Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή ΚΔ΄

Η παραβολή του νυμφικού ενδύματος, ο καθαρτικός χαρακτήρας της νηστείας, και η τυπολογική ερμηνεία της μωσαϊκής Σκηνής, των Αγίων των αγίων και της στάμνου του μάννα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 23 από 29

ΛΟΓΟΣ ΚΔʹ. αʹ. Κεχρήσομαι πάλιν ταῖς τοῦ μακαρίου Παύλου φωναῖς, καὶ δὴ καὶ ἐρῶ· «Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωρισθήτω πᾶσιν ἀνθρώποις.» Ἀνίσχει γὰρ ἡμῖν τῆς τοῦ Σωτῆρος ἡμῶν ἑορτῆς ὁ καιρός. Καὶ φέρε δὴ πάλιν, οἷς ἂν εἶεν ἐν λόγῳ τὰ τῶν ἀνδραγαθημάτων ἐξαίρετα, τούτοις εὖ μάλα, πρόκλησιν ὥσπερ τινὰ τὴν εἴς γε ταυτὶ ποιούμενοι, λέγωμεν· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·» ἧς καὶ ὁ θεσπέσιος Δαβὶδ διαμνημονεύει λέγων· «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Ἡμέραν γε μὴν τὴν τριπόθητον, καὶ εὐιέραστον, καὶ μὴν καιρὸν εὐπρόσδεκτον, οὐδὲν ἕτερόν φασιν οἱ πνευματοφόροι, πλὴν ὅτι τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· δι᾽ ἣν ἅπαντας τοὺς ἐπὶ τῆς γῆς εἰκότως ἂν πρέποι τῆς ἀνωτάτω πασῶν ἀναπίμπλασθαι θυμηδίας.

Ἐσχήκαμεν γὰρ δι᾽ αὐτῆς τὰ δι᾽ ὧν ἦν δύνασθαι μεταφοιτᾷν εἰς τὸ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν· καὶ ἀναμορφοῦσθαι τρόπον τινὰ δι᾽ εὐαγοῦς πολιτείας πρὸς τὸν παντὸς ἐπέκεινα νοῦ, ἵνα τοὺς θείους ἐφ᾽ ἑαυτῇ χαρακτῆρας, δι᾽ ἁγιασμοῦ πλουτήσασα χαίρῃ καὶ εὐφραίνηται. Πρόξενον γὰρ ἡμῖν τῶν τοιούτων ἀγαθῶν τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι προεμήνυσεν ὁ αὐτὸς Χριστὸς διὰ προφήτου λέγων· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Ἐνανθρωπήσαντος γὰρ τοῦ Μονογενοῦς, καὶ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γεγονότος (οὕτω γὰρ αὐτὸν ἀπεστάλθαι φαμὲν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς), ἀνασκιρτᾷν ἡμᾶς ἀναγκαῖον κατευρυνομένους εἰς θυμηδίας.

Ὁποία δέ τίς ἐστιν ἡ τοῦδε πρόφασις. ἐπιδρομάδην ἐρῶ. βʹ. Πλεῖσται μὲν γὰρ ἦσαν ἐν ἡμῖν αἱ τοῦ κλαίειν ἀφορμαί. Καὶ γὰρ ἦν ἀφόρητος τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν ὁ φαυλότητος ἁπάσης καὶ ἁμαρτίας εὑρετὴς, δεινὸς καὶ πολὺς ἐγκείμενος, καὶ ὥσπερ ἄμαχόν τινα τύραννον κατεξανιστὰς τῶν ἐπὶ τῆς γῆς, τὸν διὰ τῆς παραβάσεως τῆς ἐν Ἀδὰμ εἰσκομισθέντα θάνατον. Ὅπλον δὲ ἦν αὐτῷ καὶ δόρυ, καὶ παντευχία δεινὴ, καὶ ἀπρόσιτος, ἡ πολυειδὴς ἁμαρτία.

Βεβασίλευκε γὰρ δι᾽ αὐτῆς τῶν ἐπὶ τῆς γῆς. Ταύτῃτοι, καθά φησιν ὁ προφήτης Ἡσαΐας, «Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν.» Ἐπ᾽ οὖν τούτοις ἅπασι, καὶ μάλα εἰκότως, τὸ μὲν ἥδεσθαί τε καὶ χαίρειν ἡμῖν γέγονεν ἐκποδὼν, ἀντανέφυ δὲ ὥσπερ τὸ χρῆναι θρηνεῖν, συμφορᾶς ἀφύκτου κατηρτημένης, καὶ μονονουχὶ ταῖς ἁπάντων παρειαῖς τὸ ἐξ ὀμμάτων ἐπιχεούσης δάκρυον. Ἀλλ᾽, ὥς φησιν ὁ προφήτης Ἡσαΐας, «Κατέπιεν ὁ θάνατος ἰσχύσας. Ἀφεῖλε δὲ ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου, τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς.» Λέλυται γὰρ ἡ ἁμαρτία, καὶ τὸ ἀνδροκτόνον αὐτῆς ἠσθένησε κέντρον.

