Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή Δ΄
Προαγγελία της νηστείας, σύγκριση των πνευματικών αγώνων με τα κοσμικά γυμνοπαίδια, έλεγχος των Ιουδαίων και της ελληνικής πλάνης, και προτροπή σε έργα αγάπης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή Δ΄
Προαγγελία της νηστείας, σύγκριση των πνευματικών αγώνων με τα κοσμικά γυμνοπαίδια, έλεγχος των Ιουδαίων και της ελληνικής πλάνης, και προτροπή σε έργα αγάπης.
ΛΟΓΟΣ Δʹ. αʹ. Πάλιν ἡμῖν ὁ τῆς ἁγίας ἑορτῆς ἀναλάμπει καιρὸς, τοῦ τῆς καρτερίας ἀγῶνος βραχύ τι προανατέλλοντος, καὶ καθάπερ ἐτήσιον ὄφλημα καταθέσθαι κελεύοντος, τῷ πάντων κρατοῦντι Θεῷ, τήν τε βίου σεμνότητα, καὶ τῆς ἄλλης ἁπάσης ἐπίδειξιν ἀρετῆς.
Λόγος δὲ οὐδεὶς τοῖς εὖ φρονοῦσιν εἰς ἀπείθειαν ἀπρεπὴς, τὸ ἐκ τοῦ πράγματος περιαθροῦσι χρήσιμον. Ἀγαθῶν μὲν γὰρ πόνων, καρπὸς εὐκλεής· ὄκνου δὲ καὶ ἀργίας, οὐδὲν ἂν γένοιτο χαλεπώτερον, καὶ τὸ μηδοτιοῦν ὑπὲρ τοῦ λυσιτελήσειν μέλλοντος ἀξιῶσαι παθεῖν, πικρὰν ἔχει τὴν ζημίαν, καὶ οὐ περὶ τῶν τυχόντων ὡσανεί τις εἴποι τοὺς λόγους, ἀλλ᾽ εἰς αὐτὸν ἤδη βλέποντα τῆς ψυχῆς τὸν ὄλεθρον. Κειμένου δὲ οὕτω, καὶ ὄντος φύσει τοῦ πράγματος, πρέπειν ἐμαυτῷ μάλιστα πάντων καὶ νῦν ἡγούμενος ὑπὲρ τῶν συμφερόντων πρὸς ὑμᾶς ποιήσασθαι λόγους, μονονουχὶ δὲ τὸ προφητικὸν ἐκεῖνο βοᾷν· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·» ἥκω πάλιν εἰς μέσον, ἔσεσθαι μὲν οὐ φορτικὸς ὑπολαμβάνων παρά γε τοῖς σώφροσιν, εἰ τὰ ἐν οἷς εἰσιν, ὅτι προσήκοι τιμᾶσθαι μειζόνως, κατὰ τὸν παρόντα μάλιστα καιρὸν συμβουλεύων φαινοίμην. Εἰ δέ τῳ δοκῶ μὴ τὰ κράτιστα λέγειν, καίτοι πολλὴν εἰς τοῦτο ποιούμενος τὴν σπουδὴν, ὁράτω μὴ πονηρὰν καθ᾽ ἡμῶν τὴν ψῆφον ἐκφέρων, ἐν τοῖς τιμῶσι τὸ φαῦλον ἑαυτὸν κατατάττῃ, καὶ λάθῃ τοῦ καταλόγου τῶν σοφῶν ἕξω τιθείς. Τὸ γὰρ ἐφήδεσθαι μὲν οἷς ἄν τις εὐλόγως ἐπιτιμήσειεν, ἡγεῖσθαι δὲ παρὰ φαῦλον τὴν ἐν τοῖς ἀμείνοσι δόξαν, ἢ καὶ ἄλλως τοῖς ὑπὲρ αὐτῶν λόγοις ἀλγύνεσθαι, πῶς οὐ τῆς ἐσχάτης γνώρισμα κακίας ἐστίν;
Ἐγὼ δὲ προσδεῖν μὲν ἡγοῦμαι τοὺς τὰ βελτίω ζηλοῦν ᾑρημένους τοῖς ἀπὸ τῶν ἄριστα λεγόντων παραψυχῆς τε καὶ παραμυθίας, ὡς ἂν τὴν περὶ αὐτὰ συντονωτέραν ποιοῖντο προθυμίαν· τοῖς δὲ οὕτω γνώμης κεκρατηκόσιν ἀγαθῆς, τὸ ἐπανορθοῦν πεφυκὸς ἐκπορίζειν χρῆναι φάρμακον, καὶ ὅπως ἐν τοῖς ἐφεξῆς ἀμείνους φανοῦνται ζητεῖν. Ἔσται τοιγαροῦν τῆς ὑφηγήσεως ἡμῖν ὁ λόγος κατ᾽ ἄμφω λυσιτελέστατος, ἑκατέρῳ μέρει διδοὺς τὸ αὐτῷ χρεωστούμενον.
