Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή ΚΣΤ΄

Ο κόπος της αρετής, η ανάγκη πνευματικής καθάρσεως, και η προειδοποίηση κατά της ειδωλολατρίας και της υποκρισίας με αναφορά στην εποχή του προφήτη Ηλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 25 από 29

ΛΟΓΟΣ ΚϚʹ. αʹ. Κεχρήσομαι πάλιν ταῖς τοῦ πανσόφου Παύλου φωναῖς, καὶ δὴ καὶ ἐρῶ τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ ἡγιασμένοις ἐν πνεύματι· «Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε, τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις·» καιρὸς καρτερίας καὶ ὑπομονῆς· καιρὸς ἐξαιρέτων ἀνδραγαθημάτων, καὶ νοητῆς εὐανδρίας. Εἰσελαύνει γὰρ πάλιν τῆς ἁγίας ἡμῶν ἑορτῆς ὁ καιρός. Σεπτῆς δηλονότι καὶ πανάγνου νηστείας προανισχούσης αὐτοῦ· ἵνα τὴν εὐκλεᾶ καὶ εὐδόκιμον κατορθοῦντες ζωὴν, καὶ διὰ πόνων ἀγαθῶν τοὺς ἐκ τῆς ἁμαρτίας μολυσμοὺς ἀποτριβόμενοι, ἁγίους καὶ ἀμώμους ἑαυτοὺς παραστήσωμεν τῷ Χριστῷ, μονονουχὶ βοῶντας, καὶ λέγοντας· «Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν.» Οἶμαι δὲ δεῖν τοὺς, οἵπερ ἂν εἶεν τῆς εὐαγγελικῆς εὐζωΐας ἐπιστήμονες, καὶ τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων γερῶν ἐρασταὶ, προθυμίαις τισὶν ἀμάχοις ἐκτεθηγμένους πρὸς τοῦτο ἰέναι, τὸν ἀδρανῆ καὶ ἄμισθον διαῤῥιπτοῦντας ὄκνον, τῆς ἑαυτῶν διανοίας ὡς ἀπωτάτω, καὶ οἷον ἐῤῥῶσθαι φράσαντας ταῖς ἀνοήτοις ἀφιλεργίαις. Οὐ γάρ τοι βάσιμα τὰ ἐξαίρετα τῶν πραγμάτων τοῖς νενευκόσιν ἐπὶ τὸ ῥᾴθυμον· οὔτε μὴν ἁλώσιμα τὰ παρὰ Θεοῦ.

Φιλεῖ γὰρ ἱδρῶτας ἡ ἀρετὴ, καὶ τρίβον λαχοῦσα τὴν εὐθὺ φέρουσαν αὐτῆς, σκληρὰν καὶ ἀνάντη τοῖς τληπαθεῖν ἑλομένοις, ψιλήν τε αὐτὴν καὶ εὐήλατον ἀποφαίνει, τὸ εὐδοκιμεῖν ὅτι μάλιστα πεφυκὸς σαγηνεύουσα γένος καὶ καλοῦσα πρὸς ἑαυτὴν, ἀποσοβοῦσα δὲ ὥσπερ τὸ ἀφιλεργὲς καὶ ἀφιλοπόλεμον.

Ἐρᾷ γὰρ, ὡς ἔφην, τῶν ἐξειλεγμένων. Τοιοῦτόν τι καὶ ὁ προφήτης φησίν· «Εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.» Οὐκοῦν, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, «Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Διότι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι.» Ὥσπερ γὰρ ἡ βαρβάρων χώρα γείτονά τε καὶ ὅμορον οἰκοῦντες πόλιν, οἱ μέν τινες εἶεν ἐμπειροπόλεμοι, καὶ τῶν τακτικῶν ἐπιστήμονες, ὀλίγου παντελῶς ἀξιοῦσι λόγου τὰς ἐκείνων ἐμβολάς· ἥττους δὲ ὄντες τοῦ χρῆναι πονεῖν, καὶ ἀντεξάγειν ἀνδρικῶς τοῖς καταδῃοῦν ᾑρημένοις, ἑτοιμοτάτῃ κείσονται θήρᾳ· οὕτω καὶ οἱ τῆς ἐν νόμῳ ζωῆς ἐπιμεληταί· ὧν εἰσι μὲν ἐγγὺς οἱ μαχόμενοι. Πλεῖστοι γὰρ οὗτοι καὶ πικροί. Ἀλλ᾽ οἵ γε τὸν νοῦν ἔχοντες ἐῤῥωμένον, καὶ οἷά τινα παντευχίαν πνευματικὴν τὴν εἰς Χριστὸν εὐσέβειαν ἐναρμοσάμενοί τε καὶ ἀντεξάγοντες, ἀμείνους μὲν ἔσονται τῆς ἐκείνων σκαιότητος.