Συναπέσβη δὲ ὥσπερ τῇ οἰκείᾳ ῥίζῃ τὸ ἐξ αὐτῆς ἀναβλαστῆσαν κακὸν, φημὶ δὴ τὸν θάνατον. Ἦν οὖν ἄρα τὸ χαίρειν ἤδη πως ἡμῖν οὐκ ἀνάρμοστον, μᾶλλον δὲ πρέπον τε καὶ ἐοικός. Ταύτῃτοί φησιν ὁ πάσης ἡμῖν εὐημερίας καὶ δοτὴρ καὶ πρύτανις· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών.» Ἀλλ᾽ ἦν ἀναγκαῖον ἀγχίθρονον ἔχοντας τῆς ἑορτῆς τὸν καιρὸν, προαποσμήχεσθαι ῥύπους τοὺς ἀπό γε τῶν διεπταισμένων, καὶ ἀποτρίβεσθαι μολυσμοὺς ψυχικούς τε καὶ σωματικούς. Ταύτῃτοι καὶ μάλα εἰκότως τὴν ἁπάσης ἡμῖν εὐκοσμίας, καὶ τροφὸν, καὶ προμνήστριαν προεισοικισάμενοι νηστείαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,» κατὰ τὸ γεγραμμένον, τοῖς τῆς εὐσεβείας αὐχήμασι τὰς ἑαυτῶν διανοίας καταφαιδρύνοντες, καὶ εἰς πάναγνον καὶ ἀμώμητον ἀναφοιτῶντες ζωήν. Μεμνήμεθα γὰρ λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Ἁγιαζώμεθα τοίνυν διὰ σεπτῆς πολιτείας, καὶ ἐννομωτάτης ζωῆς, ἄμφιον ὥσπερ τι περικαλλὲς, καὶ τοῖς ἑορτάζουσι πρέπον, τὴν ἐξ ἀρετῶν λαμπρότητα περικείμενοι· οὕτω τε λοιπὸν ἐκ παῤῥησίας φοιτῶντες ἐν ὄψει τοῦ τελοῦντος ἡμῖν τὴν πανήγυριν. «Ὀφθαλμοὶ γὰρ, φησὶ, Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Οὐκοῦν ὅταν ἴδῃ λαμπροὺς, ἀκράδαντον ἡμῖν φυλάξει τὴν εὐθυμίαν· οὕτω γε μὴν οὐκ ἔχοντας γνώμης, οὐκ ἐφήσει μεταλαχεῖν τῆς μεγαλοδωρίας τῆς παρ᾽ αὐτοῦ.

Καὶ τοῦτο διδάξει σαφῶς ἡ ἐν τοῖς Εὐαγγελίοις παραβολή. Ἔφη γὰρ ἄνθρωπόν τινα γάμον ἐπιτελεῖν τῷ υἱῷ αὐτοῦ, καὶ εἰσκεκλῆσθαι μὲν οὐκ ὀλίγους. Εἰσελάσαι δὲ μετ᾽ αὐτοὺς τὸν νυμφίον, ὀψόμενον τοὺς ἀνακειμένους. Ἐπειδὴ δέ τινα τοῖς εὐειματοῦσιν, ἀναμὶξ ῥυπῶτα τεθέαται, καὶ τὴν τοῖς ἑορτάζουσι πρέπουσαν οὐκ ἔχοντα στολὴν, ἐπετίμα λέγων· «Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;» Καὶ ταῖς ἐσχάταις αὐτὸν ἐνῆκε δίκαις. Ἀλλ᾽ ἴσως φαίη τις ἄν· Εἶτα πῶς εἰσῆλθεν ὅλως ὁ ῥυπούμενος; Ἐχρῆν γὰρ δή που τὴν ἀρχὴν, μηδὲ ἐφεῖναι τί ἐστιν ἀνάρμοστον τῇ πανηγύρει τὴν στολὴν ἔχουσιν εἰσβαλεῖν. Φαμὲν οὖν ὅτι καλεῖ μὲν διὰ τῆς πίστεως ἅπαντας ὁ Σωτήρ· καὶ τῆς ἄνωθεν μεγαλοδωρίας ἐν μεθέξει γενέσθαι βούλετα, καὶ εἰσελαύνουσι μὲν ἀδιακρίτως ἅπαντες.

Καὶ γὰρ ἐφ᾽ ἅπασιν ἡμῖν ἡ διὰ πίστεως χάρις. Ἀλλ᾽ οἱ μὲν τῇ πίστει προσεπάγοντες τὸ ἐκ τῆς ἀγαθουργίας φαιδρὸν καὶ ἀμώμητον, καὶ οἷον ἐν τάξει στολῆς τὴν ἐξ ἀρετῶν λαμπρότητα περικείμενοι, συνδειπνήσουσι τῷ νυμφίῳ, καὶ τῆς ἁγίας καὶ νοητῆς συμμεθέξουσιν ἑορτῆς. Οἵ γε μὴν τῇ πίστει προσεπενεγκόντες οὐδὲν, ἐναπομείναντες δὲ τοῖς τῆς φαυλότητος ῥύποις, καὶ δυσέκπλυτον ἔχοντες τὴν ἐκ τῶν ἀρχαίων αἰτιαμάτων κηλίδα, οὗτοι πάντη τε καὶ πάντως ἀπόπεμπτοι μὲν τῶν ἱερῶν ἔσονται γάμων. Ἐποιμώξουσι δὲ ταῖς ἑαυτῶν ῥᾳθυμίαις· εἰσπεπαίκασι γὰρ, οὐκ ἔχοντες ἔνδυμα γάμου.

Ἐπωφελεστάτη τοιγαροῦν ἡ νηστεία, δισμήχουσα τὸ μεμολυσμένον, ἐκπλύνουσα τὸ ῥυποῦν, καὶ διὰ πόνου μικροῦ τῆς εἰς αἰῶνας δίκης ἡμᾶς ἀπαλλάττουσα. Κατανεκροῖ γὰρ ἡδονὰς, ἀνακόπτει τῶν εἰς αἰσχρότητα καὶ φιλοσαρκίας ἐπιθυμιῶν τὴν ἔφοδον, καὶ οἷά τινι χαλινῷ περιτρέπει πρὸς εὐκοσμίαν, ἐπιεικείας ἁπάσης ἐραστὰς ἀποφαίνει, καὶ ὥσπερ τινὰ θῆρα λυττῶντά τε καὶ ἀγριαίνοντα τὸν τῆς ἁμαρτίας τιθασσεύει νόμον τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς, καὶ ἁπαξαπλῶς παντὸς ἀγαθοῦ καθίστησιν ἐπιμελητὰς, καὶ τὸν τῆς διανοίας αἰθέρα καταλαμπρύνουσα, τὸ τῆς ἀληθοῦς θεοπτίας ἀξιέραστον φῶς εἰσοικίζεσθαι ποιεῖ. Δι᾽ οὗπερ ἄν τις καὶ μόνου τὴν ὀρθὴν καὶ ἀνεπίδεκτον τῶν ἱερῶν δογμάτων ἐπιστήμην κερδανεῖ. Ζωοποιὸν δὲ τὸ χρῆμα καὶ ὀνησιφόρον, καὶ ἀξιόκτητον ὡς ἀληθῶς, εἴπερ κὺ, καὶ τοῦ παντὸς ἄξιον εἶναι λελόγισται.

γʹ. Ὅτι δὲ, ὡς ἔφην, ζωῆς ἐστι τῆς εἰς αἰῶνα πρόξενον τὸ ἐν πίστει εἰς Χριστὸν διιδρύσθαι φιλεῖν, αὐτὸς πιστώσεται λέγων πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Ἀλλ᾽ ἡ μὲν πίστις παρά γε τοῖς ἐπιεικέσι καὶ φιλόθεον ἔχουσι τὴν καρδίαν, ἁπλῆ τίς ἐστι καὶ ἀληθὴς, καὶ οὐδὲν ἔχουσα παντελῶς τὸ διαστρέφον. Ἐρεύνης δὲ καὶ βασάνων οὐ λίαν ἀνέχεται· τὸ γὰρ ὅλως πίστει παραδεχθὲν πολυπραγμονεῖν, οὐκ ἀζήμιον. Ἀλλ᾽ οὐ δοκεῖ ταῦτ᾽ ἔχειν ὀρθῶς τοῖς ὅτι μάλιστα φιλοζητηταῖς, καὶ τῶν μὲν ἀληθῶν εἰδόσιν οὐδὲν, λογισμῶν δὲ σαθρῶν εὑρὴ ἐπαυχεῖν εἰωθόσιν· «Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν,» καθὰ γέγραπται. «Ἀποφέρουσι γὰρ, οὓς ἂν δύνωνται, πρὸς ὄλεθρον καὶ ἀπώλειαν, ὁδοῦ τῆς εὐθείας ἀποκομίζοντες.» Οὐκοῦν, ὡς ὁ θεσπέσιος γράφει ἀπόστολος, «Ἔξω ποιεῖσθαι προσήκει τοὺς κακοὺς ἐργάτας, ἔξω τοὺς κύνας,» οἳ τῶν τῆς ἀληθείας καθυλακτοῦσι δογμάτων, «Τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὼς γέγραπται, καὶ οὐκ ἀπὸ στόματος Κυρίου.» Καταγορεύσει γὰρ οὐδεὶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς αὐτοῦ δόξης κατανεανιεύεται, κατασύρων ὥσπερ αὐτὴν εἰς τὸ ἀκαλλὲς, μὴ οὐχὶ πρότερον ὠδινήσας ἐν ἑαυτῷ τὸν τοῦ ψεύδους εὑρετὴν, καὶ πατέρα διάβολον.

Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦ, εἰ μὴ ὁ ἐν Βεελζεβούλ.» Παραιτητέον τοιγαροῦν τοὺς οἵ γε ταυτὶ καὶ φρονεῖν καὶ λαλεῖν ἐπιχειροῦσιν, ἑτέροις σφᾶς αὐτοὺς οἱ δείλαιοι προεμβεβληκότες ἀφύκτῳ δίκῃ. «Πλημμελοῦντες δὲ καὶ εἰς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνουσι,» καὶ βαρύνουσι τὸν κλοιὸν αὐτῶν στοιβαρῶς, καθά φησιν ὁ προφήτης Ἱερεμίας. Ἀλλ᾽ οὐκ ἂν ἁλοῖεν τοῖς παρ᾽ αὐτῶν δελέασιν οἱ τὸ νοητὸν καὶ θεῖον εἰς νοῦν καὶ καρδίαν καταπλουτήσαντες φῶς. Εἴσεται δὲ πρὸς τούτῳ καὶ τὴν ἐφ᾽ ἑκάστῳ τῶν πρακτέων ἀρετὴν, καὶ τεθαυμασμένην ὁδόν. Δεῖ γὰρ, οἶμαι, παρεσκεμμένως ἰέναι πρὸς τοῦτο, καὶ τὰ μὲν ὅσα ἐστὶ τῶν πραγμάτων μοχθηρὰ καὶ κίβδηλα, καὶ τοῖς ἱεροῖς ἀπᾴδοντα νόμοις, ἀπόβλητα καὶ ἀνέπαφα ποιεῖσθαι φιλεῖν· τά γε μὴν εἰς ἐξαίρετον καὶ τεθαυμασμένην ἀποφέροντα πολιτείαν, καὶ σπουδῆς ἁπάσης ἀξιοῦν, καὶ κατορθοῦν ἐπείγεσθαι νεανικῶς. Γέγραπται γὰρ ὅτι, «Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς.»

Ὥσπερ γὰρ οὐκ ἀπόχρη πρὸς ἔνδειξιν εὐανδρίας τοῖς ἐθέλουσιν εὐδοκιμεῖν ἐν μάχαις, τὸ ἐν πανευτυχίᾳ μὲν εἶναι λαμπρᾷ, καὶ ἐν δοκήσει μόνῃ τοῦ δύνασθαι νικᾷν· προσεῖναι δὲ μᾶλλον ἀναγκαῖον αὐτοῖς, καὶ τὴν ἐξ αὐτῶν τῶν ἔργων λαμπρότητα· κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον, οὐκ ἂν γένοιτό τις τῆς ἀρετῆς ἐν καλῷ, τὸ ῥᾴθυμον καὶ ἀτημελὲς εἰς νοῦν ἔχων ἔτι· χρῆναι δέ φημι παντὶ σθένει καὶ πάσῃ προθυμίᾳ χρώμενον τῶν εἰς εὐσέβειαν ἐφίεσθαι σπουδασμάτων.

Ἔσται γὰρ ὁ τοιοῦτος καὶ τῶν εἰς λῆξιν ἐπαίνων ἄξιος, καὶ τὴν ἐξαίρετον ἀληθῶς ἀποίσεται δόξαν, παρά τε Θεῷ καὶ ἀνθρώποις εὐδόκιμος ἀναδεδειγμένος. Ταῦτα τοῖς ἀρχαίοις τεθεσμοθέτηκε μὲν ὁ Μωσῆς δι᾽ αἰνιγμάτων καὶ σκιᾶς, οἴσων γε μὴν εἰς τὸ ἐμφανὲς ἐπέφανεν ὁ Χριστὸς, αὐτὸς ὢν ἡ ἀλήθεια.

Ἐπειδὴ δὲ, οὔτε τῶν πρακτέων τὴν γνῶσιν διὰ τῆς τοῦ κόσμου σκιᾶς ἀνευρεῖν ἦν δύνασθαι καθαρῶς, οὔτε μὴν ἀπόνιψιν τὴν ἀπό γε τῶν πλημμελημάτων· δεδικαίωκε γὰρ οὐδένα νόμος, κατακρίνων μᾶλλον, ἤπερ ἀνιεὶς ἐγκλημάτων τοὺς παραβαίνοντας· προενόησε τῆς ἁπάντων ἡμῶν σωτηρίας καὶ ζωῆς ὁ Θεὸς καὶ Πατήρ. Ὡς γὰρ εἰδὼς τὸ πλάσμα ἡμῶν, καὶ τῆς ἐνούσης ἡμῖν διανοίας τὸ ἐφ᾽ ἃ μὴ θέμις εὐπαρακόμιστον, δέδωκεν ἡμῖν τὴν ἐν πίστει δικαίωσιν ἐν Χριστῷ, τῶν ἀρχαίων αἰτιαμάτων ἀπαλλάττουσαν, καὶ ἀφανίζουσαν μὲν τῶν ἤδη προεπταισμένων τὴν κατάκρισιν, μεθιστῶσαν δὲ μᾶλλον εἰς καινότητα ζωῆς τὴν ἀσυνήθη τοῖς πάλαι. «Πάντα γὰρ ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθε,» κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἐπέφανε τοίνυν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν καὶ Κύριος.

Ἐπέφανε δὲ τίνα τρόπον; καθεὶς ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ὀφθεὶς ἄνθρωπος παραδόξως ἐπὶ τῆς γῆς. «Ἐπελάβετο γὰρ σπέρματος Ἀβραὰμ, καὶ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς,» δίχα μόνης ἁμαρτίας. Οὐ γὰρ ἦν ἐφικτὸν τὴν θείαν τε καὶ ἀκήρατον φύσιν, τὴν παντὸς ἐπέκεινα νοῦ, καὶ πέρα λόγου καὶ θαύματος, τοῖς τῆς ἁμαρτίας ἁλῶναι βρόχοις. «Φῶς γάρ ἐστι τὸ ἀληθινὸν, καὶ ἡ σκοτία αὐτὸν οὐ κατέλαβεν.» Ἐπειδὴ δὲ καθ᾽ ἡμᾶς ἦν ὁρώμενος ἄνθρωπος, ἵνα μὴ τοῦτο μόνον ὑπάρχειν νομίζηται παρά γε τῶν οὐκ ἀκριβῶς ἐγνωκότων τὸ περὶ αὐτοῦ μυστήριον, ὑπάρχων δὲ μετὰ τούτου, καὶ τῶν ὅλων Θεὸς γνωρίζεται, διὰ πλείστων ὅσων ἡμῖν μεγαλουργημάτων ἰσοφυᾶ καὶ ὁμοούσιον ἑαυτὸν ἀπέφηνε τῷ Πατρί. Τοιγάρτοι καὶ ἔφασκεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε·» νεύματι γὰρ καὶ θελήσει μόνῃ τὰ πέρα λόγου πληρῶν, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως τοῦ γεννήσαντος, καὶ δορυφορούμενος μὲν ὑπὸ τῶν ἁγίων ἀγγέλων· μετὰ γὰρ τὸν τοῦ διαβόλου πειρασμὸν, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ· θεοπρεπῶς δὲ τῇ κτίσει κατὰ καιροὺς ἐπιπλήττων· ἔφη γὰρ τῇ θαλάσσῃ· «Σιώπα, πεφίμωσο,» καὶ ῥαγδαίοις πνεύμασιν ἐκέλευσεν ἠρεμεῖν, ὅτε καὶ πάντες οἱ μαθηταὶ ταῖς καθηκούσαις αὐτὸν εὐφημίαις στεφανοῦντες, ἔλεγον· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.»

Ἦν μὲν οὖν, ὡς ἔφην, ἀπό γε τῶν μεγαλουργουμένων ἀκονιτὶ κατιδεῖν, ὡς Θεός τέ ἐστιν ἀληθῶς, καὶ Θεοῦ τοῦ κατὰ φύσιν Υἱός. Ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως, καί τοι τὴν διὰ τοῦ νόμου παιδαγωγίαν λαχόντες οἱ ἐξ Ἰσραὴλ, καὶ ταῖς τῶν ἁγίων προφητῶν ἐντυχόντες συγγραφαῖς, εἰς τοῦτο πεπτώκασι δυσβουλίας, ὡς ἀγνοῆσαι μὲν αὐτὸν, κατεξανίστασθαι δὲ πικρῶς, καὶ συκοφαντεῖν ἀνοσίως τὰ δι᾽ ὧν ἦν εἰκὸς οὐ μετρίαν δύνασθαι κερδάναι τὴν ὄνησιν, καὶ ὡς ἀπό γε τῆς τῶν δρωμένων λαμπρότητος τῆς ἐνούσης αὐτῷ δυνάμεως κατιδεῖν εὐκόλως τὴν ὑπερφυᾶ καὶ πέρα μέτρων ὑπεροχήν. Ἀλλ᾽ ἔξω μὲν ᾔεσαν σκοποῦ, διεκπίπτοντες δὲ ὥσπερ εἰς ἀκάθεκτον ἀγριότητα καὶ εἰς ἀκράτους ὀργὰς ἀσυνέτως καταθηγόμενοι, ἐπεπήδων οἱ δείλαιοι ποτὲ μὲν λέγοντες, «Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» ποτὲ δὲ καὶ λίθοις κατασφενδονῶντες αὐτὸν, καὶ τελευτῶντες, ἐσταύρωσαν, καί τοι τοῦ νόμου λέγοντος ἐναργῶς, «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.» Ἄρ᾽ οὖν ἐπὶ ποίαις αἰτίαις ἀπεκτόνασι τὸν Ἰησοῦν; Ἀλλ᾽ οὐκ ἂν ἔχοιεν εἰπεῖν· «Οὐκ ἂν ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» καθὰ γέγραπται. Καὶ γοῦν ἀθυροστομοῦντας ἐλέγχων, καὶ εἰς ἐκτόπους ὀργὰς ἐκπικραινομένους τιθασσεύων, ἔφασκε· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;

Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Ὅτι γὰρ ἐλήλεγκται μὲν παρ᾽ αὐτῶν ἐπ᾽ οὐδεμιᾷ παντελῶς αἰτίᾳ, κατεψηφηφόρουν δὲ μᾶλλον αὐτοῦ τὴν ἐπὶ θανάτῳ δίκην οἱ τάλανες, εἰκῆ κατατεθηγμένοι, κἀντεῦθεν ἂν μάθοις. Προσεκόμιζον μὲν γὰρ τῷ Πιλάτῳ, καὶ δὴ σταυροῦσθαι παρεκάλουν. Εἶτα λέγοντος ἐκείνου, «Τί γὰρ κακὸν ἐποίησε;» γραφὴν ἐποιοῦντο Χριστῷ τὴν ἀλήθειαν, οὐδὲ ὀρθῶς ἑρμηνεύοντος τὴν τοῦ πράγματος φύσιν. Ἔφασκον γάρ· «Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν.» Ἀλλ᾽ ὅ γε τῆς ἀληθείας ὑπασπιστὴς, ταῖς ἐκείνων βδελυρίαις ἀνταναστήσεται λέγων· Οὐχ ἑαυτὸν ἐποίησεν Υἱὸν Θεοῦ, ἀλλ᾽ ἔστι τοῦτο κατὰ ἀλήθειαν. Οὐ γὰρ ἔξωθεν, οὔτε μὴν ἐπακτὸν ἢ εἰσποιητὸν εἶναι τὸ χρῆμα αὐτῷ, ἀλλ᾽ ὅπερ ἐστὶ κατὰ φύσιν, τοῦτο πρὸς ἡμῶν εἶναι πιστεύεται. Υἱοὶ μὲν γὰρ Θεοῦ κατὰ θέσιν ἡμεῖς, ὡς πρός γε τὸν φύσει καὶ ἐξ αὐτοῦ γεννηθέντα Υἱόν. Οὐκ ὄντος γε μὴν τοῦ κατὰ ἀλήθειαν Υἱοῦ, πρὸς τίνα λοιπὸν οἱ κατὰ θέσιν μορφούμεθα; τὸν τίνος ἔχοντες χαρακτῆρα; ποῦ δὲ ὅλως τὸ κατὰ μίμησιν, εἰ μὴ ὑφεστάναι φαμὲν τὴν ἀλήθειαν; Ἀλλ᾽ ἠγνόησαν ὁλοτρόπως τὸ σεπτὸν καὶ σωτήριον τῆς ἐνανθρωπήσεως κήρυγμα, οὐ συνῆκαν τὰ τοῦ Μωσέως, οὔτε μὴν τὰ τοῖς ἁγίοις προφήταις διὰ τοῦ ἁγίου Πνεύματος κεχρησμῳδημένα περὶ αὐτοῦ. Οὐ γὰρ ἄνθρωπος ἑαυτὸν ἐποίησεν Υἱὸν Θεοῦ, ἀληθὲς δὲ μᾶλλον τὸ ἔμπαλιν.

Υἱὸς γὰρ ὑπάρχων φύσει τε καὶ ἀληθείᾳ τοῦ ἐπὶ πάντας Θεοῦ, γέγονεν ἄνθρωπος, ἵνα τὸ ἴδιον αἷμα τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα δοὺς, πάντας ἐξέληται καὶ θανάτου καὶ ἁμαρτίας.

δʹ. Ἔχεις ἐν νόμῳ καθάπερ ἐν πίνακι τὸ χρῆμα γραφόμενον. Πολυπραγμόνησον τὰ Μωσέως, ἄφελε τὴν σκιὰν, εἴσελθε βραχὺ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Μὴ ἐναπομείνῃς τῇ πρώτῃ σκηνῇ τῇ στάσιν τυχούσῃ. Δοκίμαζε τὰς τοῦ μακαρίου Παύλου φωνάς. Τί γὰρ ἔφη, τὸν περί γε τούτων ἡμῖν ποιούμενος λόγον; «Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἁγία. Μετὰ δέ γε τὸ δεύτερον καταπέτασμα, σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων.» Ἀλλ᾽ εἰς μὲν τὴν πρώτην, φησὶν, σκηνὴν εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Εἰς δὲ τὴν δευτέραν, μόνος ὁ ἀρχιερεὺς, «Οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·» τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, οὔπω πεφανῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.

Οὐκοῦν ἡ μὲν πρώτη σκηνὴ στάσιν ἔχουσα, κατασημήνειεν ἂν τῆς ἐν νόμῳ λατρείας τὴν δύναμιν, οὐκ εἰσκομιζούσης τινὰς εἰς τὰ Ἅγια τῶν ἁγίων, οὕτε μὴν πεμπούσης ἐσωτέρω τοῦ καταπετάσματος. Μόνοις γὰρ ἡμῖν ἐνεκαίνισεν ὁ Χριστὸς τὴν ἁγίαν ταύτην καὶ τριπόθητον εἰσδρομήν. Ἐπειδὴ δὲ ὅλως εἰσκεκομίσμεθα, καὶ ἀφῄρηται τῆς ἁπάντων ἡμῶν διανοίας τὸ καταπέτασμα, φέρε λοιπὸν ἰσχνῶς, καὶ καθαρωτάτοις ὄμμασι τὰ κεκρυμμένα ζητήσωμεν, καὶ οἱονεὶ περιῤῥήξαντες τὴν τοῦ νόμου σκιὰν, ἴδωμεν τὴν ἀλήθειαν. ᾨήθησαν μὲν οὖν, ὡς ἔφην, ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οἱ ἐξ Ἰσραὴλ, καὶ θανάτῳ κάτοχον ἀποφῆναι δύνασθαι τὴν ζωὴν, τουτέστι Χριστόν. Ἀλλ᾽ ἡμάρτανον τοῦ σκοποῦ, βάλλοντες εἰκῆ, καὶ πονοῦντες ἐπ᾽ οὐδενὶ, καὶ, καθά φησιν ὁ προφήτης Δαβὶδ, «διαλογιζόμενοι βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆναι.» Εὐτεχνέστατα γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ἅτε δὴ καὶ αὐτὸς ὑπάρχων ἡ πᾶσα σοφία, τὸ ἐκ διαβολικῆς δυστροπίας ἐσκευασμένον, πρόφασιν ἐποιεῖτο σωτηρίας καὶ ζωῆς, τῆς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐφῆκε γὰρ καὶ τῇ ἰδίᾳ σαρκὶ γεύσασθαι θανάτου, κατὰ τὸ γεγραμμένον, ἵνα καὶ θανάτου δείξας αὐτὴν κρείττονα διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, κατορθώσῃ τοῖς ἐπὶ τῆς γῆς τὸ δύνασθαι κατευμεγεθεῖν καὶ θανάτου καὶ φθορᾶς.

Ἀπαρχὴ γὰρ γέγονε τῶν κεκοιμημένων αὐτὸς, καὶ πρωτότοκος τῶν νεκρῶν, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ καὶ ἡμεῖς κατακολουθήσαντες, συνεγερθῶμεν τῇ ἀπαρχῇ, καὶ τῷ πρωτοτόκῳ πάντες ἀκολουθήσωμεν οἱ πρὸς ἀδελφότητα κεκλημένοι τὴν πρὸς αὐτὸν δι᾽ αὐτοῦ. «Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ὅτι γὰρ ἐν θανάτῳ Χριστοῦ τῆς φθορᾶς κρείττους γεγόναμεν, καὶ ἐξ αὐτῶν ἂν μάθοι τῶν Μωσέως γραμμάτων ὁ φιλόνεικος Ἰσραήλ. Τεθύκασι γὰρ ἐν Αἰγύπτῳ τὸν ἀμνόν· εἶτα τῶν κρεῶν αὐτοῦ κατεδηδοκότες, καταχρίοντες δὲ καὶ τῷ αἵματι τῶν δωματίων τὰς εἰσβολὰς, ἤτοι τὰς φλιὰς, οὐ συνδιολώλασι τοῖς Αἰγυπτίοις.

Ἀλλ᾽ εἰ μηδὲν ἐν τούτοις τὸ μυστικὸν, εἰ μὴ λόγος ἀληθής ἐστι τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐν σκιαῖς ἔτι γραφομένην ἔχων, διὰ ποίαν αἰτίαν οὐκέτι σώζει τινὰς ὁ ἀμνὸς σφαζόμενος, καὶ αἵματι τῷ ἰδίῳ δυσωπῶν τὸν ὀλοθρευτήν; θείων γὰρ μυστηρίων κατ᾽ οὐδένα τρόπον ἀτονήσει δύναμις. Καὶ ὡς ὁ πάνσοφος γράφει Παῦλος, «Ἀμεταμέλητα τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ.» Ἔστι τοίνυν ἅπασιν ἐναργὲς, ὡς ἐν Χριστῷ καὶ μόνῳ κεκερδάκαμεν τὸ ἀνώλεθρον· ζωὴ γάρ ἐστι καὶ ζωοποιός· ὥστε καὶ τὸ φθείρεσθαι πεφυκὸς κατ᾽ ἰδίαν φύσιν, γένοιτ᾽ ἂν ἐπέκεινα τοῦ παθεῖν αὐτὸ καὶ ῥᾷστά γε δὴ τὸν τῆς ἀφθαρσίας χιτῶνα πεπλουτηκὸς, τουτέστι, Χριστόν. «Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Πρέποι δ᾽ ἂν καὶ μάλα εἰκότως τῶν βεβαπτισμένων ἑκάστῳ λέγειν τὸ, διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» Κατημφιασμένοι γὰρ, ὥσπερ ἔφην, τὸν τῆς εὐφροσύνης χιτῶνα, τουτέστι, Χριστὸν, τὸ τοῦ θανάτου διαδιδράσκομεν κράτος.

Ἔχεις ἐν ταῖς τοῦ νόμου σκιαῖς γραφόμενον τὸ μυστήριον. Τύποι γὰρ ἦσαν τὰ διὰ Μωσέως, καὶ πραγμάτων εἰκόνες, ἀμυδρόν πως ἔτι τὸ τῆς ἀληθείας κάλλος ὠδίνουσαι. Οὐκοῦν αὐλιζομένοις ποτὲ κατὰ τὴν ἔρημον τοῖς ἐξ Ἰσραὴλ, ἄρτον ἐδίδου ὁ Θεὸς τὸ μάννα τὸ μυστικόν. Οἱ δὲ συνεκόμιζον τὸ ἀποχρῶν εἰς ἡμέραν, τοῦ θείου νόμου καὶ τοῦτο προστάττοντος.

Ἐφθείρετο γὰρ τὸ τετηρημένον, καὶ τοῦ περιττοῦ καὶ ὑπὲρ χρείαν ἡ συγκομιδὴ, πόνος ἦν εἰκαῖος αὐτοῖς, καὶ δίκης τάχα που πρόξενος. Καὶ γοῦν «Τετηρήκασί τινες εἰς τὴν αὔριον,» καθὰ γέγραπται, καὶ ἐξεπικράνθη, φησὶν, ἐπ᾽ αὐτοῖς ὁ Μωσῆς, ὡς τῶν ἱερῶν θεσπισμάτων πεπατημένων. Ἀλλ᾽ ὅτι τὸ φθείρεσθαι πεφυκὸς γένοιτ᾽ ἂν, ὡς ἔφην, καὶ πέρα τοῦ φθείρεσθαι, καὶ τῶν τῆς ἰδίας φύσεως ἐπέκεινα μέτρων, Θεοῦ θέλοντος, πεπληροφόρηκεν ὁ Μωσῆς. Γέγραπται γὰρ οὕτως ἐν τῇ Ἐξόδῳ· «Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν, καὶ ἔμβαλλε εἰς αὐτὸν πλῆρες τὸ γόμορ μάν. Καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ εἰς τὰς γενεὰς ὑμῶν. Καὶ ἀπέθηκεν Ἀαρὼν ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.» Δέχεται μὲν γὰρ ἀεί πως τὸ Γράμμα τὸ ἱερὸν, εἰς ὑποτύπωσίν τινα τῆς θείας καὶ ἀκηράτου φύσεως τὸ χρυσίον, ἅτε δὴ καὶ ἐν ὕλαις ὑπερτεροῦν ταῖς τοιαῖσδε τυχόν. Ὅταν οὖν ἡμᾶς περιβάλῃ Χριστὸς, καθάπερ ἀμέλει καὶ ὁ χρυσοῦς στάμνος τὸ μάννα, τότε καὶ ἄφθαρτοι μενοῦμεν, ἐφορῶντος Θεοῦ, καὶ τοῖς καθ᾽ ἡμᾶς οἱονεί πως ἐνιέντος τὸν ὀφθαλμόν. Ἐκ προσώπου μὲν γὰρ γεγονότες διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ οἷον ἐξ ὀμμάτων κείμενοι, κατεκομίσθημεν εἰς φθοράν. Οὕτω γὰρ γέγραπται διὰ φωνῆς τοῦ Δαβίδ· «Ἀποστρέψαντός σου τὸ πρόσωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.»

Ἐπειδὴ δὲ τῆς παρ᾽ αὐτοῦ φειδοῦς τε καὶ ἐποπτείας ἠξιώμεθα, καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐν Χριστῷ κερδαίνοντες, εἰς μακραίωνα βίον μεταστοιχειούμεθα, καὶ ἐσμὲν ἐπ᾽ ὀφθαλμοῖς τοῦ πάντων Πατρὸς, καὶ μενοῦμεν εἰς διατήρησιν, ὥστε καὶ ἕκαστον ἡμῶν ἀνασκιρτῶντα λέγειν· «Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;» Ἀναστήσονται γὰρ οἱ νεκροὶ, κατὰ τὴν τοῦ προφήτου φωνήν· «Καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις.

Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ, ἴαμά ἐστιν αὐτοῖς.» Ὡς οὖν εἰς μακραίωνα βαδιούμενοι βίον, καὶ ἀναφοιτήσοντες εἰς τὸ ἐν ἀρχαῖς, ἀξίους ἑαυτοὺς ἀποφήνωμεν τοῦ συνεῖναι Χριστῷ. Γέγραπται γὰρ ὅτι «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Καὶ, καθά φησιν ὁ αὐτοῦ μαθητής· «Εἰ Πατέρα ἐπικαλούμεθα τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ἡμῶν χρόνον ἀναστρεφώμεθα·» εὖ εἰδότες, ὅτι σμικρά τέ ἐστι καὶ εὐμάραντα, καὶ εὐαπόβλητα παντελῶς, καὶ ἴσῳ σκιαῖς, παρελαύνοντα τὰ ἐν τῷδε τῷ βίῳ πράγματα· ἀκράδαντα δὲ καὶ βεβηκότα καλῶς, καὶ τοῖς λαβοῦσι συνδιαιωνίζοντα τὰ παρὰ Θεοῦ. Ἕως τοίνυν ἐφίησιν ὁ καιρὸς, ἀποτριψώμεθα μολυσμοὺς σαρκικούς τε καὶ ψυχικούς.

Ἐπιτηδεύσωμεν τῆς ἐπιεικείας τοὺς τρόπους, ἐνδυσώμεθα σπλάγχνα οἰκτιρμοῦ. Ταῖς τῶν δεομένων ταλαιπωρίαις ἐπιστυγνάσωμεν. Ἀνοίξωμεν τοῖς ἐν θλίψει τὸ σπλάγχνον, ἐποικτείρωμεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας, τῶν ἐν θλίψει τὸ δάκρυον μερισώμεθα, τοὺς ἐν δεσμοῖς ἐλεήσωμεν, τοῖς ἐν ἀῤῥωστίαις συναλγήσωμεν, ταῖς ἐνδεχομέναις θεραπείαις αὐτοὺς ἀνακτώμενοι, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπιτηδεύοντες ἀρετῆς. Οὕτω γὰρ, οὕτω νηστεύσομεν καθαρῶς, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τρισκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, ἵνα καὶ δι᾽ ὀρθῆς πολιτείας τοῖς ἁγίοις ἐντρυφήσωμεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας Ἀμήν.