βʹ. Ἕλκει μὲν οὖν ἡμᾶς ἐπὶ τουτὶ τὸ κήρυγμα, καὶ τὴν λαμπρὰν ὅτι χρὴ προμηνύειν πανήγυριν, προφητῶν ἀναπείθει χορὸς, γεγηθότων μὲν ἐπὶ τοῦ Σωτῆρος κατορθώμασι, ῥίπτειν δὲ ὡς ποῤῥωτάτω τὴν ἐπὶ τούτοις σιωπὴν παρακελευομένων. Καὶ δὴ καὶ κεκράγασιν, ὁ μὲν, «Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ,» λέγων· «ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου·» ἕτερος δέ τις, ἐκείνῳ διδάσκων καὶ φρονῶν συγγενῆ· «Ἐπ᾽ ὄρος, φησὶν, ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε.» Παντὸς τοιγαροῦν ἀνῃρημένου πράγματος τοῦ παραποδίζειν ἡμῶν τὴν ἐπὶ τούτοις προθυμίαν ἰσχύοντος, ἐπὶ τὴν τῷ δόγματι πρέπουσαν παῤῥησίαν ἀναβήσομαι, καὶ καθάπερ ἐξ ὄρους πόῤῥωθεν ὡς ἡμᾶς τρέχοντα βλέπων τὸν τῆς ἐγκρατείας καιρὸν, μονονουχί τε τὴν χεῖρα τοῖς τῆς εὐσεβείας ἀθληταῖς καθασείσας, ἐρῶ· Ἀποδύσασθε, νέοι, ἀποθέσθε τὸν παλαιὸν ἄνθρωπον. Ἥκει πάλιν ἡμῖν ὁ τῆς νηστείας καιρὸς, ἀρετῆς ἁπάσης ἐπίδειξιν ἀπαιτῶν. Κρίνεται δὲ οὐ ταῖς τῶν σωμάτων ῥώμαις τὸ στάδιον· οὐδὲ τοῖς ἐν παλαίστραις σκιρτήμασιν· ἀλλὰ μὴν οὐδὲ ὁ τὸ πλέον ἔχειν ἐν τούτοις πεπιστευμένος, οὗτος καὶ τοῦ δύνασθαι νικᾷν τὴν ψῆφον ἀποίσεται. «
Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σαρκάς· ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Δεῖν δὲ οἶμαι τοὺς, ὅσοι ταῖς τούτων ἐπιβουλαῖς ἀντεξάγειν κεκρίκασι, τούτους εἶναι πρὸς μάχην, ὡς δύνασθαι τὴν ἀμείνω ψῆφον ἐπ᾽ ἀνδρείᾳ κομίζεσθαι· ἢ πάντως ἔσται περιφανὴς τοῖς μὴ τοιούτοις ὁ κίνδυνος, καὶ μέχρι μόνης ἀλαζονείας τὸ καύχημα. Τὸ γὰρ τετάχθαι μὲν ἐν τοῖς ἥττοσι, φρονεῖν δὲ μεῖζον, ἢ ὅπερ ἐσμὲν, πρὸς τῷ γελᾶσθαι δικαίως, καὶ κινδύνων οὐκ ἀμοιρεῖ. Εἰ δὲ φεύγειν ἄξιον τὰ τοιαῦτα (ἄξιον δὲ δή που πάντες ἐροῦσιν, οἷς οὐδὲν εἰς εὐλάβειαν ἐνδεῖ), καὶ τὸ ἐπὶ ταῖς φαυλότησιν αἶσχος ἀποκρούεσθαι παντὶ σθένει χρωμένοις οὐκ ἀκερδὲς, πῶς οὐκ ἀνάγκη τὰ βελτίω ζητεῖν, καὶ ὅπως τῶν ἀντικειμένων περιεσόμεθα, πολλῇ συγκαταπράττειν σπουδῇ;
Καὶ εἰ πνευμάτων πονηρῶν εἰσελαύνει καθ᾽ ἡμῶν ὁ πόλεμος, ἀνάγκη τῷ πνεύματι ζέοντας εἶναί τε καὶ φαίνεσθαι τοῖς ἀνταίρειν ἐκείνοις τὰ ὅπλα θαρσήσαντας· καὶ εἰ σωμάτων οὐδὲν εἰς τοῦτο ἡμᾶς τέχνη καὶ δύναμις ὠφελεῖ, ἀκόλουθον κατὰ τὴν τοῦ Παύλου φωνήν· «Ἐνδύσασθε τὴν στρατιωτικὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ τὴν παντευχέα τῆς εἰς αὐτὸν εὐσεβείας καλῶς ἐναρμόσασθε.» Οὕτω γὰρ ἂν ἀποσβεσθείη μὲν τοῦ πονηροῦ τὰ πεπυρωμένα βέλη· τὸ δὲ παντὸς ἔξω γενέσθαι τραύματος, περιέσται τοῖς ἀνδριζομένοις. Ἀλλ᾽ ἵνα πάλιν ἐπὶ τοὺς ἐν ταῖς σκηναῖς ἀγῶνας μετοίσω τὸν λόγον, ἐκεῖνό φημι. Χρῆναι γὰρ δεῖ πανταχόθεν τὸ ὠφελοῦν ἐρανίζεσθαι τοὺς, οἷς τοῦτο πράττειν ἐσπούδασται καὶ ὑμᾶς αὐτοὺς συγκατανεύειν ἑτοίμως ὑπολαμβάνω.
Ἀκούω τοίνυν ὅτι τῶν ἐπὶ ταῖς γυμνοπαιδείαις ἀγώνων οἱ προεδρεύοντες, οἷς καὶ τὸ χρήματα προσαναλίσκειν ὑπὲρ τῆς ἐν τούτοις δόξης οὐ χαλεπὸν ἴσως καταφαίνεται, ἐπειδὰν μέλλωσι ποιεῖσθαι τοῦ πράγματος τὴν ἀρχὴν, σάλπιγγι μὲν τὸν ἀγῶνα περιαγγέλλουσιν· εἰσκαλοῦντες δὲ ὑπ᾽ αὐτὸν πᾶν ὅσον πέφυκεν ὁρᾶσθαι χρήσιμον, καὶ τοὺς ἐν τούτοις εὐδοκιμεῖν εἰωθότας, ἀποπέμπουσι δὲ τῶν πολέμων, ἧς μαλακωτέραν ἡ τέχνη τὴν ἐπίδειξιν ἔχει.
Μὴ γάρ τι χρῆναι, σφόδρα ποιοῦντες καλῶς, ἐδοκίμασαν τοὺς ἐπ᾽ ἀνδρείᾳ κεκλημένους, ἢ ἑτέρου τινὸς ἐπιτηδεύματος σεμνοτέραν ἔχειν δυναμένους τὴν ἐμπειρίαν, τοῖς αἰσχίοσιν ἀναμίγνυσθαι, μηδὲ ταῖς ἐκείνων καταμιαίνεσθαι βδελυρίαις, οἷς ἡ κρείττων ὑπόληψις ἀκολουθοῦσα φαίνεται. Εἰ δὲ ἐπὶ μικροῖς καὶ εὐτελέσι μισθώμασιν οὕτω γενναῖος ἐκείνοις ὁ σκοπὸς, καὶ πᾶσαν ἐν αὐτοῖς κειμένην ὁρᾷν ἔξεστι προθυμίαν, αἰδοῖ τοῦ μὴ δοκεῖν τῆς ἑτέρων ῥώμης ἀπολιμπάνεσθαι, πῶς οὐ φροντίζειν ἄξιον, ὅπως ἀμείνους ἐκείνων γενώμεθα, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ τῶν στεφάνων ἡ διαφορά; Τὸ μὲν γὰρ ἐπὶ μικροῖς τισι τοῖς προκειμένοις ἁλῶναι φυγάδα, καὶ κατοκνῆ πονεῖν, οἴσει τινὰ τυχὸν τοῖς τοῦτο πεπονθόσι παραίτησιν.
