας ζωήν.

Ἐπιδράττεσθαι δὲ ὥσπερ τῶν καιρῶν, καὶ παριππεύειν οὐκ ἐᾷν τὸν ταῖς φιλεργίαις πρέποντα χρόνον. Ὅνπερ γὰρ τρόπον, τοῖς μὲν τὴν ἅλα διαπλεῖν ᾑρημένοις, τῶν ἐξ οὐρίας πνευμάτων τὸ ῥᾳθυμεῖν οὐκ ἀζήμιον· γηπόνοις γὰρ, καιροῦ καλοῦντος εἰς πόνους, τὸ οἴκοι μένειν ἀνάρμοστον· οὕτως εἶναί φημι τοῖς τῶν ἀρίστων ἐπιμεληταῖς ἀκλεᾶ τὴν μέλλησιν, καὶ τοῦ καταψέγεσθαι δεῖν ἐμποιητικὸν, μᾶλλον δὲ ἁπάσης ζημίας, καὶ τῶν ἐξ ὄκνου καὶ ῥᾳθυμίας ἀδικημάτων ἀναφανεῖσθαι πρόξενον. Παρείσθω δὴ οὖν ἡ μέλλησις, καὶ διεῤῥίφθω μακρὰν τὰ ἐξ ὄκνου πταίσματα· πρέποιεν γὰρ ἂν κατ᾽ οὐδένα τρόπον τοῖς κεκλημένοις διὰ τῆς πίστεως, εἴς γε τὸ χρῆναι μεταλαχεῖν τῆς εὐλογίας Χριστοῦ. Ἔσθιον δὲ μᾶλλον ἄρτους τε ἀζύμους καὶ πικρίδας ἐπ᾽ αὐτοῖς. Ἔφη γὰρ ὧδε τὸ Γράμμα τὸ ἱερόν. Καὶ τί τὸ βαθὺ καὶ ἀπόῤῥητον αἴνιγμα τῶν νομικῶν θεσπισμάτων, φέρε λέγωμεν ὡς ἔνι.

Ζύμῃ μὲν γὰρ τοὺς τῆς φαυλότητος τρόπους παρεικάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Δέχεται δὲ πικρίδας, ὑποτύπωσιν καὶ παράδειγμα τῶν ἀνιᾷν πεφυκότων, τοῦ διώσεσθαί φημι, τοῦ πειράζεσθαι, καὶ ἱδρῶσιν ἔσθ᾽ ὅτε διὰ Χριστὸν ὁμιλεῖν. Καταπικραίνει γὰρ ὥσπερ τὰ τοιάδε τὸν νοῦν, καὶ ταῖς ἀφορήτοις δυσθυμίαις καταικίζεται. Οὐκοῦν εἴ τῳ γένοιτο, φησὶ, τὸ ἐν μεθέξει γενέσθαι Χριστοῦ, μὴ ἀνεπιτήδευτον ποιείσθω τὴν ἀρετὴν, ἀποφοιτάτω παντὸς τοῦ καταμιαίνειν εἰδότος, καὶ ὁράσθω τληπαθής.

Δεῖν γὰρ ἔγωγέ φημι τοὺς τὸ ἱερὸν εὖ μάλα διαπεράναντας Πάσχα, τοῖς περὶ τῆς ἀκηράτου Θεότητος ἐναγλαΐζεσθαι λόγοις· καὶ τὸ χρῆμα ποιεῖσθαι τρυφᾷν. Σώματα μὲν γὰρ ταῖς αὐτοῖς πρεπούσαις ἥδεται τρυφαῖς· νοῦ δ᾽ ἂν γένοιτο τροφὴ θεῖος, οἶμαί που, λόγος καὶ ἱερῶν δογμάτων ἀφήγησις, ὀρθῶς καὶ ἀνεπιπλήκτως ἔχουσα κεκομψευμένων ἐννοιῶν, σοφισμοῦ καὶ ἀπάτης, καὶ ψευδοεπείας ἀπηλλαγμένη.

