Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή Κ΄
Ο συμβολισμός των αργυρών σαλπίγγων, τα πνευματικά όπλα της Εκκλησίας και ο πόλεμος κατά των αιρέσεων, με υπεράσπιση της καθ' υπόστασιν ενώσεως των δύο φύσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή Κ΄
Ο συμβολισμός των αργυρών σαλπίγγων, τα πνευματικά όπλα της Εκκλησίας και ο πόλεμος κατά των αιρέσεων, με υπεράσπιση της καθ' υπόστασιν ενώσεως των δύο φύσεων.
ΛΟΓΟΣ Κʹ. αʹ. Πολυμερῶς καὶ πολυτρόπως ὁ τῶν ὅλων Θεὸς, διὰ τῆς τοῦ νόμου σκιᾶς προαναφαίνων ἡμῖν τὴν ἀλήθειαν, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἀκραιφνέστατον κάλλος, καθάπερ ἐν πίνακι προκαταγράφων ἐντέχνῳ, διὰ τῆς ἀρχαίας ἐντολῆς, πρὸς τὸν ἱερὸν ἔφη Μωσέα· «Ποίησον σεαυτῷ δύο σάλπιγγας ἐλατάς· ἀργυρᾶς ποιήσεις αὐτὰς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς.» Ἐλαταὶ μὲν οὖν αἱ σάλπιγγες, ὑποδηλοῦντος ἡμῖν τοῦ πράγματος ὅτι μὴ μέχρι σκιᾶς καὶ αἰνίγματος τοῦ κατὰ τὸν νόμον μεμέτρηταί τε καὶ ἔστι τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ἡ δήλωσις, πεποίηται δὲ μᾶλλον καταβραχὺ τὴν ἐπίδοσιν, ἐπὶ τὸ ἅμεινόν τε καὶ ἀληθέστερον. Προκόπτει γὰρ ἀεί πως τὸ ἐλαυνόμενον. Ἀργυραῖ δὲ, ὅτι λαμπρός τε καὶ καθαρώτατος, καὶ μὴν καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένος ὁ περὶ αὐτοῦ γέγονε λόγος, καὶ νῦν ἐστι τοιοῦτος ἐν Ἐκκλησίαις. Ἀλλὰ τίνες ἄρα καὶ οἱ ταῖς σάλπιγξι κεχρημένοι, σαφηνιεῖ πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔφη γὰρ οὕτω· «Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.»
Τῷ γὰρ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει, καὶ τοῖς τῆς θείας λειτουργίας αὐχήμασι κατεστεμμένῳ, τὸ Χριστοῦ λαλεῖν μυστήριον, πρέπει ἂν εἰκότως, καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς κατασημαίνειν ἀεὶ τὰ δι᾽ ὧν ἂν γένοιντο τῆς εἰς οὐρανὸν πολιτείας ἄξιοι, τῶν γηΐνων ἀπαίροντες, καὶ πρὸς εὐσεβῆ καὶ ἐξαίρετον πολιτείαν μεθορμιζόμενοι, καὶ κατανδριζόμενοι τῶν τῆς ἀληθείας ἐχθρῶν, καὶ τοῖς πολεμοῦσι τῇ δόξῃ τοῦ Χριστοῦ νεανικῶς ἀντεξάγοντες, ἑορτάζοντες δὲ καὶ τὰς ἑορτὰς αὐτοῦ καθαρῶς, καὶ ἀμωμήτως, καὶ «Οὐκ ἐν ζύμῃ παλαιᾷ,» καθὼς γέγραπται, «ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας. Καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ τῶν ὅλων διεκήρυξε Δεσπότης λέγων· Ἐὰν ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν, πρὸς τοὺς ὑπεναντίους τοὺς καθεστηκότας ὑμῖν, καὶ σημάνητε ἐν ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν. Καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.»
