Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή ΚΒ΄

Η ανεπάρκεια των νομικών θυσιών, η τυπολογία του Λευιτικού και του μόσχου ως συμβόλου πνευματικής ανδρείας, και τα σημεία της θεότητας του Χριστού έναντι της ιουδαϊκής απιστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 21 από 29

ΛΟΓΟΣ ΚΒʹ. Πρόλογος. Οὐ φιλοτιμίας ἡμῖν τῆς ἐν λόγοις ἐπίδειξις γέγονε τὸ λογίδιον, ἤγουν ἡ ἐπιστολὴ, ἀλλ᾽ ἐκ συνηθείας τῆς ἄνωθεν εἰς τοῦτο πάλιν κεκλήμεθα. Καὶ γὰρ ἦν ἀκόλουθον τῆς ἁγίας ἡμῶν ὅσον οὐδέπω παρεσομένης ἑορτῆς, τὸ περὶ αὐτῆς προαναλάμψαι κήρυγμα. Οὐκοῦν οἱ μὲν ἀληθῶς ἐλλόγιμοι καὶ τεχνῖται τὰς εἰς εὐέπειαν, εἰ τῆς ἐνούσης αὐτοῖς εὐστομίας ποιοῖντο τὴν ἔνδειξιν, τοῖς παρὰ τῶν ἀκροωμένων ἐντρυφάτωσαν κρότοις. Ἡμεῖς δὲ τέως ὑμῖν τὰ ἐκ τῆς θεοπνεύστου Γραφῆς τοῖς παρ᾽ ἑαυτῶν ψελλισμοῖς, ὡς ἔνι διερμηνεύσωμεν.

αʹ. Οἱ μὲν τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασι διαπρέποντες, καὶ ἀπολέγδην τῶν ἄλλων ἐξῃρημένων, τὸ καθηγεῖσθαι λαῶν ταῖς ἐκ νόμου διέλαχον ψήφοις, ἐτετάχατο δὲ, καὶ πρός γε τὸ δεῖν, τῶν ἀναγκαίων εἰς ὄνησιν ποιεῖσθαι τὴν προαγόρευσιν. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν· «Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος παντοκράτωρ.» Οἶκός γε μὴν Ἰακὼβ, εἶεν ἂν οὐχὶ πάντη τε καὶ πάντως οἱ ἐξ αἵματος Ἀβραὰμ, ἀλλ᾽ οἱ διὰ πίστεως τῆς ἐν Χριστῷ δεδικαιωμένοι, ὥσπερ ὁ πάνσοφος γράφει Παῦλος, «Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα.» Τί τοίνυν ὁ θεῖός τε καὶ ἱερὸς παρεγγυᾷ λόγος; τί δὲ βοᾷν ἀναπείθει, πάλιν ἡμῖν ἀναλάμποντος τοῦ καιροῦ, καθ᾽ ὃν ἡ ἁγία καὶ πάναγνος ἐπιτελεῖται πανήγυρις, ἡ ἐπί γε, φημὶ, τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ; «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν.» Τὸ μὲν οὖν ἑλέσθαι πονεῖν, καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων μεταποιεῖσθαι νεανικῶς, ἔγωγε φαίην ἂν τῶν ὅτι μάλιστα λυσιτελεστάτων· εὐκλεᾶ γὰρ ἔχει τὸ χρῆμα καρπὸν, καὶ ὡς ὁ προφήτης φησὶν, «Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν.» Οὗ τί ἂν γένοιτο, παρά γε τοῖς οὖσιν ἐν καλῷ φρενὸς, τὸ ἰσοστατοῦν εἰς κτῆσιν;

