Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή ΙΓ΄

Η τυραννία του θανάτου και η παρουσία του Κυρίου ως πνευματικό έαρ. Η συντριβή του διαβόλου, η αφιέρωση των πρωτοτόκων και η τυπολογική ερμηνεία του νομικού διδράχμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 12 από 29

αʹ. Καλὸν, ὡς ἔοικε, μᾶλλον δὲ ἤδη καιρὸς, ἅγιος ἡμᾶς προσαιροῦντας λόγοις, ἥκειν τε εἰς μέσον, κα τὴν ἁγίαν καὶ πανεύφημον ἡμῶν ἑορτὴν προανακηρύττειν λέγοντας· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἐπετώθαζε μὲν γὰρ πάλαι κειμένοις ἡ ἁμαρτία, καὶ κατεστρατεύετο τυραννικῶς τὸ τῆς σαρκὸς ἔμφυτον κίνημα, ποταμίου νάματος δίκην ταῖς ἁπάντων ψυχαῖς εἰσχεομένης ἀεὶ τῆς ἀκράτου καὶ ἀγρίας ἡδονῆς, καὶ κατωθούσης ἀεὶ πρὸς τὸ δεῖν ἑλέσθαι φρονεῖν τὰ ἐπὶ τῆς γῆς.

Καὶ τάχα που ταῖς ἁπάντων ἀσθενείαις ἐπιμειδιῶν ὁ θάνατος, καὶ τὴν τῷ διαβόλῳ πρέπουσάν τε καὶ φίλην ὑπεροψίαν νοσῶν, μετ᾽ ἐκείνου ἀνακεκράγει, λέγων· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι» Ἐπειδὴ δὲ εἰς τοῦτο ταλαιπωρίας κατώλισθέ τε καὶ κατεσείσθη τὰ καθ᾽ ἡμᾶς, ταῖς ἁπάντων συμφοραῖς μονονουχὶ καὶ ἐπιστυγνάζων ὁ φιλοικτίρμων Θεὸς, διὰ φωνῆς Ἡσαΐου φησί· «Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη· καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον· καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, ὥστε μὴ διαλιπεῖν.» Ἀλλ᾽ εἰ καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλὰ ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Παρακομισθέντες μὲν γὰρ εἰς παράβασιν καὶ παρακοὴν, καὶ τοῦ ζῇν ἐννόμως ἐκ φιλοσαρκίας ἡμαρτηκότες, πλατὺ γελῶντα καὶ ὀνειδίζοντα τὸν φιλεγκλήμονα Σατανᾶν, καὶ τὸ πονηρὸν τῶν δαιμόνων εἴχομεν στῖφος. Ἔστι γὰρ, ἔστιν «ἐχθρὸς καὶ ἐκδικητὴς,» κατὰ τὸ γεγραμμένον. Καὶ μὴν ἐπὶ τούτοις καὶ τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις ὑπερυθριῶντες οἱ τάλανες, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν ἐν τούτῳ παρῃρημένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων νενοσηκότες, διετρίβομεν ἐπὶ τῆς γῆς.

Ἐπειδὴ δὲ ὁ πάντων Δημιουργὸς ἠλέει κειμένους, καὶ παντὸς εἰς λῆξιν ἐληλακότος κακοῦ, παρεκάλει λέγων διὰ τῶν ἁγίων προφητῶν· «Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης· μηδὲν ἐντραπῇς, ὅτι ὠνειδίσθης. Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Ἔπεμψεν ἡμῖν ἐξ οὐρανοῦ τὸν μονογενῆ Θεὸν Λόγον, γενόμενον ἐκ γυναικὸς καὶ ἐκ σπέρματος Ἀβραὰμ, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς κατανεκρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καὶ πνευματικῆς εὐρωστίας ἀναπιμπλὰς, δι᾽ ἑαυτοῦ καὶ ἐν αὐτῷ τὴν φύσιν ἀναμορφώσῃ πρὸς τὸ ἀρχαῖον, καὶ ἀνάλωτον μὲν ἀποφήνῃ ταῖς ἁμαρτίαις, ὀλέθρου δὲ καὶ φθορᾶς ἀμείνω γενέσθαι παρασκευάσῃ. Καὶ τοῦτο εἰδὼς ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» βʹ.

