Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή ΚΗ΄
Ερμηνεία των νομικών εορτών, τυπολογία του Φαραώ, η πνευματική σημασία του άρρενος, το θαύμα της βάτου και το μυστήριο της θείας συγκατάβασης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή ΚΗ΄
Ερμηνεία των νομικών εορτών, τυπολογία του Φαραώ, η πνευματική σημασία του άρρενος, το θαύμα της βάτου και το μυστήριο της θείας συγκατάβασης.
ΛΟΓΟΣ ΚΗʹ. Προθεωρία. Ἠθικὴν ὑφήγησιν ὁ λόγος ἡμῖν εἰσφέρει, καὶ πολιτείας ποιεῖται μνήμην, ἥπερ ἂν πρέποι τῆς εὐκοσμίας ἐρασταῖς, καὶ οἷς ἂν ἐν λόγῳ κέοιτο τὸ διαβιῶναι λαμπρῶς. Ὁ δὲ τοῦ συγγεγραφότος σκοπὸς οὐκ εἰς τὸ ἐπαινεῖσθαι βλέπει, ἀλλ᾽ εἰς ὄνησιν ὁρᾷ τῶν συνειλεγμένων.
αʹ. Οἱ μακάριοι προφῆται, τοὺς ἄνωθεν ἡμῖν καὶ παρὰ Θεοῦ διαπορθμεύοντες λόγους, οὕτω πού φασιν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά!» Ἃ γὰρ ἂν γένοιτο πρὸς καλοῦ τισιν εἰς πέρας ἐκβαίνοντα, ταῦτα τοῖς οὖσιν ἐν ἐλπίδι τοῦ λαβεῖν ὡς αὐτίκα δὴ μάλα παρέσονται, λέγειν οὐκ ἀτερπές.
Ἐνήσει μὲν γὰρ ταῖς εἰς λῆξιν ἡμᾶς εὐθυμίαις παρόντα τε ἤδη καὶ ὁρώμενα, μέλλοντα δὲ λυπεῖ τοὺς οἵπερ ἂν εἶεν αὐτῶν ἐρασταί. Γνώμης δὲ οὕτως ἔχουσιν ὑμῖν, καὶ τὸ ἐν μεθέξει γενέσθαι τῶν πνευματικῶν ἀγαθῶν, τῶν ἄλλων ἁπάντων προτεθεικόσι, φέρε τὴν ἁγίαν καὶ πάναγνον ἡμῶν ἑορτὴν ὡς ἀναλάμπει μετὰ βραχὺ, καὶ κατὰ πόδα δραμεῖται τῶν λόγων, προσαπαγγέλλωμεν. Ἥξει μὲν οὖν, ἥξει, καὶ οὐκ εἰς μακράν· προάγγελος δὲ ὥσπερ τῆς αὐτῇ πρεπούσης σεμνότητος νηστείας ἡμῖν ἀνίσχει καιρὸς, μονονουχὶ διακεκραγὼς καὶ λέγων τὰ δι᾽ ἑνὸς τῶν ἁγίων ἀποστόλων· «Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἕργα αὐτοῦ.» Δεῖ γὰρ ἡμᾶς, ἁπάσης φαυλότητος ῥύπον ἐκνενιμμένους, καὶ ἀμείνους ὄντας αἰσχρᾶς ἡδονῆς, καὶ ζωῆς τῆς ἐκ νόμων διαβεβλημένης ἀποφοιτήσαντας, ἁπάσης μὲν ἀρετῆς μεταποιεῖσθαι φιλεῖν, τῇ δὲ τῆς εὐζωΐας φαιδρότητι διαπρέποντας, καθαροὺς ἑαυτοὺς παραστῆσαι τῷ ἐπὶ πάντας Θεῷ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς διὰ τοῦ πανσόφου Μωσέως· «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἐν τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐν τῇ ἑορτῇ τῶν Ἀζύμων, καὶ ἐν τῇ ἑορτῇ τῶν Ἑβδομάδων, καὶ ἐν τῇ ἑορτῇ τῆς Σκηνοπηγίας.»