Οὐδὲν παντελῶς· καὶ πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» Δεῖ δὲ, οἶμαι, τοῖς ἐθέλουσι πονεῖν, καὶ λόγου παντὸς ἀξιοῦν εἰωθόσι τὸ ἐπιγάννυσθαι φιλεῖν τοῖς εἰς ἀρετὴν σπουδάσμασι, καὶ νοῦ βεβηκότος καὶ καρδίας ἐρηρεισμένης, καὶ διαπρεπούσης ἐν ὑπομονῇ καὶ μελέτην ἐχούσης τὸ ᾄττειν ἐπὶ τὰ χρήσιμα. Ἴδοι δ᾽ ἄν τις καὶ περὶ ἡμᾶς αὐτοὺς τοιοῦτόν τι συμβαῖνον, ὁποῖον ἂν γένοιτο περὶ τοὺς τῶν ἵππων ὅτι μελετῶντας τὸ τιθασσεύεσθαι· οἷς οὐκ ἀπόχρη πρός γε τὸ εὖ δεδαμᾶσθαι δοκεῖν, εἰ μόνον ἐσδέξαιντο χαλινόν· προσδεῖ δὲ, οἶμαι, πάντοτε καὶ πάντως τὸ χρῆναι μαθεῖν εὔρυθμον μὲν ὥσπερ τῶν ποδῶν ποιεῖσθαι τὸν κρότον, εὐτεχνεστάτους δὲ εἶναι καὶ δρομικωτάτους.

Χρῆμα δὴ οὖν καὶ ἡμῖν αὐτοῖς ἀναγκαῖον ἂν γένοιτο καὶ ὀνησιφόρον, εἰ πρός γε τὸ δεῖν ἑλέσθαι πονεῖν ἐνορῶ τὸ ὑπάρχον, καὶ τὸ εἰδέναι σοφῶς τὴν ἐφ᾽ ἑκάστῳ τῶν πρακτέων, ἢ μὴ διᾴττουσαν τρίβον. Μονονουχὶ γὰρ χαλινῷ κεχρήμεθα τῇ πανάγνῳ νηστείᾳ, ἀνακόπτοντι τοῦ νοῦ τὴν ἐπὶ τὰ χείρω ῥοπὴν, καὶ κολάζοντι τῆς σαρκὸς τὸ ἔκτοπον κίνημα. Τρυφὴ μὲν γὰρ ἡ σωμάτων ῥίζα τις ὥσπερ ἐστὶ καὶ γένεσις πικρῶν καὶ ἀτιθάσσων ἡδονῶν, καὶ ἀντεξάγει δεινῶς ταῖς εἰς τὸ ἀγαθὸν προθυμίαις, ἀνεπιπλήκτοις ὁρμαῖς χωροῦσα πρὸς τὰ αἰσχίω. Οἱ δέ γε τῆς ἀσιτίας πόνοι νεανικῶς ἀνίστανται, καὶ ταῖς τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν παθῶν ἀντιφέρονται προσβολαῖς, καὶ ἀνασκιρτῶσαν τὴν σάρκα πρὸς τὸ πεφυκὸς ἀδικεῖν περιτρέπουσιν εὖ μάλα πρὸς τὸ εὐήνιον.

Καὶ μέχρι μὲν τούτων ἐπικουρήσειεν ἂν ἡ νηστεία τοῖς ἀγαπῶσιν αὐτήν. Τοῖς γε μὴν ἐντέχνως ἰέναι σπουδάζουσιν ἐφ᾽ ἕκαστα τῶν πρακτέων, ἢ μὴ, περιέσται δή που τὸ ἐν παντὶ γενέσθαι καλῷ· λαμπρὰ γὰρ καὶ ἀξιάγαστα τὰ ἐκ τῆς ἀγχινοίας ἐστὶ κατορθούμενα. Ἐπιμαρτυρήσει δὲ τούτοις καὶ ὁ πάνσοφος Παῦλος, Τιμοθέῳ γεγραφὼς, «Γύμναζε σεαυτὸν εἰς εὐσέβειαν· ἡ γὰρ σωματικὴ γυμνασία,» ἡ διὰ νηστείας δηλονότι καὶ πόνων, «πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστι, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς τε νῦν καὶ τῆς μελλούσης.» Νενηστεύκασί τινες τῶν ἀρχαιοτέρων, ἀλλὰ γυμνὴν καὶ ἀμέτοχον παντελῶς τῶν ἐκ τῆς ἑτέρας ἀρετῆς ἀνδραγαθημάτων ἐποιοῦντο τὴν ἀσιτίαν.