Καὶ γοῦν τὸν πολύευκτον ἡμῖν τῆς ἐνανθρωπήσεως κατασημαίνων καιρὸν, μᾶλλον δὲ ὡς ἤδη καθ᾽ ἡμᾶς γεγονὼς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος προανακεκράγει λέγων· «Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.» —«Πολυμερῶς γὰρ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ,» δι᾽ οὗ πάντες ἀνεθάλλομεν εἰς ἀφθαρσίαν καὶ ζωήν. Ἀφίκετο γὰρ πρὸς ἡμᾶς «ὡς ὥρα ἐπὶ τῶν ὀρέων.» Καὶ τί δὴ τοῦτό ἐστι; Τὰ γὰρ ἐν ὄρεσί τε καὶ παραδείσοις φυτὰ, χειμῶνος αὐτοῖς ἐνιέντος τὴν πύκνωσιν, καὶ τὴν ἐκ ῥίζης ἰκμάδα διαθεῖν εἰς τὸ ἄνω πλουσίως οὐκ ἐπιτρέποντος, μονονουχὶ καὶ αὐαίνεται, καὶ ἀκαρποῦται, φύλλων νοοῦντα τὴν ἐρημίαν. Ἀναδεδειγμένης δὲ τῆς ὥρας, τουτέστιν ἠρινοῦ γελῶντος καιροῦ, καὶ θερμοτέραις ἀκτῖσιν ἡλίου τὰ σύμπαντα καταθέροντος, ἁπλοῦται τὸ μεμυκὸς, καὶ τῆς ἐκ βάθους ἰκμάδος ἐλευθέραν ἐχούσης τὴν εἰς ἅπαν ἤδη διαδρομὴν, μεθύουσι μὲν οἱ κλῶνες, ἀρτιθαλῆ δὲ φυλλάδος προαναβράττοντες χλόην, εὐθὺς τῷ ἰδίῳ στεφανοῦνται καρπῷ. Γέγονε τοίνυν ἡμῖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Γένοιτο δ᾽ ἂν καὶ τοῦτο σαφὲς καὶ δι᾽ ἑτέρων ἡμῖν ἱερῶν Γραμμάτων.

Ἐν γάρ τοι τῷ ᾌσματι τῶν ᾀσμάτων τὸ τοῦ νυμφίου πρόσωπον εἰσκεκόμισται, καθάπερ τινὶ νύμφῃ τῇ Ἐκκλησίᾳ βοῶντος· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασε.» Γέγονε δὲ πρὸς τοῦτο καὶ «ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.» Ὠμοτάτων μὲν γὰρ ἔσθ᾽ ὅτε βαρβάρων μυρίανδροι στρατιαὶ, πόλιν ἢ χώραν καταδῃοῦν γλιχόμεναι, πολέμου πρόφασιν ποιοῦνται τὴν ἀπληστίαν· διαπιπτούσης δὲ τῆς ἐλπίδος αὐτοῖς εἰς τὸ ἐναντίον, καλοὶ λίαν οἱ πόδες τοῦ τὴν εἰρήνην τοῖς κινδυνεύουσιν ἀπαγγέλλοντος. Τοιουτονί τινα τρόπον καὶ τὰ ἐφ᾽ ἡμῖν αὐτοῖς καταθρήσαι τις ἂν κατωρθωμένα διὰ Χριστοῦ. Μᾶλλον δὲ καὶ λίαν ἀκονιτὶ συνεῖναι ῥᾷον, ὅτι σωτῆρα καὶ λυτρωτὴν ἀπέστειλεν ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατήρ. Τύραννος ἀλαζὼν, οὐκ ἔθνους ἑνὸς, ἀλλ᾽ οὐδὲ πόλεως μιᾶς ἢ χώρας κατεστρατεύετο· ἀλλ᾽ ὃ ἦν ὑφ᾽ ἑαυτῷ ποιεῖσθαι, [τὴν οἰκουμένην] ἀνοσίως ἐπιχειρῶν, τοῖς ἰδίοις ζυγοῖς ὑπετίθει τὸν ἄνθρωπον· μεθιστὰς μὲν ἀγάπης τῆς εἰς Θεὸν, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἀποσοβῶν, πολυτρόποις δὲ μᾶλλον κατασπιλῶν ἁμαρτίαις, καὶ λάτριν ἀποτελῶν ταῖς τῶν δαιμονίων ἀγέλαις, καὶ τῇ κτίσει προσνέμων παρὰ τὸν κτίσαντα Θεόν.

