Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή Α΄

Προαναγγελία του Πάσχα, προτροπή σε πνευματική ανακαίνιση, νηστεία και νέκρωση των παθών, και θεολογική αναφορά στο μυστήριο της ενανθρωπήσεως του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 29

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΟΜΙΛΙΑΙ ΕΟΡΤΑΣΤΙΚΑΙ. ΛΟΓΟΣ Αʹ. αʹ Τῆς μὲν εὐθύμου καὶ θείας ἡμῶν ἑορτῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὰ φαιδρὰ προλάμπει καὶ φαίνεται φῶτα· οὐδὲν σκοτεινὸν καὶ ζοφῶδες τοῖς κατ᾽ ἀρετὴν ἑορτάζειν ἐθέλουσιν ὑπαντᾷν ἐπιτρέπουσα.

Διὸ καὶ τοῖς τοιούτοις ὁ μακάριος Ἀπόστολος τὴν συμφέρουσαν ἐμφανίζων ὁδὸν, φησίν· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν,» ἵνα καὶ ταῖς ἀσβέστοις τοῦ Σωτῆρος φωταγωγούμενοι λαμπάσιν εἰς τὴν ἄνω καταντήσωμεν Ἱερουσαλὴμ, τοῖς εὐαγέσι τῶν ἀγγέλων χοροῖς ἐν οὐρανῷ συνδιαιτώμενοι. Ὁ μὲν οὖν μακάριος Δαβὶδ εἰς καλὴν ἡμᾶς συνάγων ὁμήγυριν, τὴν ἐπινίκιον ᾠδὴν τῷ δι᾽ ἡμᾶς ἐπιδημήσαντι Χριστῷ, καὶ διὰ τοῦ σταυροῦ τὸ τοῦ θανάτου καταργήσαντι κέντρον παρακελεύεται, λέγων· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Τοὺς γὰρ τοῖς θείοις ἐπανέχοντας νόμοις ἐπὶ τὸν σωτήριον καλεῖ χορὸν, καὶ εἰς μίαν καὶ σύμφωνον διδάσκει συνάγεσθαι γνώμην, οὐ μεμερισμέναις διανοίαις, οὐδὲ νῷ διῃρημένῳ τὴν εἰς Χριστὸν ὁμολογοῦντας πίστιν· «ἀλλ᾽ ἵνα σύμφωνοι, καὶ τὸ αὐτὸ, κατὰ Παῦλον, φρονοῦντες,» ἀκλινῆ καὶ βεβαίαν τὴν εἰς αὐτὸν φυλάττωμεν ὁμολογίαν. Οὕτω γὰρ ἂν τῆς θείας ἡμᾶς καὶ ἀκηράτου πανηγύρεως ἀναβαίνειν λοιπὸν εἰς τὴν πνευματικὴν κελεύουσιν Ἱερουσαλήμ· καὶ δρομαίους ἀφικέσθαι πρὸς εὐσέβειαν διεγειρούσης, ἀκούσωμεν διὰ τοῦ προφήτου· «Ἀνασωζόμενοι ἐκ γῆς πορεύεσθε, καὶ οὐ μὴ στῆτε, μνήσθητε, οἱ μακρὰν, τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν.»

Παύλου τοίνυν βοῶντος· «Οὕτως τρέχετε ἵνα καταλάβητε,» καὶ τῆς εὐαγοῦς ἡμῖν ἡλίου δίκην ἀνατελλούσης ἑορτῆς, μακράν που τὸν ἀδρανῆ τῆς ἀργίας ῥίψωμεν ὄκνον· καὶ τὸν ἀμυδρὸν τῆς ἀργείας σκότον νικήσαντες, ἀνδρείῳ καὶ λαμπρῷ φρονήματι πρὸς πᾶσαν ἴωμεν ἀρετὴν, ἐκεῖνο λέγοντες ἀλλήλοις τὸ γεγραμμένον· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Ἰουδαῖοι μὲν γὰρ, τῆς κατὰ τύπον καὶ σωματικῆς λατρείας ἐκβαίνειν οὐκ εἰδότες, ἀκούουσι· «Τί μοι τὸ πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν· καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· οὐδ᾽ ἂν ἔρχησθε ὀφθῆναί μοι.» Τοῖς δὲ μακρὰν τῶν τοιούτων ἀποδημήσασι, καὶ τῆς καρδίας τὴν ἀληθῆ περιτομὴν διὰ τῆς ἐν πνεύματι λατρείας ἐπιδεικνύειν Θεῷ μελετήσασιν, ὁ προφήτης βοᾷ· «Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε. Ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.»

Ἐγγίσαντος τοιγαροῦν ἡμῖν διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἐκδυσώμεθα, κατὰ τὸ γεγραμμένον, τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσώμεθα τὸν νέον τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα, καθαροὶ πρὸς τὴν θείαν ἀναβαίνοντες πανήγυριν. Τοῦ δὲ προφήτου βοῶντος Ἱερεμίου· «Τάδε λέγει τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Περιτμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰουδαῖοι κατοικοῦντες Ἱερουσαλὴμ,» ὑλομανοῦσαν καὶ κεχερσωμένην ἀπὸ εὐσεβείας τὴν διάνοιαν, καθάπερ πυρὶ τῷ θείῳ φόβῳ καθήραντες, τὸν ἀγαθὸν τοῦ Σωτῆρος δεξώμεθα σπόρον, οὐ ψιλαῖς ἀκολουθεῖν, οὐδὲ ταῖς ἐν τύπῳ λατρείαις διδάσκοντος, ἀλλὰ καλοῖς ἡμᾶς πρὸς σωτηρίαν ἀνανεοῦντος μαθήμασιν.

Οὐκοῦν τὸν ἐν τῷ κρυπτῷ Ἰουδαῖον, καὶ τὴν ἐν τῷ κρυπτῷ περιτομὴν ἐπιδεικνύωμεν Θεῷ, πᾶσαν κακίαν ἐκ τῆς ἑαυτῶν καρδίας περιτέμνοντες, ἵνα καὶ δικαίως ἀκούωμεν· «Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου· ἀπόδος Κυρίῳ τῷ Θεῷ τὰς εὐχάς σου.» βʹ. Τοῖς μὲν οὖν ἐπὶ τὸ κηρύττειν ἀπεσταλμένοις, οὐκ ὀλίγος ὁ περὶ τούτου φόβος· καὶ μάλα εἰκότως.

Οὐ γὰρ μικρὰ τῆς ἐν τούτοις ἀμελείας τὰ ἐπίχειρα. Ἐπικατάρατος γὰρ, φησὶν, ὁ ποιῶν τὰ ἔργα τοῦ Θεοῦ ἀμελῶς.» Καὶ τοῦτο μαθεῖν ἔξεστι σαφῶς τὸν μακάριον ἐννοοῦσιν Ἰωνᾶν, καὶ τὴν ἐπὶ αὐτῷ μαινομένην θάλατταν· καὶ τὸ δεινὸν ἐκεῖνο καὶ φρικωδέστατον κατ᾽ αὐτοῦ κινούμενον κῆτος. Εὑρίσκω δὲ καὶ τῶν ἁγίων ἕκαστον τῆς θείας λειτουργίας δεδιότα τὸ μέγεθος. Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς, Θεοῦ τὸν λαὸν ἐξαποστέλλειν ἐπιτάξαντος αὐτῷ, τῆς ἀνθρωπείας φύσεως τὴν δύναμιν ἀναμετρησάμενος, καὶ μείζονα ταύτης ὁρῶν τοῦ κηρύγματος τὴν διακονίαν, ἔλεγεν· «Ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος.» Συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος Ἱερεμίας ἐπὶ τὸ προφητεύειν πεμπόμενος, βοᾷ· «Ὁ ὢν, Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερός εἰμι ἐγώ.» Εἰ γὰρ καὶ κάλλιστος ἡμῖν εὐλαβείας ὑπογραμμὸς οἱ ἅγιοι, τὰ τοιαῦτα φθεγγόμενοι φαίνονται, ἀλλά γε τοῖς περὶ τοῦτο δειλίας ὁ τρόπος, οὐ μικρὸν, οὐδὲ ἀκίνδυνον τοῖς ἀσθενέσιν ἀποτίκτει τὸν ὄκνον. Δυσωπεῖ μὲν γὰρ ἡμᾶς ὁ Θεὸς, καὶ τὸν φόβον ἀποπέμπειν παρακελεύεται, πρὸς μὲν Μωσέα λέγων· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου.»

