Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή ΚΖ΄
Η αξιοποίηση του εορταστικού χρόνου, η ματαιότητα του πλούτου, και η προτροπή προς ελεημοσύνη με ερμηνεία της παραβολής του άφρονος πλουσίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή ΚΖ΄
Η αξιοποίηση του εορταστικού χρόνου, η ματαιότητα του πλούτου, και η προτροπή προς ελεημοσύνη με ερμηνεία της παραβολής του άφρονος πλουσίου.
ΛΟΓΟΣ ΚΖʹ. αʹ. Πάλιν ἡμᾶς ἐπὶ τὸν συνήθη θίασον καὶ τὴν πάναγνον ἑορτὴν ὁ λαμπρὸς τῶν ἁγίων συναγείρει χορὸς, καὶ τῷ πάντων Σωτῆρι Χριστῷ χαριστηρίους ᾠδὰς ἀναπέμπεσθαι δεῖν ἐπιτάττειν, λέγων· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Πάλαι μὲν γὰρ διὰ τοῦ πανσόφου Μωσέως τῆς ἐν Αἰγύπτῳ θητείας ὁ Ἰσραὴλ ἀπηλλάττετο. Τὰ δὲ λοιπὰ τῶν ἐθνῶν, τὰ ἐξ ἠοῦς εἰς δύσιν καὶ τὰ ἕτερα τῶν κλιμάτων, ἀνοσίῳ τυράννῳ κατεζευγμένα, φημὶ δὴ τῷ Σατανᾷ, καὶ ἀναπόβλητον ἔχοντα τῆς ἁμαρτίας τὸν ζυγὸν, ἀθλιότητος ἦν ἐπίμεστα τῆς ἐσχάτης. Ἐπειδὴ δὲ βεβασίλευκε Χριστὸς τῆς ὑπ᾽ οὐρανὸν, τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπιφωνῶν τε καὶ λέγων· «Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς·» τῆς τοῦ πονηροῦ καὶ ἀποστάτου δαίμονος βδελυρίας ἀπηλλαγμένοι, καὶ τὰ πικρὰ τῶν δαιμόνων διαφυγόντες στίφη, μονονουχὶ δὲ προτροπάδην ἀλλήλοις ἐπιβοῶντες, καὶ λέγοντες· «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν·» θυμηδίας τε τῆς εἰς λῆξιν ἀναπιμπλάμενοι, τῆς σωτηρίας τὸν χορηγὸν, καὶ τὸν ἁπάσης αὐτοῖς εὐημερίας πρύτανιν, ταῖς αὐτῷ πρεπούσαις εὐφημίαις καταγεραίρουσιν, ἐκεῖνό τέ φασι, τὸ διὰ φωνῆς τοῦ θεσπεσίου Δαβίδ· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος, ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.» Δεξιὰν δὲ καὶ βραχίονα τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζουσι τὸν Υἱόν.
Δι᾽ αὐτοῦ γὰρ τὰ πάντα παρήχθη πρὸς γένεσιν, καὶ αὐτός ἐστιν ἡ πάντων ἰσχὺς, ἅτε δὴ καὶ ὑπάρχων τῶν δυνάμεων Κύριος, οὗτος ὁ μέγας καὶ ἀξιάγαστος, καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, ἔσωσεν αὐτῷ τὸ ἐπὶ γῆς δηλονότι γένος· δι᾽ αὐτοῦ γὰρ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ αὐτὸς ἡμᾶς προσεκόμισε τῷ Θεῷ καὶ Πατρί. Καὶ γοῦν ἔφασκεν ἐναργῶς, «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.» Οὐκοῦν ὡς προσημμένοι δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ, θείας τε φύσεως γεγονότες μέτοχοι, καὶ γένος Θεοῦ χρηματίζοντες, καὶ τὸ λαμπρὸν τῆς υἱοθεσίας λαχόντες ἀξίωμα, μνημονεύσωμεν ἑνὸς τῶν ἁγίων ἀποστόλων, ὡδὶ γεγραφότος· «Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα, κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ ἠλευθερώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» Δεῖ δὴ οὖν ἄρα τοῖς τοῦ πράγματος θελήμασι τὸν τῆς διανοίας ὑπενεγκεῖν αὐχένα, καὶ τοῖς σωτηρίοις αὐτοῦ θεσπίσμασι κατακολουθεῖν ἐπείγεσθαι, καὶ μάλιστα νεανικῶς, «διακθαίροντας ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντάς τε τὴν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,» καθὰ γέγραπται.