Οἱ μὲν γὰρ ἡλίῳ τὸ σέβας, οἱ δὲ σελήνῃ δωρούμενοι τὴν τῶν ὅλων βασιλίδα φύσιν, τῶν αὐτῇ καὶ μόνῃ πρεπωδεστάτων ἐξέπεμπον γερῶν· ἕτεροι δὲ, γῇ, καὶ ὕδατι, καὶ ἀέρι, καὶ πυρὶ προσάγοντες τὴν προσκύνησιν, εἰς τοῦτο κατὰ βραχὺ κατώλισθον διεληλάκασι τῶν κακῶν, καὶ μέχρι τῶν ἀναισθήτων κατακομίζοντες ξύλων τὴν τῆς θεότητος τιμήν τε καὶ δόξαν.

Ταῖς τοιαύταις ἐνσπαταλῶν ὁ δράκων ὁ μιαιφόνος, μεγαλαυχῶν διετέλει, καὶ ἀκατάσειστον ἕξιν ᾠήθη τὴν εὐθυμίαν. Καὶ περὶ αὐτοῦ μὲν ὁ μακάριος προφήτης Ἱερεμίας ἔφασκεν· «Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ (ἕως τίνος;) καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.» Θεοῦ γὰρ ὄντα τὸν ἄνθρωπον, ἑαυτῷ συλλέγειν ἤθελε, δυσαχθεστέραν ἀεὶ τὴν ηὐτρεπισμένην αὐτῷ κατασκευάζων κόλασιν. Ὁ δέ γε σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, ἀθέως ἡμῖν πεπραχόσι καὶ κινδυνεύουσι, τὸν τῆς σωτηρίας καιρὸν προευηγγελίζετο, λέγων· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν.» Ἐπειδὴ δὲ τῆς ἐπηγγελμένης ἐπικουρίας παρῆν ὁ καιρὸς, ἑαυτὸν ἀντέταξεν ὑπὲρ ἡμῶν τοῖς τοῦ διαβόλου κακουργήμασι· καὶ τὸν μιαιφόνον ἐκεῖνον κατεχειροῦτο τύραννον, καὶ τοῖς τῶν πεπιστευκότων ὑποστορέσας ποσὶ, διαῤῥήδην ἔφασκεν· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.» Ὅσοι τοίνυν τῆς εἰς Θεὸν εὐσεβείας καθεστήκαμεν ἐρασταὶ, καὶ τῆς τῶν ἁγίων λαμπρότητος μεταλαχεῖν γλιχόμενοι, τὸ εἰς τὴν ἄνω γενέσθαι διψῶμεν πόλιν, ἐκεῖνο καθ᾽ ἑαυτοὺς ἐνθυμώμεθα.