Τὸ μὲν οὖν ἐποπτίας ἀξιοῦσθαι τῆς ἄνωθεν, καταλογίσαιτο ἂν, οἶμαι, τὶς οὐκ ἐν σμικρῷ λόγῳ, μᾶλλον δὲ τοῦ παντὸς ἄξιον εἶναι πιστεύσειεν, εἴπερ ἐστὶν ἐν καλ[λ]ῷ φρενός· τῷ γὰρ ἐφορᾶσθαι παρὰ Θεοῦ, τί ἂν γένοιτο τὸ ἰσοστατοῦν; Ψάλλει γοῦν ὁ θεσπέσιος Δαβὶδ, καί φησιν· «Ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με.» Ἕψεται γὰρ πάντως τὸ ἐλεεῖσθαι δεῖν τοῖς ἐποπτείας ἠξιωμένοις. Ἑκάστης γε μὴν ἑορτῆς πολυπραγμονήσαντες τὰς αἰτίας, θησαυρὸν ἐννοιῶν θησαυρίσωμεν οὐκ ἀσυντελῆ πρὸς ὄνησιν ταῖς ἑαυτῶν ψυχαῖς. Ἡ μὲν γὰρ τῶν Ἀζύμων ἑορτὴ, πρόφασιν ἔχει τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν λύτρωσιν, ὅτε καὶ ἐν τῷ πρώτῳ καθ᾽ Ἑβραίους μηνὶ τὸν ἀμνὸν ἱερεύσαντες εἰς τύπον Χριστοῦ, καὶ ἀζύμους ἄρτους ἐσθίοντες ἐπ᾽ αὐτῷ, τῆς σκαιότητος τῶν Αἰγυπτίων ἀπελύσαντο τὸν ζυγὸν, καὶ τῆς ἀσυνήθους θητείας τὸ πικρὸν καὶ δύσοιστον ἄχθος ἀποπεμψάμενοι, τῶν περὶ γῆν καὶ πλινθείαν ἀπηλλάττοντο πόνων, καὶ τυραννικῆς ὠμότητος ἀποτρέχοντες, ἐλευθέρῳ θελήματι Θεῷ λατρεύειν ἐσπούδαζον. Ἡ δέ γε τῶν Ἑβδομάδων πανήγυρις, ἐπὶ θερισμῷ πυρῶν ἐπράττετο καὶ καρπῶν ἑτέρων, οἷς τὴν ἅλω χαίροντες πιμπλῶσι γηπόνοι, τὰ ἐξ ἀγρῶν συλλέγοντες, καὶ τῶ ἐπ᾽ ἀρότροις ἱδρώτων λιπαρωτάτην ἔχοντες τὴν ἀντέκτισιν.
Ἡ δέ γε τρίτη, τουτέστιν, ἡ ἐπὶ ταῖς σκηναῖς, ἤγουν τῆς Σκηνοπηγίας, ἐπὶ συντελείᾳ πόνου παντὸς, καὶ ὡς ἤδη σεσωρευμένης ἐν θησαυροῖς πολυειδοῦς εὐκαρπίας, ἐτελεῖτο μετ᾽ εὐθυμίας. Πάντα γὰρ ὥσπερ ἱδρῶτα διαπεράναντες τῶν τοῖς γηπονεῖν εἰωθόσιν ἐπηρτημένων, ἐδέχοντο μὲ κάλυντρα φοινίκων, καὶ ὡραίου ξύλου καρπὸν, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἄγνου, καὶ ἰτέας· εἶτα διαπλέκοντες τὰς σκηνὰς, ἀνειμένοι τε καὶ ἁβροδίαιτοι, ἑπτὰ τὰς πάσας ἡμέρας ἐπ᾽ αὐταῖς ηὐλίζοντο. Ἐν τούτοις μὲν οὖν ἑκάστης ἑορτῆς οἱ λόγοι. Ἐπειδὴ παρῴχηκεν ἡ τοῦ νόμου σκιὰ, καὶ τὰ τυπικῶς τοῖς πάλαι κεχρησμῳδημένα μετακεχώρηκεν εἰς ἀλήθειαν (πάντα γὰρ ἐν Χριστῷ καινά)· φέρε τι πνευματικὸν τοῖς τῆς διανοίας ὄμμασι καταθρήσωμεν, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένας τὰς ἑορτὰς ἀποφήνωμεν, ὧν ἀρτίως διεμνημονεύσαμεν. Ἕψεται δὲ πανταχοῦ τοῖς ἐν τύποις γεγονόσιν ὁ λόγος, ἐξ αὐτῶν ὡς ἔνι διαμορφῶν τὴν ἀλήθειαν.
βʹ. Ἦν οὖν εἰς τύπον ὁ Φαραὼ τῆς τοῦ διαβόλου σκαιότητος. Ὁ μὲν γὰρ πηλῷ καὶ πλινθείᾳ καὶ τοῖς περὶ ταῦτα πόνοις τοὺς ἐξ αἵματος Ἰσραὴλ κατῃκίζετο, καὶ ἀφύκτῳ δουλείας ἐγκαταδύσας ζυγῷ, θύειν οὐκ ἠφίει τῷ ἐπὶ πάντας Θεῷ. Ὁ δέ γε τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ Σατανᾶς, ὁ δεινὸς καὶ ὑπέροφρυς καὶ τῆς ἀνωτάτω δόξης κλοπεὺς, ὁ ὡς ἐκ φρενὸς ἀγρίας θρασεῖς ἀναβράττων λόγους (τετόλμηκε γὰρ εἰπεῖν «Ἕσομαι ὅμοιος τῷ Ὑψίστῳ»), τῆς ἑαυτοῦ δυστροπίας τὸν ζυγὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐπιθεὶς, αὐτῷ προσκυνεῖν ἐκέλευε, καὶ ὥσπερ τινὶ πηλῷ καὶ πλινθείᾳ, ταῖς περὶ τήνδε τὴν σάρκα σπουδαῖς, ἀμίσθοις τε καὶ ἀνονήτοις περισπασμοῖς ἐγκεῖσθαι προσέταττεν· ᾔδει γὰρ ὅτι πάντη τε καὶ πάντως εἰς ὄλεθρον καὶ ἀπώλειαν ἡ τῶν ἐπὶ γῆς πραγμάτων ἐκτελευτήσει φροντίς. Ἀλλ᾽ ἐπέλαμψε τῷ κόσμῳ Χριστὸς, δι᾽ οὗ καὶ ἐν ᾧ πᾶσα λύτρωσις, ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἐξῃρήμεθα γοῦν διὰ τῆς αὐτοῦ θυσίας τῆς τοῦ πάλαι κρατοῦντος πλεονεξίας, καὶ τῷ τῶν ὅλων παμβασιλεῖ καὶ Θεῷ τελοῦμεν τὴν ἑορτὴν, τῆς ἀρχαίας ἀπάτης τὸν ῥύπον, ὥσπερ τινὰ λήμην τῶν τῆς διανοίας ὀμμάτων ἀπονιψάμενοι. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἐν Χριστῷ πάντες ἐκλελυτρώμεθα, «ἐσπείραμεν ἑαυτοὺς εἰς δικαιοσύνην, ἐτρυγήσαμεν εἰς καρπὸν ζωῆς,» κατὰ τὴν τοῦ προφήτου φωνήν· ἐχόμεθα λοιπὸν ἐγκάρπου σπουδῆς.
Ἔμμισθον ἱδρῶτα τετιμήκαμεν, κατορθοῦν σπουδάζοντες τὰ δι᾽ ὧν ἄν τις εὐδοκιμήσειε παρά τε Θεῷ καὶ ἀνθρώποις. γ. Ταύτην εἶναί φαμεν τὴν ἐπὶ ταῖς Ἑβδομάσι καὶ θερισμῷ πυρῶν ἑορτὴν, ἀφιγμένοι τε λοιπὸν εἰς τοῦτο φαιδρότητος, καὶ ἁπάσης ἀρετῆς ἐν καλῷ γεγονότες, καὶ πολυειδοῦς εὐκαρπίας ταῖς ἑαυτῶν ψυχαῖς κατασωρεύοντες πλοῦτον, καὶ οἷον ἐν θησαυροῖς ἀποκλείσαντες (γέγραπται γὰρ, ὅτι «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι»), τότε δὴ, τότε καὶ ἐν ταῖς ἄνω σκηναῖς καταλύσομεν, καὶ ληψόμεθα παρὰ Θεοῦ τὰς ἐν παραδείσῳ τρυφὰς, καὶ εἰς τὴν ἀρχαίαν ἐκείνην καὶ πολύευκτον ἀληθῶς εὐημερίαν ἀναβησόμεθα, τὸν ἱδρῶτος δίχα καὶ πόνου παντὸς ἀμέτοχον παντελῶς διαβιοῦντες βίον. Καὶ τούτου τύπος ἡ τρίτη τε καὶ ἐπὶ σκηναῖς ἑορτὴ, ὅτε καὶ κάλυντρα φοινίκων ἐδέχοντο, καὶ τοὺς ἑτέρους τῶν κλάδων, γράφοντος, οἶμαι, τοῦ τύπου τὰς ἐν παραδείσῳ τρυφάς. Οὐκοῦν, ἀναβιβάσω γὰρ εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον· δεῖ γὰρ, ἔφη, Θεὸς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ πᾶν ἄρσεν ὀφθῆναι ἐνώπιον αὐτοῦ. Εἶτα πῶς οὐκ ἄξιον τὴν αἰτίαν κατιδεῖν τοῦ θείου τε καὶ ἱεροῦ θεσπίσματος; Καίτοι τῶν ὅλων ἐστὶ δημιουργὸς ὁ ἐπὶ πάντας Θεὸς, καὶ τοῖς αὐτοῦ νεύμασι παρήχθη πρὸς ὕπαρξιν τὸ θῆλύ τε καὶ ἄρσεν γένος. Πῶς οὖν ἀπεσόβησε τὸ θῆλυ τοῦ ὀφθῆναι δεῖν ἐνώπιον αὐτοῦ, τό γε μὴν ἄρσεν τῆς οὕτω λαμπρᾶς καὶ περιφανοῦς εὐκλείας ἀξιοῖ;
Φαμὲν οὖν, ὅτι τῆς κατὰ νόμον ἐντολῆς ἡ δύναμις διὰ σκιᾶς καὶ τύπων εἰς τὴν τῆς ἀληθείας ἡμᾶς ἀνακομίζει δύναμιν. Δέχεται τοίνυν τὰ ἐμφανῆ καὶ ὁρώμενα τῶν νοητῶν εἰκόνας, οὕτω τε ἡμᾶς ἰσχναῖς καὶ ἀπεξεμμέναις ἐφίστησι θεωρίαις.