Πρὸς δὲ τὸν μακάριον Ἱερεμίαν· «Μὴ λέγε· Ὅτι νεώτερός εἰμι ἐγώ· ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι λαλήσεις.» Οὐκοῦν ἐπὶ τὸ κηρύττειν κἀμὲ τὸν ταπεινὸν τοῦ τῆς ἱερωσύνης καλοῦντος σχήματος, δεδιὼς τὸ γεγραμμένον, «Λάλει καὶ μὴ σιώπα,» ἀναγκαίως ἐπὶ τὸ τὰ τοιάδε γράφειν ἔρχομαι. Κρίσει γὰρ Θεοῦ καλῶς τὸν καθ᾽ ἡμᾶς ἀπαλλάξαντος βίον, καὶ πρὸς τὰς οὐρανίους ἀναπτάντος μονὰς, τοῦ τῆς ἀοιδίμου καὶ πανευφήμου μνήμης Πατρὸς ἡμῶν Θεοφίλου τοῦ γενομένου ἐπισκόπου (καθ᾽ ὃν οἶδεν ὁ πάντων ταμίας λόγον, αἰδοῦμαι γράφων), εἰς ἐμὲ τὸν ἐλάχιστον ἡ τῆς ἐπισκοπῆς κατήντησε διαδοχή. Ἀκούων δὲ τοῦ Παύλου γράφοντος· «Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι,» φόβῳ λοιπὸν καὶ παρὰ δύναμιν ἐπὶ τὸ κηρύττειν ἐλήλυθα.

Τοιγάρτοι τῆς ἁγίας ἡμῶν προλαμπούσης πανηγύρεως, καὶ πρὸς καθαρὰν καὶ νόμιμον ἡμᾶς καλούσης ἁγνείαν· τοῖς μὲν ἔτι τῇ κακίᾳ προστετηκόσιν ἀναγκαῖον εἰπεῖν· «Καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Τοῖς δὲ τὸ βέβηλον τῆς ἁμαρτίας αἶσχος ἀποφυγοῦσι, καὶ σεμνὴν ἐπασκοῦσι πολιτείας ἀγάπην, εὐαγγελιζέσθω ὁ προφήτης, λέγων· «Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλεν.» Ἐπειδὴ γὰρ οἱ τὴν ὑφ᾽ ἡλίῳ πᾶσαν οἰκοῦντες ἄνθρωποι, «μερίδες ἀλωπέκων» γενόμενοι, κατὰ τὸ γεγραμμένον, εἰς πολυειδῆ καὶ πολύτροπον ἐμερίζοντο κακίαν, καὶ τῷ τῆς ἀγνοίας σκότῳ νικώμενοι, καθάπερ εἰς βόθρον εἰς βαθεῖαν ἔπιπτον ἁμαρτίαν· ἀναγκαίως τὸν ἐξ οὐρανοῦ καλῶν ὡς ἡμᾶς Θεὸν Λόγον ὁ Ψαλμῳδὸς ἔλεγεν· «Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες· ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι ἐναντίον Ἐφραὶμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Ὅταν κειμένοις ἡμῖν καὶ πεπτωκόσιν εὐκαίρως αὐτὸν ἐπιφοιτήσειν αἰσθανόμενος πάλιν ἐβόα· «Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; Ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν;» Οὔπω γὰρ τὴν ἡμετέραν ὁμοίωσιν ὁ Σωτὴρ ἀναλαβὼν, μακρὰν ἡμῶν, κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον, ἀφειστήκει.

Ἐπειδὴ καὶ πολλὰ τῆς ἀνθρώπων φύσεως, καὶ τῆς τοῦ Θεοῦ Λόγου τὰ μεταξὺ διαστήματα. Ἡμῶν μὲν γὰρ, περὶ τῶν ἁγίων φησίν· «Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·» περὶ δὲ τῆς τοῦ Μονογενοῦς ὑπάρξεως ὁ προφήτης Ἡσαΐας λέγει· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Εὐκαίρως τοιγαροῦν ἡμῖν, καὶ πολλὴν ὑπομένουσι θλῖψιν, ἐπέλαμψεν ὁ Σωτὴρ γενόμενος ἐκ γυναικὸς, τὸ κατὰ σάρκα, ἵνα τὸν ἐκ γυναικὸς ἄνθρωπον διασώσῃ, καὶ τῶν τοῦ θανάτου τοῦτον ἀπολύσας δεσμῶν, διδάξῃ χαίροντα λέγειν· «Ποῦ σου τὸ νῖκος, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη;» Οὐ γὰρ μόνον τὸ τῆς ἀναστάσεως ἡμῖν δῶρον χαρίζεται, ἀλλὰ καὶ τὸ κέντρον τοῦ ᾅδου, τουτέστι, τὴν πλήττουσαν ἁμαρτίαν ἀμβλύνας, φησίν· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.» Τοῦτο πρὸς τοῖς ἄλλοις τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατόρθωμα. Τοιγαροῦν πᾶσα μὲν ἐν γῇ σεμνότης πολιτεύεται· ὁ δὲ τῆς ἀμαθίας ἐλήλαται σκότος. Καὶ τοῦτο τῇ τοῦ θείου Πνεύματος δυνάμει προαναβλέπων ἔλεγεν ὁ Ψαλμῳδός· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. —Εἰ γὰρ ἐχθροὶ ὄντες, καθὰ Παῦλός φησι, κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ,» πλῆθος ἡμῖν ἀνατελεῖ εἰρήνης.

Οὗ γεγενημένου, καὶ τὴν σελήνην πάντως ἀναιρεῖσθαι ἀναγκαῖον· τουτέστι, τὸν τῆς νυκτὸς καὶ τοῦ σκότους ἄρχοντα διάβολον, σελήνην ἐνταῦθα τροπικῶς ὀνομαζόμενον.

Οὐκοῦν τοσούτων ἡμῖν καὶ τηλικούτων ὑπερλάμπουσιν αὐγαὶ, καὶ τῆς θείας ἡμῶν ἑορτῆς ἀνίσχει τὸ φῶς, καὶ πάλιν ἡμᾶς ἡ λαμπρὰ πρὸς ἑαυτὴν ἕλκει πανήγυρις. Τὸ μὲν, ὅτι προσήκει τῶν αἰσχίστων ἀναχωρεῖν, γεγωνότερον συμβουλεύουσα, καὶ λέγουσα· «Λούσασθε, καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» Εἰ γὰρ σοφός ἐστιν ὁ Παροιμιαστὴς, λέγων· «Τοῖς πᾶσιν ὁ χρόνος,» καὶ καιρὸς παντὶ πράγματι, πῶς οὐκ εὐλόγως πάσης μὲν εἶναι πονηρίας ἐχθρὸν τουτονὶ τὸν καιρὸν ὁμολογήσαιμεν; ἐπ᾽ ἐκεῖνα δὲ μόνα καλεῖν ὅσα καὶ τὸν θεῖον νόμον οἶδε τιμᾷν, καὶ τοῖς κεχρημένοις, ὅτι καλεῖν τῆς εὐνοίας μιμοῦνται τὴν ψῆφον δίδωσι θαῤῥεῖν. Οἱ μὲν οὖν κατὰ τὸν παρόντα βίον ἀγωνοθετεῖν προελόμενοι, καὶ πολλῇ χρημάτων ζημίᾳ τὴν ἐπὶ τούτῳ προσηγορίαν ὠνούμενοι, ἱδρῶτα προθέντες τοῖς νέοις ἁμιλλητήριον, πλουσίοις μὲν ἄλλοις ἄθλοις τὸν νικήσαντα γεραίρουσι, μικρὰ δὲ ὅμως τῶν δοθέντων ἡ χάρις, καὶ μέχρι τῶν τῇδε φέρουσα τὴν ἀπόλαυσιν. Ὁ δὲ τῶν δικαίων ἀγωνοθέτης Θεὸς, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τοῖς εὐσεβέσι χαρίζεται.

