Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή ΚΕ΄
Η παραβολή των βασιλικών γάμων, η καταδίκη της φιλοσαρκίας, και η παιδαγωγική φύση της θείας οργής μέσα από ιστορικά παραδείγματα της Παλαιάς Διαθήκης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή ΚΕ΄
Η παραβολή των βασιλικών γάμων, η καταδίκη της φιλοσαρκίας, και η παιδαγωγική φύση της θείας οργής μέσα από ιστορικά παραδείγματα της Παλαιάς Διαθήκης.
ΛΟΓΟΣ ΚΕʹ. αʹ. Φέρε δὴ πάλιν, καιροῦ παραθήγοντος, ἐπὶ τὸ χρῆναι πληροῦν τὰ τοῖς θείοις θεσπίσμασι διηγορευμένα τὴν ἱερὰν ὥσπερ ἀναλαβόντες σάλπιγγα, καὶ μέγα τι καὶ γεγωνὸς ἀνακεκραγότες, λέγωμεν· «Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ Κυρίῳ.» Ἑορτὴν γὰρ ἡμῖν ἀποφαίνει πνευματικὴν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὃς κατ᾽ οὐδένα τρόπον τῆς τοῦ τεκόντος αὐτὸν ὑπεροχῆς ἡττώμενος, ἰσοκλεής τε ὑπάρχων, καὶ ἰσοσθενὴς, ὡς ὁμοούσιος αὐτῷ, καὶ ἐξ αὐτοῦ πεφηνὼς κατὰ φύσιν, καὶ ἀπαραλλάκτῳ ταυτότητι διαπρέπων· «Χαρακτὴρ γάρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἀπαύγασμα τῆς δόξης·» κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμάτων, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ᾽ ἡμᾶς· οὐχὶ τῶν ἐμπεφυκότων ἀπολισθήσας ἀξιωμάτων, ἐν προσλήψει δὲ μᾶλλον γεγονὼς σαρκὸς καὶ αἵματος, ἵνα καὶ ἡμεῖς τῆς θείας φύσεως γενώμεθα κοινωνοὶ, τῇ πρὸς αὐτὸν συναφείᾳ πνευματικῶς τὸ χρῆμα κερδαίνοντες.
Κολλώμεθα γὰρ αὐτῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων. Ἑορτὴ δὲ τοῦτο, καὶ πανήγυρις, καὶ τῶν εἰς λῆξιν τῶν ἀνωτάτω πρόξενος ἀγαθῶν. Τοιγάρτοι καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ὡς ἐν παραδείγματος τρόπῳ, τῆς ἑαυτοῦ παρουσίας τὴν δύναμιν ὑπεμφαίνει λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὑτοῦ, καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς κεκλημένους, λέγων· »Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.» Γάμοις δὲ τοῖς σωματικοῖς τὴν πνευματικὴν ἰδιότητα παρεικάζειν ἀξιοῖ. Γέγραπται γὰρ, ὅτι «Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν.» Οὐκοῦν συναγείροντος ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς πανδαισίαν τὴν νοητὴν, καὶ τῶν θείων μαθημάτων ἀμφιλαφεστάτην ποιουμένου ἡμῖν τὴν παράθεσιν· ἀκηκόαμεν γὰρ λέγοντος· «Οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα·» φέρε τὴν τοῖς ἑορτάζουσι πρέπουσαν ἀναλαβόντες στολὴν, καὶ καθάπερ ἐξ ἀνθέων ἠρινῶν συγκείμενον τὸν ἐκ τῆς πολυειδοῦς ἀρετῆς ἀναδούμενοι στέφανον, καὶ αὐτὸν ἔχοντες χοροστάτην τὸν ἐφ᾽ ᾧ τελοῦμεν τὴν πανήγυριν, ἀναμελῳδοῦντες, λέγωμεν· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Ἀγαλλιῶνται μὲν γὰρ τῷ κόσμῳ τινὲς τὴν σάρκα καταπιαίνοντες τῇ τῶν ὄψων πολυτελείᾳ.