Καθαρὰ καὶ ἄζυμος ἡ τοιάδε τροφή. Πολλοὶ γὰρ πολλάκις τῆς τῶν θείων δογμάτων ὀρθότητος, μονονουχὶ κατορχούμενοι, καὶ τοῖς τῆς ἀληθείας ἐναθύροντες λόγοις ἀθλίων αὐτοῖς ἐννοιῶν ἀνοσίους ἐπεισφορὰς ποιεῖσθαι σπουδάζουσι, καὶ κοσμικῆς ἀπάτης εὑρήματα μυθοπλαστοῦντες οἱ δείλαιοι, τὸν τῶν ἁπλουστέρων κατασίνονται νοῦν. Ἀλλ᾽ ἐπιβήτω Χριστὸς τοῖς αὑτοῦ γνωρίμοις· «Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Γραμματέων.» Ἰουδαϊκῆς γὰρ εὑρεσιλογίας οὐ μακρὰν τὰ τῆς ἐκείνων ἀβελτηρίας γραοπρεπῆ μυθάρια. Ἀφεξώμεθα δὴ οὖν τῆς τοιᾶσδε τροφῆς· καθαροὺς δὲ εἰς νοῦν εἰσοίσωμεν λόγους τοὺς ἐκ τῶν ἁγίων προφητῶν, καὶ τὰς διὰ Μωσέως ἐντολὰς μεθιστάντες εἰς ἀλήθειαν τῶν αἰνιγμάτων τὴν δύναμιν, καὶ πρό γε τῶν ἄλλων τὴν εὐαγγελικὴν καὶ σωτήριον παίδευσιν, τὰς τῶν ἀποστόλων συγγραφὰς, οὐ καθάπερ ἔθος τισὶ, πρὸς ἀκαλλῆ θεωρίαν τὸν τῶν γεγραμμένων καταβιαζόμενοι νοῦν, οὐδὲ τῆς ὀρθότητος ἀνοσίως ἐξέλκοντες, ἀλλ᾽ ᾗπερ ἂν ἴοι τῶν θεωρημάτων ὁ σκοπὸς, ταύτῃ καὶ αὐτὸ προθύμως διάττοντες. Συνεπιτηδεύσωμεν δὲ τούτῳ τὴν ὑπομονὴν, πικροῖς ἐντρίβεσθαι πόνοις οὐ παραιτούμενοι, διά γε τὸ ὀρθῶς ἑλέσθαι βιοῦν, καὶ κατόπιν ἴεσθαι τῶν τεθεσπισμένων. Ἔστι γὰρ, ἕστιν ὁμολογουμένως, οὐχὶ τοῖς τυχοῦσιν ἁπλῶς βάσιμος ἡ ἀρετὴ, δυσπρόσιτος δὲ καὶ ἀνάντης.

Ἐφίκοιτο δ᾽ ἂν αὐτῆς οὐ φιλήδονός τις ἢ παρειμένος, οὐ τοῖς τῆς σαρκὸς πάθεσιν ἐναλοὺς, καὶ ὁλοτρόπως ἐνεσχημένος, καὶ ταῖς εἰς τὰ αἰσχίω ῥοπαῖς, πάντα μὲν κάλων ἐνεὶς, ὅλοις δὲ ὥσπερ ἱστίοις ἀκαθέκτως διωθούμενος, ἀλλ᾽ ὁ νήψει διαπρέπων, καὶ τῆς ἐπ᾽ ἀγαθοῖς εὐτολμίας ἔμπλεως, εὐκοσμίας ἐραστὴς, ἐπιεικείᾳ συντεθραμμένος, καὶ ἱδρῶτος μὲν τοῦ πρὸς τὰ ἀμείνω βλέποντος καταφρονητὴς, πόνοις δὲ τοῖς ὑπὲρ αὐτῆς τὸ εὐδοκιμεῖν ὠνούμενος· Οὐδὲ γὰρ ἂν ὑπάρξαι τισὶ τὸ κατορθοῦν δύνασθαί τι τῶν τεθαυμασμένων, εἰ μὴ ποιοῦτο διὰ σπουδῆς, καὶ τὸ δεῖν ἑλέσθαι τληπαθεῖν.

ϛʹ. Οὐκοῦν ὡς ἐν τύποις ὁ νόμος, ζύμῃ τέ φημι καὶ πικροῖσιν, ἀναγκαίων ἡμῖν πραγμάτων ποιεῖται δήλωσιν. Ὧν τὴν πεῖραν εἰ παραιτοίμεθα, πόῤῥω ποι τῆς θείας ἀποφοιτῶντες τρίβου, καὶ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην παρεκθέοντες ζωὴν, οὐ μετρίως ἑαυτοὺς ἀδικήσομεν. Εἰ γὰρ ὁ τῆς ζωῆς ἡμῶν ἀρχηγὸς, καὶ τελειωτὴς Ἰησοῦς διὰ παθημάτων ἐτελειώθη, κατὰ τὸ γεγραμμένον, πῶς οὐκ ἀκλεᾶ καὶ κατεσκωμμένον ἡμεῖς διαζήσωμεν βίον, τὸ ἐν ἴσοις γενέσθαι παραιτούμενοι, καὶ τοὺς τῆς εὐδοκιμήσεως ἀποσπουδάζοντες τρόπους; Ἀκουσόμεθα γὰρ εὐθὺς ἐπιβοῶντος καὶ λέγοντος τοῦ Χριστοῦ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ. καὶ ἀκολουθείτω μοι.» Ἕπεσθαι δὴ οὖν ἀναγκαῖον ἡμᾶς τοῖς ἴχνεσι τοῦ Χριστοῦ, ὃς ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν. Καὶ διὰ ποίαν αἰτίαν; Πάλαι μὲν γὰρ τὸ ἀνθρώπινον κατεληίζετο γένος ὁ τῆς ἁμαρτίας εὑρετής· καὶ τρόπον ἐπιβουλῆς οὐδένα μένειν ἐῶν ταῖς ἑαυτοῦ δυστροπίαις ἀνεπιτήδευτον, πεφενάκικε τοὺς ἐπὶ τῆς γῆς, καὶ τὴν τῆς θεότητος δόξαν ὀνειροπολῶν, ἀναδείμασθαί οἱ βωμοὺς καὶ τεμένη προστέταχε, βουθυσίαν καὶ λιβανωτοῖς καταγεραίρειν ἐκέλευεν.