Ἄτρωτον δὲ καὶ ἀπλῆγα τὴν ἑαυτῶν καρδίαν τηρήσαντες, χαριστηρίους ᾠδὰς ἀνάψουσι τῷ Χριστῷ, λέγοντες· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» Χριστοῦ τοιγαροῦν συνασπίζοντος τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ εἰς εὐτολμίαν ἁγιοπρεπῆ καταθήγοντος τοὺς τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ἕπεσθαι δεῖν ᾑρημένους, καταθλήσωμεν τῆς σαρκὸς, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ· μνημονεύσωμεν τῆς θείας λεγούσης Γραφῆς, «Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα, καὶ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. Καὶ αἰσχρότης, καὶ μωρολογία ἢ εὐτραπελία, ἂ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἣ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Καὶ πάλιν· «Ἆρ᾽ οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσι.» Γραφόμεθα γὰρ ἐν τέκνοις Θεοῦ, τῆς ἐν Χριστῷ πολιτείας τὸ κάλλος ταῖς ἑαυτῶν διανοίαις εἰσοικισάμενοι, καὶ διὰ τῶν εἰς εὐσέβειαν σπουδασμάτων πρὸς αὐτὸν εὖ μάλα διαμορφούμενοι.

Ὅτε τοίνυν ἡμῖν οἱ τῆς ἀκηράτου φύσεως χαρακτῆρες ἐλλάμπουσι, γεγράμμεθα δὲ καὶ ἐν τέκνοις Θεοῦ, καὶ ἀδελφότητα πεπλουτήκαμεν, τὴν πρός γέ φημι τὸν τῶν ὅλων παμβασιλέα Χριστὸν, αὐτῷ τὴν οἰκείαν καθιεροῦντες ζωὴν, φαιδροὶ διαμένωμεν. Ἐσόμεθα γὰρ οὕτω θιασῶται γνήσιοι, πανηγυρ[ι]άρχην ἕχοντες αὐτόν.

Καὶ εἴπερ ἐστὶ τὸ ἐστάλθαι λαμπρῶς τοῖς ἑορτάζουσι πρεπωδέστατον, εἴη ἂν, οἶμαί που, τὸ καταφαιδρύνεσθαι δεῖν τοῖς ἐξ ἀρετῶν αὐχήμασιν, οὐκ ἀνάρμοστον. Μᾶλλον δὲ καὶ λίαν ἐοικὸς τοῖς εἰσβάλλειν ἐθέλουσιν εἰς τὰ Ἅγια τῶν ἁγίων, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστὸς, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν. Ἅγια δὲ τῶν ἁγίων εἶναί φαμεν τοὺς τῆς μυστικῆς τελειώσεως τρόπους. Οἷς οὐκ ἄν τις ἐμβάλοι. Οὐδ᾽ ἂν ἐγγὺς γένοιτο Θεοῦ, κατὰ διάθεσιν δηλονότι καὶ ἁγιασμὸν, μὴ οὐχὶ πρότερον πάντα ῥύπον τὸν ἐξ ἁμαρτίας καὶ σαρκικῶν ἐπιθυμιῶν, εὖ μάλα διανιψάμενος. Ἐπειδὴ δὲ τὰ τοῖς πάλαι τυπικῶς διὰ τοῦ πανσόφου Μωσέως τεθεσπισμένα γέγραπται «πρὸς νουθεσίαν ἡμῶν,» καὶ πραγμάτων εἰσὶν εἰκόνες πνευματικῶν, πολὺ τὸ ὀνησιφόρον ὠδίνουσαι, φέρε τοῖς ἀκροωμένοις παραγάγωμεν εἰς πληροφορίαν καὶ εἰς ἀπόδειξιν ἐναργῆ τῶν ἀρτίως ἡμῖν εἰρημένων, τὸ ἐν τῇ Ἐξόδῳ γεγραμμένον.

Ἔχει δὲ οὕτω· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ποίησον σεαυτῷ λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι. Καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου· καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ, καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδασι, ὄταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἵνα μὴ ἀποθάνωσι. Καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ τε καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾽ αὐτόν.» βʹ. Ἄθρει δὴ οὖν ὅπως τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβαλεῖν ἐθέλοντας, προαπονίζεσθαι δεῖν ὁ θεῖος προστέταχε νόμος. Καὶ τοῖς τοῦτο δρᾷν οὐκ ἀνεχομένοις, τὴν εἰς αἷμα δίκην ἀπαρτῆσαι ὁρᾶται· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀνίπτοις ἡμᾶς ἰέναι ποσὶ πρός γε τὸ δεῖν ἐγγὺς γενέσθαι Θεοῦ, ἢ πάντοτε καὶ πάντως ἑαυτοὺς ἀδικήσομεν, ποινὴν ὑπομένοντες τὴν ἐσχάτην. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; κατὰ τὸ γεγραμμένον. Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ;» Ἄρ᾽ οὖν ἡ κάθαρσις ἥπερ ἂν γένοιτο πρὸς ἡμῶν, σωματικὴ μᾶλλον ἢ πνευματικὴ νοοῖτ᾽ ἂν εἰκότως;

Εἶτα πῶς ἐνδοιάσαι θέμις, ὡς ἔστι πνευματικὴ, Θεοῦ λέγοντος ἐναργῶς, διὰ τῆς Ἱερεμίου φωνῆς· «Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, ἵνα σωθῇς, Ἱερουσαλήμ;» Καὶ πλεῖστοι μὲν λίαν οἱ τῆς φαυλότητος τρόποι, γοητεῖαι, φιλοσαρκίαι, πλεονεξίαι, ψιθυρισμοὶ, ψευδορκίαι καὶ δόλοι. Παροτρύνει δὲ μάλιστα πρὸς ὀργὰς τῶν ἄλλων τὸν ἐπὶ πάντας Θεὸν τὸ ἐφ᾽ ἂ μὴ θέμις εὐπαρακόμιστον καὶ διεστραμμένον ἐννοιῶν ἀναπίμπλασθαι φιλεῖν, ἀποφέρεσθαι δὲ καὶ εἰς ἀδόκιμον νοῦν, καὶ πνεύμασι πλάνοις ἀκολουθεῖν ἑλέσθαι τινὰς, τὴν ἀκριβῆ τε καὶ ἀκαπήλευτον πίστιν οὐ προσιεμένους. Εἰσὶ γὰρ, εἰσὶν οἱ τῆς ἀληθείας τὴν δύναμιν παρευθύνοντες ἐπὶ τὸ αὐτοῖς ἰδίᾳ δοκοῦν, καὶ δοκησισόφων ἐννοιῶν κατασωρεύοντες ὄχλον τῆς τῶν ἀγελαίων πληθύος. Οἷς ἀναγκαῖον εἰπεῖν· «Ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον, φονεύετε πάντες;» Προσεποίσω δὲ οἷς ἔφην κἀκεῖνο· Τὸ Χριστιανῶν ὄνομα λαχόντες τινὲς, οὔπω μὲν εἰσὶν, ὅπερ εἶναι λέγονται δυνάμει καὶ ἀληθείᾳ, τοὺς δὲ τῆς ἀποστασίας ἀγαπῶσι τρόπους, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις προσνενεύκασιν· οἴονται δὲ τάχα που καὶ αὐτὸν οἷς δὴ καὶ ἐροῦμεν· «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε.

Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ;» Λάθοι γὰρ ἂν οὐδὲν τὸν καὶ ἡμῖν αὐτοῖς ἐμφυτεύσαντα τὸ καὶ ἐπαΐειν δύνασθαι, καὶ μὴν καὶ ὁρᾷν. Ὅτι γὰρ τὸ μὴ μονοτρόπως ἀνακεῖσθαι Θεῷ, σκάζουσαν δὲ καὶ ἀδρανῆ τὴν διάνοιαν ἔχειν, καὶ τοῦτο μετὰ τὴν πίστιν, ὡς οἴεσθαί τε καὶ λέγειν, καὶ ἑτέρους εἶναι θεοὺς μετὰ τὸν ἕνα τὸν φύσει καὶ ἀληθῶς, ὀλέθρου καὶ ἀπωλείας πρόξενον, καὶ τῆς εἰς ἄκρον ὀργῆς τῆς παρά γε, φημὶ, τοῦ τὰ δίκαια κρίνοντος Θεοῦ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἱερῶν Γραμμάτων. Νόμῳ μὲν γὰρ τῷ διὰ Μωσέως τὴν εἰς Θεὸν εὐσέβειαν ὁ Ἰσραὴλ ἐπαιδεύετο. Ἤκουε γὰρ ἐναργῶς, ὅτι «Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν.» Καὶ, «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.» Οἱ δὲ, καίτοι δέον τοῦ παντὸς ἀξιῶσαι λόγου τὰ τεθεσπισμένα, παρ᾽ οὐδὲν ἐποιοῦντο τὸ εἶναι γνήσιοι.

Ἀποσπουδάζοντες δὲ τὸ ὅτι μάλιστα πεφυκὸς ὠφελεῖν, αὐτόκλητον ταῖς ἑαυτῶν κεφαλαῖς ἐπήντλησαν δίκην. Ἐτράποντο γὰρ ἀνοσίως ἐπί γε τὸ δεῖν τὴν ἀπόῤῥητον καὶ ὑπερφυᾶ τοῦ πάντων κρατοῦντος Θεοῦ περιορίσαι δόξαν. Εἴδωλά τε διατορνεύσαντες ἐναπέθεντο ταῖς ἑστίαις, ὡς καὶ αὐτὸν τάχα που λαθεῖν δυνάμενοι τὸν παντεπόπτην Θεόν. Ἀλλ᾽ εἰς ἀφόρητον αὐτοῖς ἐκβέβηκε τὸ χρῆμα ζημίαν. Ἔφη δὲ οὕτως ὁ θεσπέσιος προφήτης Ἰεζεχιήλ· «Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον, καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ, καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ, καὶ ἰδοὺ θύρα μία. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧσδε σήμερον. Καὶ εἰσῆλθον καὶ εἶδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους μάταια βδελύγματα. Καὶ εἶδον πάντα τὰ εἴδωλα Ἰσραὴλ, διαγεγραμμένα ἐπ᾽ αὐτοῦ κύκλῳ. Καὶ ἑπτὰ ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰεχονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἰστήκει πρὸ προσώπου αὐτῶν. Καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε. Καὶ εἶπε πρός με· Ἑώρακας, υἱὲ ἀνθρώπου;

Μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ τοῦτο ποιεῖν, τὰς ἀνομίας ἃς πεποιήκασιν ὦδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἐπέστρεψαν τοῦ παροργίσαι με, καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδ᾽ οὐ μὴ ἐλεήσω.» Οὐ γὰρ ἦν οὕτως ὄντας ἑτερογνώμονας, ὑβριστάς τε καὶ ἀνοσίους καὶ ἀποστάτας, μὴ οὐχὶ πάντη τε καὶ πάντως ταῖς ἁπασῶν ἐσχάταις ἁλῶναι δίκαις. Ἀπολώλασι γὰρ, τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενοι. Καὶ δεδουλεύκασιν ἐχθροῖς, καὶ πέρα πάσης γεγόνασι συμφορᾶς.

Οὐκοῦν ὅταν ἐπαμφοτερίζωσί τινες, καὶ τοὺς εἰς Θεὸν εἰλικρινοῦς ἀγάπης ἀτιμάζωσι τρόπους, ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι, τότε καὶ Θεὸς ἐφίησι, καὶ πολεμίων ἐφόδοις καταχειμάζεσθαι χώρας τε καὶ πόλεις, καὶ ἀνιαροῦ παντὸς εἰς πεῖραν ἐλθεῖν. Δεῖ δὴ οὖν ἄρα θεραπεύειν αὐτὸν, ἀκλόνητον ἔχοντας πίστιν, καὶ βεβηκότα τὸν νοῦν εἰς τὴν ἐπ᾽ αὐτὸν τιμήν τε καὶ δόξαν. Περὶ γὰρ τῶν ἑτέρως διακειμένων, ἀληθεῦον ἐρεῖ τὸ διὰ φωνῆς Ἡσαΐου· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ.» Ἀκούσονται δὲ λέγοντος τοῦ Χριστοῦ· «Οὐαὶ ὑμῖν, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι· ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.» Ἀρκέσει γὰρ ἥκιστά γε πρὸς εὐκλείας δύναμιν ἀληθοῦς τοῖς εὖ βιοῦν ᾑρημένοις τὸ τοῖς μὲν ἔξωθεν ὡραϊσμοῖς ψιλοῖς τε καὶ μόνοις κατακαλλύνεσθαι φιλεῖν, ὀλίγον δὲ κομιδῇ τῆς εἰς Θεὸν ἀγάπης ποιεῖσθαι λόγον. Καίτοι χρῆν δὴ σπουδῆς ἀξιοῦν ἐπείγεσθαι τῆς προὐργιαιτάτης, τὸ ἀραρὸς εἰς εὐσέβειαν καὶ ἀκλόνητον πίστιν. Δι᾽ οὗ μάλιστα τῆς ἄνωθεν εὐμενείας τὴν χάριν καταπλουτήσειεν ἂν, οἶμαι, τίς. Ἐπιγάννυται γὰρ ἡ θεία τε καὶ φιλάρετος φύσις τοῖς ὧδε διακειμένοις.