Βασιλεῖς μὲν γὰρ οἱ ἐπὶ τῆς γῆς ταῖς βαρβαρικαῖς ἐφόδοις ἐπιτιμῶντες ἀεὶ, καὶ τὰς ἐν ἑκάστῃ χώρᾳ διασώζοντες πόλεις, σωτῆρες καὶ λυτρωταὶ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὀνομαζόμενοι, πλουσίως καταγεραίρονται. Οἱ δὲ τοῖς ἰδίοις ἐπαυχοῦντες ἀνδραγαθήμασιν, ὑπὸ πόδας μὲν ἰδίους ποιοῦνται τοὺς σεσωσμένους, θεσμοῖς δὲ καὶ νόμοις οἱονεὶ καταζεύξαντες, δασμολογεῖσθαι προστάττουσιν, ὁμολογίαν ὥσπερ τινὰ τοῦ ὑποτετάχθαι δεῖν τὸ χρῆμα ποιούμενοι. Λελυτρωμένοι τοίνυν διὰ Χριστοῦ, καὶ τῆς πολυθέου πλάνης ἐξῃρημένοι, καὶ τὴν πρὸς Θεὸν οἰκειότητα δι᾽ αὐτοῦ πλουτήσαντες, καὶ εἰς τὴν τῶν ἁγίων ἐλπίδα μεταχωρήσαντες, αὐτῷ τὴν ἰδίαν ἀναθῶμεν ζωήν. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, «Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Τοῦτο καὶ ἐν τοῖς ἀρχαιοτέροις Γράμμασιν, ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις ἡμῖν κατεγράφετο.

Σκιὰ γὰρ ὁ νόμος, καὶ τῆς ἀληθείας ὠδίνει τὴν μόρφωσιν. γʹ. Ἔφη τοίνυν καὶ πάλαι Θεὸς πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ, ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, καὶ οὐκ ἕσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν· καὶ τοῦτο ἔσται ὃ δώσουσί σοι, ὅσοι ἂν παραπορεύωνται, τὴν ἐπίσκεψιν τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστι κατὰ τὸ δίδραχμον τὸ ἅγιον εἴκοσιν ὀβολοὶ τὸ δίδραχμον. Τὸ δὲ ἥμισυ τοῦ διδράχμου, εἰσφορὰ Κυρίῳ· πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ. Πλουτῶν οὐ προσθήσει· καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσεως τοῦ διδράχμου, ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.» Ἔστι μὲν γὰρ ὁ στατὴρ, ἤτοι τὸ δίδραχμον, ἀκίβδηλον νόμισμα, χαρακτὴρ δὲ αὐτῷ βασιλικὸς ἐνσημαίνεται.

Προσεκομίζετο δὲ τῷ Κυρίῳ παρὰ τῶν συντελεῖν εἰωθότων, οὐχ ὑπὲρ μόνης μιᾶς, ἀλλ᾽ ὑπὲρ δυοῖν κεφαλαῖν. Ἐτετάχατο δὲ δασμολόγοι, κατὰ τὸ τῷ νόμῳ δοκοῦν· οἳ καὶ τὴν τῶν Ἰουδαίων ἄνω τε καὶ κάτω διαθέ[ο]ντες χώραν, ἐν ἴσῳ τῷ μέτρῳ παρά τε πλουσίου καὶ πένητος συνεισφέρεσθαι δεῖν τὸ λύτρον ἐκέλευον, ἀκριβῆ τὸν τύπον [ἐπὶ] τῆς ἀληθείας ἀναδείξει φυλάττεσθαι θεσμοθετοῦντος Θεοῦ. Καὶ γοῦν εἰς Καπερναοὺμ εἰσεληλακότος ποτὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, οἱ τῶν διδράχμων πρακτῆρες προσῆλθον τῷ Πέτρῳ λέγοντες· «Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα. Ὁ δὲ ἔφη· Ναί·» οὐχ ὑποτιθεὶς τῷ νόμῳ τὸν ἐλεύθερον, οὐδὲ τοῖς οἰκέταις συντάττων τὸν Υἱὸν, ἀλλ᾽ εἰδὼς, ὅτι γέγονεν ὑπὸ νόμον ὁ νομοθέτης, ἵνα ἡμᾶς τῆς νομικῆς ἀρᾶς ἐξέληται, καὶ τῆς δουλείας τὸ σχῆμα μεταπλάττων ἐπὶ τὸ ἄμεινον, ἑαυτῷ συμμόρφους ἐργάσηται, καὶ υἱοὺς ἀποφήνῃ Θεοῦ, καθάπερ τινὶ λαμπρῷ περιβαλὼν ἀξιώματι, τῷ τῆς ἐλευθερίας πνεύματι. «Οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον,» ὡς ὁ θεσπέσιος γράφει Παῦλος, ἀλλ᾽ «ἐλάβομεν πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ, ὁ Πατήρ.» Εἰσπεπαικότα τοίνυν εἰς τὴν οἰκείαν τὸν Πέτρον ἤρετο μὲν ὁ Σωτήρ· «Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι κῆνσον ἢ τέλη; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;»

