Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή ΚΓ΄
Η κλήση των εθνών, η πνευματική κατανόηση του Μωσαϊκού Νόμου και η τυπολογία του Δαβίδ. Η βασιλεία στη Χεβρών και η οικοδόμηση του οίκου του Δαβίδ ως εικόνες της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή ΚΓ΄
Η κλήση των εθνών, η πνευματική κατανόηση του Μωσαϊκού Νόμου και η τυπολογία του Δαβίδ. Η βασιλεία στη Χεβρών και η οικοδόμηση του οίκου του Δαβίδ ως εικόνες της Εκκλησίας.
ΛΟΓΟΣ ΚΓʹ. Προθεωρία. Πεποίηται καὶ νῦν ἡμῖν τὸ λογίδιον, οὐ τῆς ἐν λόγοις φιλοτιμίας ἐπαγγελίαν ἔχον, ὅτι μὴ οὕτως ἡμῖν ὁ σκοπὸς, ἀλλ᾽ ὄνησιν ἀναγκαίαν τοῖς ἀκροωμένοις εἰσφέρειν, ὡς δὲ οἶμαι, δυνάμενον, καὶ εἰς τοὺς τῆς εὐζωΐας ἀπευθῦνον τρόπους. Συντέθειται γὰρ, οὐχ ἑτέρου του χάριν, πλὴν ὅτι τούτου καὶ μόνου. Οὐκοῦν μὴ πάντως βασανιζέσθω τῆς λέξεως, ἢ τῆς συνθήκης τὸ ἀκριβὲς, ἀλλ᾽ ὁ τοῦ γράψαντος ἐπαινείσθω σκοπός.
αʹ. Ὁ μακάριος προφήτης Δαβὶδ, τὴν παναρμόνιόν τε καὶ εὐμελῆ τοῦ Πνεύματος ἀνακρούων λύραν, τὴν ἁγίαν καὶ πάναγνον τοῦ Σωτῆρος ἡμῶν ἑορτὴν προευηγγελίζετο, λέγων· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Καί μοι δοκεῖ σοφῶς καὶ ἐντέχνως τὸ, «Δεῦτε,» φωνεῖν. Καλεῖ γὰρ ὥσπερ ἐγγὺς τοὺς ἀφεστηκότας, καὶ οἷον ἀποφοιτῶντας Θεοῦ, κατά γε, φημὶ, τοὺς τῆς διαθέσεως τρόπους, καθ᾽ οὓς ἂν γένοιτο τῆς πρὸς Θεὸν οἰκειότητος ἀπονοσφίζεσθαί τινας. Τίνες δὲ οὗτοι, πολυπραγμονεῖν ἀναγκαῖον.
Εἷς μὲν δὴ καὶ πρῶτος τὸ ἑλέσθαι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτειν τὸ σέβας. Ἀπιστία τε πρὸς τούτῳ, καὶ μέν τοι κακοπιστία· ὧν τὴν μὲν, τοῖς ἐξ αἴματος Ἰσραὴλ ἀναθείη τις ἄν· τήν γε μὴν ἑτέραν ταῖς τῶν αἱρέσεων ἐξιτήλοις εὑρεσιεπείαις.