Εἶτα τῶν πραγμάτων αὐτοῖς κατὰ γνώμην οὐκ ἐκβεβηκότων, οὔτε μὴν κατανεύοντος Θεοῦ τῶν αἰτημάτων τὸ πέρας, ἄμισθον δὲ μᾶλλον αὐτοῖς ἀποφαίνοντος τὴν νηστείαν, διεγόγγυζον λέγοντες, «Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως;» Καὶ τί πρὸς ταῦτα Θεός; «Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκεται τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. Εἰς κρίσιν καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί μοι νηστεύετε;» Ἄθρει δὴ οὖν ὅτι τοῖς νηστεύουσι πρέπει γε ἂν ἥκιστά γε τὸ τῶν ἰδίων ἔχεσθαι θελημάτων, τῶν εἰς φαυλότητα λέγω· μονονουχὶ δὲ καὶ ἐῤῥῶσθαι φράζειν αὐτοῖς, μεταφοιτᾷν δὲ πρὸς τὰ ἀμείνω, καὶ οἷον ἀπρὶξ φιλεῖν ἐξῆφθαι τῶν εἰς ἀρετὴν σπουδασμάτων, ψάλλειν τε οὕτω καὶ λέγειν, «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου.» βʹ. Οὐκοῦν ἐπειδήπερ Πάσχα ἐστὶ Κυρίου, καὶ ὁ τῆς ἁπάντων ἡμῶν σωτηρίας καὶ ζωῆς καιρὸς ἀνίσχει, φέρε ταῖς νοηταῖς εὐκοσμίαις κατευφραίνωμεν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸν δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον οἰκονομικῶς, ἵν᾽ ἡμεῖς ὦμεν ὑπὲρ ἑαυτοὺς, καὶ τῶν ἀνθρωπότητος μέτρων ἐπέκεινα, Θεοῦ χρηματίζοντες τέκνα, καὶ ἀδελφὸν ἔχοντες τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν. Φέρε προσαγάγωμεν θυσίας αὐτῷ πνευματικὰς δηλονότι καὶ χαριστηρίους.

Ὁ μὲν γὰρ ἀρχαῖος Ἰσραὴλ μηλοσφαγίαις ἐτίμα, καὶ ταῖς δι᾽ αἱμάτων ἐχρῆτο θυσίαις.

Ἀλλ᾽ ἤκουε Θεοῦ λέγοντος ἐναργῶς, «Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Καὶ μὴν καὶ διὰ φωνῆς τοῦ θεσπεσίου Δαβίδ· «Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;» Παναρκὲς γὰρ τὸ Θεῖον, καὶ ζωοποιεῖ μὲν τὰ πάντα, δεῖ δὲ ὅλως αὐτῷ τῶν τοιούτων οὐδενός. Πλὴν ἐκεῖνό φαμεν· ὡς γὰρ ἐν ὀφλήματος τάξει ζητεῖ τὰς δωροφορίας παρ᾽ ἡμῶν, καιροῦ μάλιστα καλοῦντος εἰς ἑορτήν· ἔφη γὰρ οὕτω διὰ τοῦ πανσόφου Μωσέως, «Ἔντειλε τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων, Τὰ δῶρά μου, δόματά μου, καὶ καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε, προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου.» Εἶτα τί τὸ χρῆμα τῆς καρποφορίας, ἢ καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν, καταθρεῖν ἀναγκαῖον.

Παραιτεῖται μὲν γὰρ ὡς καὶ ἀδρανῆ καὶ ἀνόνητον τῆς ἐν σκιαῖς λατρείας τὴν δύναμιν. Ἀκούω γὰρ λέγοντος τοῖς ἐξ Ἰσραήλ· «Οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Γράφει δὲ καὶ ὁ Παῦλος, «Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.» Προανακεκράγει δὲ καὶ Θεὸς δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.

Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι αὐτοῖς· ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὑτοῦ, καὶ τὸν ἀδελφὸν αὑτοῦ, λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι. Καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός.» Οὐκοῦν πεπαλαίωται μὲν ἡ πρώτη· τετελείωκε γὰρ οὐδέν· εἰσκεκόμισται δὲ λοιπὸν ἡ νέα τε καὶ εὐαγγελική. Πλὴν ἔφη Χριστός· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας.

Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Ὅτι τοίνυν, ὡς ἤδη φθάσαντες εἴπομεν, ἀπαράδεκτος μὲν ἔστι τῷ Θεῷ τῆς κατὰ νόμον λατρείας ἡ σκιὰ, εἰσκεκόμισται δὲ τὰ διὰ Χριστοῦ παιδεύματα, καὶ ἡ πάλαι προεπηγγελμένη Καινὴ Διαθήκη· διαβεβαιοῦταί γε μὴν αὐτὸς ὁ Χριστὸς ἀφῖχθαι πληρώσων καὶ προφήτας καὶ νόμον· ἀναγκαῖον οἶμαι καὶ σοφὸν τοῦ πάλαι νόμου τὴν πλήρωσιν ἐν τῇ Καινῇ Διαθήκῃ περιεργάζεσθαι. Προσεκόμιζον τοίνυν οἱ ἐξ αἵματος Ἰσραὴλ τῷ πανάγνῳ Θεῷ τὰς κατὰ νόμον θυσίας, μόσχον τυχὸν, ἢ πρόβατον· ἀλλ᾽ ἦν, ὡς ἔφην, ἀβούλητόν τε καὶ οὐχ ἡδὺ τὸ χρῆμα.

Αὐτῷ γὰρ ἦν οὐ χρεία κρεῶν ἢ αἱμάτων, ἐπιγάννυται δὲ οὐδαμῶς κνίσσῃ καὶ καπνοῖς. Τίνα δὴ οὖν ἀποπερανοῦμεν τρόπον τὰς κατὰ νόμον θυσίας; Ἐκεῖνο, οἶμαί που, φρονοῦντες ὀρθῶς, ὅτι τύποι μὲν ἦσαν τὰ διὰ Μωσέως, καὶ νοητῶν εἰκόνες θαυμάτων, διαμορφοῦσαι ποικίλως τὰ πνευματικά.

Μόσχος ἦν τοῖς πάλαι τὸ ἱερουργούμενον. Ἀλλ᾽ ἐν αὐτῷ μοι βλέπε τὸν δεῖνα τυχὸν, ἤγουν ἕνα τινὰ τῶν πεπιστευκότων εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν καθιεροῦντα Θεῷ. Γέγραπται γὰρ, ὅτι «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Σύνες οὖν ὅπως λογικὴν λατρείαν τὴν τοῦ ἀνθρώπου καλεῖ καθιέρωσιν, ἀντιπαρεξάγων τὸ χρῆμα ταῖς κατὰ νόμον θυσίαις. Οὐ γὰρ λογικὴ λατρεία τὸ δρώμενον ἦν· βουθυσίαι δὲ μᾶλλον ὡς ἐν σκιᾷ καὶ τύποις τῆς ἀληθείας τὸ κάλλος ὠδίνουσαι.

Εἶτα ποῖος ἂν γένοιτο πρὸς ἡμῶν ὁ τῆς νοητῆς καὶ ἐν Πνεύματι καθιερωσύνης τρόπος, καταθρήσαιμεν ἂν, καὶ ῥᾷστά γε δὴ, τῶν ἱερῶν Γραμμάτων τὸ βάθος διερευνώμενοι, καὶ οἷον ἀνασαλεύοντες τὸ ἐξωφανὲς τῶν τύπων, οὔτε γυμνὴν οἱονεί πως καὶ ἀναμφίεστον τὴν τῷ Θεῷ φιλεστάτην ὁρῶντες ἀλήθειαν.

γʹ. Γέγραπται τοίνυν ἐν ἀρχῇ τοῦ Λευιτικοῦ· «Ἄνθρωπος ἐξ ὑμῶν ἂν προσφέρῃ δῶρα τῷ Κυρίῳ ἀπὸ τῶν κτηνῶν καὶ τῶν βοῶν, καὶ ἀπὸ τῶν προβάτων, προσοίσετε τὰ δῶρα ὑμῶν· ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον, προσάξετε πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, προσοίσεις αὐτὸ δεκτὸν ἔναντι Κυρίου, καὶ ἐπιθήσεις τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος, δεκτὸν αὐτὸ ἐξιλάσασθαι περὶ αὐτοῦ. Καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δείραντες τὸ ὁλοκαύτωμα, μελιοῦσιν αὐτὸν κατὰ μέλη· καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον, καὶ στοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ, καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα, ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου· τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ κάρπωμά ἐστι θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Μόσχος μὲν οὖν, ὡς ἔφην, τὸ ἱερουργούμενον.