Οὐ γὰρ ἦν ἄξιον, ἐροῦσι, κινδύνους οὕτω μακροὺς μικρῶν ἀλλάξασθαι γερῶν. Εἰ δὲ τοιούτοις ἡμᾶς χρῆσθαι λόγοις οὐκ ἔνεστι, πολὺ τοῦ στεφάνου τοὺς πόνους ὑπερανίσχοντος, τί ἂν εἴη ἕτερον τὸ προθύμως ἀγωνίζεσθαι κωλύον; Οὐδέν. Ὄκνου δὴ λοιπὸν καὶ ῥᾳθυμίας τὸ ἔγκλημα, καὶ τῆς ἐπὶ τὰ χείρω ῥοπῆς τὴν ἐπὶ τοῖς ἐπαινουμένοις ἀναιρούσης σπουδήν. Οἶμαι δὲ ἔγωγε τῶν εἰρημένων ἕκαστον πρὸς τοὺς ἐπὶ τοῖς ἀγῶσι κεκλῆσθαι πόνους, οὐ χρημάτων ἡττωμένους ἐπιθυμίας τοσοῦτον, ὅσον εὐκλείας καὶ τιμῶν. Ἔχει γάρ τινα παρ᾽ ἐκείνοις καὶ τὰ τοιαῦτα χάριν· καὶ τὸ μὴ τυχεῖν ὧν ἂν ἕκαστος βούλοιτο, δόξης ζημία λελόγισται· δόξης δὲ πάλιν φημὶ τῆς παρ᾽ αὐτοῖς τετιμημένης. Οὕτω δὲ ἔχοντας γνώμης οἶμαι φαίνεσθαι, καὶ εἰς τοῦτο φρονήματος ἀφῖχθαι νεανικοῦ, ὥστε εἴ τις ἔκαστον αὐτῶν ἔροιτο προσιών· Πολλῶν ὄντων ἑτέρων ἐπιτηδευμάτων κατὰ τὸν βίον, τί δήποτε, ὦ τὰν, ἐπὶ τουτὶ τὸ σχῆμα καὶ γνώμην ἀπήντηκας; ὅτου δὲ χάριν τὰ ἄλλα ἀφεὶς, τὰ ἐν ταῖς παλαίστραις τετίμηκας παίγνια; Τί ποτε ἄρα τοὐντεῦθεν οἴει κερδαίνειν; πότερον τιμὰς ἢ χρήματα; Τὸ δὲ ἐπὶ τοῖς ἀγῶσιν οὕτω πονεῖν, τίνος ἄν σοι μᾶλλον ἕλοιο γενέσθαι πρόξενον; εὐθὺς ἂν ἕκαστον ἀποκρίνεσθαι πιστεύω· Οἰχέσθω χρήματα· πριαίμην ἂν μᾶλλον ἡδέως τῆς τούτων εὐπορίας τὴν νίκην, καὶ αὐτὴν, εἰ πρὸς τοῦτο καλοίη καιρὸς, τὴν ψυχὴν τοῦ μὴ γελᾶσθαι προήσομαι.
Οὕτω τοίνυν ἐκείνων διακειμένων, πῶς οὐ σφόδρα γε ἄτοπον ἡμᾶς τοὺς, οἷς τὰ μείζω πρόκειται γέρα, μηδὲ ταῖς ἐκείνων προθυμίαις ἁμιλλωμένους ὁρᾶσθαι, ἀλλὰ ὄκνῳ δεδέσθαι, καὶ τῇ τῶν ἀγαθῶν πενίᾳ κατατρίβεσθαι, μηδ᾽ ὅπως τὴν ἀμείνω ψῆφον κερδανοῦμεν ἐπείγεσθαι, τοσαύτην ἔχοντας ἀφθονίαν βοηθημάτων παρὰ Θεοῦ, δι᾽ ὧν ἡμῖν περιέσται τὸ νικᾷν; Οἱ μὲν γὰρ ἐν ταῖς σφῶν αὐτῶν ἐμπειρίαις, καὶ ταῖς τῶν σωμάτων ῥώμαις, ἔχουσι τὸ δύνασθαι τῶν ἐναντίων κρατεῖν, ὥστε εἴ τις αὐτῶν ὑπάρχοι τῶν εἰρημένων ἀμέτοχος, ἔξω κείσεται πάντως τῆς ἀπὸ νικᾷν εὐθυμίας.
Ἡμῖν δὲ οὐχ οὕτω τὰ τοῦ ἀγῶνος κρίνεται, ἀλλ᾽ εἰς πᾶν τοὐναντίον τὸ πρᾶγμα καθίσταται. Κἂν ἰσχύος ἀμοιρῇς, αἴτει τὸν ἀθλοθέτην, καὶ λήψῃ προχείρως. Κἂν ἡ τέχνη σοι λίπῃ τι τῶν παλαισμάτων, ἐγγὺς ὁ παιδοτρίβης, εἰδὼς ἅπασαν τοῦ σταδίου τὴν μέθοδον.
Χορηγήσει μὲν γὰρ τὸ δύνασθαι Θεός. Τὸ δὲ ὅπως προσήκει πάλιν τοῖς ἀντιπάλοις ἀνταγωνίζεσθαι, μαθήσῃ τὰς θείας ἐξετάζων Γραφάς. Ἐκεῖ τὸν Παῦλον εὑρήσεις λέγοντα· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ἐκεῖ θαυμάσεις τὸν Ψαλμῳδὸν μελῳδοῦντα καὶ βοῶντα πρὸς τὸν Θεόν· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» Χρῆναι δὲ ἡγοῦμαι πρὸς τοῖς εἰρημένοις καὶ ἑτέρους σοι τρόπους εἰπεῖν, ἀκονῆσαι δυναμένους εἰς εὐτολμίαν. Ἐν μὲν γὰρ τοῖς κατὰ τὸν παρόντα βίον ἀγῶσιν ὅτῳπερ ἂν γένοιτο τὸ πάντων κρατεῖν, ἢ ταῖς περὶ τὴν τέχνην ἐμπειρίαις πλεονεκτοῦντι τοὺς ἄλλους, ἢ καὶ τῇ τοῦ σώματος εὐρωστίᾳ τὴν ἐπὶ τούτῳ φιλοτιμίαν χορηγουμένῳ, τούτῳ πάντως ἔσται πολεμιώτατος τῶν στεφάνων ὁ χορηγός. Ὅσῳ γὰρ ἂν εἰς ὕψος αἴρηται τῶν νικώντων ὁ ἔπαινος, τοσούτῳ πλέον αὐξήσει τοῖς ἀγωνοθετοῦσιν ἡ ἐπὶ χρήμασι ζημία· καὶ ὅσῳ μειζόνως εὐδοκιμοῦσιν ἐκεῖνοι, τούτῳ πλέον αὐτοῖς εἰς αὔξειν ἐπιδώσει τὰ τῆς φιλοτιμίας, ἀκολουθούσης δηλονότι τῆς τῶν μισθῶν ἀναλογίας τῷ μεγέθει τῶν κατορθωμάτων.
