Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή ΚΑ΄
Η πτώση του ανθρώπου, η κένωση του Λόγου και η αληθινή νηστεία. Ο θρίαμβος του Χριστού κατά του θανάτου και η ομολογία της ορθοδόξου πίστεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή ΚΑ΄
Η πτώση του ανθρώπου, η κένωση του Λόγου και η αληθινή νηστεία. Ο θρίαμβος του Χριστού κατά του θανάτου και η ομολογία της ορθοδόξου πίστεως.
ΛΟΓΟΣ ΚΑʹ. αʹ. Ἐν μὲν ἐμοί γε καὶ λίαν θυμῆρες, ἀδελφοὶ, τῆς ἁγίας ἡμῶν πανηγύρεως καὶ ἐν τῷ παρόντι καιρῷ ποιουμένῳ τὴν δήλωσιν, τοῖς συνήθεσι κεχρῆσθαι πρὸς ὑμᾶς λόγοις, οὐδὲν παραλελοιπότι τῶν ὅσα πρὸς ὠφέλειαν βλέπει πνευματικὴν, καὶ τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὀρθῆς καὶ ἀπλανοῦς πίστεως τὸ βέβαιον παρατίθεται. Οὕτω γὰρ ἂν αὐτὸς μὲν ἐκέρδανα τῆς ἐμαυτοῦ προθυμίας τὴν ὄνησιν, ὑμεῖς δὲ ἀζήμιοι τῶν ὠφελεῖν δυναμένων διεμείνατε. Ἐπειδὴ δὲ οὐ πάντα τοῖς ἀνθρωπίνοις σκέμμασιν ἐξ οὐρίας τρέχει τὰ πράγματα, οὐδὲ τῶν κατὰ γνώμην εἰς εὐθὺ καταντᾷ πάντη τε καὶ πάντως τὸ τέλος, φέρε λέγωμεν ὡς ἔνι τὰ κατεπείγοντα, μᾶλλον δὲ ὅσα δύνασθαι παραχωρεῖ τῆς ἐνσκηψάσης ἡμῖν μέχρι καὶ νῦν ἀῤῥωστίας τὸ μέγεθος.
Τοσοῦτον γὰρ ἡμᾶς τοῖς ἐξ ἑαυτῆς συμπτώμασι κατεφόρτισεν, ὡς ἀναβοᾷν ἐκεῖνο τὸ παρὰ τῶν ἁγίων μαθητῶν, ὅτε καὶ ἐκινδύνευον τῷ Σωτῆρι, λεχθέν· «Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.» Οἶδα μὲν οὖν. ὅτι συνέσει διαπρέποντες, σοφὸν καὶ ἔννουν κέκτησθε φρόνημα τῶν ἁγίων ἡμῶν Πατέρων καὶ παναρίστων διδασκάλων ἐναύλους τὰς παραινέσεις κατέχοντες, ὡς μηδὲν ἡμῖν ἐνδεῖν κατὰ τὸν μακάριον Παροιμιαστὴν φάσκοντα· «Πάντα ἐνώπιον τοῖς ποιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.» Πρὸς εἰδότας τοιγαροῦν, θαῤῥῶν ἀναφθέγξομαι.