Τί δ᾽ ἂν βούλοιτο δηλοῦν ὁ τύπος, ἐροῦμεν ὡς ἔνι. Ἐν εὐσθενείᾳ γὰρ νοῦ προσίεμεν τῷ Θεῷ, κοσμικῆς ἁπάσης κατευμεγεθοῦντες ἡδονῆς. Εὐσθενὲς δὲ ζῶον ὁ μόσχος. Ἄῤῥενα δὲ δεῖν αὐτὸν εἶναί φασι· τὸ γάρ τοι θηλυπρεπὲς, καὶ εὐδιάθρυπτον, εἰς ἦθος καὶ τρόπους τοῖς ἁγίοις ἀνάρμοστον, καὶ κρείττων ἀεὶ τοῦ μαλακίζεσθαι, καὶ καθικνεῖσθαι πρὸς τὰ αἰσχίω τῶν φιλαρέτων ὁ νοῦς. Οἷς δὴ καὶ μάλα εἰκότως τὸ ἱερὸν ἐπιφθέγγεται Γράμμα, πρὸς εὐανδρίαν αὐτοὺς ἀποφέρον τὴν πνευματικὴν, «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Προσκομισθὲν δὲ τὸ θῦμα πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς, κατεσφάζετο ἔναντι Κυρίου, καθὰ γέγραπται. Ἐρχόμενοι γὰρ καὶ ἡμεῖς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν Ἐκκλησίᾳ, τότε δὴ, τότε καὶ τῆς ἄνωθεν ἐποπτείας ἀξιούμεθα, καὶ ἀξιόληπτον ὅτι τὸ δῶρόν ἐστι πιστώσεται λέγων ὁ μακάριος Δαβίδ· «Ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με.» Στεφανοῖ γὰρ ταῖς ἀνωτάτω τιμαῖς οὓς ἂν ἕλοιτο καταθρεῖν. Τοῖς μὲν γὰρ ἐξ αἵματος Ἰσραὴλ, ἀποσπουδάζουσι μὲν ἐκτύπως τὸ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐπιτηδείως ἔχειν, δι᾽ οὐδενὸς δὲ λόγου ποιεῖσθαι μεμελετηκόσι τὸ προσκρούειν αὐτῷ, καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ἀνοσίους κατημεληκόσιν, «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, φησὶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν.»

Ἐπιγάννυται δὲ τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ προσιόντας αὐτῷ διὰ τῆς ἐν Χριστῷ πίστεως ἐφορᾷ.

Γέγραπται γὰρ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Ἐσφάζετο τοίνυν ὁ μόσχος, προσεχεῖτο δὲ τὸ αἷμα τῷ θυσιαστηρίῳ. Ἀλλὰ καὶ ἐφ᾽ ἡμῶν αὐτῶν δρῷτο ἂν, οἶμαι, ταυτὶ, νοητῶς δηλονότι, καὶ πνευματικῶς. Καταλήγοντες γὰρ τῶν εἰς φαυλότητα σπουδασμάτων, καὶ κατανεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, κόσμῳ μὲν ἀποθνήσκομεν, εἰς ἁγίαν δὲ καὶ ἀμώμητον μεταφοιτῶμεν ζωήν· ἀξιεπαινετώτατον δὲ τὸ χρῆμά ἐστι παρά γε τῷ φιλαρέτῳ Θεῷ. Ψάλλει γοῦν καί φησιν ὁ προφήτης Δαβίδ· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Ταύτην ὑπομείνας τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον νέκρωσιν ὁ πάνσοφος Παῦλος, ἐπιστέλλει καί φησιν· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ὁ ἐν ἐμοὶ Χριστός.» Γέγραφε δὲ καὶ ἑτέροις, μᾶλλον δὲ καὶ ἡμῖν αὐτοῖς, «Οὐκ οἴδατε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον αὐτοῦ, ἵν᾽ ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.»

Οὐκοῦν ὁ μὲν τοῦ μόσχου θάνατος τὸ τεθνάναι τῷ κόσμῳ δηλοῖ· τόγε μὴν προσχεῖσθαι τῷ θυσιαστηρίῳ τὸ αἷμα, ψυχῆς ἁγίας καθιέρωσιν ὑπαινίττεται, καὶ ζωῆς ἁγίας καὶ θεοφιλοῦς ὑπεμφαίνει τὴν εὐοσμίαν· ψυχῆς γὰρ ἤτοι ζωῆς εἰς τύπον τὸ αἷμα λαμβάνεται παρά γε τῇ θεοπνεύστῳ Γραφῇ.