Ἀποκομίζων δὲ τοὺς πεπλανημένους ἐφ᾽ ὅπερ ἂν βούλοιτο, τοὺς μὲν, ἡλίῳ τὸ σέβας, τοὺς δὲ, σελήνῃ καὶ ἄστροις ἀνάπτειν ἀνέπειθεν· ἀλλὰ καὶ τοῖς ἐπὶ τούτων αἰσχίοσιν ἐνιεὶς ἐγκλήμασι, καὶ κτηνῶν ἀλόγων ἀφιεροῦν ἐποίει μορφὰς, τὸ θεῖον, οἶμαί που, περιυβρίζων ἀξίωμα· καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας τὴν δόξαν ἀποκομίζειν ἀποτολμῶν, καὶ μέχρι τῶν οὕτως εὐτελεστάτων, καὶ τὰ ὧν οὐδεὶς ἂν γένοιτο λόγος, φιλαπεχθημόνως αὐτῇ παρεικάζειν ἀξιῶν.

Δεινὸν γὰρ ἀεὶ, καὶ πάντολμον τὸ θηρίον. Ἀποβουκολήσας δὴ οὖν τῆς ἀληθοῦς θεογνωσίας τὸν ἄνθρωπον, καὶ βουλῆς ἀρίστης καὶ διασκεμμάτων ὀρθῶν ἀμοιρεῖν ἀναπείσας, καὶ ταῖς αὐτοῦ ζεύγλαις ἐξ ἀπάτης ὑπενεγκὼν, ἁπάσης μὲν εὐθὺς φαυλότητος ἐραστὴν ἀπετέλει, ἀστιβῆ δὲ αὐτῷ, καὶ ἀνήνυτον παντελῶς ἀποφήνας τὴν ἀρετὴν, βδελυρὸν ἐτίθη, καὶ Θεῷ κατεστυγημένον. Ἥκοντας δὲ ἤδη πρὸς τοῦτο ταλαιπωρίας, ἠλέει λοιπὸν ὁ τῶν ὅλων Δημιουργὸς, ἀντετίθη τοῖς ἐκείνου κακουργήμασι τοὺς διασώζειν εἰδότας. Ἐκάλει διὰ Μωσέως, πρωτόλειον ὥσπερ τι τῆς ἐκείνου θεότητος ἐξελῶν τὸν ἀρχαῖον Ἰσραὴλ, καὶ δὴ καὶ νόμοις ἀρίστοις αὐτὸν καταρυθμίζων εἰς ἀκοσμίαν, ζηλωτὸν ἐπετέλει. Ἀλλ᾽ οὐδὲν ἧττον ἐκεῖνος, τὴν τῶν ἁπλουστέρων ὑποτρέχων καρδίαν, αἰσχρῶν ἐπιτηδευμάτων καὶ ἀνοσίου βουλῆς μεταποιεῖσθαι παρεσκεύαζεν. Ἰατροὶ κατὰ καιροὺς ψυχικῶν ἀῤῥωστημάτων ἀπαλλάττειν εἰδότες οἰκονομικῶς ἀνεδείκνυντο. Ἀλλὰ καὶ αὐτοὺς ἀτιμάζοντες τοὺς ἁγίους προφήτας, πολυτρόπως ἡλίσκοντο.