Ἀλλ᾽ οὐ τοιούτοις διοικεῖται θεσμοῖς τῆς εὐσεβείας τὸ στάδιον. Πλούσιος ὁ χορηγός· χαίρων ἐπὶ τοῖς ἀνδριζομένοις τοσοῦτον, ὅσον, εἴ τι παθεῖν ἐχώρει καὶ ἀνθρώπινον, ἐπὶ τοῖς ἡττωμένοις λυπούμενος. Λέγει γάρ που διά τινος τῶν προφητῶν· «Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.» Διά τοι τοῦτο καὶ τοὺς πεσόντας ἀνίστησι· καί τοι τῶν παρ᾽ ἐκείνοις νόμων τοὺς ἅπαξ ἐπὶ τούτῳ κατεγνωσμένους, ἔξω τῶν ἐν εὐκλείᾳ τιθέντων, καὶ τῆς τοῦ νικᾷν ἀποικιζόντων τιμῆς· καὶ γοῦν αἰτιᾶται Θεὸς τοὺς, ὅσοι πεσόντες, μακρὰς ἐν τούτῳ ποιοῦνται τὰς διατριβάς· καὶ διὰ τοῦ προφήτου φησί· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;» γʹ. Προσήκει μὲν γὰρ, ὡς ἔνι μάλιστα τοῦτο παραιτεῖσθαι παθεῖν· καὶ οὐδείς ἐστι τῶν ὄντων, ὃς οὐ φαῦλον ἐρεῖ τὴν ἐπὶ τοῖς ἀγαθοῖς ῥᾳστώνην. Πολὺ δὲ λίαν τῆς φύσεως, τῆς ἀνθρώπου φημὶ, βλεπούσης εἰς ἁμαρτίαν, ἄν πού τι τῶν ἀηδῶν ὑπομεῖναι συμβαίη, δεύτερον ὥσπερ ἔσεσθαι τρόπον εὐδοκιμήσεως ὑπολαμβάνω, τὸ σπουδαίως ἐν τοῖς ἀμείνοσι γενέσθαι ποθεῖν, καὶ παλινδρομῆσαι γοργῶς ἐπ᾽ ἐκεῖνο τὸ φρόνημα, ὅπερ ἔχοντας ἔδει φαίνεσθαι τὴν ἀρχὴν καὶ μέχρι παντὸς διασώσασθαι.
Καὶ μή τις ἐκ τῶν εἰρημένων οἰέσθω χαλεπήν τινα σφόδρα, καὶ δυσκατόρθωτον εἶναι τὴν νίκην· ἀλειφέτω δὲ μᾶλλον τὸν τοιοῦτον ὁ Παῦλος βοῶν· «Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειραθῆναι ὑπὲρ ὃ δύνασθε· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Ὅτι γὰρ δώσει τοῦτο κατὰ τὴν τοῦ Παύλου φωνὴν, αὐτόν σοι παροίσω τὸν Χριστὸν λέγοντα· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.» Πάντα γὰρ ὄντως ἡμῖν δύνασθαι κατορθοῦν, ὅσα βλέπει πρὸς ἀρετὴν, προθύμως ὀρέγει Χριστὸς διὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος καὶ τοῦ σωτηρίου σταυροῦ· ἐφ᾽ ᾧ γελῶσιν Ἑλλήνων παῖδες, οἱ μέχρι μὲν γλώττης σοφοὶ, καὶ ἐπὶ ψιλοῖς ὡραϊζόμενοι ῥήμασι, περὶ δὲ τὴν τῆς ἀληθείας εὕρεσιν οὕτως ὄντες βραδεῖς, ὡς μηδὲν ἕτερον εἶναι δοκεῖν, ἢ αὐτὸ δὴ τοῦτο, κανθήλιοι, οἳ τοῖς ἥδιστα μελῳδεῖν εἰωθόσι τὰ ὦτα κατασείοντες, κατ᾽ οὐδένα τρόπον τῆς τοῦ λυροκτύπου τέχνης αἰσθάνονται. Δέον οὖν αὐτοὺς ἐπὶ ταῖς οἰκείαις ἀβουλίαις αἰσχύνεσθαι, καὶ τοῖς τἀληθῆ διδάσκειν δυναμένοις προσεδρεύοντας ὠφελεῖσθαι, γελῶσιν οὓς ἔδει ζηλοῦν· καὶ ψέγουσιν οὓς, εἴπερ ἦσαν σοφοὶ, μιμεῖσθαι πάντως ἐχρῆν.
Τοσούτους δὲ τῷ βίῳ, παρὰ τὸν ὄντα φύσει, θεοὺς ἐπεισφέροντες, οὕσπερ ἂν ἑκάστῳ δοκῇ, καὶ τὰ ἐξ ἡμῶν παραιτούμενοι ῥήματα, εὐλόγως ἀκούσειεν ὃ δὴ καί φασιν ἕνα τῶν παρ᾽ αὐτοῖς ποιητῶν εἰπεῖν· Οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, Εἷς βασιλεὺς .... ὁ ἐν πᾶσι καὶ διὰ πάντων, καὶ ἐπὶ πάντας Θεός. Καὶ τὰ μὲν ἐκείνων ἐγκλήματα παρήσω νυνί· ἃ δέ γε εἰπεῖν οἰκειότερον, καὶ τῷ παρόντι καιρῷ δοκεῖ πως ἔχειν ἐγγὺς, ταῦθ᾽, ὡς ἔοικεν, εἰς μέσον ἄγειν ἀκόλουθον.
δʹ. Σκανδαλίζονται τοίνυν ἐπὶ τῷ σταυρῷ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ οἱ πάντες ἀσεβείας εἰς ἄκρον ἐλάσαντες Ἰουδαῖοι, καὶ τοσοῦτον, οἶμαι, τὰς Ἑλλήνων μανίας ὑπερβαλλόμενοι, ὥστε εἴ τις ἐπ᾽ ἀμφοῖν γένοιτο κριτὴς, εὐθὺς ἂν, οἶμαι, τούτων καταδικάσειεν, ἐν ἐλάττοσι κακοῖς τὰ ἐκείνων εἰπών. Οὔπω γὰρ, ἴσως ἐρεῖ, τὰς θείας ἀνεγνωκότες Γραφὰς, θαυμαστὸν οὐδὲν εἰ τῶν τῆς ἀληθείας δογμάτων διημαρτήκασιν.
Οἱ δέ γε διὰ νόμου καὶ προφητῶν τὰ πρὸς εὐσέβειαν παιδαγωγούμενοι, τοσοῦτον Ἑλλήνων εἰς ἀβουλίαν διήνεγκαν, ὅσον τῆς μὲν ἀγνοίας ἐκείνοις εὔλογος ἡ παραίτησις· τοῖς δὲ τρόπος οὐδεὶς εἰς ἀπολογίαν περίεστιν, ἀναγκαίας εἰσφέρων τῆς ἀμαθίας τὴν νόσον. Ὄψει δὲ, εἰ βούλει, καὶ αὐτὸν τοῖς ἐμοῖς λόγοις συναγορεύοντα τὸν Χριστόν.