βʹ. Ἰδοὺ δὴ καὶ νῦν ὁ εὔσημος καὶ σωτήριος τῆς ἁγίας ἑορτῆς ἐπέστη καιρὸς, ὅτε τῶν παλαιῶν ἁμαρτημάτων τὸ δυσαχθὲς φορτίον ἀποσεισάμενοι, τὸν σωτήριον ζυγὸν ἑκουσίως ὑπεισήλθομεν τοῦ ἐξ οὐρανοῦ καταβάντος Θεοῦ Λόγου, οὐκ ἔτι κοπιῶντες καὶ πεφορτισμένοι, ἀλλὰ πράῳ καὶ σώζειν εἰδότι τῷ Ἐμμανουὴλ παιδευόμενοι λόγῳ. Οὐκοῦν ἀλλήλοις συγχαίροντες ἐν Ἐκκλησίαις, διὰ τῆς κοινῆς καὶ ἱερᾶς καὶ ὁμοψύχου συνόδου εὐχαριστηρίους ᾠδὰς ἀναπέμψωμεν ἐν τῷ λυτρωσαμένῳ πάντας ἡμᾶς Σωτῆρι Χριστῷ, ἐκ τῆς πάλαι προτετριμμένης ἡμῖν κηλῖδος, διὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν, ἀναβοῶντες ἐκεῖνο τὸ πάλαι σοφῶς εἰρημένον, «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἐπειδὴ γὰρ ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, τοῦ παραδείσου καὶ τῆς ἐν αὐτῷ τρυφῆς ἐκπεπτώκαμεν ὑπὸ τὴν πεποιηκότος ἀγανάκτησιν εἰκότως γενόμενοι, καὶ τὴν φοβερὰν ἐκείνην καὶ παγχάλεπον ἀκούσαντες φωνὴν, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» τῆς διαβολικῆς τυραννίδος ὤφθημεν θήραμα, οὐδὲν πρὸς τὰ ἄνω ἐπιβλέπειν τολμῶντες οἱ δείλαιοι. Ποία τοίνυν ὑπελίπετο τοῖς τοῦτο ποθοῦσι σωτηρίας ὁδός; ποία τοῖς παραβεβηκόσι τοῦ Δεσπότου τὴν ἐντολὴν ἀφορμὴ συγγνώμης ηὑρίσκετο, Μόνη φιλανθρωπία Θεοῦ οἰκτιρμὸς καὶ ἔλεος τῆς οὕτως ἀφράστου καὶ ἀνεκδιηγήτου δυνάμεως.
Ἔπεμψε τοίνυν ἡμῖν τὸν ἴδιον Υἱὸν σωτῆρα καὶ λυτρωτὴν, μόνον δυνάμενον τὴν ἀνθρώπου φύσιν ἐκ τῆς διαβολικῆς ἐξελκύσαι χειρὸς, καὶ τοσαύτῃ χρησάμενος τῇ εἰς ἡμᾶς χρηστότητι καὶ φιλανθρωπίᾳ ὁ τοῦ Θεοῦ Πατρὸς μονογενὴς Λόγος, ὁ σύνθρονος, καὶ ἰσοκλεὴς, καὶ συναΐδιος τῷ ἰδίῳ γεννήτορι, ὁ κτίστης καὶ δημιουργὸς οὐρανοῦ τε καὶ γῆς, καὶ ἀγγέλων, καὶ ἀνθρώπων, «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ᾽ αὑτὸς ἐκένωσε μορφὴν δούλου λαβὼν,» καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀνεδέξατο, ἵνα πάντας σώσας δι᾽ ἑαυτοῦ καθαροὺς ῥύπου καὶ μολυσμοῦ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς χωρὶς μόνης ἁμαρτίας. Διὸ καὶ πείνην ἀνέχεται καὶ νηστεύει κατὰ καιρὸν, ἵνα ὑπογραμμὸς ἡμῖν τῆς ἀναμαρτήτου ζωῆς καὶ ἀρχὴ σωτηρίας εὑρεθῇ. Οὐκοῦν καὶ ἐν ἡμῖν αὐτοῖς προεδρευέτω τῆς ἁγίας πανηγύρεως ἡ νηστεία, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας. Ὅταν γὰρ ἑαυτοὺς ἀμώμους καὶ ἀσπίλους τηρήσωμεν, καὶ τὴν ἀρέσκουσαν Θεῷ πολιτείαν πανάγνως ἀσκήσωμεν, ὡς γνήσιοι δοῦλοι προσφόρως ἀκουσόμεθα· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.»
Οὐ γὰρ ἀνόνητος ἔσται τοῖς ἐλπίζουσιν εἰς αὐτὸν ὁ τῆς νηστείας καρπὸς, οὐδὲ τὴν ἐπάρατον ἐκείνην καὶ Ἰουδαίοις πρέπουσαν ἀκούσονται πώποτε φωνήν· «Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Ἐπαιτιᾶται γὰρ ἐκείνους, καὶ μάλα δικαίως, διὰ φωνῆς Ἡσαΐου, καί φησι, «Νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί μοι νηστεύετε;» Χρεία τοιγαροῦν τοῦ παγκάλου βίου, σύνδρομον ἔχοντος τῇ νηστείᾳ τὸ φαιδρὸν καὶ ἀλώβητον κάλλος, τὸ λαμπρὸν τῆς ἀφθαρσίας ἐφόδιον, τὸ ἀξιέραστον τῆς τῶν οὐρανῶν βασιλείας ἐνέχυρον, τὸ τῆς αἰωνίου ζωῆς ἀσφαλὲς καὶ ἀκαταγώνιστον ἔρεισμα.
Διὸ δὴ καὶ πρέπον ἡμᾶς «Καθάραντας ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.» Οὕτω γὰρ εὐθαρσεῖς τε καὶ ἀκλόνητοι παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, λαμπροῖς ἱματίοις ἠμφιεσμένοι, καὶ βοῶντες παῤῥησιαστικώτερον, «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ.» γʹ. Ὅπερ οὐκ ἠθέλησε τὸ τῶν Ἰουδαίων στίφος ὁμολογεῖν, ἤκουσε πάλιν Θεοῦ λέγοντος διὰ φωνῆς Ἡσαΐου· «Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι! Ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας;» Οὔτε γὰρ τὰ παράδοξα τῶν ἐπιτελουμένων ἔργων παρ᾽ αὐτοῦ τοῦ Σωτῆρος καταπλαττόμενοι, οὔτε τὰς θεοσημίας, ἃς ἐνείργει τῇ οἰκείᾳ δυνάμει θαυμάζοντες, ἐκ τῶν ἐναντίων αὐτοῦ κατεθρασύνοντο, λέγοντες, «Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.» Ὢ μανίας θεομισοῦς, καὶ ἀφάτου τῆς δυσσεβείας! «Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, καὶ πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.» Εἰ μὴ νοεῖς τὰ περὶ αὐτοῦ γεγραμμένα, μηδὲ τῶν ἁγίων μαθητῶν ἐπινοεῖς τὸ μήνυμα, τί κομπάζεις, φύλαξ εἶναι τῶν νομίμων παραγγελμάτων φανταζόμενος;
Πότε πληρούμενον εἶδες τὸ πάλαι προειρημένον; «Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» Οὐκ ἐπὶ τῇ τοῦ Ἐμμανουὴλ παρουσίᾳ ἐλπίζειν ἀεὶ θέλεις, καὶ προσδοκᾷν ἅπερ ἐπιτελεσθέντα τεθέασαι; Οὐδέν σε τῶν ἐνεργηθέντων εἰς πληροφορίαν ἄγει τοῦ θαύματος, ἀλλὰ κρύπτειν θέλεις τὰ πᾶσι διεγνωσμένα; Μύεις τοὺς ὀφθαλμοὺς, καὶ τὰς ἀκοὰς κεκλεισμένας φυλάττεις ταῖς Χριστοῦ θαυματουργίαις; Ἔχεις τοίνυν ἀξίαν τῶν σαυτοῦ πλημμελημάτων ἀντίδοσιν. Οὐκ ἔτι γὰρ παρὰ σοὶ τὰ σύμβολα τῆς εὐσεβείας, οὐ πόλις, οὐχ ἑορτῆς θυσία, πανταχοῦ δὲ τῆς οἰκουμένης διεσπάρης ῥεμβόμενος. Ἀκούσῃ δὲ καὶ παρά τινος ὀνειδίζοντος τῶν ὀρθὰ φρονεῖν ᾑρημένων ἐκεῖνο τὸ τῷ Βαροὺχ προηγγελμένον· «Τί ἐστιν, Ἰσραὴλ, ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; Ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ τῶν εἰς ᾅδου. Ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας.» Οὐχ ἕξεις οὖν ὅπως ἀπολογήσῃ πρὸς τὰ ἐγκλήματα.