Ἀθλίως δὴ οὖν πεπραχόσιν ἡμῖν αὐτὸν ἀναγκαίως κατέπεμψε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, μετακομιοῦντα τὰ καθ᾽ ἡμᾶς εἰς τὸ ἀσυγκρίτως ἄμεινον ἢ πάλαι, καὶ ἀνασώσαντα τοὺς ἐπὶ τῆς γῆς, ἐξῃρημένης δηλονότι τῆς ἁμαρτίας, καὶ τοῦ δι᾽ αὐτῆς ἀναφύντος θανάτου τῇ ἰδίᾳ ῥίζῃ συνολωλότος, καὶ αὐτῆς δὲ πρὸς τούτοις τῆς τοῦ διαβόλου τυραννίδος καθῃρημένης. Ἔπρεπε δὲ τὰ οὕτω λαμπρὰ καὶ περιφανῆ τῶν κατορθωμάτων, τῶν μὲν γενητῶν οὐδενὶ, μόνῃ δὲ μᾶλλον τῇ πάντα ὑπερκειμένῃ φύσει, καὶ ταῖς ἀνωτάτω δυνάμεσι καὶ ὑπεροχαῖς εὖ μάλα κατεστεμμένῃ. Γέγονε τοίνυν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ δι᾽ οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν, καὶ πεποιημένα σώζεται. Καὶ τίς μὲν ὁ τρόπος τῆς οἰκονομίας, ἤτοι τῆς ἑνώσεως τοῦ Λόγου πρὸς τὸ ἀπὸ γῆς σαρκίον, πολυπραγμονεῖν οὐκ ἀζήμιον. Τὸ γὰρ ὑπὲρ νοῦν καὶ λόγον βασάνου κρεῖττον ἀεὶ, καὶ ὑποφέρεσθαι ταῖς ἐρεύναις ἀξιοῖ.

Γεγονὼς δὲ καθ᾽ ἡμᾶς, δίχα μόνου τοῦ εἰδέναι πλημμελεῖν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ ταῖς τῶν τερατουργημάτων ὑπερβολαῖς σαφῶς τε καὶ ἐναργῶς ἀνεδείκνυτο. Νεκροὺς γὰρ ἐκ μνημάτων ὀδωδότας ἤδη καὶ κατεφθαρμένους παλινδρομεῖν ἐκέλευεν εἰς ζωήν· τυφλοῖς τοῖς ἐκ γενετῆς ἐδίδου τὸ βλέπειν· μακρῶν ἀπήλλαττε νοσημάτων· θαλάσσῃ καὶ πνεύμασιν ἐπιτιμῶν ἐθαυμάζετο, καὶ πολὺς ἂν γένοιτο περὶ τούτων ὁ λόγος, ἕκαστα σαφῶς εἰπεῖν ἑλόμενος.

Ἀλλὰ δέον ἐπὶ τούτοις ὑπεράγασθαι μὲν αὐτὸν τοὺς ἐξ Ἰσραὴλ, ἀνακραγεῖν δὲ λοιπὸν ἐξ αὐτῶν τῶν θεοσημιῶν ἀναπεπεισμένους· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ,» κατὰ πολλοὺς ἀτιμάζοντες ἡλίσκοντο τρόπους, καὶ τελευτῶντες ἐσταύρωσαν. Καθίει γὰρ οἰκονομικῶς ἑαυτὸν εἰς τοῦτο Χριστός· ἵνα καθ᾽ ἡμῶν γεγονὼς ἐν νεκροῖς, καὶ τοῖς ἐν ᾅδου κηρύξας πνεύμασιν, ἀνεβίω τριήμερος, τὸ ἀμειδὲς καὶ ἀμείλικτον τοῦ θανάτου καταργήσας κράτος, καὶ ἐκ τῆς ῥίζης αὐτῆς ἀναβοθρεύσας τὴν φθορὰν, οὕτω τε λοιπὸν βάσιμον τοῖς ἐπὶ τῆς γῆς καὶ αὐτὸν ἀποφήνῃ τὸν οὐρανόν. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη πρὸς τὸν Πατέρα. Ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ γεγεννηκότος μετὰ τῶν ἁγίων ἀγγέλων, ἀποδώσων ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Ὡς οὖν κριθησόμενοι, τὴν πίστιν τηρήσωμεν, συντόμως πολιτευσώμεθα· ζήσωμεν ὀρθῶς, κατακιβδηλεύοντες μὲν τῆς κακίας τοὺς τρόπους· ἐπιτηδεύοντες δὲ πᾶν εἶδος ἀρετῆς, τὴν φιλαλληλίαν, τὴν φιλοπτωχίαν, θεραπεύσωμεν ὀρφανοὺς, ἐπισκεψώμεθα χήρας, ἐλεήσωμεν τῶν ἐν ἀῤῥωστίαις τὸ δάκρυον· τοὺς ἐν δεσμοῖς ὄντας ἐπισκεψώμεθα· τὴν τοῦ σώματος ἁγνείαν ἐπιτηδεύσωμεν.

Οὕτω γὰρ, οὕτω νηστεύοντες, καθαρῶς τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτήν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ μιᾶς καὶ εἰκάδος τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἐξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος. Ἀμήν.