Τὸ μὲν γὰρ θῆλυ γένος, ἀσθενὲς ἀεί πώς ἐστι καὶ διανοίᾳ καὶ σώματι· τό γε μὴν ἄρσεν, καθ᾽ ἑκάτερον τῶν εἰρημένων εὐδοκιμεῖ, καὶ ἐν μοίρᾳ νοεῖται κρείττονι. Οὐκοῦν ὡς ἄρσεν τὸ ἐν ἀνδρίᾳ τῆ νοητῇ καὶ ἐν φρενὶ τῇ ἐζοφωμένῃ τιμᾶται γένος, καὶ δὴ καὶ πάρεισιν ἐν ὄψει Θεοῦ, καὶ ἐπισκοπῆς ἀξιοῦνται τῆς παρ᾽ αὐτοῦ. Γέγραπται γὰρ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Πλὴν ὅσαπερ ἂν εἶεν ἐν λόγῳ παρὰ Θεοῦ, ταῦτα τοῦ μηδενὸς ἄξια παρά τε τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ οὐκ ἔξω τοῦ χρῆναι τῆς παρ᾽ αὐτῶν ὠμότητος εἰς πεῖραν ἐλθεῖν. Ἐπιφυέται γὰρ ἁγίῳ παντὶ, καὶ τοῖς εὐανδρίαν ἔχουσι τὴν πνευματικὴν ἀγρίως ἐπιπηδᾷ· ἀστοχεῖ δὲ βάλλων ὁ δείλαιος· πάντα γὰρ ἔξω φέρεται σκοποῦ τῆς ἐνούσης αὐτῷ δυστροπίας τὰ εὑρέματα. Ὅτι δὲ τὸ ἄρσεν πνευματικῶς, οὐ μετρίως αὐτῷ προσκέκρουκε, καὶ λυπεῖ λίαν εὐδοκιμοῦν, ἐκ τῆς τοῦ πανσόφου Μωσέως εἰσόμεθα συγγραφῆς. Ἐπεβούλευε μὲν γὰρ ὁ ἀπόπληκτος Φαραὼ τοῖς ἐξ αἵματος Ἰσραήλ. Ἐπειδὴ δὲ καὶ ἡ πληθὺς αὐτοῖς τοῦ γένους πέρα λοιπὸν ἀριθμοῦ παντὸς ἐξετείνετο, κατεδήχθη μὲν ἐπ᾽ αὐτῷ δὴ τού τῳ, καὶ μάλα πικρῶς. Προσκαλεσάμενος δὲ, φησὶ, τὰς μαίας τῶν Ἑβραίων, ἐνετείλατο λέγων· «Πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.»