Ἀργεῖ σοι πᾶς λόγος εὐθὺς, αὐτὴν τὴν ἀλήθειαν μηχανώμενος σοφίζεσθαι. Ἀκούσῃ τοιγαροῦν προσφόρως παρὰ τοῦ πάντων ἐσομένου κριτοῦ· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Σταυρῷ παραδέδωκας τὸν τῆς δόξης Κύριον καὶ πάντων δημιουργόν· ᾠήθης θανάτῳ κάτοχον δύνασθαι ποιεῖν τὴν ζωήν· οὐκ ἔγνως οὐδὲ συνῆκας πραγματευομένην αὐτὴν τῇ ἀνθρωπείᾳ φύσει τὴν ἀφθαρσίαν. Καί τοί γε αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατελθὼν εἰς ᾅδου, καὶ τοῦτον σκυλεύσας, προστάξας κηρύγματι Δεσποτικῷ τοῖς ἐν δεσμοῖς, «Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε,» ἀνεβίω τριήμερος, καὶ μετὰ τὴν ἐκ νεκρῶν ἄνοδον, χαίρων ἐπὶ τῷ κατορθώματι, τοῖς οἰκείοις ἔφασκε μαθηταῖς, «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» δʹ. Τοιούτους τοιγαροῦν διδασκάλους κερδάναντες, πείθεσθαι τούτοις καὶ ὑπείκειν προελώμεθα, παρ᾽ ὦν δεδιδαγμένοι τὰ ἀληθῆ, ἔχοντές τε πρὸς τελείαν διδασκαλίαν καὶ παίδευσιν τὰς θείας Γραφὰς, ἀναβοῶμεν τῷ Σωτῆρι ἡμῶν καὶ Λυτρωτῇ τὸ παρὰ τοῦ μακαρίου Μωσέως εἰρημένον· «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις;» Καὶ πάλιν· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;» Μηδεὶς οὖν ὑμᾶς πειθέτω πλάνος, τῆς ὀρθῆς ἀποκλῖναι πίστεως.
Ὁδῷ βασιλικῇ πορευώμεθα, μὴ ἐκκλίνοντες δεξιὰ, μηδὲ ἀριστερά· ἁπλῆν καὶ ἀκαπήλευτον τὴν ὀρθὴν πίστιν τηρήσωμεν, μὴ λογομαχίας αἱρετικῆς ἀφορμὴν, ἀλλ᾽ εὐσεβείας ἀληθοῦς πίστιν ἐπιγινώσκοντες. Ὁμολογῶμεν ὁμοούσιον τὴν Τριάδα Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Τοῦτο γὰρ ἄνωθεν ἡμῖν αἱ θεῖαι παραδεδώκασι Γραφαί. Ἐπιγινώσκωμεν τὸν δι᾽ ἡμᾶς ἐνανθρωπήσαντα καὶ τεχθέντα Κύριον διὰ τῆς μακαρίας Παρθένου Θεοτόκου Μαρίας. Λέγωμεν αὐτῷ, κατὰ τὸ γεγραμμένον, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.»
Οὕτω τὸν ἑαυτῶν διακοσμοῦντες βίον, καὶ δι᾽ ὀρθῆς καὶ σεμνῆς πολιτείας τὴν τῶν παλαιῶν ἁμαρτημάτων διασμηξάμενοι κηλῖδα, καθαροὶ καὶ ἄσπιλοι, καὶ μώμου παντὸς ἀπηλλαγμένοι, φανησώμεθα σπλάγχνα μὲν πατέρων περὶ τοὺς ὀρφανίαν νοσοῦντας κτώμενοι, χήραις δὲ τὴν πρέπουσαν ἁγίοις συμπάθειαν χαριζόμενοι, καὶ συλλήβδην εἰπεῖν, τὸν πλησίον ἀγαπῶντες, καὶ πᾶσαν ἀδικίαν τῆς οἰκείας ψυχῆς ἐξορίζοντες, πτωχοὺς ἀστέγους εἰς τὸν οἶκον εἰσάγοντες· ἵνα καὶ τὰ δεδωρημένα παρὰ Θεοῦ πρὸς οἰκονομίαν ἡμῶν κοινὰ τοῖς πένησι λογισάμενοι, καὶ γυμνοὺς περιβάλλοντες, καὶ ἁπαξαπλῶς πᾶσαν ἀρέσκειαν τὴν εἰς Θεὸν περιζωσάμενοι, δυνηθῶμεν κερδᾶναι τῶν προσδοκωμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ τετάρτης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνός· περιλύοντες μὲν τὰς νηστείας ἀπὸ τῆς ἐννεακαιεικάδος τοῦ αὐτοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὸ εὐαγγελικὸν κήρυγμα, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ τριακάδι τοῦ αὐτοῦ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.