Διειπόντος γε μὴν, ἀπὸ τῶν ἀλλοτρίων συνερανίζεσθαι δεῖν, πάλιν ἔφη Χριστός· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντ᾽ ἐμοῦ καὶ σοῦ.» Συνίης οὖν ὅπως ὑπὲρ δυοῖν κεφαλαῖν συνετελεῖτο τὸ δίδραχμον. Καὶ τί τὸ μυστήριον, ἢ ποῖον τῆς ἀληθείας τὸ κάλλος ἐν τῇ κατὰ νόμον σκιᾷ κεκρυμμένον εὑρήσομεν; Ὁ γάρ τοι στατὴρ ὁ ἀληθινὸς, ἡ τοῦ μεγάλου Βασιλέως εἰκὼν, τουτέστιν ὁ Υἱὸς, ὁ χαρακτὴρ καὶ τὸ ἀπαύγασμα τῆς οὐσίας τοῦ Πατρὸς, ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν· καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν οἰκείαν ψυχὴν ἐποιήσατο, οὐχ ἵνα μόνον διασώσῃ τὸν Ἰσραὴλ, καίτοι δοκοῦντα πλουτεῖν τοῦ νόμου τὴν γνῶσιν, ἀλλ᾽ ἵνα καὶ τὴν ἀμέτρητον τῶν ἐθνῶν ἀγέλην, «ἐλπίδα μὴ ἔχουσαν,» ὡς ὁ Παῦλός φησι, καὶ παντὸς ἀγαθοῦ νοσοῦσαν τὴν ἐρημίαν, τῆς τοῦ διαβόλου πλεονεξίας ἐξέληται. Οὐκοῦν ὑπὲρ δύο κεφαλῶν, ὁ θεῖος καὶ οὐράνιος ἐδόθη στατήρ. «Λελυτρώμεθα γὰρ οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. Ὀφειλέται τοίνυν ἐσμὲν τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, ἀλλὰ τῷ λυτρωσαμένῳ καὶ ἐκπριαμένῳ Χριστῷ.»

Καὶ γοῦν ὅτε τῆς Αἰγυπτίων πλεονεξίας τὸ δυσαχθὲς οὐ φέροντας κατηλέει λοιπὸν ὁ φιλοικτίρμων Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ τῷ τῆς δουλείας ζυγῷ παραλόγως ἐπηχθισμένους, πρὸς ἐλευθερίαν ἐκάλει· πικρὰς μὲν τοῖς ἀντεξάγουσιν ἐπεφίει πληγάς.

Ἐπειδὴ δὲ δυσαλγήτως ἔχοντας ἐθεᾶτο λίαν, τῷ τῶν πρωτοτόκων θανάτῳ κατῃκίζετο· οἱ δὲ πρὸς τὸ λοῖσθον ἀλύοντες τῶν κακῶν, καὶ τῷ μεγέθει τῆς ἀδοκήτου συμφορᾶς εἴκοντες, μόλις ἀπαίρειν τῆς χώρας τοῖς βεβιασμένοις ἐπέταττον. Οὗ γεγονότος καὶ κατωρθωμένου, τὴν ἴσην ὥσπερ ