αʹ. Οἱ μὲν τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασι διαπρέποντες, καὶ ἀπολέγδην τῶν ἄλλων ἐξῃρημένων, τὸ καθηγεῖσθαι λαῶν ταῖς ἐκ νόμου διέλαχον ψήφοις, ἐτετάχατο δὲ, καὶ πρός γε τὸ δεῖν, τῶν ἀναγκαίων εἰς ὄνησιν ποιεῖσθαι τὴν προαγόρευσιν. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν· «Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος παντοκράτωρ.» Οἶκός γε μὴν Ἰακὼβ, εἶεν ἂν οὐχὶ πάντη τε καὶ πάντως οἱ ἐξ αἵματος Ἀβραὰμ, ἀλλ᾽ οἱ διὰ πίστεως τῆς ἐν Χριστῷ δεδικαιωμένοι, ὥσπερ ὁ πάνσοφος γράφει Παῦλος, «Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα.» Τί τοίνυν ὁ θεῖός τε καὶ ἱερὸς παρεγγυᾷ λόγος; τί δὲ βοᾷν ἀναπείθει, πάλιν ἡμῖν ἀναλάμποντος τοῦ καιροῦ, καθ᾽ ὃν ἡ ἁγία καὶ πάναγνος ἐπιτελεῖται πανήγυρις, ἡ ἐπί γε, φημὶ, τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ; «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν.» Τὸ μὲν οὖν ἑλέσθαι πονεῖν, καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων μεταποιεῖσθαι νεανικῶς, ἔγωγε φαίην ἂν τῶν ὅτι μάλιστα λυσιτελεστάτων· εὐκλεᾶ γὰρ ἔχει τὸ χρῆμα καρπὸν, καὶ ὡς ὁ προφήτης φησὶν, «Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν.» Οὗ τί ἂν γένοιτο, παρά γε τοῖς οὖσιν ἐν καλῷ φρενὸς, τὸ ἰσοστατοῦν εἰς κτῆσιν;