Τρυφῶσι δὲ καὶ ἑτέρως ἀχαλίνοις ᾄττοντες ὁρμαῖς πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων. Ἀλλ᾽ ἐκτελευτᾷ πρὸς κόλασιν ἡ τρυφὴ, καὶ τῆς φιλοσαρκίας τὸ πέρας, ἀπηνῆ καὶ ἄφυκτον αὐτοῖς ἐπαρτήσασα δίκην. «Ὁ γὰρ σπείρων, φησὶν, εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Τοῖς οὕτω βιοῦν εἰωθόσι καὶ ὁ θεσπέσιος προφήτης Ἀμὼς τὸ ἐξ ἀγάπης δάκρυον ἐπιστάζει, λέγων· «Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐν ταῖς στρωμναῖς αὐτῶν, καὶ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνὰ, οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι· καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ. Διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ᾽ ἀρχῆς δυναστῶν.» Ὁρᾷς ὅποι καταστρέφει τῆς ἐξιτήλου ζωῆς τὸ πέρας;
Αἰχμαλώτους ἔσεσθαί φησι, τοὺς τὰ φεύγοντά τε καὶ παριπτάμενα τοῦ παρόντος βίου πράγματα πεπηγέναι τε καὶ ἑστάναι νομίζοντας, καὶ τὴν τοῖς ἱεροῖς ἀπᾴδουσαν νόμοις τιμῶντας ζωήν. Ἡμᾶς δὲ τοὺς ἐν Χριστῷ, τῶν οὕτως αἰσχρῶν σπουδασμάτων, καὶ τῆς εἰκαίας περιφορᾶς ἀποφέρει, λέγων ὁ αὐτοῦ μαθητής· «Τεκνία, μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ.» Γέγραπται δὲ πάλιν· «Οὐκ οἴδατε, ὅτι ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν; Ὃς ἐὰν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.» Ἔξω δὲ οὖν κοσμικῶν ἐπιθυμιῶν, καὶ ἀπωτάτω παντὸς ἰόντες πράγματος, τὴν ἐπὶ ταῖς βεβήλοις φιλοσαρκίαις ἔχοντες γραφὴν, ἅγιοι μὲν ἐσόμεθα θιασῶται· τὴν πάναγνον δὲ τῷ Χριστῷ τελοῦντες πανήγυριν, ἀκουσόμεθα λέγοντος· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς τοῦ κόσμου.» Ἀξιόπιστα μὲν οὖν καὶ πέρα λόγου παντὸς καὶ θαύματος τῶν ἁγίων τὰ ἔργα. Γράφει γὰρ πάλιν ὁ πάνσοφος Παῦλος, ὅτι «Ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἡμεῖς δὲ, καί τοι μετὸν ἀφθόνως τοῖς παρὰ Θεοῦ χαρίσμασιν ἐντρυφᾷν, τὴν ἀσυμμιγῆ τοῦ χείρονος ἑλομένους ζωὴν, ἀποσειόμεθα τὴν φιλοτιμίαν, καὶ καταθήγομεν εἰς ὀργὰς τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν. Ἀόργητον μὲν γὰρ τῇ φύσει τὸ Θεῖον.
Πλὴν οὐκ ἀνέχεται τῶν ἀσχέτως ἀπονενευκότων ἐπί γε τὸ δεῖν ἐργάζεσθαι πονηρά. Καὶ τοῦτό φαμεν ἐπ᾽ αὐτοῦ τὴν ὀργὴν ταῖς καθ᾽ ἡμᾶς αὐτοὺς κεχρημένοι φωναῖς. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι κατασημῆναί τισι τὰ ὑπὲρ ἡμᾶς, ἤτοι τὰ ἐνόντα τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ φύσει. Ὅταν τοίνυν εἰς τὸ ῥᾴθυμον ἀπονεύσαντας, καὶ τοῖς τῆς φιλοσαρκίας τέλμασιν ἐμβεβηκότας θεάσεται, καὶ τοῦ μηδενὸς ἀξιοῦντας λόγου τὸ χρῆναι τοῖς παρ᾽ αὐτοῦ παιδαγωγεῖσθαι νόμοις, εὐθύ τε παντὸς ἰέναι καλοῦ καὶ ἀγαθοῦ πράγματος· τὸ τηνικάδε λοιπὸν τοὺς ἀρίστους τῶν πατέρων ἀπομιμούμενος ἐπανατείνει τὴν μάστιγα. Καὶ γὰρ ἦν εἰκὸς ἀποτολμῆσαί τινας, οὐδὲ ἀγαθὸν οἴεσθαί πως αὐτὸν ὑπονοεῖν, εἰ μὴ συμμέτροις κινήμασιν ἀνακόπτει τὸ ῥᾴθυμον, καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον τοὺς οἷς ἂν εἴη σκοπὸς, ἀποκομίζεσθαι μὲν τῶν ὅτι μάλιστα λυσιτελεστάτων αὐτοῖς, ἀχαλίνοις δὲ ὥσπερ τοῦ νοῦ ῥοπαῖς ἰέναι κατὰ πετρῶν, καὶ εἰς τὸ τῆς ἀπωλείας βάραθρον ἀσυνέτως καταπηδᾷν. Τοιοῦτό τι γεγραφότα καὶ αὐτὸν εὑρήσομεν τὸν ἱερώτατον Παῦλον· «Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ἡμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν Υἱὸς, ὃν οὐ παιδεύει πατήρ;» Καὶ πρός γε τοῦτό φησι· «Εἶτα τοὺς μὲν τῆς σαρκὸς πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα. Οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν;
Οἱ μὲν γὰρ πρὸς ὀλίγον, κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ, εἰς τὸ συμφέρον, εἰς τὸ μεταλαμβάνειν τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παιδεία, πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Ὕστερον μέν τοι καρπὸν εἰρηνικὸν τοῖς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.» Παιδεύει δὴ οὖν ἐξ ἀγάπης Θεός.
Ἀλλ᾽ ἔστι κἀν τούτῳ καταθαυμάσαι λίαν τῆς ἐνούσης αὐτῷ γαληνότητος τὴν ὑπεροχήν. Καίτοι γὰρ ἀναλόγως τοῖς ἡμετέροις πταίσμασι τὰς δίκας ἐπενεγκεῖν ἀδιακωλύτως ἐξὸν, συνεμέτρησέ πως ταῖς τῶν πλημμελούντων ἀσθενείαις τὸ κίνημα· καὶ θορυβεῖ μᾶλλον, ἢ κολάζει κατὰ ἀλήθειαν. Ἵνα δὲ τὸν ἑαυτῶν λόγον ἀποφήνωμεν οὐ κατεψευσμένον, φέρε παραγάγωμεν εἰς μέσον τὰ τοῖς ἀρχαίοις ἐπενηνεγμένα κατὰ καιρούς. Καὶ ἐφ᾽ ὅτῳ γεγόνασιν ἀφηγώμεθα. Ἔφη γάρ που τὸ Γράμμα τὸ ἱερὸν, ὅτι «Ταῦτα τυπικῶς συνέβαινεν ἐν ἐκείνοις. Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.» βʹ. Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς, τεθεσμοθέτηκε μὲν διὰ Μωσέως τοῖς ἐξ Ἰσραὴλ, τὸν διιθύνοντα, νόμου πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασι στεφανοῦν δυνάμενον τοὺς ὅ τι προσήκει περαίνειν αὐτὸν εὖ μάλα διεγνωκότας. Οἱ δὲ, ἡμάρτανον σκοποῦ, καὶ διωσάμενοι τὸν παιδαγωγὸν, σφᾶς αὐτοὺς ἐνίεσαν τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν.
Ἐγράφετο δὲ παρανομοῦντας Θεὸς, ὡδί πη λέγων διὰ φωνῆς Ὠσηὲ τοῦ προφήτου· «Ἀκούσατε λόγον Κυρίου, υἱοὶ Ἰσραὴλ, διότι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς· ἀρὰ δὲ καὶ φόνος, καὶ ψεῦδος, καὶ φόνος, καὶ κλοπὴ, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς. Καὶ αἵματα ἐφ᾽ αἵμασι μίσγουσι. Διὰ τοῦτο πενθήσει ἡ γῆ, σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν.» Καὶ μὴν καὶ διὰ Μιχαίου πάλιν· «Ἐγένοντο λογιζόμενοι κόπους, καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συντελοῦντες αὐτά. Διότι οὐκ ἦραν πρὸς Θεὸν τὰς χεῖρας αὐτῶν. Καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα, καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα δὲ καὶ τὴν κληρονομίαν αὐτοῦ.» Ἀνεφώνει δέ τις καὶ ἕτερος τῶν προφητῶν· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγροὺς πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα.» Οἱ γὰρ ἀκάθεκτοι πρὸς πλεονεξίαν, ἀεὶ τοῖς οὖσι προστιθέναι σπουδάζοντες, τὰ οὐκ αὐτοῖς μᾶλλον, τοῖς δὲ πέλας προσήκοντα, τάχα που καὶ μόνοι τὴν γῆν οἰκήσιμον ἔχειν ἐπείγονται, γειτόνων οὐκ ἀνεχόμενοι. Ταῦτά τινες ἔδρων τῶν πάλαι, θείων ὑπερορῶντες νόμων. Ἀλλ᾽ ἦν καὶ οὕτω φιλάνθρωπος ὁ νομοθέτης καὶ κριτής.
Ἐκάλει γοῦν τοὺς λελυπηκότας εἰς μετάγνωσιν διὰ φωνῆς Ἱερεμίου, λέγων· «Ἐπιστράφητε πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος, καὶ οὐ μὴ στηρίσω τὸ πρόσωπόν μου ἐφ᾽ ὑμᾶς, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνίων ὑμῖν εἰς τὸν αἰῶνα.
Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας.» Ἐπειδὴ δὲ πολὺ νοσοῦντες τὸ ἄτακτον, καὶ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ τό γε δὴ δεῖν ἐρηρεῖσθαι τοῖς φαύλοις τοῦ παντὸς ἀξιοῦντες λόγου, δι᾽ αὐτῶν ἡλίσκοντο τῶν πραγμάτων, ἐπηφίει λοιπὸν τὰ ἐξ ὀργῆς αὐτοῖς. Πλὴν ἥκιστα μὲν ἀσυμμέτρως, κεράσας δὲ μᾶλλον ἀγανακτήσει τὸν ἔλεον.
Ἔφη γὰρ οὕτω· «Καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος. Καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ, καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω.
Μερὶς μία βραχήσεται. Καὶ μερὶς ἐφ᾽ ἣν οὐ βρέξω, ξηρανθήσεται, καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ, καὶ οὐ μὴ ἐμπλησθῶσιν. Καὶ οὐδ᾽ ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος. Ἐπάταξα ὑμᾶς ἐν πυρώσει, καὶ ἐν ἰκτέρῳ. Ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν, καὶ συκῶνας ὑμῶν, καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδ᾽ ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος.» Ἄθρει δὴ οὖν ὅπως, οὐ πῦρ ἄνωθεν ἐπηφίει τοῖς ἡμαρτηκόσιν. Ἐθορύβει δὲ μᾶλλον συστέλλων τὰ ζωαρκῆ. Καὶ ὑπόμνησιν ὥσπερ τινὰ τὸ χρῆμα ποιούμενος, τοῦ χρῆναι μεθέντας τὸ διαβιοῦν ἐκνόμως, τῶν ἀμεινόνων ἐρᾷν. Ὅτι δὲ πλημμελημάτων ἐκτετίκασι δίκας οἱ καθ᾽ ὧν ἐκεῖνα γενέσθαι συμβέβηκε, διαδείκνυσι λέγων ὁ τῶν ὅλων Θεός· «Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος, αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι.» Ὧδε μὲν οὖν τὰ ἐκείνων. Τὰ δὲ καθ᾽ ἡμᾶς αὐτοὺς πολυπραγμονῶμεν, εἰ δοκεῖ. Ὑετῶν μὲν γὰρ καθέσεις ὀκνοῦσιν ἔσθ᾽ ὅτε, καίτοι καιροῦ νέμοντος ἐντρυφᾷν αὐτοῖς, ποταμίων δὲ ναμάτων λυποῦσιν ἐγκοπαί· ἱδρῶτες ἄμισθοι τῶν ἀροῦν εἰωθότων. Ἀγρῶν ἀκαρπίαι, τῶν ὠρίμων καταφθοραί. Ἀῤῥωστίαι σωμάτων δειναὶ καὶ παγχάλεποι. Λύπαι τὸ ἐντεῦθεν, κομμοί τε καὶ θρῆνοι, καὶ σπανανδρία πολλὴ κατὰ πόλεις καὶ κώμας.
Φέρε δὴ οὖν τοὺς τῶν ἰατρῶν εὐτεχνεστάτους ἀπομιμούμενοι, πολυπραγμονῶμεν εὐφρόνως τῆς τοιᾶσδε συμφορᾶς τὴν πρόφασιν.
γʹ. Ἔχει τοίνυν ῥίζαν ὥσπερ τινὰ πονηρὰν τὴν πολύμορφον ἁμαρτίαν. Ἐκεῖθεν ἡμῖν ἀνίσχει τὰ μοχθηρά· καὶ τῶν ἀνιᾷν πεφυκότων τὴν γένεσιν, οὐχ ἑτέραν φαίη τις ἂν ὡς ἀπό γε τῶν τοῖς πάλαι συμβεβηκότων εἰς κατάληψιν τῶν καθ᾽ ἡμᾶς εὖ μάλα χειραγωγούμενος. Ἐπιφραζόντων τινὲς, ἀγαθὸν ἔχουσιν ἡμῖν καὶ πλουσιόδωρον τὸν Δεσπότην, πῶς οὐ μέτεστι τὸ ἐν εὐπραξίαις εἶναι μακραῖς καὶ διηνεκέσι; Τί τὸ ἐμποδὼν καὶ τῶν ἡδίστων ἡμᾶς ἐν ἐκβολῇ γενέσθαι ποιοῦν, καὶ ἀποφέρον εἰς λύπας, καὶ τοῖς οὕτως ἀπηχθημένοις ἐνομιλεῖν ἀναγκάζειν; Ἀλλ᾽ ἔστιν, οἶμαι, παντί τῳ σαφὲς, ὅτι τῶν εὐκταιοτάτων ἐν σπάνει γεγόναμεν.
Καὶ οὐ καθ᾽ ἕνα καιρὸν προσκρούοντες, καὶ τῶν ἱερῶν καταρᾳθυμήσαντες ἐνταλμάτων. Ὅτι γὰρ ἀπαράβλητον ἔχει τὴν ἡμερότητα, καὶ φιλανθρωπίαν, χαλεπὸν οὐδὲν κἀντεῦθεν ἰδεῖν. Νέμει μὲν γὰρ τοῖς ὠλισθηκόσι χεῖρα σωτήριον. Μεταφοιτᾷν δὲ κελεύει πρὸς τὰ βελτίω, λέγων· «Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτω μεθ᾽ ὑμῶν Κύριος ὁ Θεός.» Καὶ τοῦτο δρᾷν ᾑρημένοις, τὴν τῶν ἀγαθῶν ἀμφιλαφῆ χορηγίαν, ὑπισχνεῖται λέγων· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ ὁ οὐρανὸς ἐπακούσεται τῇ γῇ, καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον.» Ἀλλὰ καὶ δι᾽ ἑτέρου προφήτου πάλιν· «Δοκιμάσατε δὴ ἐν τούτῳ, λέγει Κύριος παντοκράτωρ. Ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου, ἕως τοῦ ἱκανωθῆναι,» τουτέστιν, ἐμπλησθῆναι καὶ σχεῖν ἱκανῶς. Οὐκοῦν «Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ,» καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, «καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς.» Αἰτήσωμεν παρ᾽ αὐτοῦ τὸ ἐξ ἡμερότητος ἔλαιον. Μεταστήσωμεν τὰς ἑαυτῶν καρδίας ἐπὶ τὸ δρᾷν ἐθέλειν τὰ ἀγαθά. Καὶ γὰρ εἰσί πως καὶ ἀπροφάσιστα παντελῶς τὰ τῆς ῥᾳθυμίας ἐγκλήματα. Αὐτὸς γὰρ ἡμῖν ἐξ οὐρανῶν ἐπέφανεν ὁ Υἱὸς, καὶ παιδευτὴν ἐλάχομεν τὸν καταφωτίζοντα μὲν οὐρανοὺς, καταφαιδρύνοντα δὲ καὶ αὐτὰς τὰς ἄνω δυνάμεις.
Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, μετέσχεν αἵματος καὶ σαρκὸς, καὶ ἐνηνθρώπησεν οἰκονομικῶς, ἵν᾽ ἡμᾶς ἀποφήνῃ καὶ ἀρετῆς ἁπάσης ἐπιστήμονας, καὶ ἀρίστων σπουδασμάτων ἐπιμελητὰς, καὶ τῆς ἀληθοῦς θεογνωσίας γεγονότας ἐν καλῷ. Ἐπειδὴ γὰρ ἄοπτος παντελῶς καὶ ἀόρατος ἡ θεία φύσις ἐστὶ, καὶ ἀπρόσβλητον ἔχει τὴν δόξαν «(Φῶς γὰρ ἀπρόσιτον οἰκεῖ,» κατὰ τὴν τοῦ Παύλου φωνὴν), τῆν ἡμῶν ἠμπέσχετο σάρκα, καὶ τοῖς ἀνθρώποις συνανεστράφη τοῖς τῆς ἀνθρωπότητος μέτροις συγκαθιστάμενος μετὰ τοῦ μεῖναι ὃ ἦν, καὶ ἀπήρξατο μὲν τῶν ἱερῶν θεσπισμάτων παρά γε τοῖς ἐξ αἵματος Ἰσραήλ. Ἦσαν γὰρ αὐτῶν αἱ ἐπαγγελίαι. Ἐπειδὴ δὲ γεγόνασι σκληροὶ καὶ ἄτεγκτοι, καὶ πολὺ νοσοῦντες τὸ ἐξήνιον, εἶτα τελευτῶντες ἐσταύρωσαν, ἀποπεφοίτηκεν αὐτῶν, καὶ ταῖς τῶν ἐθνῶν ἀγέλαις ἑαυτὸν ἐχαρίσατο. Ἦν μὲν γὰρ οὐκ ἀμήχανον αὐτῷ τὸ μὴ ἀνασχέσθαι παθεῖν.
Ἐπειδὴ δὲ τὴν τῶν νεκρῶν ἀναβίωσιν ἡμῖν ἐπηγγείλατο, φορητὸν ἐποιήσατο τὸ παθεῖν· ἵνα πατήσας τὸν θάνατον, καὶ ἀναστὰς ἐκ νεκρῶν, «ἀπαρχὴ γένηται τῶν κεκοιμημένων,» καὶ ἀραρότως πιστεύωμεν, ὅτι καταλύσει τὴν φθορὰν, καὶ τῶν ἡμετέρων ἀποσοβήσει σωμάτων τοῦ θανάτου τὴν ἔφοδον, ζωὴ κατὰ φύσιν ὑπάρχων καὶ ζωοποιὸς, ὡς Θεός. Ἵνα δὲ πρὸς τούτῳ καὶ αὐτὴν ἡμῖν ἀποφήνῃ βάσιμον καὶ εὐήλατον τὴν εἰς τὰ ἄνω τρίβον, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς ἐψυχωμένης νοερῶς. Καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, πᾶσαν ὑπὸ πόδας ἔχων τὴν κτίσιν, ἐπέκεινα παντὸς γενητοῦ, καὶ ἐν κυριότητι φυσικῇ.
Καὶ ἀκατάσειστον τὴν βασιλείαν ἔχων, ἥξει τε κατὰ καιροὺς «ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» καθὰ γέγραπται. Ὡς οὖν ἀπολογεῖσθαι μέλλοντες τῷ κριτῇ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Κατορθώσωμεν πάντα τρόπον ἐπιεικείας. Τὴν δικαιοσύνην ἀγαπήσωμεν, τὴν ἀγάπην, τὴν ἐγκράτειαν, τὴν φιλαλληλίαν, τὴν φιλοπτωχίαν.
Ἐλεήσωμεν ὀρφανοὺς, χήρας δάκρυον ἀνακόψωμεν, ἐπισκεψώμεθα δεσμίους. Ἀῤῥωστοῦντας ἀνακτησώμεθα ταῖς φιλοφροσύναις, καὶ ἁπαξαπλῶς, πᾶν εἶδος ἀρετῆς κατορθοῦν σπουδάσωμεν. Οὕτω γὰρ, οὕτως εὐαρεστήσομεν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ.
Ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ πέμπτῃ καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ βαθείᾳ σαββάτου, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Ἵνα καὶ τοῦτον τὸν καιρὸν ὀρθῶς καὶ μετ᾽ εὐσεβείας διαδραμόντες τῆς τῶν ἁγίων ἀξιωθῶμεν κοινωνίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.