Προσεποίσομεν δὲ τούτοις τὸ κοινὸν ἀῤῥώστημα πάντων τῶν ἐπὶ τῆς γῆς, φημὶ δὴ τὴν ἁμαρτίαν. Οὐκοῦν ἱερῷ καὶ διαπρυσίῳ κηρύγματι, τὰ αἰσχίω μεθέντας, τοὺς ὠνομασμένους, μεταφοιτᾷν ἑλέσθαι πρὸς τὰ ἀμείνω διακελεύεται, ὡς Ἑλλήνων μὲν παῖδες, τὸν ἐκ διαβολικῆς σκαιότητος ταῖς αὐτῶν διανοίαις εἰσοικισθέντα σκότον εὖ μάλα διαδιδράσκοντας, πρὸς τὸ ἀκραιφνὲς τῆς ἀληθείας ἐπείγεσθαι φῶς, καὶ τὸν ἀληθῶς καὶ φύσει τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον ὁμολογῆσαι Θεόν· Ἰουδαίους δὲ τὸν διὰ νόμου καὶ προφητῶν πολυτρόπως διηγγελμένον, ὀψὲ γοῦν καὶ μόλις ἐπιγινώσκοντας ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις εἰπεῖν· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·» τούς γε μὴν τοῖς τῶν ἀνοσίων αἱρέσεων ἁλόντας βρόχοις, πολυπλόκων μὲν ἀπαλλάττεσθαι λογισμῶν, καὶ φιλοκακούργως ἐξηρτυμένων, εὐθὺ δὲ τῆς ἀληθείας διᾴττοντας, τὸν ὀρθόν τε καὶ ἀπλανῆ τῆς πίστεως, καὶ οὐδὲν ἔχοντα περιειργασμένον ἀγαπῆσαι λόγον· τοὺς δέ γε τοῖς ἁμαρτίας ἐμβεβηκότας βόθροις ὀλέθρου καὶ πάγης ἔξω ποιῆσαι πόδας, καὶ ταῖς ἑαυτῶν διανοίαις Ἰουδαϊκὸν ἐντετηγμένον μολυσμὸν ἀποτρίβεσθαι, ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ δικαιοῦντος τὸν ἀσεβῆ, διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ· τὸ, διδάξειν τοῖς εἰς αὐτὸν πιστεύσασι γεγραφὼς ὁ πάνσοφος Παῦλος· «Ἦ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν;
ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» Οὐκοῦν ἐπειδήπερ τοῖς εὐθέσι πρέπει αἴνεσις, καθὰ γέγραπται, παντὸς ἀπαλλάττοντες ῥύπου τὰς ἑαυτῶν ψυχὰς «δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Τοῖς γε μὴν τοῦτο δρᾷν ἀνεπιπλήκτως ἐθέλουσιν, ἐκεῖνο διασκεπτέον, πῶς δὴ καὶ τίνα τρόπον ἀγαλλιάσαιτ᾽ ἄν τις τῷ Κυρίῳ, καὶ οὐκ ἂν ἔξω βάλλοι σκοποῦ. Ὁ γάρ τοι φιλοσαρκίας ἡττώμενος, καὶ ἀποσπουδάζων μὲν τῶν ἐκτόπων οὐδὲν, ἐν παντὶ δὲ λόγῳ ποιεῖσθαι μεμελετηκὼς τὸ ὅτι μάλιστα κεκιβδηλευμένον καὶ ἀνόσιον εἰς τρόπους, ἐπιγαννύμενος δὲ καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς καὶ ταῖς ἐκ πλούτου τρυφαῖς, ἥκιστα μὲν Κυρίῳ τὸ ἀγαλλιᾶσθαι καὶ χαίρειν, προσκαίροις δὲ μᾶλλον ἡδοναῖς ἐκνενεμηκὼς, οὐ θιασώτης ἔσται σεπτὸς, οὔτε μὴν ἁγίοις χορευταῖς ἐναρίθμιος. Γέγραπται γὰρ, ὅτι «Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.» Ὅ γε μὴν ταῖς εἰς ἐγκράτειαν εὐανδρίαις ἐπισεμνύνεσθαι διεσπουδακὼς, καὶ πέρα παντὸς ἰέναι πάθους, κατά γε τὸ ἐφικτὸν τῇ ἀνθρώπου φύσει, ἔχοι ἂν εἰκότως ὅτι μάλιστα πρέπον αὐτῷ τὸ χρῆναι δοξολογεῖν.