Λέγει γάρ που περὶ αὐτῶν· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὑτῶν.» Εἰς τοῦτο δὲ ἤδη καταστάσεως τὰ ἐκείνων ἐλαύνει πράγματα, ὡς δοκεῖν ὄντως λοιδορίας οὐκ εἶναι τρόπον, εἴ τις αὐτοὺς ἐν Ἑλλήνων τάξει, καὶ ἐν τοῖς οὐδ᾽ ὅλως εἰδόσι Θεὸν καταριθμῆσαι χρῆναι διϊσχυρίζοιτο.
Κωλύειν δ᾽ ἴσως οὐδὲν, μᾶλλον δὲ ἀναγκαῖον ἤδη φαίνεται, καὶ ἐξ αὐτῶν ἡμᾶς τῶν πραγμάτων ποιεῖσθαι τὴν ἀπόδειξιν· οὕτω γὰρ ἂν ἐπὶ ταῖς λοιδορίαις ἔγκλημα ῥᾳδίως ἀποδυσαίμεθα· καὶ τοῖς ἀκροωμένοις, ὅτι λέγειν ἡμῖν τἀληθῆ διὰ πολλῆς τέθειται σπουδῆς, φανερὸν καταστήσομεν. Ἐπ᾽ αὐτὴν δὲ εἶμι τοῦ γένους τὴν ἀρχὴν, γένους δὲ τοῦ Ἑβραίων φημί. Ἐντεῦθεν γὰρ ἔσται καταφανὲς τὸ δηλούμενον.
Χαλδαῖος τοιγαροῦν κατὰ γένος ὑπάρχων ὁ μακάριος Ἀβραὰμ, καὶ ὑπὸ πατρὶ τεθραμμένος οὐκ εἰδότι τὸν κατ᾽ ἀλήθειαν ὄντα Θεὸν, μέχρι μέν τινος χρόνου τοῖς τοῦ φύσαντος νόμοις διοικούμενος, ἐν τοῖς ἀγνοοῦσιν ἐτέλει, καὶ συνηρίθμητό ποτε τοῖς τῶν εἰδώλων προσκυνηταῖς. Φιλεῖ γὰρ ἡ νεότης ταῖς ἑτέρων χειραγωγεῖσθαι βουλαῖς, καὶ τὸ μὴ σφόδρα δέχεσθαι τοῦ λυσιτελοῦντος τὴν αἴσθησιν, τοῦ χρόνου θείην ἂν ἢ κατ᾽ ἐκείνης γραφήν. Ἐπειδὴ δὲ Θεὸς τὸ τῶν Ἑβραίων γένος φυτεύειν ἐβούλετο, καλεῖ μὲν αὐτὸν εἰς ἐπίγνωσιν τὴν ἑαυτοῦ, ἕλκει δὲ ὥσπερ ἐξ ἀκανθῶν ῥίζαν εὐγενῆ καὶ μετατίθησιν εἰς εὐλάβειαν, καὶ γέγονεν ὅπερ νῦν ἐστιν, τῇ προσθήκῃ τῆς εἰς Θεὸν ἐπιγνώσεως καθάπερ εἰς ἕτερόν τινα μεταβεβλημένος, καὶ, διὰ μόνον τὸ λατρεύειν ἐθελῆσαι Θεῷ, τῶν ὅσοι δήποτε πρὸ αὐτοῦ γεγόνασι διενεγκών. Οὐκοῦν εἰ τῆς εὐσεβείας ὁ τρόπος, καὶ τῆς εἰς Θεὸν λατρείας ἡ δύναμις μεταποιηθέντα δεικνύει τὸν ἄνθρωπον, ἡ τῶν εἰρημένων ἀποβολὴ πάλιν εἰς τὸ ἀρχαῖον καλέσει τὸν ᾧ συνέβη τοῦτο παθεῖν. Καλὸν γὰρ ἀποσυλῆσαι τὸν λόγον τῆς τοῦ δικαίου κεφαλῆς, καὶ εἰς τὸν ἀπὸ τῆς ῥίζης καρπὸν ἐνεγκεῖν· οὕτω γὰρ φανεῖται καὶ ἀληθὲς ὅτι, διὰ τῆς εἰς Χριστὸν ἀπειθείας, ἁπάσης εὐσεβείας ἀπηυτομολήκασιν. Ἄκουε τί φησι διά τινος τῶν προφητῶν ὁ Σωτήρ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ.»
Πρῶτον μὲν γὰρ ἐκεῖνο καὶ κυριώτατον ἔγκλημα ταῖς τῶν Ἑβραίων ἐπιγράφεται κεφαλαῖς. Εἰ δέ τις αὐτῶν καὶ ἕτερα πρὸς τούτῳ βούλοιτο καταριθμῆσθαι ἐγκλήματα, τοσοῦτον εὑρήσει τὸν ὄχλον, ὡς μὴ δύνασθαι τοῖς περὶ αὐτῶν ἀρκεῖσθαι διηγήμασι, μηδὲ τὸν ἄριστα μὲν ταῖς περὶ τοὺς λόγους ἐμπειρίαις ἐξηρτυμένον, ἠσκημένον δὲ οὕτως εἰς εὐγλωττίαν, ὡς μηδενὶ τῶν ἄλλων παραχωρεῖν, οἷς τό γε ἐν τούτῳ φαίνεσθαι λαμπροὺς, τῆς ἄλλης ἁπάσης εὐημερίας ἄμεινον ἔχειν δοκεῖ. Ὑπὲρ δὲ τοῦ μὴ ὁλοσχερῶς σιωπῆσαι, πρὸς τὸ πλῆθος ὥσπερ τῶν ἐγκλημάτων ἀποναρκήσαντας, ὀλίγα κομιδῇ, καὶ δι᾽ ὧν ὅπως ἀπεπήδησαν εἰσόμεθα, παραθεῖναι σπουδάσω.