Ὅπλα μὲν γὰρ οὐ σαρκικὰ τοῖς ἁγίοις· δυνατὰ δὲ μᾶλλον τῷ Θεῷ, καὶ τῆς παντευχίας ὁ τρόπος, οὐκ ἐν ὁρατοῖς τε καὶ αἰσθητοῖς ἐστι πράγμασιν, ἀλλ᾽ ἐν δυνάμει Πνεύματος, καὶ δικαιοσύνης, καὶ ἁγιασμοῦ καὶ ἐν ὀρθότητι καὶ ἀκριβείᾳ δογμάτων. Ἔδει γὰρ αὐτοὺς τὸν θώρακα τῆς δικαιοσύνης ἔχειν, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ μέντοι τὸ τῆς εὐδοκίας ὅπλον, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.
Τοῦτό τοι πάντας, καὶ μάλα ῥᾳδίως, καταπτοήσει τοὺς ἐχθρούς. Τοῦτο τοὺς ἐπαίροντας εἰς τὸ ὕψος τὸ κέρας, καὶ λαλοῦντας κατὰ τοῦ Θεοῦ ἀδικίαν, οἰκτροὺς καὶ κατεῤῥιμμένους καὶ ἀσυνέτους ὅντας ἀποφανεῖ, μᾶλλον δὲ δυσσεβείας ἁπάσης ἐπίμεστον ἔχοντας γλῶτταν, ἵνα καὶ λέγηται περὶ αὐτῶν· «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.» Χρησώμεθα τοίνυν κατ᾽ αὐτῶν ταῖς σάλπιγξιν, τουτέστι, τοῖς τῆς ἀληθείας ἱεροῖς τε καὶ ἀμωμήτοις κηρύγμασιν. Ἀλλὰ γὰρ εἰ προσάγοιμεν τὰς πνευματικὰς θυσίας τῷ πάντων Σωτῆρι Θεῷ, τὰς ἐπινικίους ᾠδὰς ἀναμέλψωμεν, τῷ δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενομένῳ, καθιγμένῳ δὲ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ.
Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς «Λόγος, γέγονε σὰρξ,» οὐχ ὅπερ ἦν ἀποβαλὼν, μὴ γένοιτο, προσειληφὼς δὲ μᾶλλον ὅπερ οὐκ ἦν, ἵνα καὶ ἡμᾶς μεταστοιχειώσῃ πρὸς τὴν ἀμείνω τε καὶ εὐκλεεστέραν ζωήν· «Πλούσιος γὰρ ὢν, ἐπτώχευσε δι᾽ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἀλλ᾽ ὁ μὲν τῶν ὅλων Σωτὴρ, καὶ μονογενὴς τοῦ Θεοῦ Πατρὸς Λόγος, ὁ ἐν ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν τῇ πρὸς αὐτὸν διαπρέπων, ὁ σύνθρονος καὶ ἰσοκλεὴς αὐτῷ, τὸ τῆς κενώσεως οὐκ ἀπόβλητον ἐποιεῖτο μέτρον οἰκονομικῶς δι᾽ ἡμᾶς. Οἱ δὲ τῶν ἀνοσίων δογμάτων εὑρεταὶ, «οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία,» μικρὰ φρονοῦντες περὶ αὐτοῦ, καὶ χαμαιῤῥιφῆ, τὴν τοῦ μυστηρίου κατασείουσιν δόξαν, εἰς τὸ μὴ εὖ πεποιῆσθαι δοκεῖν, τό γε ἧκον ἐπ᾽ αὐτοῖς· μονονουχὶ δὲ καταμειδιῶσιν οἱ τάλανες τῆς τοῦ Θεοῦ σοφίας, ὡς ἐνὸν αὐτοῖς τὰ ἀμείνω βουλεύεσθαι ἐπιτηδεύοντες· καὶ στόμα λαλοῦν μεγάλα κατὰ τὸν τῆς ἀνομίας υἱὸν, οὗ καὶ πρόδρομοι γενέσθαι τεθαῤῥήκασιν. Ἀτιμάζουσι μὲν τὴν κατὰ σάρκα γένησιν τοῦ Μονογενοῦς· οὐ Θεὸν δὲ κατὰ ἀλήθειαν ἀποτεκεῖν κατὰ σάρκα τὴν ἁγίαν λέγουσι Παρθένον, καίτοι τοῦ ἁγίου βοῶντος εὐαγγελιστοῦ· «Ὁ Λόγος σὰρξ ἐγένετο.»
Ἐνοικῆσαι δὲ μᾶλλον ἀνθρώπῳ φασὶ τὸν τοῦ Πατρὸς Λόγον· ἴνα ἐν τάξει προφητῶν ὁ Σωτὴρ εὑρίσκηται θεοφόρος ἄνθρωπος, ἢ τάχα που καὶ πλέον οὐδὲν τῶν καθ᾽ ἡμᾶς ἔχων ἐν τούτῳ.
Ἐναυλίζεται γὰρ καὶ ἡμῖν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς, καὶ μαρτυρήσει γράφων ὁ σοφὸς Ἰωάννης· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Τί οὖν ἔτι τὸ περιττὸν ἐν Χριστῷ νοεῖται παρὰ τοὺς ἄλλους, εἰ καὶ αὐτὸς ἦν ἄνθρωπος, ἐνοικοῦντα φορῶν τὸν τῶν ὅλων Θεὸν, οὐκ αὐτόχρημα κατὰ ἀλήθειαν Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ Θεὸς ἀληθινὸς καὶ μετὰ σαρκός;
Ὑπέμεινε γὰρ κατὰ σάρκα τὴν γέννησιν, καὶ μεμένηκε Θεὸς, γενόμενος καθ᾽ ἡμᾶς. Ἀλλὰ ταυτὶ μὲν φρονεῖν οὐκ ἀνέχεται τῶν ἑτεροδόξων ὁ νοῦς. Διαπτύοντες γὰρ ὡς ἕωλον τοῦ μυστηρίου τὸν λόγον, καὶ ταῖς σφῶν αὐτῶν κεφαλαῖς πικράν τε καὶ δυσδιάφυκτον καταχέοντες δίκην, ὡς ἐν μεθέξει καὶ κατὰ χάριν ἀπονέμουσι τῷ Χριστῷ τὸ τῆς υἱότητος ὄνομα, καὶ διορίζουσιν ἀμαθῶς εἰς ἄνθρωπον ἰδικῶς ἀποδιιστάντες αὐτὸν τὸν τοῦ Θεοῦ Λόγον, ψιλήν τε αὐτῷ συνάφειαν κατὰ τὸ αὐτοῖς δοκοῦν ἀπονέμουσι μόλις, τὴν ὡς ἐν ἰσότητι τῆς ἀξίας. Ἡμεῖς δὲ οὐχ οὕτως φρονεῖν δεδιδάγμεθα, οὐδὲ ταῖς ἐκείνων ἀβελτηρίαις προσεσχηκότες, αὐτοὶ τὸν οἰκεῖον καταφθεροῦμεν νοῦν. «Ἔστι γὰρ, ἔστι, καθά φησιν ὁ μακάριος Παῦλος, εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ·» ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις. Οὐκοῦν ἀκουέτωσαν οἱ παράσημον ἔχοντες ἐπὶ Χριστῷ τὴν πίστιν, καὶ γνώσεως τῆς ἀκριβοῦς καὶ ἀληθοῦς ἀμοιρήσαντες, «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Βαδιούμεθα γὰρ ἡμεῖς τὴν εἰς εὐθύ τε καὶ ἀδιάστροφον τῆς πίστεως ὁδόν. Καὶ πορευσόμεθα τὴν βασιλικὴν οὐκ ἐκκλίνοντες δεξιὰ, οὔτε μὴν εἰς εὐώνυμα.
Ὁμολογοῦμεν γὰρ, ὅτι Θεὸς ὢν ὁ Λόγος, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, οὐκ ἄψυχον οὐδὲ ἄνουν σῶμα λαβών· ἐψυχωμένον δὲ μᾶλλον καὶ ἔννουν, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ἑνωθεὶς, δίχα μόνης τῆς ἁμαρτίας, ἑαυτὸν ὑπὲρ ἡμῶν προσκομίσῃ τῷ Πατρὶ τὴν λογικὴν εὐοσμίαν, καὶ εἷς ὑπὲρ πάντων ἀποθανὼν, πάντας ἑαυτῷ κατακτήσηται, καὶ δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Ὡς γὰρ γράφει ὁ θεσπέσιος Παῦλος, «Εἰς τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Εἰ δὲ κεκυρίευκε τῆς ὑπ᾽ οὐρανὸν, ἀποθανὼν μὲν σαρκὶ, ζωοποιήσας δὲ ὡς Θεὸς τὸν ἑαυτοῦ ναόν· οὐκ ἄρα ψιλὸς ἄνθρωπος, συναφείᾳ Θεοῦ τῇ κατὰ μόνην τὴν ἀξίαν τετιμημένος νοοῖτο ἂν εἰκότως, ἀλλὰ Θεὸς ἀληθινὸς, καὶ εἰ γέγονε σὰρξ, πᾶσαν ὑπὸ πόδας ἔχων τὴν κτίσιν. Συνεδρεύει γὰρ τῷ Θεῷ καὶ Πατρὶ καὶ μετὰ σαρκός· «Κάμπτει τε αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Καὶ ὁ μὲν τῆς ἀληθείας ἐν τούτοις λόγος, καὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως ἡ παράδοσις, ταύτην ἔχει τὴν ὁδόν. Προσέχοντες δὲ πνεύμασι πλάνοις, καὶ ἀνδράσι τὸν νοῦν κεκαυτηριασμένοις, καθά φησιν ὁ σοφώτατος Παῦλος, τῶν ἀσυνέτων τινὲς περὶ τὴν πίστιν ἐναυάγησαν, καὶ τὰ τῆς δυσσεβείας ὅπλα κεκινήκασι κατὰ τῶν ὀρθὰ φρονεῖν εἰωθότων, πολυτρόποις βάλλοντες ἐπιβουλαῖς καὶ τὸ τῆς βασκανίας ἐντείνοντα τόξον.
Ἀλλ᾽ ὥς φησιν ὁ μακάριος Ψαλμῳδὸς, «Βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ ἐξησθένησαν ἐπ᾽ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν.» Οὐ γὰρ ἠρέμησεν ἡ ἁγία πληθὺς τῶν ἁπανταχόσε σεπτῶν ὀρέων τοῦ Θεοῦ· ἀλλ᾽ εἰς ἕνα πάντες συναγηγερμένοι χορὸν, καὶ ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, καθὰ γέγραπται, «ὑποδησάμενοί τε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης,» τουτέστι Χριστοῦ, ἀνατείναντές τε «τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ,» τὸ τῶν ἀνοσίων κατεληΐζοντο στίφος, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο βοῶντες· «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ· καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.» βʹ. Τοιοῦτόν τι πεπρᾶχθαί φαμεν ἐν τοῖς ἄνωθεν καιροῖς, παιδαγωγοῦντος ἔτι Μωσέως τὸν κατὰ σάρκα Ἰσραήλ. Ἐξῄεσαν μὲν ἐξ Αἰγύπτου τῆς τῶν πλεονεκτησάντων ὠμότητος ἀποπεμψάμενοι τὸν ζυγόν· ἐπειδὴ δὲ ηὐλίζοντό που κατὰ τὴν ἔρημον, οὐκ ἀφθόνητοι μεμενήκασιν, οὔτε μὴν ἱδρῶτος δίχα καὶ πόνων πρὸς τὴν ἐπηγγελμένην αὐτοῖς διέτρεχον γῆν.
Γέγραπται δὲ, ὅτι «Ἦλθε δὲ Ἀμαλὴκ, καὶ ἐπολέμει Ἰσραὴλ ἐν Ῥαφιδείμ· εἶπε δὲ Μωσῆς τῷ Ἰησοῦ· Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον. Καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. Καὶ ἐποίησεν Ἰησοῦς, καθάπερ εἶπεν αὐτῷ Μωσῆς· καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμαλήκ.
Ἐπειδὴ δὲ παρετάξατο, καὶ νενίκηκεν ὁμοῦ τοῖς ἐξειλεγμένοις ὁ Ἰησοῦς, εἶπε, φησὶ, Κύριος πρὸς Μωσῆν· Κατάγραψον τοῦτο εἰς μνημόσυνον εἰς βιβλίον, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ᾽ οὐρανόν.» Ἀλλ᾽ ἐκεῖνα μὲν ἐν σκιαῖς καὶ τύποις· σκιὰ γὰρ ὁ νόμος. Ἐν δέ γε τοῖς καθ᾽ ἡμᾶς πράγμασι, καταθαυμάσαι τις ἂν, καὶ γυμνὸν καὶ ἀκατασκίαστον βλέπων τῆς ἀληθείας τὸ κάλλος. Ὡπλίσθη καὶ νῦν κατὰ τοῦ κατὰ τὴν ἀλήθειαν Ἰσραὴλ ὁ ἐπάρατος Ἀμαλὴκ, ὁ τῇ τοῦ Σωτῆρος εὐκλείᾳ μαχόμενος, καὶ τοῦ κατ᾽ αὐτὸν μυστηρίου τὴν δύναμιν ἐπιχειρῶν ἀνατρέπειν. Ἀλλ᾽ ἐκ παντὸς Ἰσραὴλ τοὺς ἐξειλεγμένους συνενεγκὼν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀντετάξατο καὶ νενίκηκεν· ἀλοιφῇ δὲ «ἐξαλείψει τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ᾽ οὐρανόν.» Μάχεται γὰρ αὐτῷ κρυφαίᾳ χειρί· καὶ τῶν εἰς αὐτὸν πιστευσάντων ὑπερασπίζει, λαμπρὰν καὶ ἀκιβδήλευτον ταῖς ἁπάντων καρδίαις τῶν ἑαυτοῦ μυστηρίων ἐνιδρύσας τὴν γνῶσιν.
γʹ. Οὐκοῦν ἑορτάζωμεν, ὡς ἠσθενηκότων ἐχθρῶν, ὡς καθῃρημένου τοῦ Σατανᾶ, ὡς τῆς Ἐκκλησίας κεκαθαρμένης· ὡς οὐδενὸς ἔτι λέγοντος οὐκ εἶναι Θεὸν κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ, ὁμολογούντων δὲ μᾶλλον ἁπάντων τὴν δόξαν αὐτοῦ καὶ ἀκαταπαύστοις χείλεσιν ἀνατιθέντων αὐτῷ τὰς δοξολογίας. Γέγραπται γὰρ, ὅτι «Πᾶσα ἡ γῆ προσκυνησάτω σοι, καὶ ψαλάτω τῷ ὀνόματί σου.» Κατήργηκε γὰρ τὸν ἄγαν ἐκ πολλῆς ὑπεροψίας λέγοντα Σατανᾶν· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῆ χειρί μου ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεται ἢ ἀντείπῃ μοι.» Συγκαθεῖλε δὲ αὐτῷ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης τῆς ἁμαρτίας. «Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων νόμου διὰ τῆς ἀρχαίας ἐντολῆς, ἀλλὰ διὰ πίστεως τῆς εἰς αὐτὸν,» καὶ τῆς ὑπὲρ νόμον ἡμερότητος. «Τὸ γὰρ γράμμα ἀποκτείνει· τὸ δὲ πνεῦμα ζωοποιεῖ. Καὶ διακονία μὲν ἡ κατακρίσεως» ὁ Μωσέως ὠνόμασται, καὶ μάλα ὀρθῶς. Οὐδεὶς γὰρ ἐν νόμῳ δικαιοῦται παρὰ Θεῷ. Διακονία δὲ τῆς δικαιοσύνης ἡ διὰ Χριστοῦ πεπίστευται χάρις.