Ὧν γὰρ ὑπὲρ τὴν φύσιν ἡ γνώμη, διὰ τῶν ἔργων εὑρίσκεται, τούτων ὁ τρόπος τῆς δωρεᾶς τὴν ἀνθρώπου διάνοιαν ὑπερβαλεῖται δικαίως. Ξένην γὰρ ἐπιδειξάμενοι τοῦ βίου τὴν ἀγωγὴν, καὶ τοῖς πολλοῖς ἀγνοουμένην διὰ δυσχέρειαν, ἐφάμιλλον μὲν τοῖς πεπραγμένοις εὑρήσουσι τὴν τιμὴν, ἄμετρον δὲ τοῦ Δεσπότου τὴν φιλανθρωπίαν σπασάμενοι, τοῖς ὑπὲρ τὴν φύσιν ἀγαθοῖς ἐντρυφήσουσι. Φέρε τοιγαροῦν καὶ ἡμεῖς τοὺς εὐσεβείας ἐραστὰς ἐπὶ τὸν ἐτήσιον ἀγῶνα τῶν πόνων καλέσωμεν, καὶ τοῦ προφήτου λέγοντος· «Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν,» μέγα τι κεκραγότες καὶ διαπρύσιον, τὴν ἱερὰν τῆς Ἐκκλησίας κινήσωμεν σάλπιγγα, εὐσήμῳ δὲ καὶ περιφανεστάτῳ κηρύγματι τῆς ἁγίας ἡμῶν ἑορτῆς τὴν παρουσίαν καταμηνύσωμεν· καὶ τοῦ πανσόφου Θεοῦ λέγοντος πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ποίησον σεαυτῷ δύο σάλπιγγας, ἀργυρᾶς ποιήσεις αὐτάς· καὶ ἔσονταί σοι ἀνακαλεῖν καὶ ὑπεξελθεῖν τὴν συναγωγὴν,» πρὸς τὴν τῶν εἰρημένων δύναμιν, καλῶς ἁρμοσόμεθα. Δύο γὰρ εἶναι κελεύει τὰς σάλπιγγας, ὅτι διπλοῦς τί ἐστι τῆς Ἐκκλησίας ὁ λόγος, εἷς μὲν, ἐπὶ τὴν ὀρθὴν τῶν θείων δογμάτων κατάληψιν τοὺς ἀγνοοῦντας ἔτι καλῶν· ἕτερος δὲ, τὸ μὴ δεῖν τοῖς ἀτόποις τῶν ἔργων ἐμφύρεσθαι συμβουλεύων.

Ἀργυρᾶς δὲ τὰς σάλπιγγας εἶναι προστάττει· λαμπρὸς γὰρ καὶ ἀκηλίδωτος ἐπ᾽ ἀμφοτέρων ὁ λόγος· καὶ τῆς ἐν τοῖς δόγμασι πλάνης ἀποφοιτῶν, καὶ τῶν πρακτέων τὴν αἵρεσιν εἰσηγούμενος. Τρεχέτω τοίνυν ἐντεῦθεν ἡμῖν ὥσπερ ἀπὸ βαλβίδος ὁ λόγος, καθάπερ ἐπ᾽ αὐτὴν καλείτω τὴν σκηνὴν τὸν τοῦ νόμου μακρὰν, ἑλκέτω πρὸς τὴν τοῦ νομοθέτου βούλησιν, τὸν διὰ τῆς ἁμαρτίας ἔτι κεχωρισμένον, ἁγιαζέτω νηστείαν, κηρυττέτω θεραπείαν, καθάπερ ὁ προφήτης φησί. Πῶς δ᾽ ἂν ἑτέρως γενώμεθα τῶν τοιούτων ἐργάται· πῶς δὲ τὴν θείαν ἀποπληρώσαιμεν ἐντολὴν, ἢ πάντως, τὸ μὲν εἶναι κακὸν διαφεύγοντες, καὶ τοῖς αἰσχίστοις προσομιλεῖν φυλαττόμενοι, ὅσα δὲ τοὺς νηστεύοντας ἁγιάζειν ἐπίσταται, ταῦτα περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες; Οὕτω γὰρ οἱ καλῶς ἑορτάζειν θέλοντες, τὸν ἀγαθὸν ἡμῶν θεραπεύσουσι Θεόν.

γʹ Ἡκέτω τοιγαροῦν εἰς μέσον ἡμῶν ὁ Χριστοῦ μαθητὴς, διδασκέτω τῆς νηστείας τὸν τρόπον, αὐτοῦ λέγοντος ἀκουσώμεθα· «Νηστεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστίν· ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν· ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.» Ὅπως δὲ, καὶ τίνα τρόπον τῶν εἰρημένων περιεσόμεθα, ῥᾴδιον ἐξευρεῖν.

Ἀρκέσειν μὲν γὰρ ἔγωγε τοῖς εὖ φρονοῦσι καὶ αὐτὸν οἶμαι τὸν τῆς φύσεως νόμον, διδάσκοντα μισεῖν μὲν ὅσα ταῖς θείαις ἐντολαῖς ὑπεναντίως ἔχειν δοκεῖ, τὴν δὲ τοῦ νομοθέτου βούλησιν κρατεῖν ἐν ἡμῖν ἀναπείθοντα. Εἰ δέ τῳ δοκεῖ καὶ σαφεστέρων ἡμᾶς ἐπὶ τοῦτο δεῖσθαι παραγγελμάτων, ἀκουέτω Παύλου λέγοντος· «Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν.» Οὐ γὰρ δήπου ψιλαῖς ἀσιτίαις, καὶ μόνων βρωμάτων ἀποβολαῖς τὴν ἀληθεστέραν τῆς νηστείας εὑρήσομεν χάριν, οὐδὲ μόνων τούτων ἀπεσχημένοι, καθαροὶ καὶ ἅγιοι πάντως ἐσόμεθα, ἀλλ᾽ ἐκεῖνα τῆς ἑαυτῶν διανοίας ἀποπεμπόμενοι, δι᾽ ἃ καὶ τὸ τῆς νηστείας ἐξεύρηται φάρμακον. Οὐκοῦν ὑπακούσωμεν τῷ ἁγίῳ λέγοντι· «Καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Οὗτος ἀληθῶς τῆς νηστείας ὁ τρόπος· ἐν τούτοις ἡ τῶν ἀρίστων ἔργων ἐπίδειξις. Μὴ τρέφε τὸν νοῦν ἀκολάστοις ἡδοναῖς· ἀργείτω παρὰ σοὶ τῆς πορνείας τὸ κέντρον· πάθους ἐλευθέραν ἔχε τὴν γνώμην· φεῦγε τῶν ἀκαθάρτων τὴν κοινωνίαν. Διὰ τούτων σαυτὸν ἐπιδείξεις Θεῷ· ταῦτά σοι τῆς δικαιοσύνης προξενήσει τὸν στέφανον.