Φησὶ γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· «Πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή. Οὐ βρωθήσεται ἡ ψυχὴ μετὰ τῶν κρεῶν. Οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεῖται αὐτὸ ὡς ὕδωρ. Ἀλλὰ καὶ δείραντες τὸ ὁλοκαύτωμα, φησὶ, μελιοῦσιν αὐτὸ κατὰ μέλη.» Τοῦτο συνεὶς εὖ μάλα νομομαθὴς ὢν ὁ Παῦλος, ἐπιστέλλει καί φησι· «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτατος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Ἡ γὰρ τῆς βύρσης ἀφαίρεσις, τὴν γύμνωσιν ὑπαινίττεται.

Κέκρυπται γὰρ ὅλως τῶν ἐν ἡμῖν οὐδὲν, ἀλλ᾽ οὐδ᾽ ἄν τι διαλάθοι τὸν θεῖον καὶ ἀκήρατον νοῦν· καθικνεῖται δὲ καὶ μέχρις ἁρμῶν τε καὶ μυελῶν, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ κατατέμνεσθαι μελεϊστὶ τὸ ζῶον. Ἀκούω δὲ λέγοντος ἐναργῶς, «Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἵεται κρύπτειν;» Καὶ μὴν καὶ ἑτέρωθι, «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν· μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι;» Πληροῖ γὰρ τὰ πάντα, καὶ ἀποδημεῖ τῶν ὅντων οὐδέν. Προστέταχε δὲ πρὸς τούτοις ἀποπλύνεσθαι δεῖν τοῦ μόσχου τὰ ἐνδόσθια, καὶ τοὺς πόδας. Καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Σωτὴρ διατρανοῖ λέγων· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Εἶεν δ᾽ ἂν εἰς τύπον οἱ πόδες τῆς ὡς ἐν ἔργοις πορείας, καὶ οἱονεὶ τρίβου τῆς κατ᾽ ἀρετήν. Γέγραπται γὰρ ὅτι, «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνε.»

Καθαροὶ γὰρ λίαν οἱ τοιοίδε πόδες, ἀποφέρουσι δὲ καὶ πρός γε τὸ δεῖν ἀποπεραίνειν εὖ μάλα τὰς ἐντολὰς Κυρίου· ὃς, ἵνα ταῖς οὕτω σεπταῖς ἐμβιβάσῃ τρίβοις τοὺς ἐπὶ τῆς γῆς, καί τοι Θεὸς κατὰ φύσιν ὑπάρχων, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος, κεκένωκεν ἑαυτὸν, ἵνα τὴν ἀνθρώπου φύσιν ἐπίμεστον ἀποφήνῃ τῶν ἄνωθεν ἀγαθῶν· τεταπείνωκεν ἑαυτὸν, ἵν᾽ ἡμῖν τὸ ὑψοῦ γενέσθαι χαρίσηται· γεγέννηται κατὰ σάρκα ἐκ γυναικὸς, ἵν᾽ ἡμεῖς τὴν διὰ τοῦ Πνεύματος ἀναγέννησιν εἰς καινότητα ζωῆς δι᾽ αὐτοῦ πλουτήσωμεν. Δέχεται δὲ παρ᾽ ἡμῶν ἐπὶ γῆς μητέρα, καὶ δέδωκεν ἡμῖν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· καὶ ἁπαξαπλῶς, αὐτοῦ γέγονε τὰ ἡμῶν κατ᾽ οἰκείωσιν οἰκονομικὴν, ἵνα καὶ ἡμεῖς ἐν τοῖς ἰδικῶς αὐτοῦ σὺν αὐτῷ τε καὶ δι᾽ αὐτὸν ἀναβαίνωμεν, ἡμερότητι τῇ παρ᾽ αὐτοῦ τὸ χρῆμα κερδαίνοντες. Τοιγάρτοι καὶ ἔφασκε· «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν.» Ὠνομάσμεθα γὰρ υἱοὶ Θεοῦ, πρωτότοκον ἔχοντες καὶ ἀδελφὸν κατὰ σάρκα τὸν Μονογενῆ. Οὐκοῦν «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,» ἵνα δικαιώσῃ περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» δʹ. Ἐπέθειτο μὲν γὰρ, οὐ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν, μόνοις δὲ μᾶλλον τοῖς ἐξ Ἰσραὴλ, ὁ διὰ Μωσέως νόμος, καὶ κλῆρος ἀπόλεκτος τῷ Θεῷ τὸ ἐξ Ἀβραὰμ ὠνόμαστο γένος.

Γέγραπται γὰρ, ὅτι «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ἀλλ᾽ ὥς φησιν ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης περὶ τοῦ Υἱοῦ, «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον·» καίτοι τῶν διὰ Μωσέως Γραμμάτων προαναφωνούντων εὖ μάλα τὸ ἐπ᾽ αὐτῷ μυστήριον, καὶ προσέτι τῶν ἁγίων προφητῶν, ἐπειδὴ δὲ ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον τεθέανται τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, κακόνοι τε καὶ ὀλιγογνώμονες, καὶ ἀσύνετοι παντελῶς, δι᾽ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων.

Κυνηδὸν γὰρ ἐπεπήδων μονονουχὶ, καὶ καθυλακτοῦντες ἔφασκον, «Διὰ τί σὺ ἄνθρωπος ὣν, ποιεῖς σεαυτὸν Θεόν;» Ἀλλ᾽, ὦ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἑτοίμως ᾄττειν εἰδὼς, ἐρεύνησον τὴν θεόπνευστον Γραφήν· πολυπραγμόνησον τῶν ἁγίων προφητῶν τοὺς λόγους· δοκίμαζε τὰ Μωσέως, τίνα τρόπον ἐπιλάμψειν ἐπὶ τῆς γῆς δι᾽ αὐτῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκηρύττετο. Εἰ μὲν γὰρ ἀσώματός τε καὶ ἀναφὴς, καὶ τοῦ πρὸς ἡμῶν ὁρᾶσθαι κρείττων ὡς Θεὸς, εὔμορφον ἂν ἴσως ἐποιήσω τὴν ἀπιστίαν, προσιών τε καὶ λέγων· «Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» Ἐπειδὴ δὲ διὰ τῆς τῶν ἁγίων φωνῆς σεπτὸν καὶ βαθὺ τῆς ἐνανθρωπήσεως προαναφωνεῖ τὸ μυστήριον, τί μὴ μᾶλλον κατ᾽ εὐθὺ τοῦ πρέποντος ἰέναι προθυμούμενος, καὶ τοῖς καθήκουσι λογισμοῖς πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν πηδαλιουχούμενος, ἐξ αὐτῶν ὁρᾷς τῶν δεομένων, ἤγουν παραδόξως ἐκπεπερασμένων, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ ἐκ Θεοῦ πέφηνε Πατρὸς, καὶ εἰ γέγονε σὰρξ δι᾽ ἡμᾶς οἰκονομικῶς;

Ὅρα γὰρ αὐτὸν καὶ τῶν τοῦ θανάτου κατευμεγεθοῦντα δεσμῶν, καὶ τοῖς ἤδη τεθνεῶσι καὶ κατεφθαρμένοις ἐνιέντα τὴν ζωήν· ὅρα πεσόντα καὶ κείμενον τὸν πάλαι δεινὸν καὶ δυσάντητον Σατανᾶν· τέθειται γὰρ ὑπὸ πόδας ἁγίων· ὄψει δὲ νόσου τε ἁπάσης καὶ μαλακίας κρείττονα, καὶ τοῖς τοῦ κόσμου στοιχείοις θεοπρεπῶς ἐπιτάττοντα, καὶ πνευμάτων μὲν ἀγρίων ἀνακόπτοντα φορὰς, κατευνάζοντα δὲ καὶ θάλασσαν, καὶ κύμασιν ἐπιπλήττοντα, καὶ τί γὰρ οὐχὶ τῶν παραδόξων ἀμογητὶ κατορθώσαντα.

