Εἶναι δέ φημι τῶν ἄγαν αἰσχρῶν, τοὺς μὲν ἐπὶ πράγμασι φθαρτοῖς καὶ γηΐνοις παντὸς μὲν ἱδρῶτος βούλεσθαι κατευμεγεθεῖν, ἡμᾶς δὲ τὰ θεῖα καὶ ὑπὲρ νοῦν κερδαίνοντας, μὴ οὐχὶ τροφῆς ἡγεῖσθαι καιρὸν, τὸν πρὸ τῆς ἁγίας ἡμῶν ἑορτῆς· ἣ σιτίων μὲν καὶ ποτῶν ἐξίστησι περιττῶν, ἐμπίπλησι δὲ χαρισμάτων πνευματικῶν. Οὐκοῦν εἰς ἀνδρίαν ἡμᾶς παραθήγοντος τοῦ καιροῦ, μαλακιζέσθω μηδεὶς, ἴτω δὲ μᾶλλον ἑτοίμως ἐφ᾽ ὅπερ ἂν ἕλοιτο Θεός. Οἶμαι δὲ δεῖν ἐκεῖνο πάλιν εἰπεῖν, τὸ διὰ φωνῆς Ἱερεμίου· «Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας, προσαγάγετε εἰς πόλεμον, ἐπεισάξατε τοὺς ἵππους, ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν, προβάλλετε τὰ δόρατα, καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν.» Χρὴ γὰρ ἡμᾶς ἀντανίστασθαι φιλεῖν, καὶ μάλα νεανικῶς, ταῖς εἰς φαυλότητα καλούσαις ἡδοναῖς, καὶ ταῖς τοῦ πνεύματος παντευχίαις ἐνηρμοσμένους καταστρατεύεσθαι τῶν παθῶν. Ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις.» Ἀλλὰ κρατούσης μὲν τῆς σαρκὸς, αἰσχρός τε καὶ ἀσελγὴς ὁ νενικημένος, καὶ βορβόρου παντὸς μιαρώτερος· ἡττωμένης δὲ καὶ παραχωρούσης τῷ πνεύματι, λαμπροί τε καὶ ἀξιέραστοι τοῖς νικῶσιν οἱ στέφανοι· ἔσονται γὰρ εὐθὺς μώμου τε ἀμείνους, καὶ φαυλότητος ἀπωτάτω, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασι διαπρέποντες.