Καλὸν μὲν οὖν καιρῷ καὶ βρωμάτων ἀπέχεσθαι περιττῶν, καὶ περιέργου τραπέζης ἀναχωρεῖν, ἵνα μὴ, τοῖς ὑπὲρ τὴν χρείαν ἐδέσμασιν ἐντρυφήσαντες, κοιμωμένην ἐφ᾽ ἑαυτοῖς τὴν ἁμαρτίαν ἐγείρωμεν. Πιαινομένη γὰρ καὶ σπαταλῶσα διὰ τούτων ἡ σὰρξ, χαλεπή τέ ἐστι, καὶ ταῖς τοῦ πνεύματος ἐπιθυμίαις δυσανταγώνιστος· ἀσθενοῦσα δὲ, καὶ τῷ περιττῷ μὴ βοηθουμένη, ἐξ ἀνάγκης ἐκείνῳ δίδωσι τὸ νικᾷν.

Τοῦτο καὶ ὁ μακάριος Παῦλος διδάσκων ἡμᾶς, οὕτως φησί· «Κἂν γὰρ ὁ ἕξω ἡμῶν ἄνθρωπος διαφθείρηται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέραν καθ᾽ ἡμέραν.» Οἷς γὰρ γνώμης ἐναντιότης, καὶ τρόπος ἀσύμβατος τὴν φιλίαν ἀναιρεῖ, τούτοις τὸ δύνασθαι τοῦ ἑτέρου κρατεῖν τὸ πλέον ἔχειν χαρίζεται. Τὸ δὲ νικᾷν ὅτι προσήκει τοῖς κρείττοσι, πάντες ἂν, οἶμαι, συμφήσειαν.

Τοσοῦτον γὰρ ἡμῖν ἐκ τούτου προσέσται τὸ κέρδος, ὅσον εἰκὸς ἐξ ἐκείνου προσέσται τὸ βλάβος, εἰ λάβοι τὸ τῶν ἀμεινόνων ὑπερτερεῖν. δʹ. Ἀργείτω τοίνυν ἐν ἡμῖν τὸ κακὸν, καὶ πᾶσα μὲν βρωμάτων οἰχέσθω τρυφὴ, ἡ δὲ σώφρων ἡμῖν εἰσίτω νηστεία, ἡ πάσης ἁμαρτίας ἐχθρά· ἧς τὸ κάλλος ἐξ ἀρχαίων ὑποδειγμάτων, καίπερ εἰδόσιν ὑμῖν, ἐπιδεῖξαι δεῖν ᾠήθην, ἀγαπητοί. Τί γὰρ, εἰπέ μοι, τὸν μακάριον Βαπτιστὴν, ἄνδρα τοσοῦτον καὶ τηλικοῦτον ἀπέφηνε; Πόθεν δὲ τὴν ἀρίστην ἐκείνην ψῆφον ἐκέρδανε, λέγοντος περὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· «Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ;» Τί δὲ τὸν ἱεροφάντην Μωσέα εἰς τὸν γνόφον εἰσελθεῖν, καὶ παραστῆναι Θεῷ παρεσκεύασεν; Οὐχὶ νηστεία, πάσης. ἡμῖν ἀρετῆς ἰδέαν ἀποτίκτουσα; Νηστεία, τῆς ἰσαγγέλου πολιτείας τὸ μίμημα, σωφροσύνης πηγὴ, ἐγκρατείας ἀρχὴ, λαγνείας ἀναίρεσις. Διὰ ταύτης καὶ οἱ τρεῖς νεανίαι φοβεροὶ καὶ ἀκαταμάχητοι τοῖς Βαβυλωνίοις εὑρίσκοντο, οἳ, μετέχειν ἐξὸν τραπέζης βασιλικῆς καὶ λαμπρῶν ἑστιάσεων, ἀπὸ τῶν σπερμάτων τῆς γῆς οὐ τρέφεσθαι παρεκάλουν· πολυσαρκίαν μὲν, καὶ σαρκὸς ἐπιθυμίαν Βαβυλωνίοις ἔχειν παραχωρήσαντες, καὶ τὸ κρατεῖν αὐτοῖς ἐπιτρέψαντες, ἐν ᾧ τὸ νικᾶσθαι καλὸν, ψιλὴν καὶ ἀπέριττον ἀγαπήσαντες τροφήν. Ἀλλ᾽ ὅρα μοι τὸν ἐκ τούτου καρπόν.

Θείων ὀπτασιῶν ἠξιώθησαν, καὶ πυρὸς ἐφαίνοντο κρείττονες, καὶ βασιλέως ἤλεγχον ἀπειλήν· καὶ λεόντων ἐκράτουν, εἰς τὴν παρὰ φύσιν αὐτοὺς ἡμερότητα μεταβάλλοντες. Τί δὲ τοὺς Νινευΐτας τῆς μεγάλης ἐκείνης διέσωσεν ἀπειλῆς; Ὁ μὲν γὰρ προφήτης ἐκήρυττεν· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται.» Οἱ δὲ, καθάπερ τι φρούριον ἀῤῥαγὲς καταλαβόντες τὴν νηστείαν, τὴν θείαν ἐδυσώπουν ὀργὴν, καὶ τῶν προσδοκηθέντων κακῶν ἀπηλλάττοντο.

Καὶ πολλὰ μὲν ἄν τις ἔχοι λέγειν τῆς νηστείας τὰ χρήσιμα. Τὸ δὲ πᾶσι καταφανὲς καὶ γνώριμον ὅτι χρηστὸν εἴη, πειρᾶσθαι δεικνύειν καὶ τοῦτο διὰ πολλῶν, περιττὸν οἶμαι καὶ μάταιον. Ἔχει γὰρ ἐξ ἑαυτοῦ τῆς ἀληθείας τὰ γνωρίσματα. Ἐπειδὴ δὲ τῇ τῶν ἐναντίων ἀντιπαραθέσει, φαιδρότερον αὐτῆς τὸ κάλλος εὑρίσκεται, φέρε δὴ καὶ τὰ ἐκ τρυφῆς βρωμάτων ἐπιδείξωμεν πταίσματα· καὶ τὰ ἐκ ταύτης τισὶ συμβεβηκότα ἀναπτύξαντες, μάρτυρας ὥσπερ τῶν εἰρημένων τοὺς πεπονθότας καλέσωμεν.

Ηὐλίζετό ποτε κατὰ τὴν ἔρημον ὁ τῶν Ἑβραίων λαός· καὶ Μωσῆς μὲν ἐπὶ τὸ ὄρος ἀνεκέκλητο τὸ Σινᾶ, ἐκεῖ παρὰ Θεοῦ τὸν νόμον ὑποδεξόμενος. Οἱ δὲ, τοῦ παιδαγωγοῦντος τὴν ἀπουσίαν ἀφορμὴν ἀβουλίας ποιησάμενοι, καὶ τῆς προλαβούσης εὐταξίας ὀλιγωρήσαντες, πρὸς ἀλλοκότους ἐπιθυμίας ἐστρέφοντο. «Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.» Τὸ δὲ παίζειν ἐνθάδε, πορνεύειν ἐστὶν, εὐφήμως παρὰ τῇ θείᾳ Γραφῇ παιδιᾶς ὀνόματι καλυπτόμενον. Καὶ τί τοῖς πεπορνευκόσι τὸ ἐκ τούτου κακὸν, ἄκουε τοῦ Παύλου λέγοντος· «Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.» Τί δὲ πάλιν αὐτοῖς λυπηρὸν συνέβη παθεῖν, ὅτε τὴν οὐράνιον τοῦ μάννα τροφὴν παρ᾽ οὐδὲν ἡγησάμενοι, τῆς ἐν Αἰγύπτῳ τροφῆς ἐμέμνηντο λέγοντες· «Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν εἰς πλησμονήν.» Οὐκοῦν καὶ διὰ τούτων ὑμῖν, ὥς γε νομίζω, σαφῶς ἀποδέδεικται τῆς νηστείας τὸ κέρδος.