Περιτιθέντες δὲ πάλιν τὸ τοῦ Φαραὼ πρόσωπον τῇ θεομάχῳ τε καὶ ἀντικειμένῃ δυνάμει, τουτέστι, τῷ Σατανᾷ, φαμὲν, ὅτι τὸ εὐσθενὲς αὐτῷ καὶ πρός γε τούτῳ τὸ ἕμφρον μεμίσηται γένος, καὶ ἔστι πολεμιώτατον. Οὐ γὰρ ἂν ἀνάσχοιτο τῶν αὐτοῦ ζυγὸν, οὐδὲ μὴν ὑφήσει τὸν αὐχένα τοῖς ἀνοσίοις αὐτοῦ βουλεύμασιν. Ἀντανίσταται δὲ καὶ ἀντεξάγει νεανικῶς, παντευχίαν ἔχον τὴν νοητὴν, καὶ σπουδάσμασι τοῖς εἰς ἀρετὴν, τὴν οἰκείαν ἀεὶ καταφαιδρύνον ζωήν. Τὸ δέ γε θῆλυ, μαλθακὸν, ὡς ἔφην, ἐστὶν, ἄσοφόν τε καὶ ἀδρανές. καὶ ἀπειροπόλεμον, καὶ παρειμένας ἔχον τὰς χεῖρας, καὶ τοξεύειν οὐκ εἰδὸς, καὶ τοῖς ὅπλοις τῆς δικαιοσύνης ἐναρμόσασθαι μὴ δυνάμενον. Τοῦτο φιλεῖ καὶ προσίεται, καὶ αὐτῷ προσνένευκεν ὄλως· τιμᾷ γὰρ, ὡς ἔφην, τὸ ἄνανδρον καὶ ἀφιλόμαχον γένος. Οὐκοῦν, καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Τίνα δὲ τρόπον καὶ τοῦτο κατορθώσωμεν, διαδείξει λέγων ὁ Χριστοῦ μαθητής· «Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας ὑμῶν τῆς διανοίας, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις· ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ ὑμεῖς ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε· γέγραπται γὰρ, ὅτι Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.»
Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων, ῥυπῶντας καὶ μεμολυσμένους, ἐγγὺς γενέσθαι τοῦ πανάγνου Θεοῦ. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» κατὰ τὸ γεγραμμένον.
δʹ. Ἔχεις εἰκόνα τοῦ πράγματος τὸν ἱεροφάντην Μωσῆν. Ἐν γάρ τοι τῷ ὄρει Χωρὴβ προβάτων ἀγέλας διαποιμαίνοντι πῦρ ἀπαστράπτον ἐν βάτῳ παραδόξως διεφαίνετο, καὶ κατεβόσκετο μὲν τὸν θάμνον ἡ φλὸξ, ἀδικοῦσα δὲ ὅλως οὐδὲν (κατεπίμπρη γὰρ οὐδαμῶς), μέγα καὶ ἐξαίσιον ἐποίει τὸ θαῦμα· προσῄει δὴ οὖν, τί τὸ χρῆμα τοῦ παραδόξου θεάματος, πολυπραγμονῶν ὁ Μωσῆς. Ἦν δὲ ἄρα Θεὸς ἐν εἴδει πυρὸς ἐνιζήσας τῷ βάτῳ. Εἶτά φησι τὸ Γράμμα τὸ ἱερὸν, ὅτι ἐκάλεσε Κύριος ἐκ τοῦ βάτου τὸν ἄνθρωπον, λέγων· «Μωσῆ, Μωσῆ, μὴ ἐγγίσῃς ὧδε, λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Φαίη δ᾽ ἂν πρὸς τοῦτο, οἶμαι, τίς· Ὁποῖος γὰρ ἂν μολυσμοῦ νοηθείη τρόπος τὸ ὑποδεδέσθαι τοὺς πόδας; ἢ πῶς ἀκάθαρτος ὁ Μωσῆς σανδάλων ἕνεκα καὶ δερμάτων; Τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; Ῥύπος μὲν οὐδεὶς ἀνθρώπων ψυχαῖς ἐγγένοιτο ἂν ἐξ ὑποδημάτων.
Ἐπειδὴ δὲ ἦν ἐν Αἰγύπτῳ Μωσῆς, νενόμιστο δὲ παρὰ τοῖς αὐτόχθοσι τὸ μὴ χρῆναί τινας τοῖς τῶν εἰδώλων τεμένεσιν ἀπερισκέπτως ἐπιφοιτᾷν ἐνηρμοσμένων αὐτοῖς τῶν ὑποδημάτων, ἃ καὶ ζώων εἰσί τε, καὶ μολυσμὸς τὸ χρῆμα, καὶ ἕτερον οὐδὲν ἦν παρ᾽ ἐκείνοις, ταύτῃτοι καὶ ὁ τῶν ὅλων Θεὸς ἀπροφάσιστον ἑαυτὸν ἀποφαίνων τοῖς οὔπω κεκαθαρμένοις, ὡς ἀπό γε τῆς κατ᾽ Αἴγυπτον συνηθείας, εἰς πνευματικὴν ἀποκάθαρσιν τὸν ἱερὸν ἐκάλει Μωσέα, λέγων· «Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἔστηκας, γῆ ἁγία ἐστί.» Χρῆναι γὰρ οὕτω γέ φημι τοὺς τῷ παναγίῳ Θεῷ λατρεύοντας, νεκρῶν ἔργων ἀποφοιτᾷν, οὔτε τε τῶν εἰς φθορὰν καὶ βεβήλωσιν ἐπιτηδευμάτων ἀπηλλαγμένους ἐγγίζειν αὐτῷ, κατ᾽ οἰκειότητα δέ φημι τὴν πνευματικήν. Ἔργα δὲ νεκρῶν θεῖεν ἂν φιληδονίαι σαρκικαὶ, κῶμοι καὶ μέθαι, καὶ σεμνότητος ἁπάσης ἐρήμη ζωὴ, λημμάτων αἰσχρῶν ἔφεσις, ἁρπαγαὶ καὶ πλεονεξίαι, θυμοὶ καὶ τὰ ἐξ αὐτῶν, καταλαλιαὶ καὶ ὑπεροψίαι, καὶ ἁπλῶς τὰ δι᾽ ὧν ἄν τις ἀπολισθήσειε τῆς εἰς αἰῶνα ζωῆς, τοῖς τῆς ἁμαρτίας βρόχοις ἐνειλημμένος, καὶ πολυτρόπου φαυλότητος αἰτιάμασιν ἔνοχον τὴν ἑαυτοῦ καταστήσας κεφαλήν. Τῶν τοιούτων ἡμᾶς ἀῤῥωστημάτων ἀποφέρει λέγων ὁ Χριστοῦ μαθητής· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου.
Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, μένει εἰς τὸν αἰῶνα.» Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος τοῖς τὴν εὐκλεᾶ πολιτείαν κατορθοῦν ᾑρημένοις· «Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, ἀλλὰ μᾶλλον εὐχαριστία.» Τῆς οὕτω κεκαθαρμένης καὶ ἐξαιρέτου ζωῆς τὴν ὁδὸν προανετύπου μὲν πάλαι καὶ ὁ Μωσέως νόμος, διὰ σκιᾶς καὶ τύπων προαναγράφων ἡμῖν τὸ Ἐμμανουὴλ, ἤτοι τῶν δι᾽ αὐτοῦ θεσπισμάτων τὸ εἰλικρινὲς καὶ σωτήριον φῶς. Ἀνέλαμψε δὲ νυνὶ καθαρῶς ἡ ἀλήθεια. Γέγονε γὰρ καθ᾽ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ἵνα τὸ θεῖον ἡμῖν ἐναστράψῃ φῶς, καὶ εὐθὺ πάσης ἀρετῆς ἰέναι διδάξας, υἱοὺς ἀποφήνῃ Θεοῦ. Καθῆκε γὰρ ἑαυτὸν, ὡς ἔφην, εἰς τὰ ἡμῶν, ἵν᾽ ἡμεῖς τὰ αὐτοῦ κερδάνωμεν, ἐπεί τινα τρόπον τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν. Εἰ μὴ γὰρ συνεπτώχευσεν ἡμῖν αὐτὸς, καθεὶς ἑαυτὸν ἐν τοῖς καθ᾽ ἡμᾶς, οὐδ᾽ ἂν ἡμεῖς τὸν αὐτοῦ πλοῦτον ἐσχήκαμεν, τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν ἰδικῶς υἱότητα δι᾽ αὐτοῦ τε καὶ παρ᾽ αὐτοῦ κερδαίνοντες. Ἀλλ᾽ ἦν ἀσύνετος Ἰσραήλ.
Οὐκ ἐπέγνω μετὰ σαρκὸς παρόντα τὸν Λυτρωτὴν, καίτοι τοῦ πανσόφου Μωσέως πολυτρόπως αὐτὸ προανατυποῦντος τὸ μυστήριον. Ἔφη γοῦν ὁ Χριστὸς, τὸ πολὺ λίαν ἀσύνετον καὶ ἀπειθὲς ἐγκαλῶν αὐτοῖς· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Οὐκοῦν καὶ αὐτῶν ταῖς ἀπειθείαις καταλυπήσαντες τὸν ἰθύνοντα νόμον, μεμενήκασιν ἐν σκότῳ, καὶ φωτὸς ἀμέτοχοι παντελῶς τοῦ θείου γεγόνασι. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφητῶν περὶ αὐτῶν εἰρημένον. Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. Πλεισταχοῦ δὲ τὸν Κύριον εὑρήσομεν ἐπιφωνοῦντα αὐτοῖς, καὶ λέγοντα· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτείᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς·» καὶ πάλιν, «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα.» Ἵνα δὲ καὶ ἀπροφάσιστον αὐτοῖς καταστήσῃ τὴν ἄγνοιαν, καίτοι καθ᾽ ἡμᾶς ὁρώμενος ἄνθρωπος, θεοπρεπῆ καὶ ὑπερκόσμιον τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ἐπίδειξιν ἐποιεῖτο πανταχοῦ. Τί γὰρ τὸ ἐπέκεινα καὶ λόγου καὶ θαύματος οὐ κατορθώσας ὁρᾶται; Καὶ γοῦν ἔφη πρὸς αὐτούς· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἀόρατον μὲν γὰρ κατὰ φύσιν ἰδίαν τὸ Θεῖόν ἐστι. Γέγραπται γάρ· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.»
Γινώσκεται δὲ πρὸς ἡμῶν κατά γε τὸ ἐφικτὸν, ἔκ τε τῆς μεγαλουργίας καὶ τῆς ἀφράστου δυνάμεως καὶ ὑπερτάτης ὑπεροχῆς. Διακηρύττει δὲ καὶ ἡ κτίσις αὐτόν· ψάλλει γοῦν ὁ Δαβίδ· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» Ναὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος γέγραφε περὶ αὐτοῦ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Οὐκοῦν ἐξ ἰσχύος τῆς ἄγαν καὶ θεοπρεποῦς, καὶ πάντα λόγον ὑπερηρμένης, ἔνεστί πως τὴν περὶ τῆς ἀῤῥήτου θεότητος δέχεσθαι γνῶσιν. Ἐπέφανε δὲ τῷ κόσμῳ μετὰ σαρκὸς ὁ πάντων δημιουργὸς Θεὸς Λόγος, οὐχ ἵνα τὴν οὖσαν ἀφανίσας γῆν, ἑτέραν ἡμῖν εἰς τὸ παρὸν ἀναδείξῃ καινὴν, οὔτε μὴν ἴνα ἑτέρους οὐρανοὺς ἐργάσηται, τοὺς ὄντας νῦν περιελὼν, ἢ καινοπρεπὲς καὶ ἀδόκητον περὶ τὸν ἡλίου κύκλον ἀποτελέσῃ, καὶ καινουργήσῃ περὶ τὴν ὁρωμένην κτίσιν· ἀλλ᾽ ἵνα ἡμᾶς κειμένους ὑπὸ πόδας διαβολικοὺς, καὶ διὰ τῆς ἁμαρτίας κατενηνεγμένους εἰς φθορὰν, μεταχαλκεύσῃ πρὸς ἀφθαρσίαν, ἁγίους τε καὶ ἀμώμους ἀποφήνῃ, τοῖς ἐξ ἡμερότητος νεύμασι παντὸς ἀπαλλάξας ῥύπου, καὶ ταῖς τῆς ἀμωμήτου ζωῆς ἐμβήσας τρίβοις.
Ἐπειδὴ δὲ ἦν καθ᾽ ἡμᾶς ἄνθρωπος ὁρώμενος οἰκονομικῶς (ὡς γὰρ ὁ προφήτης φησὶ, «Ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη»), διὰ τού [του] φανερὸν ἡμῖν καθιστὰς ἑαυτὸν, ὅτι τε εἴη Θεὸς, καὶ Υἱὸς κατὰ ἀλήθειαν τοῦ Θεοῦ καὶ Πατρός· εἰργάζετο τὰ αὐτοῦ, ὁμοφυᾶ τε καὶ ἰσουργὸν αὑτὸν ἀποφαίνων τῷ ἰδίῳ Γεννήτορι, διὰ τῆς ἴσως ἀπαραλλάκτως ὑπεροχῆς τε καὶ ἐξουσίας ἰὼν ἐθαυμάζετο παρά γε τοῖς ἐγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἀλλ᾽ ἦν καὶ οὕτως ἐξήνιος, καὶ ὁλοτρόπως εἰς ἀπιστίαν ἀπονενευκὼς ὁ ἀπόπληκτος Ἰσραήλ· καὶ γοῦν ἄνω τε καὶ κάτω τὸν ἐν γράμμασιν ἀειλογοῦντες νόμον, προϊσχόμενοί τε τὴν διὰ Μωσέως ἐντολὴν, τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ἀντεφέροντο, λέγοντες· «Ἡμεῖς τοῦ Μωσέως ἐσμὲν μαθηταί.
Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» καὶ καθ᾽ ἕτερον δὲ τρόπον ἀτιμάζοντες διετέλουν, καὶ οὐδὲν τῶν ἐκτόπων ἦν, ὃ σεσίγηται παρ᾽ αὐτοῖς· πάντα δὲ ὥσπερ σείοντες κάλων ταῖς ἑαυτῶν δυστροπίαις, καὶ μέτρου παντὸς ἰόντες πέρα, τὸν ἐξ οὐρανοῦ Λυτρωτὴν, τὸν δικαιοῦντα τῇ πίστει τὸν ἀσεβῆ, τὸν ἀνακαινίζοντα πρὸς ἀφθαρσίαν τοὺς τοῖς τοῦ θανάτου βρόχοις ὑπενηνεγμένους, τὸν ἀρχηγὸν τῆς ζωῆς, θανάτῳ περιβαλεῖν ἐσπούδαζον, λακτίζοντες μὲν εἰς κέντρα, καὶ πῦρ καὶ δίκην τῆς ἑαυτῶν καταχέοντες κεφαλῆς, ἐπ᾽ ἀνηνύτοις δὲ σκέμμασιν, ὀμοῦ τοῖς καθηγεῖσθαι λαχοῦσι, δυσσεβῆ συλλέγοντες βουλευτήρια· καὶ γοῦν ἔφασκον, ἐφ᾽ οἷς ἦν εἰκὸς καταπλήττεσθαι τὸν θαυματουργὸν, ἐπ᾽ αὐτοῖς δὴ τούτοις ἑαυτοὺς εἰς ὠμότητα παραθήγοντες, καὶ εἰς ἀκάθεκτον ἤδη πως ἀνακαιόμενοι φθόνον· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸ ἔθνος, καὶ τὴν χώραν.» Ὅτι καὶ ὁ προὔχων ἐν ἱερωσύνῃ τῇ παρ᾽ αὐτοῖς, ὡς ἐκ βαθείας φρενὸς γνώμην ἀνασπῶν τὴν ὀλέθριον αὐτοῖς, «Ὑμεῖς, φησὶν, οὐκ οἴδατε οὐδὲν, οὐδὲ λογίζεσθε, ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται·» ἐντεῦθεν αὐτοῖς εἰς ἀνόσιον πέρας ἐκδεδράμηκε τὰ βουλεύματα.
Συλλαβόμενοι γὰρ προσεκόμισαν τῷ Πιλάτῳ τὸν Ἰησοῦν, ψευδηγορίας τινὰς συνθέντες οἱ δείλαιοι, καὶ σταυροῦσθαι παρεκάλουν. Ὃ δὴ καὶ γέγονε, στρατηγοῦντος αὐτοῖς πρὸς τοῦτο τοῦ Σατανᾶ, καὶ εἰς τὸ τῆς ἀπωλείας αὐτοὺς καθιέντος βάραθρον. Ἐκαρτέρει δὲ Χριστὸς, καὶ ὑπέμεινεν ἑκὼν καὶ τὸ μέχρι θανάτου σαρκὸς καθικέσθαι δι᾽ ἡμᾶς οἰκονομικῶς· ᾔδει γὰρ, ᾔδει τὸ ἐκ τοῦ παθεῖν ἐσόμενον ἀγαθόν. Οὐ γὰρ ἀπομεμένηκεν ἐν νεκροῖς, ἀνεβίω δὲ μᾶλλον, τοῖς τοῦ θανάτου δεσμοῖς τὸ ἐῤῥῶσθαι φράσας, καὶ κενώσας τὸν ᾅδην. «Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Γέγονε δὲ τῇ αὑτοῦ φύσει πρὸς ἀφθαρσίαν ὁδός. Ἀνεκαινίσθη γὰρ ἐν αὐτῷ, καὶ ἀνεθάλομεν εἰς ζωήν. Καὶ μαρτυρήσει λέγων ὁ μακάριος Παῦλος· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Καταργήσας τοίνυν τοῦ θανάτου τὸ κράτος, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ἥξει τε κατὰ καιροὺς ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
εʹ. Οὐκοῦν ἐπειδήπερ. καθά φησιν ὁ πάνσοφος Παῦλος, «τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος αὐτοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε πονηρόν·» περιζωσώμεθα τὴν τῆς ἑαυτῶν διανοίας ὀσφὺν, ἀνδρισώμεθα πρὸς ἀγαθουργίας, κατανεκρώσωμεν τὰς τῆς σαρκὸς ἡδονὰς, καὶ ἁπάσης φαυλότητος ἀποτρεψώμεθα μολυσμούς. Ἐλεήσωμεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας, ἐπικουρήσωμεν τοῖς ἐν ἐνδείᾳ, συναλγήσωμεν τοῖς ἐν ἐσχάτῃ ταλαιπωρίᾳ, δεσμίους ἐπισκεψώμεθα, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπιτηδεύσωμεν ἀρετῆς. Οὕτω γὰρ καθαρῶς νηστεύσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ νεομηνίας τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὰ εὐαγγελικὰ κηρύγματα, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας καὶ πολυεύκτου Πεντηκοστῆς, ἵνα καὶ τὸν καιρὸν τῆς ἀνέσεως καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ποιούμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.