εʹ. Λέγει τοίνυν ὁ πάντων ἡμῶν Δεσπότης Θεὸς, ἐπὶ ταῖς ἐκείνων δυσσεβείαις ἀγανακτῶν· «Πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες· ἐποίησεν Ἐφραῒμ τὰς ῥίζας αὐτοῦ, ἐξηράνθη· καρπὸν οὐκ ἔτι μὴ ἐνέγκῃ. Διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα τῆς κοιλίας αὐτῶν. Ἀπώσεται αὐτοὺς ὁ Θεὸς, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.» Ἆρ᾽ οὐχὶ τῶν ἐμῶν λόγων ἡ πεῖρα, τοῦτο βοᾷ γεγωνότερον; Καὶ τῶν πραγμάτων ἡ ἔκβασις οὐχὶ τὴν ἀλήθειαν τοῖς εἰρημένοις ἐπιμαρτυρεῖ;
Ἐπειδὴ γὰρ τὴν εἰς αὐτὸν εὐλάβειαν ἀπεσείσαντο, ἀπειθοῦντες ἅμα καὶ ἀντιλέγοντες, διὰ τοῦτο πρὸς ἀκαρπίαν ἐλαυνόμενοι, καὶ ὅσον οὐδέπω ξηρανθήσεσθαι μέλλοντες, ὥσπερ τὰ τῶν ὑδάτων ἀπῳκισμένα φυτὰ, τὰς ῥίζας τὸ τηνικάδε περιαλγήσαντες, ὅτε πρὸς αὐτοὺς ὁ τῶν προφητῶν ἐγίνετο λόγος, τελευτῶντες, διὰ τῆς εἰς Χριστὸν ἀπειθείας, ἀπεξηράνθησαν.
Τοιγάρτοι καὶ τῆς πρὸς αὐτὸν φιλίας ἀποπεμπόμενοι δικαίως ἀκούουσι· «Μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν. Διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα, καὶ θυσίας, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίους ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ᾽ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Οὐ γὰρ ἐπὶ ταῖς κατὰ τύπον τιμαῖς ἐφήδεσθαι δεῖν ἐδοκίμαζεν ὁ τὴν ἀλήθειαν ἀγαπήσας Θεός· ἀλλ᾽ ὅσον οὐδέπω τὸν τῆς ἐν πνεύματι λατρείας καιρὸν ἀναδειχθήσεσθαι κατεμήνυεν, ἀνατροπὴν μὲν ἔσεσθαι τῶν ἀρχαίων ἐθῶν εἰσηγούμενος· ἀντὶ δὲ τούτων, χαριεῖσθαι τὰ βελτίονα. Καὶ γοῦν σαφέστατα διά τινος τῶν προφητῶν τοῦτο βοᾷ· «Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς διαθήκης Ἁγίου Ἰσραήλ· οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται· οὐδὲ ἐπισκεφθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.» Εἰ δέ τις βούλοιτο μαθεῖν, ὃν ὁ προφήτης ἐδήλου καιρὸν, καθ᾽ ὃν οὐκ ἀναβήσεται μὲν ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται δὲ ἔτι τὴν κιβωτὸν διϊσχυρίζεται, ὁράτω τὰ νῦν πράγματα, ἐν οἷς τέ ἐστι, σκοπείτω τὰ Χριστιανῶν μυστήρια.
Οὐ γὰρ δή που τοῖς Ἑβραίων ἔθεσιν εἰς λατρείαν κεχρῆσθαι [καὶ] ἡμᾶς ἠβουλήθη Θεός· οὐδὲ κιβωτός ἐστι παρ᾽ ἡμῖν, χρυσίῳ μὲν ἔξωθεν ἠγλαϊσμένη, ἔσωθεν δὲ τὰς Μωσέως βίβλους ὠδίνουσα· ἀλλ᾽ ἕκαστος τῶν πιστευόντων εἰς Χριστὸν, ναὸς τοῦ Πνεύματος ἀποτελεῖται, ὅλην, ἵν᾽ οὕτως εἴπω, τοῦ ἁγιασμοῦ τὴν πηγὴν εἰσδεχόμενος. Καὶ μή τις οἰέσθω τῶν ἀκροωμένων, ἢ κατὰ Μωσέως ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ἢ τοῖς δι᾽ ἐκείνου νομοθετουμένοις ἐπιτιμᾷν.
Μὴ γὰρ οὕτω φρενῶν ἔξω γενοίμην, ὡς τοῦτον ἔχειν ἑλέσθαι τὸν σκοπὸν, ἕτερα λεγούσης τῆς θείας Γραφῆς. «Ὁ μὲν γὰρ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθὴ,» καθάπερ ὁ Παῦλός φησιν· ἔκειτο δὲ μέχρι καιροῦ διορθώσεως, οὔπω τὴν ἀληθῆ λατρείαν εἰσφέρων. Διὰ τοῦτο ὁ Θεὸς μεταποιήσειν αὐτὸν ἐπὶ τὸ ἄμεινον διά τινος τῶν προφητῶν ὑπισχνεῖτο, λέγων· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν.» Ὅπερ ἄριστα νοήσας ὁ Παῦλός φησιν· «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» Καὶ πάλιν· «Εἰ γὰρ ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος.» Ἐπειδὴ τοίνυν μομφῆς μὲν οὐκ ἐλευθέραν ἔφησεν εἶναι τὴν πρώτην· «Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος·» ἀναγκαίως τὴν δευτέραν ἀντεισάγεσθαι πρὸς τὴν τοῦ κόσμου σωτηρίαν διϊσχυρίζεται.
ϛʹ. Μέχρι τίνος οὖν ἀπειθήσεις, Ἰουδαῖε; πότε δὲ συνθήσῃ ταῖς τῶν ἁγίων φωναῖς; Ἀλλ᾽ ἴσως ἐρεῖς, Σὸς ὁ Παῦλος, οὐκ ἐμὸς, ὦ οὗτος. Εἴην δ᾽ ἂν μωρίας ἀνάπλεως, εἰ τῶν ἐμοὶ κατὰ μηδένα προσηκόντων δεξαίμην τοὺς λόγους· ὅμοιον γὰρ ὡς εἴ τις ἐν πολέμῳ καὶ μάχαις, ἀσμένως προσδέχοιτο τὰς τῶν ἐναντίων πληγάς. Καλῶς εἰκότα μοι φαίνῃ καὶ δίκαια λέγων· ἀρνήσῃ μὲν γὰρ οὐκ ὀρθῶς, καὶ τῆς ἴσης ὁμογενείας ἐξοικιεῖς, Ἑβραῖον ὄντα τὸν Παῦλον· ἀκούω γὰρ λέγοντος αὐτοῦ· «Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος.» Ἐπειδὴ δέ σοι χαλεπὸν εἶναί πως δοκεῖ, τὸ μεμνῆσθαι ἡμᾶς λόγων ἀποστολικῶν, καὶ τὴν σὴν ἐλέγχειν πειρᾶσθαι κακόνοιαν, καὶ τοῦτο παρήσω νυνί· μυρία δὲ ὅσα τῶν διὰ Μωσέως καὶ προφητῶν εἰρημένων παραθεῖναι δυνάμενος, βραχύ τι προσερωτήσας, ἀπελεύσομαι.
Ἴθι τοίνυν, ὦ βέλτιστε σὺ, λέγε δή μοι τρανώτερον, τὰς βαθυτέρας τῶν ζητημάτων σκέψεις παραδραμών· εἰ μὴ τὸν νόμον μεταποιηθήσεσθαι κατὰ τὴν ἀλήθειαν προσδοκᾷς, οἴῃ δὲ ὡσαύτως ἕξειν ἀεὶ, μηδὲ μιᾶς ἐπακολουθούσης μεταβολῆς, τί τὸ κωλύον ἐστὶ, τῶν αὐτῶν ἔχεσθαί σε πραγμάτων; ὅτου δὲ χάριν τῆς εἰς Θεὸν λατρείας οὕτως ὀλιγωρεῖς, ὡς ἐθῶν μὲν ἀποστῆναι πατρῴων, λόγου δὲ μηδενὸς ἀξιοῦν τὰ ἐκείνοις τιμιώτατα; Ποῖ γὰρ ἔχεται μὲν ὑμῖν ὁ νεώς; Ποῖ δὲ τὰ ἐν αὐτῷ θυσιαστήρια, καὶ αἱ τῶν θυμάτων προσαγωγαί; Ζητῆσαι δὲ ὅποι προσήκει τῶν ἱερείων τοὺς μωμοσκόπους, ἱερατικῶν φημι καταλόγων ἐσμοὺς, καὶ λευιτικὰ συστήματα;
Τὰ δέ γε τοῦ ἀρχιερέως ἐσθήματα, καὶ τὸ παμποίκιλον σχῆμα, ποῖ ποτε πάλιν ὑμῖν μετακεχώρηκεν; Οἱ δὲ τῶν κρασπέδων ἐξηρτημένοι κώδωνες, ὅτου δὴ χάριν σεσιωπήκασι, δῆλος δὲ οὐδείς; Τοῦτο δὲ ὄνομα τῇ λίθῳ, πεποιημένον ἀπὸ τοῦ πράγματος, ταῖς τῶν χρωμάτων ἐξαλλαγαῖς, τὴν ἐπὶ τοῖς μέλλουσι προμήθειαν εἰσφέρει κατὰ βούλησιν Θεοῦ. Τὰς δὲ κατὰ νόμον, εἰπέ μοι, θυσίας, αὐτὸς οὐ προάγεις διὰ ποίαν αἰτίαν; Εἶναι μέν σοι κατὰ γνώμην τὴν ἐν τούτοις ὀλιγωρίαν εἰπὼν, ἐλέγχῃ παράνομος, καὶ οὕτω σοι κεχρήσομαι μάρτυρι πρὸς τὴν κατά σου γραφὴν, οὐχ ἑτέρων εἰς τοῦτο δεήσομαι· εἰ δὲ ἀβούλητον ἔχεις τὴν ἐπὶ τούτοις ἀργίαν, εἴργεσθαι δέ τινος ἀνάγκης δεσμῷ, καὶ αὐτὸς ὁμολογεῖς, ἄθρει δὴ λοιπὸν μὴ τῷ τῆς ἀβουλίας περιπίπτῃς ἐγκλήματι, μακρὰν οὕτω τὴν ἀπείθειαν ποιούμενος. Τίς γὰρ ὁ τοσοῦτον ἰσχύσας, ὡς ἀνάγκης ὑποθεῖναι θεσμῷ τὸν βοηθούμενον ὑπὸ τοῦ Θεοῦ, λίαν γάρ σε μανθάνω καὶ ἐπὶ τούτῳ σεμνύνεσθαι οὐκ ἔστιν οὐδείς. Θείᾳ τοίνυν ὀργῇ, τοῦτο γὰρ τὸ λειπόμενον, τοῖς ἐξ Ἰσραὴλ ἐπισκήψασα, πάσης μὲν εὐθυμίας ἔρημον ἀπέδειξε τὸ γένος, ἐπὶ νόμῳ μεγαλαυχεῖν οὐκ ἔτι συγχωρήσασα, δίκας δὲ τῆς εἰς Χριστὸν ἀσεβείας εἰσπραττομένη τοὺς εἰς αὐτὸν παραινέσαντας. Καὶ μετέθηκε Θεὸς ὁμοῦ τῇ χάριτι τῆς λατρείας τὸν τρόπον ἐπὶ τὸ ἄμεινον.
Ἤδη δέ σοι καὶ τοῦτον ἐπιδείξω τῆς σῆς ἀργίας τὸν καιρὸν, διὰ τῶν προφητῶν ἀναβοώμενον.
Καὶ γάρ σε ταῖς σαῖς ἐπαισχύνεσθαι συμφοραῖς ὑπολαμβάνω, καὶ πειρᾶσθαι κρύπτειν, ἅπερ οἶσθα μὲν, ὡς εἰκὸς, αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν ἀποβεβλῆσθαι παρὰ Θεοῦ μακρὰν, ὑποκρίνῃ τὴν ἄνοιαν. Λέγει τοίνυν περὶ τῶν τοιούτων ὁ μακάριος προφήτης Ὠσηέ· «Ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων.» Ταῦτα τίς ταῖς παρ᾽ ὑμῖν ἀρνήσεται βίβλοις οὐχ οὕτως ἔχειν, καὶ πρὸς τοσαύτην ἀναισχυντίαν ἐλάσει, ὡς τὰ πᾶσιν ὁρώμενα τολμῆσαι λέγειν; Οὐκ ἂν γένοιτό ποτε. Ἔστι μὲν γὰρ καὶ τῷ προστυχόντι καταφανὴς τῶν εἰρημένων ἡ ἔκβασις. Ἀνανεύσεις δὲ ἴσως αὐτὸς πάλιν, καὶ τὴν σύντροφον ἀπείθειαν τιμήσας, λίθων ἀψύχων οὐδὲν αἰσθάνῃ διενεγκών. Ἀληθεύει γὰρ λέγων ὁ προφήτης ὅτι, «Πᾶς οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι.» Ἀληθεύει δὲ πάντως Θεὸς, διά τινος τῶν ἁγίων τὴν σὴν ἀναίδειαν ἐξηγούμενος· «Γινώσκω γὰρ ἐγὼ, φησὶν, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.» Τῆς δὲ σῆς ἀπειθείας τὸ μέγεθος, καὶ αὐτὸς ὁ Σωτὴρ καταιτιᾶται, λέγων· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα.» Καὶ τίς, εἰπέ μοι, τῆς οὕτω μακρᾶς ἀπειθείας ὁ λόγος; Οὐκ ᾔδεις, ἀπὸ τῆς θείας δεδιδαγμένος Γραφῆς, τὸν ἐξ ἐπαγγελείας σοι χρεωστούμενον;