βʹ. Ἅπας μὲν οὖν καιρὸς τοῖς ἐπιεικέσιν ἐπιτήδειος, εἴ[ς] γε τὸ δεῖν τὴν εὐαγῆ καὶ ἀμώμητον τῆς δικαιοσύνης ἰέναι τρίβον, καὶ εὐθὺ τῶν ἀρίστων φέρεσθαι σπουδασμάτων, ὅλοις ὥσπερ ἱστίοις εἰς τοῦτο διᾴττοντας· πρέποι δ᾽ ἂν μάλιστα ταῖς εἰς τοῦτο ῥοπαῖς εὖ μάλα κατακαλλύνεσθαι, κατά γε, φημὶ, τὸν ἐνεστηκότα, εἴπερ ἐστὶν ἀναγκαῖον, ὡς ἔνι διεσμιγμένους, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐκλελαμπρυσμένους, διελάσαι μὲν εἴσω τῶν ἱερῶν καταπετασμάτων, ὀφθῆναί τε οὕτω τῷ πανάγνῳ Θεῷ. Τὸ δὲ ἁμαρτεῖν καιροῦ καὶ τῶν παρ᾽ αὐτοῦ, φαίην ἂν ἔγωγε, τοῖς αὐτὸ παθοῦσιν οὐκ ἀζήμιον. Τίς γὰρ ἐπαινέσει γηπόνον, εἰ μετὸν ἀροῦν, καίτοι καιροῦ νέμοντος αὐτῷ τοῦτο δρᾷν, ἀφιλεργήσας ὁρῷτο, καὶ τὸν ἀδρανῆ καὶ ἄμισθον ἀγαπήσας ὄκνον; Ἢ ποῖος οὐκ ἔσται πλωτῆρσιν ὁ μῶμος, εἰ τῶν ἐξ οὐρίας πνευμάτων ὀλιγωρήσαντες, εἶτα παρηβήσαντος τοῦ καιροῦ, ἐξώρου τε ἤδη τοῦ δύνασθαι πλεῖν γεγονότος, ζητεῖν ἕλοιντο παρὰ τὸ εἰκὸς ἐκεῖνά που πάντως, ὧν ἐξ ἀμαθίας ἐστέρηνται;
Οὐκοῦν, καθὰ καὶ ὁ πάνσοφος γράφει Παῦλος, «Ἕως καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας.» Ἐπισφαλὲς γὰρ τὸ ῥᾴθυμον, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, εἴπερ τις ἕλοιτο, ὡς ἔστι τὸ χρῆμα πάντη τε καὶ πάντως ὀλέθρου πρόξενον.
Γέγραπται γὰρ, ὅτι «Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς.» Εἰ δὲ καὶ αὐτὸ τὸ δρᾷν οὐκ ἀζήμιον, εἰ μὴ τελοῖτο μετὰ σπουδῆς, ποία τις ἕψεται δίκη τοῖς εἰς ἅπαν ἀπονενευκόσιν ἐπὶ τὸ μὴ βούλεσθαι δρᾷν αὐτό; Φέρε τοίνυν, ὡς γοῦν ἔφη τις τῶν τοῦ Σωτῆρος μαθητῶν, «Ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ,» μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Γέγραπται γὰρ, ὅτι «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Ὥσπερ γὰρ τοῖς τῶν ἐπιγείων κρατοῦσι πραγμάτων, γνωριμώτατοι μὲν καὶ ἐν τοῖς ἄγαν ἐπιτηδείοις, οἵπερ ἂν εἶεν εὐτολμότατοί τε καὶ ἐμπειροπόλεμοι, καὶ τῶν ὅτι μάλιστα τοῖς τακτικοῖς ἐνευδοκιμεῖν εἰωθότες· οὕτω καὶ τῷ πανάγνῳ Θεῷ φίλοι τε κεκλήσονται, καὶ ἐγγὺς ἂν εἶεν κατὰ διάθεσιν, οὐχ οἱ ταῖς τῆς σαρκὸς ἀκαθαρσίαις ἐνειλημμένοι, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς προσκείμενοι μᾶλλον, ἀλλ᾽ οἱ τῇ τῶν ἀρετῶν φαιδρότητι διαπρέποντες. Εἶτα τί ἂν γένοιτο παρά γε τοῖς εὖ φρονεῖν εἰωθόσι τοῦ τῇδε ἔχειν τὸ ἄμεινον; Κἂν πλοῦτον εἴπῃ τις τὸν ἐπὶ γῆς, ἀλλ᾽ ἔστιν οὐκ ἀσφαλὴς, βέβηκε δὲ κατ᾽ οὐδένα τρόπον, καὶ οἷον ὀλισθηρὰν ᾄττει τρίβον.
Κατασείεται γὰρ ἔσθ᾽ ὅτε, καὶ τὸν χθὲς καὶ τρίτην ἀξιοζήλωτον, ταῖς ἁπασῶν ἐσχάταις ἁλόντα ταλαιπωρίαις καταθρήσαι τις ἄν. Πλὴν ἔστω καὶ βέβαιος, εἰ δοκεῖ. Εἶτα τί τὸ ἐντεῦθεν τοῖς ἔχουσι τό γε ἧκον εἰς σωτηρίαν ψυχῆς κέρδος; Οὐ μέθαι καὶ πότοι τὰ ἐξ αὐτοῦ, καὶ τραπέζης περιειργασμένης ἄσωτοι φιλοτιμίαι, καὶ αὐτῇ πολλάκις ἐπιβουλεύουσαι τῇ τῶν ἡδυφαγούντων γαστρί;
Ἀλλ᾽ ἴσως ἐρεῖ τις· Ἐπιτιμήσεις οὖν ἄρα ταῖς εὐειματίαις, καὶ ταῖς τῷ πλουτεῖς ἀκολουθούσαις τιμαῖς; κἂν εἰ κέοιτό τισιν ἐν θησαυροῖς πλεῖστά τε ὅσα καὶ ἀξιόκτητα, καὶ τῶν εἰς λῆξιν ἐπαίνων οὐκ ἀμοιρεῖν εἰωθότα, καταμωμήσῃ καὶ τοῦτο, καὶ οὐδὲν εἶναι τὸ χρῆμα ἐρεῖς; Πρὸς δὴ ταῦτα φαίην ἂν, ὡς ἀρκέσει βοῶν ὁ θεσπέσιος Ἰωάννης· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου.» Ἄθρει δὴ οὖν ὅπως Πνεύματος ἁγίου μέτοχος ὢν, τὴν τῶν ἐπιγείων ἀπόλαυσιν μέχρι τριῶν συνεμέτρησε πραγμάτων, ἄριστα φιλοσοφῶν. Σαρκὸς γὰρ ἐπιθυμίαι, γαστρός εἰσι κόροι, καὶ τὰ τῶν ὀψοφαγιῶν ἡδύσματα, καὶ ἡ τούτοις ἑπομένη νῦν ἀεί πως σύνδρομος ἀκαθαρσία.
Ὀφθαλμῶν γε μὴν ἡδοναὶ καὶ τέρψεις, ἡ τῶν ἐσθημάτων παμποίκιλος θέα, εὔχροιά τε καὶ λαμπρότης ὑλῶν, ἃς ὁ πλοῦτος ἀγαπᾷ· ἀλαζονείαν δὲ τοῦ βίου φησὶ τὴν τῶν ἀξιωμάτων ὑπεροχὴν, καὶ τὸ εἰρημένον ὑψοῦ κατά γε τιμὴν καὶ δόξαν.
γʹ. Φέρε δὴ οὖν τοῦ βίου τὸ μῆκος διαμετρήσαντες, καὶ εἰς τὸ ἑκάστου πέρας τὸν τῆς διανοίας ὀφθαλμὸν κατατείνοντες, ὅποι ποτὲ διελάσει τοῖς πλουτοῦσι τὸ χρῆμα, κατασκεψώμεθα. Ἔφη τις τῶν ἁγίων, ὅτι «Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.» Γράφει δὲ καὶ ἕτερός τις· «Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον· οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.» Ὅτε τοίνυν ὁ μὲν τοῦ βίου χρόνος συνεσταλμένος οὕτω καὶ βραχὺς, τὸ δὲ πέρας οὐκ ἔχει τὸ δύνασθαι πλουτεῖν· πῶς οὐκ ἄμεινον ἐναργῶς ἱερῶν ἡμᾶς ἀντέχεσθαι σπουδασμάτων, καὶ ἀναπόβλητον ἔχειν τὸν πλοῦτον, σεσωρευμένον ἐν οὐρανοῖς, «ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι, καὶ κλέπτουσι,» κατὰ τὴν τοῦ Κυρίου φωνήν; Φέρε τι βραχὺ καὶ ἐκ τῶν εὐαγγελικῶν παραγάγωμεν πραγμάτων, οὐκ ἀσυντελὲς εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Ἔφη που Χριστός· «Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ, λέγων· Τί ποιήσω; καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχὴ, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· Ἄφρων, ἐν ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. Ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;» Ὢ παραδόξου πράγματος! Στενοχωρεῖται πλουτῶν, φορτικωτέραν ἐπὶ πολλοῖς εἰσδέχεται τὴν φροντίδα. «Τί ποιήσω;»
φησί· τῷ πλούτῳ προσνέμει τὰς τῇ πτωχείᾳ πρεπούσας φωνάς. Ποῦ σωρεύσω τὰ ἀγαθά μου; Πολυκτήμων ὁ πλούσιος· εὔφραναν αὐτὸν, ἀγροὶ μὲν κομῶντες ἄδην, ἀριθμοῦ δὲ κρείττονες οἱ ἀμῶντες αὐτοὺς, ἢ τάχα που καὶ εὐστάφυλος ἀμπελὼν, οἴνῳ μεθυούσας τὰς ληνοὺς ἀποφαίνει. Οὐκοῦν, ὦ πλούσιε, πάντα μὲν ἔχεις ἀμφιλαφῶς· λείπει δέ σοι ζωή. Τίνι δὴ οὖν ἃ ἡτοίμασας ἔσται; Βέλτιον δέ σε «ποιεῖν κρῖμα καὶ δικαιοσύνην καλὴν,» κατὰ τὴν τοῦ προφήτου φωνὴν, καλὴν δὲ δικαιοσύνην εἶναί φαμεν, τὴν εἰς ἀδελφοὺς εὐσπλαγχνίαν, τὴν ἀγάπην, τὴν φιλαλληλίαν, τὸν τῆς ἀτελευτήτου φλογὸς κατακαυχώμενον ἔλεον. Τιμᾷ γὰρ τοὺς φιλοικτίρμονας ὁ τῶν ὅλων Θεὸς, καὶ ἁπάσης αἰδοῦς ἀξιοῖ τὸν τῆς αὐτοῦ γαληνότητος ἐν ἰδίᾳ ψυχῇ φοροῦντα τὸν χαρακτῆρα. «Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.» Ὥσπερ γὰρ φιλόπαις πατὴρ ἐν ἰδίῳ τέκνῳ, καλῶς ἐκλάμπον τῆς αὑτοῦ μορφῆς τὸ εἶδος ὁρῶν, ἐπιγάννυται τῷ γεγεννηκότι, παραθήγεται δὲ ταύτης ἕνεκα τῆς αἰτίας ἔσθ᾽ ὅτε καὶ πρὸς τὸ ἔτι μειζόνως ἀγαπᾷν· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς, ὅταν ἴδῃ ψυχὴν τῆς ἐνούσης αὐτῷ ἀγαθότητος λαχοῦσαν τὴν μόρφωσιν, οὐκ ἀκερδὲς αὐτῇ τὸ χρῆμα καθίστησι. Στεφανοῖ γὰρ αὐτὴν ἐλπίδι καὶ χάριτι, καὶ μολυσμοῦ παντὸς ἀποφέρων αὐτὴν, εἰς τὸν τῶν ἁγίων ἀναβιβάζει κλῆρον.