Ὀνίνησι πρὸς τοῦτο ἡμᾶς γεγραφὼς ὡδὶ καὶ ὁ πάνσοφος Παῦλος· «Τοῦτο οὖν λέγω καὶ διαμαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτωμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Χριστοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀνανεοῦσθαι δὲ τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Τίς οὖν ἄρα ἐστὶν ὁ παλαιὸς ἄνθρωπος; «Ὁ φθειρόμενος δηλονότι κατὰ τὰς ἐπιθυμίας τῆς σαρκός.» Νέος γε μὴν ὁ εἰς καινότητα ζωῆς τῆς ἐν Χριστῷ μεταστοιχειούμενος, ἀνακαινισθέντος ἐν αὐτῷ τοῦ νοὸς, καὶ ταῖς μὲν τῆς ἀληθοῦς θεοπτίας ἐντρυφῶντος αὐγαῖς, εὐρωστίας γε μὴν εἰς τοῦτο λοπὸν ἱγμένου, καὶ μὴν καὶ διᾴττειν εἰδότος, ὡς ἀνάλωτον μὲν ταῖς εἰς φαυλότητα γενέσθαι ῥοπαῖς, διψῇν δὲ μόνα καὶ ἑλέσθαι πληροῦν, τὰ δι᾽ ὧν ἂν γένοιτο παντὸς εἴσω θαύματος.
βʹ. Τέθειται μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραὴλ διὰ Μωσέως ὁ νόμος. Ἀλλ᾽ ἦν ἐν σκιαῖς καὶ τύποις, οὔπω προσίεσθαι δυναμένων τῶν τὸ τηνικάδε τὸ τελέως ἀγαθὸν, ἤτοι τοῦ τελείως ἔχοντος ἀγαθοῦ τὴν γνῶσιν· ἐν χρείᾳ δὲ μᾶλλον καθεστηκότων μαθήματος νηπιοπρεποῦς, ἵν᾽ ὡς ἐν τύποις ἔτι μελετῶντες τὸ ἀληθὲς, τὸ τοῦ νόμου πέρας εἰδεῖεν ὀρθῶς, φημὶ δὴ Χριστόν· «Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς,» καθὰ γέγραπται. Πῶς, ἢ τίνα τρόπον; συμφέρεται γὰρ τοῖς εὐαγγελικοῖς παιδεύμασιν ὁ διὰ Μωσέως νόμος, εἰ πρὸς ἡμῶν νοοῖτο πνευματικῶς. Ἀποφέρει γὰρ ἐπὶ τὸ Χριστοῦ μυστήριον. Καὶ μάρτυς αὐτὸς τοῖς Ἰουδαίοις λέγων· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Τί τοίνυν γέγραφεν ὁ Μωσῆς; Οὐχ ὅτι μόνοις τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐπικουρήσων ἀφῖκται Χριστὸς, ἀλλὰ γὰρ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν, ἔθνει τε παντί. Θεοῦ γὰρ πάντες, καθὸ καὶ πάντων ἐστὶ γενεσιουργὸς καὶ Κύριος. Προστέταχε τοίνυν σφάζεσθαι τὸν ἀμνὸν εἰς τύπον αὐτοῦ, πλὴν ἐκ πλαγίων τοῦ θυσιαστηρίου βλέποντα πρὸς βοῤῥᾶν. Ἀλλὰ γὰρ τί τὸ χρῆμα; φαίη τις ἂν ἴσως. Τί τὸ βαθὺ καὶ ἀμυδραῖς ἀσαφείαις κατεσκιασμένον αἴνιγμα τῆς ἱερουργίας; πεύσεται δὴ οὖν ὁ τοιοῦτος πρὸς ἡμῶν. Ἔστι μὲν οὖν, ὦ τὰν, τῶν Ἰουδαίων ἡ χώρα νοτιωτάτη· βορειοτέραν δὲ, καὶ θαλάσσης κρείττονα, τὴν τῶν ἐθνῶν εἶναί φασιν.
Οὐκοῦν, τέθυται μὲν παρ᾽ ἐκείνοις ὁ ἀμνός· πλὴν οὐκ ἄτοπον τὴν τῶν ἐθνῶν ἔχει χώραν.
Τέτραπται γὰρ εἰς αὐτὴν κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν· οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς· εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν.» Προσκέκρουκε γὰρ καὶ παρεπίκρανεν οὐ μετρίως ὁ Ἰσραήλ· ὅτι δὲ ἔμελλον τῆς πρὸς Θεὸν οἰκειότητος ἐξωθέντος αὐτοῦ ἐν παραδοχῇ γενέσθαι τὰ ἔθνη διὰ τῆς πίστεως, ἀταλαίπωρον ἰδεῖν, εἴπερ τις ἕλοιτο τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονῆσαι φωνάς. Γέγραπται γοῦν· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Καὶ τίς ὁ ἀπεσταλμένος, ἢ πάντως που ὁ Χριστὸς ὁ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἀνακτίζων ἄνθρωπον, καὶ καταλύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, εὐαγγελισάμενός τε τὴν εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς, τουτέστιν, Ἕλλησί τε καὶ Ἰουδαίοις; Ἔφη γοῦν, ὅτι «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.»