Θαύμαζε τῶν πεπιστευκότων τὴν ἀριθμοῦ κρείττονα πληθὺν, ἄθρει τε οὕτως εἰς πέρας ἐκβεβηκὸς τὸ διὰ φωνῆς τοῦ Δαβὶδ πρὸς αὐτὸν ὑμνούμενον, «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.» Ὅτι δὲ ἔμελλεν ἐπιλάμψαντος τοῦ Χριστοῦ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις, ἡ ὡς ἐν σκιαῖς, φημὶ, καὶ τύποις, εἰκαία πως ἤδη καὶ αὐτοῖς ἀποφαίνεσθαι τοῖς ἐξ αἵματος Ἰσραὴλ, πιστώσεται λέγων Θεὸς διὰ φωνῆς ἁγίων· ποτὲ μὲν, «Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων·» καὶ πάλιν τῇ τῶν πιστευόντων πληθύϊ διαλεγόμενος, «Καὶ ἔσται, φησὶ, ὅταν πληθυνθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς Διαθήκης Ἁγίου Ἰσραήλ· οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ἐπισκεφθήσεται, οὐδὲ ὀνομασθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.» Ἀλλ᾽ ἦν δή που καὶ μάλα εἰκὸς, ταυτὶ συνιέντα τὸν Ἰσραὴλ, τιμῆσαι τῇ πίστει τὸν Ἐμμανουήλ.

Ἐτράποντο δὲ πρὸς πᾶν τοὐναντίον. Ἀντεφέροντο γὰρ οὐ μετρίως, ἀνοσίῳ θυμῷ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων στρατηγούμενοι, καὶ τῆς βασκανίας φλογὶ διακεκαυμένην ἕχοντες τὴν καρδίαν, συκοφαντεῖν ἀπετόλμων θαυματουργοῦντα τὸν Ἰησοῦν, καὶ τοῖς ἐκ φθόνου μέλεσι κατηκόντιζον· κατέληξε δὲ πρὸς τοῦτο αὐτοῖς τῆς ἀπονοίας τὸ μέγεθος, ὥστε καὶ ἀποκτεῖναι ζητεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς. Καὶ ἀπεκτόνασι μὲν, πλὴν ἀνεβίω, καὶ γέγονεν «Ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος τῶν νεκρῶν,» ἵνα καὶ ἡμεῖς ἀποσεισάμενοι τὴν φθορὰν, καὶ τὸ τοῦ θανάτου διεκδύντες κράτος, ἐκεῖνο λέγωμεν τὸ προφητικόν· «Ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;» Καταργήσας τοίνυν τὸν θάνατον, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἥξει τε οὕτω κατὰ καιροὺς ἐν δόξᾳ θεοπρεπεῖ, καὶ καθήσεται κριτής· ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.

Οὐκοῦν ὡς τῆς ἑαυτῶν ζωῆς ἀποδώσοντες λόγους, τῶν εἰς ἐπιείκειαν αὐχημάτων μεταποιεῖσθαι σπουδάζωμεν, καὶ διὰ πάσης ἀρετῆς τὴν ἰδίαν ἕκαστος καταφαιδρυνέτω ζωήν· τηρήσωμεν τὴν τοῦ σώματος εὐγένειαν· ἀποπαυσώμεθα φαύλης ἁπάσης καὶ βδελυρᾶς ἡδονῆς· κρείττους εὑρισκώμεθα τῆς εἰς ἀδελφοὺς μικροψυχίας· τῶν ἐξ ὀργῆς κρατήσωμεν κινημάτων· ἀπέστω δὲ τὸ ὀμνύναι κατὰ Θεοῦ, καὶ, καθά φησιν ὁ πάνσοφος Παῦλος, «Ὁ λόγος ὑμῶν ἐν χάριτι, ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.» Χρηστοὶ καὶ εὔσπλαγχνοι πρὸς τοὺς δεομένους εὑρισκώμεθα. Εὖ ποιήσωμεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας, ἐπισκεψώμεθα δεσμίους. Μνημονεύσωμεν τῶν ἐν ἀῤῥωστίαις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώμασιν.

Ἀσφαλῆ καὶ ἀκράδαντον τῷ πάντων Σωτῆρι Χριστῷ τὴν πίστιν τηρήσωμεν. Οὕτω γὰρ, οὕτω καὶ τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτήν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἐννάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ τεσσαρεσκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ ἐννεακαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς εὐαγγελικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν ἐντρυφήσομεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, καὶ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.