Φησὶ γάρ· «Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» Ἔστω τοίνυν ἐφ᾽ ἡμῖν φιλοικτίρμων ὁ νοῦς, τρυφερὸς καὶ εὐάντητος· ἵνα μὴ σκληροὶ γεγονότες εἰς ἀδελφοὺς, ἀκούσωμεν Θεοῦ λέγοντος ἐπὶ τοῦ φοβερωτάτου βήματος· «Δοῦλε πονηρὲ, οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, καθὼς κἀγώ σε ἠλέησα;» Κατακτησώμεθα δὲ πρὸς τούτῳ, καὶ τὰς ἑτέρας ἀρετὰς, δικαιοσύνην, ἐγκράτειαν, πραότητα, ταπεινοφροσύνην, ἀνεξικακίαν, ἀοργησίαν. Ὅνπερ γὰρ τρόπον οἱ τὰς ἐν τοῖς πίναξιν ἐξησκημένοι γραφὰς, ταῖς τῶν χρωμάτων πολυειδείαις καταμορφούμενοι τὰ ποικίλλοντα, διαφανὲς αὐτοῖς ἐνσημαίνονται κάλλος· οὕτω καὶ πᾶς εἴ τίς ἐστι τεχνίτης εἰς εὐσέβειαν, οὐ διὰ μιᾶς ἀρετῆς, ἀλλὰ διὰ πλείστων ὅσων ἐξωραϊσμένος, ἀρέσει δὴ πάντως τοῖς τῆς θεότητος ὀφθαλμοῖς. Ὁρᾷ γὰρ εἰς νοῦν καὶ καρδίαν, καὶ τῶν ἐν ψυχαῖς ἀνδραγαθημάτων τὸ κάλλος περιεργάζεται.
δʹ. Καὶ ταῦτα νυνὶ διειλέγμεθα πρὸς ὑμᾶς, καθάπερ ἀπὸ πηγῶν τῶν θείων τε καὶ εὐαγγελικῶν ἀρυσάμενοι θεσπισμάτων, δι᾽ ὧν εὖ μάλα πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, καίτοι πάλαι τοῖς τῆς φαυλότητος τέλμασιν ὁλοτρόπως ἐμβεβηκότες, καὶ ταῖς τῶν παθῶν προσβολαῖς τυραννούμενοι. «Οὐ γὰρ ἦν ἐν ἡμῖν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν.
Οὕτω πεπραχότας ἀθλίως, κατηλέησεν ὁ Δημιουργὸς ὁ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ οὐκ εἰς κενὸν ποιήσας τὴν γῆν, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἀλλ᾽ ἵνα ἔχῃ τοὺς οἰκοῦντας αὐτήν. Ἠλέησε δὲ τίνα τρόπον, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.
Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὅνομα.» Ὁ γὰρ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀῤῥήτως τε καὶ ὑπὲρ νοῦν ἀναλάμψας Λόγος, ἡ εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, ὁ σύνθρονος καὶ συναΐδιος Υἱὸς, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἰσότητι καὶ ὁμοιότητι διαπρέπων, γέγονε σὰρξ, τουτέστι, τέλειος ἄνθρωπος· καὶ οὐ μεθεὶς ὅπερ ἦν (ἀμήχανον γάρ· ἔνεστι γὰρ αὐτῷ φυσικῶς τὸ ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν), ἐν προσλήψει δὲ μᾶλλον γεγονὼς σαρκὸς καὶ αἵματος, καὶ τὴν τοῦ δούλου μορφὴν ὡς ἰδίαν ἔχων, ὁ κατὰ φύσιν καὶ ἀληθῶς ἐλεύθερος, ἅτε δὴ καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἐκπεφυκὼς, ᾗ τὸ κατὰ πάντων ἔνεστι κράτος (ὑποκάθηται γὰρ τὴν τοῦ ποιήσαντος δόξαν τὰ ἐξ οὐκ ὄντων ἐνηνεγμένα πρὸς τὸ εἶναί τε καὶ ὑφεστάναι), ἄνθρωπος γεγονὼς, καὶ οὐκ εἰς ἄνθρωπον ἐλθὼν, ἤγουν ἄνθρωπον ἑαυτῷ συνάψας, κατὰ τήν τινων εἰκαιοβουλίαν, οὐδεὶς ἧττον ἦν, ὡς ἔφην, ἐν ταῖς τῆς ἰδίας θεότητος ὑπεροχαῖς· πλὴν συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς, ὡς εἷς ἐξ ἡμῶν· οὐ γὰρ ἦν δύνασθαί τινα γυμνῇ καὶ ἀκράτῳ τῇ τῆς θεότητος δόξῃ προσβαλεῖν. «
Οὐδεὶς γὰρ ὄψεται, φησὶν, [ἰδεῖν] τὸ πρόσωπόν μου καὶ ζήσεται.» Εἰ γὰρ τῆς ἡλίου βολῆς τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἄν τις λάβοι τὸ σέλας (ἐγκόπτεται γὰρ ἡ τῆς ὀπτικῆς αἰσθήσεως δύναμις, καὶ παραχωρεῖ τὸ νικᾷν ταῖς τοῦ φωτὸς ἀφορήτοις ἐμβολαῖς), πῶς ἦν ἐνεγκεῖν γυμνῇ πρὸς ἡμᾶς ἀφιγμένον τῇ τῆς θεότητος δόξῃ τὸν Υἱόν;
Οὐκοῦν περιστείλας εὖ μάλα, καὶ ὡς οἶδεν αὐτὸς, τῆς ἐνούσης αὐτῷ λαμπρότητος τὸ ἀπρόσιτον φῶς, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, συνεπτώχευσεν ἡμῖν, ἵνα θεσμοῖς ἰδίοις ὑπενεγκὼν, εὐθὺ μὲν ἁπάσης ἀρετῆς ἀναπείσῃ τρέχειν, ἀπονιψαμένους δὲ τῇ παρ᾽ αὐτοῦ χάριτι τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ῥύπους, ἑαυτῷ συνάψῃ δι᾽ ἁγιασμοῦ. Νενομοθέτηκεν γοῦν, οὐ καθὰ τοῖς πάλαι Μωσῆς, τὰ ἐν τύποις καὶ σκιαῖς· μεταπλάττων δὲ μᾶλλον ἐκεῖνα πρὸς τὸ ἐναργέστερον, καὶ μεθιστὰς εἰς ἀλήθειαν τὰ τοῖς ἀρχαίοις αἰνιγματωδῶς διηγορευμένα, κέκληκε πρὸς τὴν διὰ πίστεως χάριν, καὶ πρό γε τῶν ἄλλων τὸν Ἰσραήλ.
Οἱ δὲ, καίτοι δέον προσήκασθαι μὲν τῶν δι᾽ αὐτοῦ κηρυγμάτων τὴν ὄνησιν, ἑλέσθαι δὲ κατακολουθεῖν αὐτῷ, καὶ τῶν παρ᾽ αὐτοῦ χαρισμάτων ἁρπάσαι τὴν μέθεξιν, πίστει τε τιμῆσαι τὸν δι᾽ ἡμᾶς γενόμενον καθ᾽ ἡμᾶς, τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ἐπεπήδων δὲ θηριοπρεπῶς, ἀσύφηλόν τινα καὶ ψυχρὸν ἐκ παραπαίοντος νοῦ προϊέντες λόγον. Ἔφασκον γὰρ, ὅτι «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Ἀσύνετε Φαρισαῖε, οὐκ ἐπείθου λέγοντός τινος τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ;» τοῦτο δέ ἐστι, Μεθ᾽ ἡμῶν ὁ Θεός· μεθ᾽ ἡμῶν γὰρ γέγονεν, ὅτε πέφηνε καθ᾽ ἡμᾶς. Οὐκ ᾔδεις βοῶντα τὸν θεσπέσιον Δαβίδ· «Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται;» Εἶτα πῶς ἦν ἐμφανῶς ὀφθῆναι Θεὸν τοῖς ἐπὶ γῆς, ὅς ἐστιν οὐχ ὁρατός;
Ἀλλ᾽ ὤφθη μετὰ σαρκὸς, ὅτε, καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς (ἅτε δὴ καὶ ἐκ τοῦ πάντων ἐπέκεινα), θεοπρεπῶς ἀναλάμψας, καὶ γεγενημένος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, οὐκ ἐν ἀνθρώπῳ γέγονεν, ὡς ἔφην, οὔτε μὴν, κατά γε τάς τινων ἀθυροστομίας, ἄνθρωπον ἑαυτῷ συνῆψεν· ἀλλ᾽ αὐτόχρημα γέγονεν ἄνθρωπος παραδόξως ὑπὲρ νοῦν, καὶ γέγονεν ἐν δούλου μορφῇ, καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ πάντα πληρῶν, καὶ εἰς τὴν ἡμῶν ταπείνωσιν ὁ ὑπέρτατος, καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις ὁ ὑπεράνω πάσης Ἀρχῆς, Κυριότητός τε καὶ Θρόνων καὶ Ἐξουσιῶν, καὶ παντὸς ὀνόματος ὀνομαζομένου. Μὴ τοίνυν ἐγκάλει, λέγων· «Διατί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» ἀλλ᾽ ἔκ γε τῶν ἐναντίων ἐξαίσιον δέχου τὸ θαῦμα, καὶ τὸ τῆς οἰκονομίας εὐτεχνὲς ταῖς εἰς λῆξιν εὐφημίαις κατακροτεῖ, λέγων· Πῶς δὴ ἄρα, Θεὸς ὢν φύσει, γέγονας ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός; Τότε γὰρ ἦν εὑρεῖν τὸν προφήτην Ἀββακοὺμ τοὺς ἐπὶ τῷδε τῷ θαύματι μερισάμενον λόγους, καὶ δὴ καὶ βοῶντα· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Ἴσθι δὴ οὖν, ὅτι κἂν ἄνθρωπον βλέπῃς ἐν πτωχείᾳ τῇ κατὰ σὲ, διὰ σὲ, ἀλλ᾽ οὖν ἔστι καὶ οὕτω Θεὸς, γεννηθεὶς μὲν ἐκ Πατρὸς θεϊκῶς, ἐκ δέ γε τῆς ἁγίας Παρθένου κατὰ τὴν σάρκα, ξένως τε καὶ παραδόξως. Ἔδει γὰρ αὐτοῦ καὶ τὴν κατὰ σάρκα γέννησιν ὁρᾶσθαι καινοπρεπῆ.
Οὐκοῦν καλοῦντα πρὸς σωτηρίαν, λίθοις ἔβαλλον ψόγοις τε καὶ λοιδορίαις τῶν ἀπίστων τινές. Καὶ προσέτι τούτοις πᾶσαν ὥσπερ ἀνέντες ἡνίαν τῷ θράσει καὶ τοῖς κατ᾽ αὐτοῦ τολμήμασι, καὶ εἰς λῆξιν τοῦ παντὸς ἰόντες κακοῦ, τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἐξήρτυον δὲ τὴν πάγην οἱ τῶν Ἰουδαϊκῶν ταγμάτων καθηγηταί. ᾬοντο γὰρ ὅτι, βαλόντες ἐκ μέσου τὸν κληρονόμον, κατάρξουσιν ἔτι τῆς συναγωγῆς αὐτοί. Ἀλλ᾽ ἐσφάλλοντο τ᾽ ἀληθοῦς, καὶ συμβέβηκεν αὐτοῖς τὰ τῆς ἐλπίδος ἐξ ἀντιστρόφου. Κακοὶ γὰρ κακῶς ἀπολώλασιν, ἀδικήσαντες μὲν οὐδὲν τὸν σταυρούμενον.
Ἀνεβίω γὰρ οὐκ εἰς μακρὰν, τοῖς τοῦ θανάτου δεσμοῖς ἐῤῥῶσθαι φράσας, καὶ τοῖς κάτω πνεύμασιν ἀναπετάσας τὰς ᾅδου πύλας, ἀναμορφώσας δὲ καὶ τὴν ἀνθρώπου φύσιν ἐν ἑαυτῷ καὶ πρώτῳ, εἰς ἀφθαρσίαν καὶ εἰς μακραίωνα βίον. Ὥσπερ γὰρ ἀπέθανε μὲν ἐν Ἀδὰμ, τῆς ἐπ᾽ ἐκείνῳ δίκης εἰς ἅπαν τὸ ἐξ αὐτοῦ δραμούσης γένος· οὕτως ἐζήσαμεν ἐν Χριστῷ. Ῥίζα γὰρ ὢν δευτέρα τῆς ἀνθρωπότητος, καὶ δεύτερος Ἀδὰμ, παραπέμψει τὴν ἑαυτοῦ ζωὴν εἰς πάντας ἀνθρώπους. Καὶ γὰρ ὥσπερ ἐν Ἀδὰμ ἡ φύσις ἦν, ἡ παθοῦσα τὴν ἀρὰν καὶ τὴν τοῦ θανάτου δίκην, οὕτω πάλιν ἐν Χριστῷ ἡ ἀνθρώπου φύσις ἐστὶν, ἡ εὐλογηθεῖσα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δι᾽ αὐτοῦ καὶ θανάτου κρείττων ἀποπεφασμένη. Πέπονθε τοίνυν ἑκὼν σαρκὶ τῇ ἰδίᾳ, καὶ μεμένηκεν ἀπαθὴς τῇ ἰδίᾳ φύσει. Αὐτοῦ δέ φαμεν εἶναι τὸ παθεῖν. Τὸ γὰρ ἴδιον αὐτοῦ πέπονθε σῶμα, ἵν᾽ ἡμᾶς ἐξαγάγῃ σοῦ παθεῖν. «Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,» κατὰ τὸ γεγραμμένον. Πατήσας δὲ τοῦ θανάτου τὸ κράτος, καὶ κατορθώσας τῷ κόσμῳ τὴν ζωὴν, καὶ τὸ τῆς ἁμαρτίας παραλύσας κράτος, καὶ καθελὼν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τὰς ἐν αὐτῷ πονηρὰς δυνάμεις, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ τοῖς ὑπερτάτοις ἐμπρέπει θρόνοις, εἰς τὴν ἔμφυτον αὐτοῦ καὶ ἀεὶ προσοῦσαν δόξαν ἀναδραμὼν, ἥξει τε κατὰ καιρούς· ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς, «Ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἕργα αὐτοῦ.» εʹ.
Ὡς οὖν στησόμενοι κατὰ καιροὺς ἐπὶ τοῦ θείου βήματος, ἔνθα τῶν ἑκάστῳ βεβιωμένων ἀκριβὴς ἕσται βάσανος, «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,» προσεπάγοντες τούτῳ τὸν περὶ τοὺς δεομένους ἔλεον, τὴν εἰς ἀδελφοὺς ἀγάπην, καὶ ἁπαξαπλῶς πάντα τρόπον καυχημάτων ἁγιοπρεπῶν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ δεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ ἁγίου καὶ σωτηριώδους Πάσχα ἀπὸ πεντεκαιδεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ μιᾷ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τοῦτον τὸν καιρὸν, καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.