Ὅτι δὲ τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα, καὶ σεσαρκωμένον, ἐπέγνωσαν μὲν καὶ τετιμήκασιν οἱ νομομαθέστεροι, καὶ συνετώτεροι τῶν ἐξ Ἰσραὴλ, οἵ γε μὴν εἰς ἐξίτηλον ἀπενηνεγμένοι θράσος, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ταῖς ἀπειθείαις λυπήσαντες, τὰς αὐτοῖς πρεπούσας ἐξῄτηνται δίκας· προσειλημμένων δὲ τῶν ἐθνῶν, εἰσκεκλήσονται καὶ αὐτοὶ διὰ πίστεως, ἁπλῆν, ὡς ἄν τις εἴποι, καὶ μίαν παρενεγκὼν εἰκόνα τοῦ πράγματος, ἐκ τῆς θεοπνεύστου Γραφῆς, ὡς ἂν οἷός τε ὦ, πληροφορεῖν πειράσομαι, προϋπομνήσας ὅτι πλειστάκις τὸ Γράμμα τὸ ἱερὸν Δαβὶδ ὀνομάζει τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἅτε δὴ καὶ ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γεγεννημένον.
Γʹ. Γέγραπται τοίνυν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν· «Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαβὶδ εἰς Χεβρὼν, καὶ εἶπαν αὐτῷ· Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς. Καὶ χθὲς καὶ τρίτην, ὄντος Σαοὺλ βασιλέως ἐφ᾽ ἡμᾶς, σὺ ἦσθα ὁ εἰσάγων καὶ ἐξάγων τὸν Ἰσραήλ. Καὶ εἶπε Κύριος πρὸς σέ· Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ. Σὺ ἔσῃ ἡγούμενος ἐπὶ τὸν Ἰσραήλ. Καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών.
Καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαβὶδ βασιλέα ἐπὶ τὸν Ἰσραήλ.» Σύνες ὅπως διωμολογήκασιν ἐναργῶς, καὶ ὀστᾶ καὶ σάρκες εἰσὶν αὐτοῦ· Οἱ γάρ τοι τὴν πίστιν τὴν εἰς Χριστὸν προσιέμενοι τῆς μετὰ σαρκὸς οἰκονομίας οὐκ ἀγνοοῦσι τὸν τρόπον. Ὁμολογοῦσι δὲ μᾶλλον, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄνθρωπος. Οὕτω γὰρ ἂν εἶεν αὐτοῦ καὶ ὀστᾶ καὶ σάρκες, κατά γε, φημὶ, τὸ ἐν ἀνθρωπότητι συγγενές. Προσεπάγουσι δὲ ὅτι, καὶ βασιλεύοντος τοῦ Σαοὺλ, αὐτὸς ἦν ὁ ἄγων καὶ φέρων τὸν Ἰσραήλ. Ἦν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὡς Θεὸς, τὸ κατὰ πάντων οὐσιωδῶς ἀνημ[μ]ένος κράτος, ταλαντεύων τε τὰ ἀνθρώπινα, καὶ ἀῤῥήτοις νεύμασι πρὸς τὸ εἶναι συνέχων, τοὺς τοῖς παρ᾽ αὐτοῦ θεσπίσμασιν εὖ μάλα κατεζευγμένους. Ὅτι δὲ κατ᾽ εὐδοκίαν καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ, ἀραρότως πιστεύουσι, λέγοντες· «Κύριος εἶπε πρὸς σέ· Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ ἔσῃ εἰς ἡγούμενον.» Οὕτω πού φησι καὶ ὁ θεσπέσιος Πέτρος· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ μὴν καὶ Ναθαναὴλ, ᾧ καὶ αὐτὸς τὸ εἰλικρινὲς καὶ γνήσιον προσμεμαρτύρηκεν ὁ Χριστός· «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, φησὶ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ.»
Ἔφη δέ που καὶ αὐτὸς διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ (δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς) ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Πλὴν οὐκ ἀσύνηθες ἦν τὸ βασιλεύειν αὐτῷ· Θεὸς γὰρ ὢν φύσει, καὶ σύνθρονος τῷ γεννήσαντι, πᾶσαν ὑπὸ πόδας ἔχει τὴν κτίσιν. Λέγεται δὲ κεχειροτονῆσθαι βασιλεὺς, διά τοι τὸ κατανεῦσαι λοιπὸν τῆς ἑαυτοῦ βασιλείας ἐπαφεῖναι τὸν ζυγὸν τοῖς ἔξω ποτὲ καὶ ὑφ᾽ ἑτέρῳ κειμένοις. Κεκράτηκε γὰρ τῶν ἐπὶ τῆς γῆς ἐκ πλεονεξίας ὁ Σατανᾶς. Ὁμολογήσαντες δὲ τὴν πίστιν, δέχονται παρ᾽ αὐτοῦ διαθήκην ἐν Χεβρών. Καὶ τί τὸ «ἐν Χεβρών» ἐστι; δηλοῖ τοιγαροῦν ἡ λέξις τὴν ἕνωσιν. Ἐν Χριστῷ δὲ τὰ πάντα γεγόνασιν ἓν, καὶ συνήφθη μὲν τὰ ἄνω τοῖς κάτω, καὶ τοῖς ἄνω τὰ κάτω. Συνδεδραμήκασι δὲ πρὸς ἑνότητα καὶ ὁμοψυχίαν διὰ τῆς πίστεως, οἵ τε ἐξ αἵματος Ἰσραὴλ, καὶ μὴν καὶ οἱ πάλαι τῶν εἰδώλων θεραπευταί.
Πλὴν ὅτι καὶ γαῦρον αὐτῷ τὸν αὐχένα, τῶν ἐξ Ἰσραὴλ ἐπανατείναντές τινες, κακοὶ κακῶς διολώλασιν, ἐξ αὐτῶν οὐδὲν ἧττον τῶν ἐφεξῆς εἰσόμεθα· ἔχει γὰρ οὕτω· «Καὶ ἀπῆλθε Δαβὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ, πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. Καὶ ἐῤῥέθη τῷ Δαβίδ· Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀνέστησαν οἱ χωλοὶ, καὶ οἱ τυφλοὶ λέγοντες· Οὐκ εἰσελεύσεται Δαβὶδ ὧδε. Καὶ κατελάβετο Δαβὶδ τὴν περιοχὴν Σιὼν, αὕτη ἡ πόλις Δαβίδ.
Καὶ εἶπε Δαβὶδ τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς τύπτων Ἰεβουσαῖον, ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς, καὶ τοὺς τυφλοὺς, καὶ τοὺς μισοῦντας ψυχὴν Δαβίδ· διὰ τοῦτο ἐροῦσι· Τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου.» Ἄθρει δὴ οὖν, ἄθρει τὴν τῶν ἀνθισταμένων αὐτῷ πληθύν. Χωλοὶ δὲ ἦσαν καὶ τυφλοί.
Μεμνήμεθα δ᾽ εἰπόντος Χριστοῦ περί τε τῶν Γραμματέων καὶ Φαρισαίων· «Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν.» Καὶ μὴν καὶ διὰ φωνῆς τοῦ Δαβὶδ περὶ αὐτῶν· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ἀπαράδεκτον γὰρ ἐποιοῦντο Χριστὸν, οἱ μήτε ὀρθοποδεῖν εἰδότες, μήτε μὴν εἰς νοῦν καὶ καρδίαν τὸ νοητὸν καὶ θεῖον εἰσοικισάμενοι φῶς, ἀλλὰ πεπτώκασιν ἐν παραξιφίδι, τουτέστιν, ἐν μαχαίραις.
Δεδαπάνηνται γὰρ πολέμῳ, κατεμπρησθείσης τῆς χώρας αὐτῶν ὁμοῦ τῷ διαβοήτῳ ναῷ. Ὅτι δὲ, προσκεκρουκότων αὐτῷ τῶν ἐξ Ἰσραὴλ, εἰ παίπεκέ τε καὶ προσελήφθη τῶν ἐθνῶν ἡ πληθὺς, καὶ Χριστὸν ἐπεγράψατο Κύριον, καὶ Βασιλέα, σαφηνιεῖ πάλιν τὰ γεγραμμένα. Καὶ γάρ φησιν· «Ἀπέστειλε Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαβὶδ, καὶ ξύλα κέδρινα, καὶ τέκτονας ξύλων, καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαβίδ.» Ἦν μὲν γὰρ ἀλλογενὴς ὁ Χιρὰμ, καὶ οὐκ ἀπό γε τῆς Ἰουδαίων πληθύος.
Εἰδωλολάτρης δὲ μᾶλλον, καὶ ἐκ τῆς τῶν πλανωμένων ἀγέλης. Ἀλλ᾽ ᾠκοδόμησεν οἶκον τῷ Δαβίδ. Ἐγήγερται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ οὐ καθ᾽ ἕνα τόπον, ἢ χώραν, ἀλλ᾽ ἐν πάσῃ τῇ ὑπ᾽ οὐρανὸν, οἰκοδομούντων ὥσπερ αὐτὴν τῶν ποτὲ μὲν τῇ κτίσει λατρευόντων, καὶ ἀχλύϊ κατεσκοτισμένων διαβολικῇ, πιστευσάντων δὲ μετὰ τοῦτο καὶ πεφωτισμένων, καὶ τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, ἐν παντὶ πεποιημένων θαύματι. Πλὴν κἀκεῖνο πρὸς τούτοις ἄθρει. ᾨκοδόμητο μὲν γὰρ ὁ οἶκος τῷ Δαβὶδ, δι᾽ ἀλλογενοῦς τοῦ Χιράμ. Ἀνεκόμιζε δὲ τὴν κιβωτὸν εἰς αὐτὸν παρ᾽ ἑτέροις οὖσαν, καὶ ἔξω που κειμένην, ὁ θεσπέσιος Δαβίδ. «Καὶ ἐπορεύθη γὰρ, φησὶ, καὶ ἀνήγαγε τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαβὶδ ἐν εὐφροσύνῃ.» Κατασημήνειε δ᾽ ἂν ἡ κιβωτὸς τὸν διὰ Μωσέως ὠδίνουσα νόμον, τοὺς ὑπὸ νόμον καὶ σκιάν. Οἳ πάλαι μὲν ἦσαν τυφλοὶ καὶ χωλοὶ, ἐπειδὰν δὲ τὴν πίστιν εἰσοικισάμενοι προσκυνῶσιν αὐτῷ, τότε καὶ αὐτοὶ μεθ᾽ ἡμῶν, εἰσκομισθήσονται μὲν εἰς τὸν οἶκον Δαβὶδ, τουτέστι Χριστοῦ. Ἁπάσης δὲ ἀρετῆς ἥξουσι κατ᾽ εὐθὺ, καὶ οἷον ὀρθῷ ποδὶ καὶ ἐρηρεισμένῳ τὴν τῆς εἰς αὐτὸν εὐσεβείας διελάσουσι τρίβον, ἐπιφωνοῦντος αὐτοῖς τοῦ θεσπεσίου Παύλου· «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.»
Ἐπ᾽ οὖν τούτοις ἅπασι, καθάπερ ἔφην ἐν ἀρχαῖς, «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ,» τὴν ἐπ᾽ αὐτῷ δηλονότι τελοῦντες πανήγυριν.
Εἶτα πῶς, εἰπέ μοι, φαίη τις ἂν ἔσθ᾽ ὅτε, καίτοι σταυρὸν ὑπομείναντος, καὶ τὸν κατὰ σάρκα θάνατον, ἑορτὴ τὸ χρῆμα νοοῖτ᾽ ἂν ἢ λέγοιτο; Καὶ μὴν, ὧ γενναῖε, πρὸς ἡμῶν εἰρήσεται. Εἰ μὲν γὰρ ἐφεὶς τῷ θανάτῳ τὸ ἴδιον ὁμιλῆσαι σῶμα μεμένηκεν ἐν νεκροῖς, ἑορταζέτω μηδείς. Εἰ δὲ καίτοι μήτε παθεῖν ἐξὸν, εἰ μὴ βούλοιτο παθεῖν, μήτε μὴν κατόπιν τῆς τῶν ἐπιβουλευσαμένων ὁρᾶσθαι χειρός, «Χάριτι Θεοῦ, καθά φησιν ὁ τῶν αὐτοῦ μυστηρίων ἱερουργὸς, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, ἵν᾽ ἐγηγερμένος ἐκ νεκρῶν, πατήσῃ τὸν θάνατον,» ἁπάσῃ τε οὕτω τοῦ ἀνθρώπου φύσει κατορθώσῃ τὴν ἀφθαρσίαν, «Πρωτότοκος γεγονὼς ἐκ νεκρῶν, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων·» πῶς οὐχ ἁπάσης ἡμῖν εὐθυμίας τὸ χρῆμα πρόξενον;
Οἱ τοῖς τοῦ θανάτου βρόχοις ἐνειλημμένοι, διὰ τὴν καθ᾽ ἡμῶν τυραννεύσασαν ἁμαρτίαν, ἐν ἐλπίσιν ἐσμὲν τῆς εἰς αἰῶνα ζωῆς, διὰ τὸν ἐξ ἡμῶν κατὰ σάρκα πρωτότοκον ἐκ νεκρῶν. Οὐκοῦν Ἰουδαῖοι μὲν ἐσταύρωσαν, ἐφέντος, ὡς ἔφην, οἰκονομικῶς τοῦ Χριστοῦ τῇ ἰδίᾳ σαρκὶ γεύσασθαι τοῦ θανάτου, ἀνεβίω δὲ αὐτοῖς τοῦ θανάτου δεσμοῖς μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσας, εἰρηκώς τε τοῖς ἐν δεσμοῖς, «Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.» Εἶτα τοῖς ἁγίοις ἀποστόλοις ἑαυτὸν ἐμφανῆ καταστήσας, χρῆναί τε τὴν ὑφ᾽ ἡλίῳ μαθητεύειν εἰπὼν, καὶ πάντα τὰ ἔθνη μυσταγωγεῖν, «Βαπτίζειν τε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ πάντα τηρεῖν τὰ ἐντεταλμένα,» οὔτε τὴν ἀκριβῆ καὶ εὐδόκιμον κατορθοῦν ἐπείγεσθαι πολιτείαν, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, δοξολογούντων αὐτὸν τῶν ἁγίων ἀγγέλων, εὐφημούσης ὡς Θεὸν τῆς ἄνω πληθύος· ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, καθά φησιν αὐτὸς, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· «Κρινεῖ γὰρ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.» δʹ. Οὐκοῦν ὡς παρεσομένου κριτοῦ καὶ δεσπότου, καὶ παμβασιλέως τῶν ὅλων, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.
Ἐπιτελέσωμεν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, ζήσωμεν ἐπιεικῶς, καὶ τοῖς εἰς ἀγαθουργίαν σπουδάσμασι, τὰς ἑαυτῶν καταφαιδρύνωμεν ψυχάς· ἐπισκεπτόμενοι χήρας, ἐλεοῦντες ὀρφανοὺς, τοῖς ἐν ἐνδείᾳ συγκαθιστάμενοι, καὶ ταῖς κατὰ χεῖρα θεραπεύοντες ἐπικουρίαις τοὺς ἐν ἀσθενείαις ὄντας σωματικαῖς, τοὺς ἐν δεσμοῖς ἐπισκεπτόμενοι, ἀσφαλῆ καὶ ἐρηρεισμένην, καὶ ἀνεπίπληκτον παντελῶς τὴν εἰς αὐτὸν ἔχοντες πίστιν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τετράδος καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἐβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἐννάτης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τετράδι τοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς εὐαγγελικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ πέμπτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ, δόξα καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.