Ἠγνόεις ἐπιδημήσειν μέλλοντα τὸν τοῦ Θεοῦ Λόγον; Οὐκ ἤκουες λέγοντος οὐδὲ προφήτου Ζαχαρίου· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος;» Πῶς οὐκ ἔδει χαίρων ὑμᾶς, καὶ πάσης εἴσω γίνεσθαι θυμηδίας, τῆς οὕτω λαμπρᾶς ἀφίξεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τῶν ἁγίων κηρυττομένης; Ἐπειδὴ γὰρ ἅπασαν, ἵν᾽ οὕτως εἴπω, τὴν ἀνθρώπου φύσιν, πρηστῆρος δίκην ἐπισκήπτων ὁ διάβολος, κατεδουλώσατο, καὶ λοιπὸν ἦν οὐδεὶς τῆς ἐκείνου πλεονεξίας ἀπείραστος, πάντες δὲ ἦσαν ἐν ἁμαρτίαις, αἰσχύνης μὲν οὐδένα ποιούμενοι λόγον, ἐφ᾽ ἅπασι δὲ τοῖς δεινοῖς, ὡς ἐπὶ μεγάλαις εὐκλείαις φιλοτιμούμενοι (ἑκάστῳ γὰρ ἦν ὁ σκοπὸς πλεονεκτεῖν ἐν φαυλότητι, καὶ τὸν ἤδη προγεγονότα, καὶ τὸν ἔσεσθαι προσδοκώμενον, καὶ ἦν ἡμῖν ἐν αἰσχύναις ἡ δόξα, καθάπερ ὁ Παῦλός φησι), ἀναγκαίως ὁ πάντων δημιουργὸς, πολλοὺς θεραπείας τρόπους διερευνώμενος, πανταχόθεν ἐζήτει διασώζειν τὸ γένος τῶν ἀνθρώπων. Καὶ προφῆται μὲν κατὰ καιρὸν ἀπεδεικνύοντο, τὰ εἰς σωτηρίαν πᾶσιν εἰσηγούμενοι.
Ἐπειδὴ δὲ οὐδεὶς ἦν ὁ τούτοις πειθόμενος, αὐτὸν ἐκάλουν ἐξ οὐρανοῦ τὸν πάντων βασιλέα τοῦ Θεοῦ Λόγον, πῆ μὲν λέγοντες· «Κύριε, κλῖνον τὸ οὖς σου, καὶ κατάβηθι·» πῆ δὲ βοῶντες· «Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου.» Ἐπεδήμησε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ τῆς τοῦ Πατρὸς οὐσίας ἀκριβέστατος χαρακτὴρ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδὺς, καὶ γενόμενος ἄνθρωπος, ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καθάπερ ἔλεγέ τις τῶν σοφῶν. Ὁρῶν δὲ τὴν ἀνθρώπου φύσιν εἰς ὁλοτελῆ δραμοῦσαν ἀπώλειαν, καὶ τῶν ἀγαθῶν οὐδὲν ἐργάζεσθαι δυναμένην, οὐ τοῖς ἔργοις ἐδίδου τῆς δικαιοσύνης τὴν χάριν, ἀλλὰ τῷ πιστεύοντι τοῦτο δωρούμενος, πάντας ἐκάλει πρὸς σωτηρίαν· εἶτα δέον, ἀπό τε τῆς τοσαύτης φιλανθρωπίας καὶ τῶν ἄλλων ἁπάντων, ἐπιγινώσκειν αὐτὸν, καὶ προσκυνεῖν τὸν δι᾽ ἡμᾶς ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, ἐκ τῶν ἐναντίων σταυρῷ προσηλώκασιν οἱ πάντολμοι τῶν Ἰουδαίων λαοὶ, καὶ πᾶν εἶδος ἐπενεγκόντες κακίας τε ὁμοῦ, καὶ ἀτιμίας, θανάτῳ παραδεδώκασιν.
Ἐπειδὴ δὲ, καθά φησιν ἡ θεία Γραφὴ, οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, πάλιν ἀνέστη τριήμερος, εἰρηκὼς καὶ τοῖς ἐν ᾅδου πνεύμασιν· «Ἐξέλθετε·» καὶ πάντα τοῦ διαβόλου σκυλεύσας τὸν πλοῦτον. Ἔλυσε καὶ τοῦ θανάτου τὸ κράτος, ἀῤῥαβῶνα μὲν τῆς μελλούσης ἐλπίδος θεὶς ἐν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, ἐνέχυρόν τε τῶν προσδοκωμένων ἀγαθῶν, αὐτὸς δὲ ὥσπερ ἐκ παραδείσου καρπῶν ἀπαρχὴν προσάγων ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ἐν ἀνθρώπου φαινόμενος σχήματι. Ἐπεδήμησε γὰρ, ἵνα καὶ τὸν ἄνθρωπον οὐρανοῦ πολίτην ἐργάσηται, καὶ τοῖς ἐκεῖσε συνάψῃ χοροῖς. Ἐφ᾽ ἅπασι τούτοις, ἀγαπητοὶ, κἂν Ἰουδαῖοι μὴ βούλωνται, πῶς οὐκ ἀναγκαῖον ἡμᾶς μεγάλα μὲν ποιεῖσθαι τὰ εὐχαριστήρια, προσάγειν δὲ τῷ τετιμηκότι Θεῷ, καὶ οὕτως ἡμᾶς ἀγαπήσαντι, καθάπερ τινὰ δικαίαν ἀμοιβὴν, τὴν ἐν ἔργοις σεμνότητα, τὴν φιλαλληλίαν, τὴν φιλοξενίαν, τὴν ἀγάπην, τὴν φιλαδελφίαν, καὶ τὸ μέγιστον ἐν τούτοις τῶν ἁμαρτημάτων φάρμακον, τὸν εἰς τοὺς δεσμίους ἔλεον; Χρὴ γὰρ μεμνῆσθαι τῶν δεδεμένων, ὡς συνδεδεμένους· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὺς ὄντας ἐν σώματι.
Τότε δὴ, τότε καθαρῶς ἑορτάσομεν, καὶ τὴν πάντων τῶν ἀγαθῶν μητέρα νηστείαν καθ᾽ ὃν δεῖ τρόπον ἐπιτελέσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἕκτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ νεομηνίας τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας, κατὰ τὰς εὐαγγελικὰς διατάξεις, ἑσπέρᾳ Σαββάτῳ, τῇ ἕκτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, καὶ μετὰ τῶν ἁγίων τὰς ἐν οὐρανοῖς ἐπαγγελίας πιστεύοντες λήψεσθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.