Εἰ δὲ δὴ μέλλομεν ἀχαλίνοις τοῦ νοῦ ῥοπαῖς ἰόντες ἐφ᾽ ἃ μὴ θέμις, τῆς ὑπερτάτης αὐτοῦ δόξης καταθρασύνεσθαι, καὶ τοῖς οὐκ οὖσι θεοῖς ἀπονέμειν αὐτὴν, «Τῷ ξύλῳ λέγοντες· Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με,» καὶ τοῖς κόσμου στοιχείοις τὸ σέβας ἀνάπτοντες, καὶ ταῦτα τὸ Χριστιανῶν λαχόντες ὄνομα, ὅτι πάντη τε καὶ πάντως σκληρᾷ καὶ ἀφύκτῳ κολάσει τὰς ἑαυτῶν ὑποθήσομεν κεφαλὰς ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν γε ἅπαξ τελούντων ἐν ἡμῖν. Οἷς καὶ ἱερὸς προσπεφώνηκε λόγος, ὅτι «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Κολάζουσι δὲ καὶ οἱ καθ᾽ ἡμᾶς τε καὶ καθεστῶτες νόμοι τοὺς ὁπλιτεύειν εἰδότας, εἰ τῆς τοῖς κρατοῦσιν ὀφειλομένης εὐνοίας ὀλιγωρήσαντες, φρονεῖν ἕλοιντο τὰ βαρβάρων· κἂν ἀποβάλοι τὴν ἀσπίδα, συναποβαλεῖ που πάντως αὐτῇ καὶ τὸ ἐν ζῶσι τελεῖν ἔτι.

Οὐκοῦν τὸ μερίζεσθαι τὴν γνώμην, καὶ καταδονεῖσθαι φιλεῖν ἐκ τῶν ἀμεινόνων καὶ ἀληθῶν εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα, καὶ πολέμου πρόξενον ἀπέφηνεν ἡμῖν ἀρτίως ὁ λόγος· προσαποφωνεῖ δὲ, ὅτι καὶ τῶν ἑτέρων ἡμῖν ἀγαθῶν ἐγκοπὰς ἐργάζεται.

Ὑετοὺς μὲν γὰρ οὐ καθίησι Θεὸς, ὡς μήτε ἀροῦν δύνασθαί τινας, μήτε μὴν τοῖς τῆς γηπονίας ἱδρῶσιν ἐνομιλεῖν· λιμῷ δὲ καὶ δίψει καταμαραίνεσθαι πόλεις τε ὁμοῦ καὶ χώρας. Ἄθρει δέ μοι τοῦτο πάλιν πεπονθότα τὸν Ἰσραήλ. Βεβασίλευκε γὰρ κατὰ καιροὺς ὁ Ἀχὰβ τῶν οὐσῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν· ἀλογήσας δὲ ὁλοτρόπως τῆς εἰς Θεὸν αἰδοῦς καὶ ἀγάπης, τέθυκεν εἰδώλοις. Ἐπειδὴ δὲ ἦν εὐπάροιστος ἡ ὑπ᾽ αὐτῷ τε καὶ ἀγελαία πληθὺς, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεὸν ἀτιμάσαντες, τὴν ἴσην εὐθὺς ἠῤῥωστήκασι τῷ κρατοῦντι μανίαν, καίτοι νόμον ἔχοντες τὸν ἐφεστηκότα, καὶ διὰ τῆς Μωσέως ἐντολῆς εὖ μάλα παιδαγωγούμενοι, πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν αὐτοῖς· ἐπειδὴ δὲ, καθά φησιν ὁ θεσπέσιος Δαβὶδ, «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·» παρελθὼν εἰς μέσον ὁ προφήτης Ἡλίας, συνηγανάκτει μὲν ὡς ἠτιμασμένῳ τῷ πάντων κρατοῦντι Θεῷ· ἠπείλησε δὲ λιμὸν καὶ ἀκαρπίαν, καὶ τῆς ἄνωθεν εὐλογίας τὴν σπάνιν.

Ἔφη γάρ· «Ζῇ Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, καὶ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου·» οὗ δὴ λέγοντος (οὐ γὰρ ὗσεν ἐπὶ τὴν γῆν ὁ τὰ ζωαρκῆ δωρούμενος), οὐκ ἦν ἀρόσαι τοὺς ἐν ἀγροῖς, οὐ συλλέξαι τι τῶν ἐν γηπονίαις, οὐ πόας ἰδεῖν ἐν ὥρᾳ κομῶσαν τὴν γῆν· ἀλλὰ διψῶντα μὲν ὅρη· πεδία [δὲ] τὰ πρὸς εὐανθῆ τε καὶ γονιμώτατα, μονονουχὶ θρηνοῦντα τὴν ἀκαρπίαν. Καὶ τί τὸ ἐντεῦθεν; ἀφορήτοις ἐμβολαῖς λιμοῦ, κατατρέχοντες ἀνάγκης, εἰς τοῦτο πεπτώκασι τῶν ἐν Σαμαρείᾳ τινὲς, ὥστε καὶ γυναῖκας τῶν ἰδίων ἅψασθαι τέκνων, καὶ τῶν τῆς φύσεως ἀλογῆσαι νόμων παντελῶς, καὶ τοὺς τῆς φιλοστοργίας πατῆσαι θεσμούς. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας ταῖς τοῦτο παθούσαις ἐπιστυγνάσας, «Χεῖρες, φησὶ, γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν.» Πῶς οὖν ἄρα κατέληξε τὸ συμβάν; ἀπεκρούσαντο δὲ τίνα τρόπον τὴν οὕτω δεινὴν καὶ δυσδιάφυκτον δίκην; Ἐκ μέσου γεγόνασιν οἱ πλανῶντες τὸν Ἰσραὴλ, τὴν ἐφ᾽ αἵματι ψῆφον κατενεγκόντος αὐτῶν τοῦ προφήτου Ἡλίου. Ἐπειδὴ δὲ πάλιν ἀνέλαμψεν ἡ ἀλήθεια, καὶ τὸν φύσει Θεὸν ἐγνώκασιν οἱ ταῖς τῶν δαιμονίων λατρείαις ἐνολισθήσαντες, ἐδίδου πάλιν αὐτοῖς τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ τῶν ἐδωδίων τὴν ἀφθονίαν ὁ φιλοικτίρμων Θεός.

γʹ. Δεῖ δὴ οὖν ἄρα, καθάπερ προεῖπον ἤδη, ἀποσπουδάζειν μὲν τὰ αἰσχίω, τῶν δὲ ἀμεινόνων ἀντέχεσθαι· καὶ καταφαιδρύνεσθαι μὲν τοῖς τῆς εὐκοσμίας αὐχήμασιν· ἐξηρτῆσθαι δὲ ὅτι μάλιστα φιλεῖν τῆς ἐξαιρέτου καὶ ἐννομωτάτης ζωῆς· τηρεῖν τε πρὸς τούτῳ καὶ τὸ ἐν πίστει γνήσιον, καὶ βεβηκὸς εἰς ἀγάπην τοῦ πάντων ἐπέκεινα Θεοῦ. «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, καθὰ γέγραφεν ὁ σοφώτατος Παῦλος, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται.» Ὁ γὰρ ἐπέκεινα νοῦ παντὸς, ὁ δι᾽ οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν, ὁ ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος, «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καθὰ γέγραπται, ἀλλ᾽ ὑπέστη μὲν τὴν ἑκούσιον κένωσιν, ἔλαβε δὲ δούλου μορφήν.» Καὶ διὰ ποίαν αἰτίαν, πιστώσεται λέγων ὁ μακάριος Παῦλος· «Ἐπειδὴ γὰρ τὰ παιδία κενοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν, ἔνοχοι ἦσαν δουλείας.

Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.» Ἔκτισε μὲν γὰρ ὁ τῶν ὅλων γενεσιουργὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα, καθὰ γέγραπται, σωτήριον δὲ καὶ αἱ γενέσεις τοῦ κόσμου. Καὶ οὐκ ἦν ᾅδου βασίλειον ἐπὶ τῆς γῆς· «Φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν.» Ἦν δὲ ἀναγκαῖον μὴ τὴν ἀρχαίαν ἐφ᾽ ἡμῖν τοῦ Θεοῦ βούλησιν ἡττᾶσθαι τῷ φθόνῳ τοῦ σκολιοῦ καὶ ἀρχεκάκου δράκοντος· ἁδροτέραν δὲ μᾶλλον τῆς ἐκείνου σκαιότητος ἀναφαίνεσθαι.

Διὰ τοῦτο ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ αὐτὸς τὰ πάντα ζωογονῶν, καθῆκεν ἑαυτὸν, ὡς ἔφην, ἐν τοῖς καθ᾽ ἡμᾶς, καὶ τὴν ἡμῶν ἠμπέσχετο σάρκα, ἵνα σὰρξ γένηται ζωῆς, καὶ ἀτονήσῃ λοιπὸν τῆς τοῦ διαβόλου δυστροπίας τὸ κέντρον, μητέρα θανάτου τοῖς ἐπὶ τῆς γῆς ἀνευρόντος τὴν ἁμαρτίαν. Δύο τοιγαροῦν ἐν αὐτῷ κατώρθωκεν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος.

Ἀπεσόβησε μὲν γὰρ τῶν ἀνθρωπίνων σωμάτων, ὃν οὐ πεποίηκεν αὐτὸς, ἐπισυμβάντα δὲ μᾶλλον ἐκ τῆς ἁμαρτίας θάνατον. Γέγονε δὲ καὶ εἰς πάντας ἡμᾶς ἐλεήμων ἀρχιερεύς. Τί οὖν ἄρα φαίη τις ἄν; Οὐ γὰρ ἦν ἐλεήμων ὡς Θεὸς, καὶ πρὶν γενέσθαι καθ᾽ ἡμᾶς; Καίτοι πῶς οὐκ ἀγαθὸς κατὰ φύσιν, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθὸν νοοῖτ᾽ ἂν εἰκότως, ὁ τῆς ἀνωτάτω φύσεως οὐσιώδης καρπός;

Ἆρ᾽ οὖν ἐκ τοῦ μὴ εἶναι κατὰ φύσιν ἀγαθὸς, μεταπεφοίτηκεν εἰς αὐτό; Καίτοι πῶς ἂν οὐκ ὄφλοι γέλωτα ταῦτα ἔχειν ὀρθῶς, εἰ διενθυμοῖτό τις; Γέγονε δὲ εἰς ἡμᾶς ἐλεήμων ἀρχιερεὺς κατὰ τοιόνδε τινὰ τρόπον. Ὁ μὲν γὰρ δι᾽ ἀγγέλων λαληθεὶς νόμος τοῖς ἐξ Ἰσραὴλ, τοὺς ταῖς παραβάσεσιν ὑποπίπτοντας ἀποτιννύναι δίκας, καὶ τοῦτο ἀμελλητὶ προστέταχε· καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος· «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει.» Ἦ[ν] οὖν ἀμελέτητον καὶ ἀνεπιτήδευτον παντελῶς τοῖς κατὰ νόμον ἱερατεύουσι, τὸ κατοικτεῖραί τινας τῶν ἁλόντων ἐπὶ ῥᾳθυμίαις. Γέγονε δὲ Χριστὸς ἐλεήμων ἀρχιερεύς.

Οὐ γὰρ ἐζήτησε δίκας τοὺς ἐπὶ τῆς γῆς τῶν ἡμαρτημένων· δεδικαίωκε δὲ μᾶλλον ἅπαντας χάριτι καὶ οἰκτιρμοῖς. Καὶ προσέτι τούτῳ πνευματικοὺς ἀπέφηνε προσκυνητὰς, λαμπράν τε καὶ ἐναργῆ παραστήσας ἡμῖν τὴν ἀλήθειαν, τουτέστι, τὸν ἀληθῆ τῆς εὐζωΐας τρόπον. Ὃς διά γε εὐαγγελικῶν κηρυγμάτων, εὖ μάλα κατασημαίνεται, καὶ οὐ ταῖς Μωσέως ἐπιτιμήσας ἐντολαῖς, ἤγουν ἀνατρέψας τὰ πάλαι τεθεσπισμένα, παρέδειξε τὴν ἀλήθειαν· ἀποσαλεύσας δὲ μᾶλλον τὴν τοῦ νομικοῦ γράμματος σκιὰν, καὶ μεθιστὰς τοὺς τύπους εἰς τὴν ἐν Πατρὶ καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν. Τοιγάρτοι καὶ ἔφασκεν ἐναργῶς· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως πάντα γένηται.» Τὸ δὲ δὴ τοὺς τύπους μετακομίζειν εἰς ἀλήθειαν, οὐ καταλύοντος ἦν αὐτούς· ἀποπεραίνοντος δὲ μᾶλλον, εἴπερ ἐστὶν ἀληθὲς ὡς οἱ ζωγραφεῖν εἰδότες, ὅτε ταῖς πρώταις σκιαῖς τὸ τῶν χρωμάτων πολυειδὲς ἐπαλείφουσιν, οὐκ ἀναιροῦσιν αὐτὰς, ἄγουσι δὲ μᾶλλον εἰς ὄψιν ἐμφανεστέραν.

Τοιοῦτόν τι πέπραχεν ὁ Χριστὸς, τὸ παχὺ τῶν τύπων κατισχνῶν εἰς ἀλήθειαν. Ἀλλ᾽ οὐ συνῆκεν ὁ Ἰσραὴλ τὸ μυστήριον, καίτοι καὶ νόμου καὶ προφητῶν πολυτρόπως αὐτὸ προηγορευκότων. Καὶ αὐτοῦ δὲ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ διὰ μυρίων ὅσον ἀποτελεσμάτων ἐννοεῖν ἀναπείθοντος, ὅτι εἰ καὶ πέφηνεν ἄνθρωπος οἰκονομικῶς δι᾽ ἡμᾶς, ἀλλ᾽ οὖν ἐστι καὶ οὕτως ὃ ἦν, Θεὸς δηλονότι. Διὰ τοῦτο, καὶ τὰ πέρα μέτρου τοῦ καθ᾽ ἡμᾶς ἀπετέλει, καὶ θεοπρεπῶν ἥπτετο μεγαλουργημάτων; νεκροὺς ἀνιστὰς ἐκ μνημάτων, ὀδωδότας ἤδη καὶ διεφθαρμένους· τυφλοῖς ἐνιεὶς τὸ φῶς, ὡς Δημιουργός· πνεύμασιν ἀκαθάρτοις μετ᾽ ἐξουσίας ἐπιτιμῶν· νεύματι λεπροὺς ἀπαλλάττων τοῦ πάθους. Ἕτερά τε πρὸς τούτοις ἀποτελῶν, ἅπαντός ἐστιν ἐπέκεινα καὶ λόγου καὶ θαύματος.

Τοιγάρτοι καὶ ἔφασκεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἀλλ᾽ ἦν καὶ οὕτω σκληρὸς καὶ ἀτεράμων ὁ Ἰσραὴλ, θρασὺς καὶ ἐξήνιος καὶ ἀπαιδαγώγητος παντελῶς· καίτοι γὰρ δέον ἀμελλητὶ πιστεύειν αὐτῷ, γαῦρον ἀνατείναντες τὸν αὐχένα, λοιδορίαις ἔβαλ[λ]ον, καὶ μέχρι παντὸς διετέλεσαν ἀτιμάζοντες, καὶ τελευτῶντες ἐσταύρωσαν. Ἦν μὲν οὖν ἐθελοντὶ μὴ παθεῖν, τοὺς τῶν Ἰουδαίων ἀμογητὶ διεκδῦναι βρόχους· πῶς γὰρ ἥλω Θεὸς, ὡς ἀνθρωπίνης ἰσχύος μειονεκτούμενος; Ἐπειδὴ δὲ τὸ παθεῖν λύσις ἦν θανάτου καὶ φθορᾶς (οὐ γὰρ ἂν ἐνικήθη θανάτῳ τὸ σῶμα τῆς ζωῆς), ἀφῆκεν ἑκὼν ἰσχύσαι βραχὺ τὰ τῶν Ἰουδαίων τολμήματα Ἵνα τῷ θανάτῳ προσβαλὼν, καὶ ἀναστὰς ἐκ νεκρῶν, ὁδὸς καὶ θύρα γένηται τῇ ἀνθρώπου φύσει πρός γε τὸ δύνασθαι καταθλεῖν αὐτῷ. Ἀνεβίω γὰρ, καὶ ἀνέβη πρὸς τὸν Πατέρα, πρωτόλειον ἀνθρωπότητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν. Οἱονεί πως ὑπὲρ ἡμῶν ἑαυτὸν παραστὰς, καὶ ἔστι τῷ γεννήσαντι σύνεδρος. Ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην. «Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» δʹ.

Οὐκοῦν ὡς παραστησόμενοι κατὰ καιροὺς τῷ πάντων κριτῇ, διὰ πάσης ἀγαθουργίας τὰς ἑαυτῶν καταφαιδρύνωμεν ψυχὰς, ἀποσχώμεθα φιλοσαρκίας καὶ ῥύπων σωματικῶν, ἀναλάβωμεν σπλάγχνα οἰκτιρμοῦ, τοῖς δεομένοις ἐπικουρήσωμεν, ἐλεήσωμεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας· τοὺς ἐν ἀῤῥωστίαις ἐπισκεψώμεθα, τοὺς ἐν δεσμοῖς καὶ ἀνάγκαις· μελετήσωμεν ἀοργησίαν· κατορθώσωμεν ἀνεξικακίαν, πραότητά τε καὶ ἡμερότητα, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἀρετῆς. Οὕτω γὰρ τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ τριακάδι τοῦ αὐτοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτῳ, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ νουμηνίᾳ τοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τὸν καιρὸν τῆς ἀνέσεως καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.