Ἐρεῖ δέ τις τυχόν· Οἶδα μὲν ὅτι τὸ νηστεύειν οὐκ ἀκερδὲς, ἀλλὰ τὸ πονεῖν οὐκ ἀζήμιον, μᾶλλον τῇ φύσει πολεμιώτατον. Εἶτα πῶς οὐκ αἰσχρὸν καὶ πάσης ἀτοπίας ἀνάμεστον, τῶν μὲν ἀμεινόνων ἐρᾷν, καὶ τὴν τοῦ συμφέροντος κτῆσιν ποιεῖσθαι περὶ πολλοῦ, τὸ δ᾽ ὅπως προσήκει τῆς ἀπ᾽ αὐτῶν ὠφελείας γενέσθαι κυρίους, ἣ μηδόλως προσίεσθαι τὴν ἀρχὴν, ἢ περὶ αὐτὸ ῥᾳθυμότερόν πως ἔχοντας φαίνεσθαι, καὶ τὸ μὲν νηστεύειν, ὡς οὐκ ἀκερδὲς εἶναι λέγειν, φεύγειν δὲ τοὺς πόνους, δι᾽ ὧν τὸ κέρδος εὑρήσομεν; Ὅνπερ γὰρ τρόπον τὰ ἐκ γῆς ἀνατρέχειν πεφυκότα βλαστήματα ῥίζαν ἔχει, τῆς γενέσεως τὴν ἀρχὴν ἑτέρως οὐκ εἶναι δυνάμενα· οὕτως ἡ τῆς εὐθυμίας ἀρχὴ, διὰ πόνων εὑρίσκεται, καὶ δι᾽ αὐτῶν ἀνατέλλει καὶ φαίνεται. Δεῖ τοίνυν ἡμᾶς δυεῖν ἑλέσθαι θάτερον· ἢ γὰρ τὸ μηδόλως ἐθελῆσαι πονεῖν βουλευσάμενοι, εὐκλείας μὲν πάσης καὶ τιμῆς ἀμοιρήσομεν, ἐσόμεθα δὲ νεκροῖς παραπλήσιοι, μηδεμίαν τῆς ἑαυτῶν σωτηρίας ποιούμενοι πρόνοιαν· ἢ τὸν ἐκ τοῦ νηστεύειν ἀγαπήσαντες πόνον, κερδανοῦμεν ἐκεῖνα δικαίως, ὅσα μὴ τοῦτο ποιοῦντες ζημίας συμβήσεσθαι. Ὅτε δὲ τὴν ἀρίστην ἐφ᾽ ἑαυτοῖς κυρώσαντες ψῆφον, τὸ κρεῖττον τῶν ὠφελεῖν οὐ πεφυκότων προτιμήσομεν, εἰ τὸ εὖ φρονεῖν αἱρησόμεθα, παντί τῳ σαφές.

Εἰ μὲν οὖν τὸ φεύγειν τὰ κάλλιστα τῶν ἐν ἀνθρώποις πραγμάτων, διὰ πόνους μικροὺς, βλάβος οὐδὲν προσοίσει τοῖς κεχρημένοις, ἔξω δὲ πάσης ζημίας καὶ κινδύνου καθίστησι τοὺς μὴ τοῦτο ποιεῖν ἑλομένους, πάντων ἂν ἔγωγε θείην ἀλογωτέρους.

Εἰ δὲ τὰ μικρὰ παθεῖν παραιτούμενοι, μείζοσι καὶ χαλεπωτέροις περιπεσούμεθα, πῶς οὐκ ἀκόλουθον, μᾶλλον ἐκεῖνο ἑλέσθαι παθεῖν, ᾧ καὶ τῶν πόνων τὸ ἔλαττον, καὶ τὸ κρεῖττον ἀκολουθεῖ; Πυθοίμην ἂν ἡδέως τῶν οὕτω διακειμένων, πότερόν ποτε τὸ νηστεύειν ἐροῦσιν ὀχληρὸν, ἢ τὸ δι᾽ αἰῶνος κολάζεσθαι;

Ἀλλ᾽ οἶμαι καὶ ἄκοντας ἂν ὁμολογήσειν, ὅτι τὸ χεῖρον εἰς τιμωρίαν ἀποβλητέον. Ἀνάγκης τοίνυν ἡμῖν προσαγούσης ἀμφότερα, τί μὴ, τὸ κρεῖττον ἁρπάσαντες, ἄριστα περὶ ἑαυτῶν βουλευσώμεθα; Δεῖ γὰρ ἢ πονοῦντας ἡμᾶς, τῶν κακῶν ἀπαλλάττεσθαι· ἢ τοῦτο πράττειν ὀκνήσαντας, πυρὶ ἀσβέστῳ κατακρίνεσθαι.

Κἀκεῖνο δὲ τοῖς εἰρημένοις προσθεῖναι καλόν· ὅτι τῶν ἡδέων ἡ χρῆσις τότε μᾶλλόν ἐστι τοῖς ἔχουσι χαριεστέρα, ὅταν τι τῶν μὴ τοιούτων γενέσθαι συμβῇ. Τοῖς μὲν γὰρ διὰ νόσον κειμένοις, τὸ τῆς ὑγείας ἀγαθόν ἐστι καταφανέστερον. Οἱ δὲ πενίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἀπορίᾳ τριβόμενοι, περὶ τὸ κερδαίνειν εἰσὶ διὰ τοῦτο προθυμότεροι. Ὧν γὰρ οὐκ ἔχουσι, ζητεῖν ἀναγκάζονται τὴν ἀπόλαυσιν· καὶ συλλήβδην εἰπεῖν τῇ τῶν ἡδέων ἀπολείψει, μείζων ὁ περὶ ταῦτα πόθος γίνεται. Οὕτω καὶ ὁ τῶν πάντων ἀριστοτέχνης Θεὸς τόδε τὸ πᾶν διεκόσμησεν· ἡλίῳ μετὰ νύκτα τὸ φαίνεσθαι δοὺς, καὶ μετ᾽ ἐκεῖνον αὐτῇ. ἵνα δι᾽ ἀλλήλων ἀμειβόμενοι, χαριεστέραν τῆς ἑαυτῶν παρουσίας ἐπιτελῶσι τὴν χρείαν. Τοῦ μὲν παρόντος ὀλιγωρεῖν τῆς ἀνθρώπου διανοίας εἰθισμένης ἀεί· τῷ δὲ κόρῳ τοῦ φθάσαντος, ἀνηβώσης ἐπὶ τὸ μέλλον καὶ προσδοκώμενον. Κρατήσει δὲ τῶν εἰρημένων ἡ δυνάμις ἐπί τε νηστείας καὶ τρυφῆς. Οὐκοῦν τὸ νηστεύειν οὐκ ἀκερδὲς, ἵνα καιροῦ καλοῦντος ἀπολαύσῃς ἡδύστερον.

εʹ. Ἀγαπήσωμεν τοίνυν τὴν νηστείαν, ὡς παντὸς ἀγαθοῦ καὶ πάσης εὐθυμίας μητέρα. Ταύτην μὲν Ἑλλήνων ἀτιμάζουσι παῖδες, οἱ δοκήσει σοφοί. Ἰουδαῖοι δὲ πάντας ἀνθρώπους ὑπερβαλλόμενοι τῇ τῶν ἀσεβημάτων καινότητι, εἰδέναι μὲν οὐκ ἀρνοῦνται, πράττουσι δὲ οὕτως αἰσχρῶς, ὡς εἶναι τάχα που κρείττους, ὅτε μὴ τοῦτο ποιοῦντες εὑρίσκονται. Πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, πονηρίας πεπληρωμένοι, καὶ πᾶσαν ἐν ἑαυτοῖς ἀκαθαρσίαν ὠδίνοντες, μόνῳ δὲ τῷ τῆς νηστείας ὀνόματι σεμνυνόμενοι, πρόφασιν ἀλαζονείας πολλάκις ποιοῦνται τὴν ἀρετήν. Τί γὰρ ἄν τις εἴποι τὸν ἀμαθέστατον ἐκεῖνον καὶ ἀπαίδευτον Φαρισαῖον ἐννοῶν, ὃν ὁ Κύριος ἡμῶν Χριστὸς ἐν Εὐαγγελίοις διαγράφει προσευχόμενον ἐν τῷ ἱερῷ, καὶ βοῶντα· «Ὦ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα ἂν κτῶμαι;» Τί φὴς, ἐμβρόντητε, ἐπὶ νηστείᾳ μεγαλαυχούμενος; Οὔπω τοσαύτην ὑπεροψίαν αἰσθάνῃ νοσῶν, ἐπὶ τοῖς οὕτω μικροῖς ἀκριβολογούμενος; Οὔπω τῆς ἀλαζονείας τὸν ὄγκον ὁρᾷς; Οὐ παύσῃ διυλίζων τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνων, καθά φησιν ὁ Σωτήρ; Καὶ νομομαθῆ σαυτὸν εἶναι λέγων ὅτι τὸ γεγραμμένον ἀγνοεῖς; «

Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη—Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.» Πάσης γὰρ ὄντως ἀκαθαρσίας ἡ τῶν Ἰουδαίων γνώμη πεπλήρωται· καὶ τῶν φαύλων οὐκ ἔστιν οὐδὲν ὃ μὴ παρ᾽ ἐκείνοις τετίμηται· οὐ γὰρ εἰδέναι τὸν θεῖον ἐθελήσαντες νόμον, ἀλλὰ καὶ τὴν δοθεῖσαν αὐτοῖς διαπτύσαντες ἐντολὴν, ἀνήκοοι μὲν ὄντες καὶ ἀπειθεῖς διετέλουν.

Ἐπὶ δὲ τούτοις αὐτοὺς καταιτιᾶται Θεὸς, διὰ τοῦ προφήτου βοῶν· «Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα αὐτοῖς Κυρίου ἐγενήθη εἰς ὀνειδισμὸν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι.» Φορτικὴ γὰρ τοῖς ἑκτικῶς ἁμαρτάνουσιν ἡ τῶν συμφερόντων παραίνεσις· καὶ τοῖς ἀκολασταίνειν ἐθέλουσι, τὸ σωφρονεῖν οὐχ ἡδύ. Ὅνπερ γὰρ τρόπον τοῖς ἐξ οἴνου μεμεθυσμένοις, βεβάπτισται μὲν εἰς ἀβουλίαν ὁ νοῦς, τὸ φρονεῖν δὲ ὀρθὰ διὰ τοῦτο παρῃρημένος, ὅτι τοῖς χειρίστοις προσομιλεῖν ἐπιζήμιον οὐκ αἰσθάνεται· οὕτως οἱ τῇ φιληδονίᾳ νενικημένοι, καὶ καθάπερ εἰς τέλμα βαθὺ πεσόντες τὴν ἁμαρτίαν, καὶ τὸν σώφρονα νοῦν τοῖς ἀκαθάρτοις ἐγκαταπήξαντες πάθεσιν, ἀσάλευτον ἔχουσι παρ᾽ ἑαυτοῖς τὸ κακὸν, ὅλοι πρὸς τοῦτο κεκλιμένοι καὶ βλέποντες, ταύτῃ πεπεδημένοι τῇ νόσῳ.

ϛ. Καὶ οἱ πάντων ἀνθρώπων παραφρονέστατοι Ἰουδαῖοι, καὶ ταῖς τῶν πλημμελημάτων ὑπεροχαῖς, τῇ τῶν πατέρων ἀσεβείᾳ φιλονεικήσαντες, αἰσχύνης καὶ γέλωτος ἄξια πράττειν ἐνόμιζον, εἰ τὸ νικᾷν αὐτοῖς ἐν ἁμαρτίαις παραχωρήσαιεν. Μὴ γὰρ ἑτέρως ἄξια τῶν γεγεννηκότων φρονοῦντας εὑρίσκεσθαι σφᾶς αὐτοὺς ὑπελάμβανον, εἰ μὴ τοῖς αὐτοῖς ἢ καὶ χείροσι περιπίπτοιεν ἀτοπήμασιν. Ἐπὶ τούτοις δυσχεραίνων καὶ δικαίως ἀγανακτῶν, ὁ πάντων Δεσπότης ἔφασκε Θεός· «Ἀφ᾽ ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης, ἐξαπέστειλα πρὸς ὑμᾶς, πάντας τοὺς δούλους που τοὺς προφήτας ἡμέρας ὄρθρου· καὶ ἀπέστειλα, καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν· καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν. Ὦ μόνοι τοὺς φύσαντας τῇ συγγενείᾳ τῶν ἀσεβημάτων ἐπιδειξάμενοι, καὶ τῇ ταυτότητι τῆς γνώμης, τὸ τίνων γεγόνατε παῖδες γνωρίσαντες. Ὦ τοὺς γεγεννηκότας ἐν ἀσεβείᾳ νικήσαντες, καὶ τοῖς κατὰ τοῦ νόμου νεανιεύμασι τῆς ἐκείνων ἀσθενείας κατηγορήσαντες· μόνοις ὑμῖν παρέστη κρατεῖν, ἐν οἷς ἦν ἡττᾶσθαι λυσιτελέστερον.

Ὦ νίκην ἀράμενοι πάσης ἀδοξίας χαλεπωτέραν. Ὦ ψῆφον λαχόντες ἑλεῖν ἢ νῖκος, ἣν οὐκ ἔχοντας, ἐπ᾽ ἐλάττοσι κακοῖς τάχα που τολμᾷν καὶ σεμνύνεσθαι ὑμῶν ὁ πάντων κριτὴς καταδικάζει Θεὸς· »Ἐσκλήρυναν, φάσκων, τὸν τράχηλον αὑτῶν.» Ἐπὶ τούτοις αὐτοὺς θρηνεῖσθαι κελεύει τῷ προφήτῃ, καί φησι, «Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε, καὶ ἀπώσατο Κύριος τὴν γενεὰν τὴν ποιήσασαν ταῦτα. Ὅτι ἐποίησαν οἱ υἱοὶ Ἰούδα τὸ πονηρὸν ἐνώπιόν μου, λέγει Κύριος.» Εἶτα καὶ τὸν τρόπον τῆς ἀσεβείας αὐτῶν ἐξηγούμενός φησιν· «Ἐπάταξαν τὰ βδελύγματα αὑτῶν ἐν τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτὸν, καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταφέθ.» Εἰς γὰρ τοσαύτης μανίας ἐξῆλθον ὑπερβολὴν, ὡς καὶ αὐτὸν τὸν εὐεργέτην ἀρνήσασθαι, καὶ τὸ λατρεύειν εἰδώλοις ἡγεῖσθαι χρησιμότερον.

Καὶ γοῦν ὀνόματα θεῶν ἐν ἑαυτοῖς ἀναπλάττοντες, θυσίας αὐτοῖς ἐπετέλουν. Ἕτεροι δὲ τοῖς οἰκείοις περιελκόμενοι πάθεσιν, εἰς ἀλλοκότους ἐπιθυμίας τὸν νοῦν ἐμερίζοντο, καὶ καταλαβόντες τῶν ἐν ὄρεσιν ἀλσῶν τὰ εὐανθέστερα, θυσίας ἐκεῖ τοῖς δαίμοσιν ἐπῆγον, νύμφας, ὡς ἔμοιγε δοκεῖ, κατὰ τοὺς Ἑλλήνων ποιητὰς, Ἁμαδρυάδας καὶ Ὀρειάδας ἐπικαλούμενοι.

Καὶ πρὸς πᾶσαν ἐπιθυμίαν ἀναιδῆ διαχεόμενοι, ἐφ᾽ οἷς καταδύεσθαι μᾶλλον ἐχρῆν ἐπὶ τούτοις μεγαλαυχούμενοι, οὐ μικρὰ τὸν νομοθέτην λυποῦντες ἐφαίνοντο. Διὰ τοῦτο καὶ Ἱερεμίᾳ τῷ προφήτῃ φησίν· «Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑπωκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ. Καὶ εἶτα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε.» Μισοῦσι γὰρ τῆς ὠφελείας τοὺς τρόπους, οἷς οὐκ ἀρέσκει τὸ σώζεσθαι, καὶ οὐ φεύγει μὲν τῆς φιληδονίας τὸν καιρὸν ὁ τοιοῦτος εἶναι μὴ παραιτούμενος· ἀεὶ δὲ πρὸς τὸ χεῖρον ἐκτείνεται, τὸ σωφρονεῖν οὐκ εἰδώς.

Μαρτυρήσει τοῖς εἰρημένοις ἡ σκληρὰ καὶ ἀμείλικτος τῶν Ἰουδαίων προαίρεσις, μήτε τὸ περιπεσεῖν τοῖς τοιούτοις φυλαξαμένη τὴν ἀρχὴν, καὶ τῆς τοῦ Δεσπότου φιλοτιμίας ὑπερφρονήσασα. Εἰ γὰρ ἐξὸν αὐτοὺς μεταγινώσκοντας σώζεσθαι, καὶ τῶν συμφερόντων ὀλιγωρήσαντες, καὶ τοσαύτην φιλανθρωπίαν παρ᾽ οὐδὲν λογισάμενοι, πῶς οὐκ εὐλόγως καθ᾽ ἑαυτῶν τὸ μὴ δεῖν ἐλεεῖσθαι κυρώσουσι; Πῶς γὰρ οὐ πάσης ἐπέκεινα δραμόντες ἀλαζονείας εὑρίσκοιντο, οἳ παρὸν αὐτοῖς εὑρέσθαι τῆς τιμωρίας ἀπαλλαγὴν, τῆς ἁμαρτίας ἀποδημήσασι, βαρυτέραν ἑαυτοῖς καλοῦσι τὴν κόλασιν, ἀεὶ τοῖς φθάσασι μείζονα προστιθέντες τὰ πλημμελήματα; Τοῖς δὲ τοῦτον διακειμένοις τὸν τρόπον τὸ κολάζεσθαι πλέον, ἢ τὸ μὴ κακῶς παθεῖν πρεπωδέστερον. Οὐκ ἂν γάρ τις ἁμάρτοι τὸν ἐπὶ τούτοις ἔλαιον ἀναιρεῖσθαι συμβουλεύων. Οὐκ ἐμὸς ὁ λόγος. Ὁ πάντων Δεσπότης τὰ τοιαῦτά φησιν, ὅτε τὸν προφήτην ὑπὲρ αὐτῶν προσευχόμενον ἀπέτρεπε· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τὸ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ εὔχου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι.

Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταὶς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργήσωσί με.» Οἱ υἱοὶ τὰ ξύλα συλλέγουσιν, οἱ πατέρες τὸ πῦρ ἀνακαίουσι, τὰ γύναια τρίβουσι τὸ σταὶς, ἵνα μηδὲν ἔξω τῆς ἁμαρτίας εὑρίσκηται· πάνυ δὲ τὴν ἁμαρτίαν ἐργαζόμενοι, δικαίως ἀκούσουσιν. «Ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ ἱερατεύειν μοι.

Καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.» Φιλονεικεῖ γὰρ ἀεὶ τῷ μεγέθει τῶν ἁμαρτημάτων ὁ τῆς κολάσεως τρόπος, καὶ τοῖς ἐπταισμένοις ἀκολουθεῖν ἀνάγκη τὴν ἁμαρτίαν ἰσόῤῥοπον. Τί δ᾽ ἂν γένοιτο μεῖζον εἰς τὸ παθεῖν ἃ προσῆκεν ἢ χαλεπώτερον τοῖς ἐπὶ τοσούτῳ ἑαλωκόσιν, ἢ τῆς μὲν θείας ἱερουργίας ἀπείργεσθαι, ζημιοῦσθαι δὲ τὴν αὐτοῖς ὑπάρχουσαν παρὰ Θεῷ μνήμην, δι᾽ ἣν τοῦ εὖ εἶναι λαχόντες πάσης, ὡς ἔπος εἰπεῖν, εὐθυμίας διετέλουν ὄντες ἀπροσδεεῖς; Ἀλλὰ γὰρ ἡ εὐπραγία δεινόν τι χρῆμα, καὶ τοῖς ἀνοήτοις ἀφόρητον.

Ὅταν δὲ δὴ καὶ οὓς ἔχειν αὐτὴν ἥκιστα χρὴ, φαίνωνται πορισάμενοι, τότε καὶ πρόφασις ἀπονοίας τοῖς κεκτημένοις εὑρίσκεται. Τοῦτο παθόντες οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς τοῦ Δεσπότου φιλανθρωπίας ὑπερφρονήσαντες, τὸν μὲν θεῖον ὅτι προσήκει φυλάττειν νόμον οὐκ εἰδέναι θελήσαντες, ῥᾳθυμίας δὲ πάσης προθυμότερον ἀντεχόμενοι πρὸς ἀλλοκότους ἐπιθυμίας ἐκβαίνειν ἐπείγοντα· οὐχ ὅσα τῷ νομοθέτῃ δοκεῖ χρῆναι ποιεῖν βουλόμενοι, ἀλλὰ νόμον ἑαυτοῖς τὴν οἰκείαν ὁριζόμενοι βούλησιν, καὶ μόνοις τοῖς ἑαυτῶν παιδαγωγούμενοι διατάγμασιν. Οὕτως ἔχοντας γνώμης, καὶ τοῦτον διακειμένους τὸν τρόπον, εὐλόγως θρηνοῦντες, οἱ ἅγιοι λέγουσιν· «Ἀκούσατε λόγον Κυρίου, ὅτι ἐγὼ λαμβάνω ἐφ᾽ ὑμᾶς θρῆνον.

Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ προσθῇ τοῦ ἀναστῆναι.» Καὶ πάλιν· «Καλέσατε τὰς θρηνούσας, καὶ ἐλθέτωσαν· καὶ πρὸς τὰς σοφὰς ἐξαποστείλατε, καὶ φθεγξάσθωσαν, καὶ λαβέτωσαν ἐφ᾽ ὑμᾶς θρῆνον, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.» Ὁ δέ γε προφήτης Ἱερεμίας, ὥσπερ ἤδη κακωθέντας ὁρῶν, καὶ τῆς τιμωρίας ὄντας οὐ μακρὰν, αὐτοὺς ἐφ᾽ ἑαυτοὺς θρηνοῦντας εἰσάγει, καὶ λέγοντας· «Ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστι τὸ πέρας ἡμῶν. Κοῦφος ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ.» Πλάνης τοιγαροῦν τοσαύτης καταλαβούσης τὰ σύμπαντα, καὶ πάσης ὑπὸ τοῦ διαβόλου τῆς ὑφ᾽ ἡλίῳ κεκρατημένης, «Ἐπλάτυνεν ὁ ᾅδης, καθά φησιν ὁ προφήτης, τὴν ψυχὴν αὐτοῦ, καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν.» Ἕλληνες μὲν γὰρ εἰς πολυθεΐαν ἐξ ἀβουλίας πολλῆς ὀλισθήσαντες, καὶ ἀλλάξαντες τὴν δόξαν τοῦ μεγάλου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν· ὥσπερ ἐξ οὐρίας ἐπὶ τὸ πλεῖν ἐπειγόμενοι, τρέχοντες ἦσαν ἐπὶ τὸν τοῦ θανάτου μυχόν. Ἰουδαῖοι δὲ τῆς δοθείσης αὐτοῖς ἐντολῆς ὀλιγωρήσαντες, μᾶλλον δὲ εἰς τοσαύτην ἐκβεβηκότες ἀμαθίαν, ὡς νομίζειν εἶναί που καὶ δυσκλεὲς ἐκεῖνα πράττοντας φαίνεσθαι, δι᾽ ὧν ἦν αὐτοῖς τῆς ἀρίστης πολιτείας τὴν ψῆφον κερδαίνειν ἐπάναγκες, τὴν αὐτὴν ἐκείνοις βαδίζειν ἠπείγοντο.

Ἀλλ᾽ ὥσπερ νυκτὶ καὶ σκότῳ γῆς τε καὶ θαλάττης κατειλημμένων, ὁ πάντων Δεσπότης καὶ Θεὸς, τῶν ἐπὶ γῆς ἑαυτοῦ ποιημάτων τὸ κάλλιστον, τὸν ἄνθρωπον λέγω, περιϊδεῖν οὐκ ἐκαρτέρησεν ἀπολλύμενον, ἀλλὰ, καθάπερ ἀνιάτῳ περιπεσοῦσαν νοσήματι τὴν ἀνθρώπου φύσιν ὁρῶν, πέμπει πρὸς ἡμᾶς τὸν ἑαυτοῦ Λόγον, τὸν μόνον τοῦ διαβόλου καθελόντα τὴν τυραννίδα δυνάμενον, καὶ τῶν συνεχόντων ἡμᾶς ἀπαλλάξαι κακῶν. Ὃς τὴν ἡμετέραν ὁμοίωσιν ἀναλαβὼν, καὶ γενόμενος ἄνθρωπος, καὶ διὰ τῆς ἁγίας Παρθένου Μαρίας τεχθεὶς, οὐχ ὅπερ ἦν ἀναλαβὼν, ἀλλ᾽ ὅπερ οὐκ ἦν προσλαβὼν, τὴν ἡμετέραν σωτηρίαν ἐργάζεται. «Μένει δὲ, καθάπερ ὁ Παῦλός φησι, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας·» οὐ τροπήν τινα τῆς θεότητος ἢ παραλλαγήν τινα ὑπομείνας διὰ τῆς ἐνανθρωπήσεως· ἀλλ᾽ ὢν ὅπερ ἦν, καὶ ἔσται διαπαντός. Οὗτος ἐπιδημήσας τῷ κόσμῳ, τὸν πάλαι βοῶντα διάβολον, «Τὴν οἰκουμένην καταλήψομαι ὡς νοσσιὰν τῇ χειρί μου, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξηται ἢ ἀντείπῃ μοι,» γέλωτα καὶ παίγνιον τοῖς εἰς αὐτὸν πεπιστευκόσι χαρίζεται. Οὗτος τὴν τυραννίσασαν ἐφ᾽ ἡμᾶς ἁμαρτίαν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας καθελὼν, καθαρὰν ἀνέδειξε τὴν οἰκουμένην.

Οὗτος ἡμᾶς ἐδίδαξε τῆς σωτηρίας τὴν ὁδόν· καὶ καθάπερ ἀχλὺν ἢ νέφος ἀποσκεδάσας τὴν ἄνοιαν, λαμπρὰν ἡμῖν τῶν θείων δογμάτων τὴν γνῶσιν ἀπέφηνεν. Αὐτὸς ἡμᾶς ἰσοπολίτας τοῖς ἐν οὐρανῷ καθίστησιν ἀγγέλοις. Αὐτὸς τοῖς ἐπουρανίοις συνῆψε τὰ ἐπίγεια, καὶ ὁμοδίαιτον τοῖς ἐκεῖσε τυγχάνουσι πνεύμασι τὴν ἀνθρώπου φύσιν ἀπέδειξε, κεχωρισμένην μὲν πάλαι διὰ τῆς ἁμαρτίας, καὶ δραπετεύσασαν, συναφθεῖσαν δὲ νῦν διὰ τῆς πίστεως, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας. Τοῦτον οἱ τάλανες Ἰουδαῖοι Σωτῆρα καὶ Κύριον ὁμολογεῖν οὐκ ἠθέλησαν, ἀλλ᾽ ὥσπερ ἐπὶ πλείστοις ἠδικημένοι, ὅτι δὴ τὸ γένος εὐεργετήσων παρῆν, καὶ σώσων ἡμᾶς ἐκ τοσαύτης ἀπωλείας ἐλήλυθε, δέον ἐφ᾽ οἷς εὖ πεπόνθασιν ὁμολογοῦντας τὴν χάριν, εὐγνώμονας φαίνεσθαι, θανάτῳ καὶ σταυρῷ παραδεδώκασιν. Ἐπὶ δὲ τοῦ ξύλου κρεμάμενον βλέποντες, πάλιν ἐδυσφήμουν οἱ Ἰουδαῖοι, καὶ ὀνειδίζοντες ἔλεγον· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι.» Ὑπομείνας τοίνυν τὸν ὑπὲρ πάντων ἡμῶν θάνατον ὁ Σωτὴρ, καὶ καταβὰς εἰς τὸν ᾅδην, σκυλεύει μὲν τοῦ διαβόλου τὸν πλοῦτον, λέγων «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε,» καθάπερ ὁ προφήτης φησί. Τριήμερον δὲ τὸν ἑαυτοῦ ναὸν ἀναστήσας, τῶν κεκοιμημένων ἀπαρχὴν, τὴν μὲν φύσιν τοῦ θανάτου δεσμῶν ἐλευθέραν ἀπέδειξε, λέγων· «Ποῦ τὸ νῖκός σου, θάνατε;

Ποῦ τὸ κέντρον σου, ᾅδη;» βατὸν δὲ αὐτῇ κατασκευάζων τὸν οὐρανὸν μετὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ἀναλαμβάνεται.

Ἀπαρχήν τινα τῆς ἀνθρώπων φύσεως προσάγων ἑαυτὸν τῷ Πατρὶ, ἀῤῥαβῶνα δὲ ὥσπερ ἡμῖν τῆς μελλούσης ἐλπίδος τὸ Πνεῦμα χαρίζεται, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ταῦτα τῆς τοῦ Σωτῆρος ἡμῶν σωτηρίας τὰ γνωρίσματα· ἐπὶ τούτοις αὐτὸν εὐεργέτην καὶ Σωτῆρα κηρύττομεν.

Ἐπειδὴ δὲ διὰ τῶν ἔργων αὐτῶν προσήκει γνησίους εὑρίσκεσθαι, καὶ καλὴν διὰ τούτων ἀντιδιδόναι τῷ Δεσπότῃ τὴν ἀμοιβὴν, ὑπακούσωμεν Παύλῳ λέγοντι· «Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.» Οὕτω γὰρ, οὕτω καθαρὰν τῷ Δεσπότῃ τὴν νηστείαν ἐπιτελέσομεν, ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ πεντεκαιδεκάτης τοῦ Μεχὲρ μηνός· τῆς ἑβδομάδος δὲ τοῦ σωτηριώδους Πάθους ἀπὸ εἰκάδος τοῦ Φαρμενὼθ μηνός· περιλύοντες δὲ τὰς νηστείας τῇ πεμπτῇ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, κατὰ τὸ ἔθος, ἑορτάζοντες δὲ τῇ ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς Φαμενώθ· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ μετὰ τῶν ἁγίων τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομήσομεν ἐν Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.