Καθῆκε γὰρ ἑαυτὸν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς ἑκούσιον κένωσιν· καὶ συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος, γέννησιν ὑπομείνας τὴν [κατὰ] σάρκα διὰ τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου· ἵνα ταῖς ὑπὲρ νόμον εἰσηγήσεσι μετασκευάσῃ πρὸς τὰ βελτίω τοὺς εἰς αὐτὸν πεπιστευκότας, καὶ τῆς εὐαγγελικῆς πολιτείας καταδείξας τὴν ὁδὸν, γνησίους ἀποφήνῃ προσκυνητάς. «Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Χρῆναι δέ φημι τοὺς, οἵπερ ἂν εἶεν ἀληθινοὶ προσκυνηταὶ, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ λατρείας ἐργάται γνήσιοι, πάντα μὲν ἀποσείεσθαι μολυσμὸν, ψυχῆς δὲ λέγω καὶ σώματος· πειρᾶσθαι δὲ κατορθοῦν, καὶ μάλα προθύμως, τὰ δι᾽ ὧν ἂν εἶεν αἰτίας ἁπάσης ἀπηλλαγμένοι. Ἁγίους γὰρ εἶναι προσήκει καὶ τῷ σώματι, καὶ τῷ πνεύματι.
Οὐκοῦν κατανεκρώσωμεν ἡδονάς· καὶ μὴ σαρκικῶν ἥττονα παθῶν τὸν οἰκεῖον ἔχωμεν νοῦν· φρονοῦντα δὲ μᾶλλον τὰ τοῦ πνεύματος, καὶ πᾶν εἶδος ἀκαθαρσίας κατακιβδηλεύειν εἰδότα· προσνενευκότα δὲ μᾶλλον ἀγαθῷ παντὶ πράγματι, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν ὡς ἀπωτάτω ποιεῖσθαι σπουδάζοντα.
Καταθέλγουσι μὲν γὰρ αἱ τοῦ σώματος ἡδοναὶ τὸν ἀνθρώπινον νοῦν, καὶ καταληΐζονται νεανικῶς τάς τινων καρδίας, μονονουχὶ πολεμίων δίκην ἀγρίως εἰσβάλλουσαι. Ἀλλ᾽ οἱ τῷ θείῳ φόβῳ τεθωρακισμένοι, τὰς τῶν τοιούτων παθῶν ἐφόδους μονονουχὶ γελῶντες, φασί· «Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.» Ἀποφέρει δὲ γνώμης εἰς τοῦτο αὐτοὺς, καὶ μέντοι καὶ εὐσθενείας τῆς πνευματικῆς, ὁ πάνσοφος Παῦλος ἐπιφωνῶν· «Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν.» Κατορθοῦται δὲ τοῦτο διὰ πόνων, ὧν ἄν τις ἕλοιτο χρῆναι θαυμάζεσθαι, καὶ τὴν ἐφ᾽ ἅπασι τοῖς ἐπαινουμένοις ἀναθήσαιτο ψῆφον. Οὕτω πάλιν αὐτός πού φησιν ὁ θεσπέσιος Παῦλος· «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Χαίροντες τοίνυν ὡς ἁπάσης ἀρετῆς ἐργάται, τὴν πάναγνον ἀληθῶς καὶ ἁγίαν προσδεξώμεθα νηστείαν, τὴν ἁπάσης εὐταξίας τροφὸν, τὴν ἁγιασμοῦ μητέρα, καὶ τῆς ἄνωθεν εὐμενείας πρόξενον.
Κατήκοντες δὲ τὸ σῶμα ταῖς ἀσιτίαις, προσεπάγωμεν ἀναγκαίως τῆς ἐπιεικείας τοὺς τρόπους. Ἐσόμεθα γὰρ οὕτω τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Φιλεῖ γάρ πως ἀεὶ τοῖς τῆς σωματικῆς ἀσκήσεως πόνοις ἀκολουθεῖν, καὶ τὰ ἐξ ἔργων ἀγαθῶν αὐχήματα.
Τοῦτο τῆς εὐσεβείας τὸν ἀθλητὴν ταῖς παρὰ Θεοῦ στεφανώσει ψήφοις· τοῦτο τῆς ἄνω κλήσεως προξενήσει τὸ βραβεῖον τοῖς ἀνδριζομένοις ἐν ὑπομονῇ. «Οὐκοῦν, ἕως καιρὸν ἔχομεν, ἐργασώμεθα τὸ ἀγαθὸν πρὸς πάντας.» δʹ. Ταῦτα διδάξων ἡμᾶς ἐπέφανεν ὁ Μονογενὴς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς· ἀλλ᾽ οὐ συνῆκεν ὁ Ἰσραὴλ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· καίτοι τὸ ἐπ᾽ αὐτῷ μυστήριον ὡς ἐν σκιαῖς καὶ τύποις τοῦ νόμου προαναφήναντος, διακεκραγότων δὲ πολυτρόπως καὶ τῶν ἁγίων προφητῶν. Οὐκοῦν ἀκουσάτωσαν τὴν ἐπ᾽ αὐτῷ νοσήσαντες ἄγνοιαν· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.
Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.» Ἐδίωκον γὰρ ἐγκαλοῦντές τε καὶ λέγοντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Λεγέσθω δὴ οὖν περὶ αὐτῶν, καὶ μάλα εἰκότως· «Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτίας, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ.» Καίτοι γὰρ δέον ὁμολογεῖν, ὅτι καὶ Θεός ἐστι, καὶ τῶν ὅλων Κύριος· καὶ μὴν ἐκ τῶν παραδόξως ἀποτελουμένων τὴν ἄφραστον αὐτοῦ καὶ θεοπρεπῆ δύναμιν ἐπιγινώσκοντας, τὸ προφητικὸν ἐκεῖνο λέγειν· «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ,» πεπράχασι μὲν τῶν τοιούτων οὐδὲν, ἐπεφύοντο δὲ πικροὶ καὶ δεινοὶ, ποτὲ μὲν ἐκτόπως διαλοιδορεῖσθαι σπουδάζοντες, «Σαμαρείτην τε καὶ οἰνοπότην,» καὶ μὴν καὶ ἐκ πορνείας αὐτὸν γεγενῆσθαι λέγοντες· ποτὲ δὲ λίθοις τῶν τῆς Ἰουδαίας ὅρων ἐκπέμποντες, καὶ τελευτῶντες ἐσταύρωσαν.
Κατέσειον δὲ τὰς κεφαλὰς ἐπ᾽ αὐτῷ, καὶ δὴ καὶ ἔφασκον· «Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ ἐκείνων ἐγχείρημα, τὸν τῆς ζωῆς ἀπεκτόνασιν ἀρχηγόν. Ἀλλ᾽ οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, καθά φησιν ὁ θεσπέσιος Πέτρος. Καθικόμενος γὰρ ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου μυχοῖς, καὶ «διακηρύξας τοῖς ἐκεῖσε πνεύμασιν, ἐξήγαγε μὲν τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ,» καθά φησιν ὁ μακάριος Δαβίδ· ἀνεβίω δὲ τριήμερος, ζωοποιήσας ὡς Θεὸς τὸν ἑαυτοῦ ναὸν, «καὶ ἀπαρχὴ γεγονὼς τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ νεκρῶν,» ἵνα τὴν ἀνθρώπου φύσιν θανάτου καὶ φθορᾶς ἀποφήνῃ κρείττονα, καὶ εἰς μακραίωνα μεταστοιχειώσῃ ζωήν. Ἐμφανῆ δὲ καταστήσας ἑαυτὸν τοῖς ἁγίοις ἀποστόλοις, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ κεκάθικεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς· τὸ λοιπὸν ἐκδεχόμενος, «Ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.» Καταβήσεται δὲ κατὰ καιροὺς ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς.
Ταῦτα τοίνυν εἰδότες, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, πάντα τρόπον εὐσεβείας ἐπιτηδεύοντες, ὀρθὴν καὶ ἀκαπήλευτον τὴν εἰς αὐτὸν τηροῦντες πίστιν, χήρας ἀνακτώμενοι, ὀρφανοὺς παραμυθούμενοι· τοὺς ἐν πτωχείᾳ τοῖς ἐνοῦσι κατὰ δύναμιν θεραπεύοντες· συναλγοῦντες τοῖς ἀλγυνομένοις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώμασι· μνημονεύοντες τῶν δεσμίων ὡς συνδεδεμένοι. Οὕτω γὰρ, οὕτω νηστεύσομεν καθαρῶς, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ὀγδόῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὔτως εὐδοκιμήσομεν, καὶ τὰς ἑαυτῶν παραθησόμεθα ψυχὰς τῷ ἐπὶ πάντων Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.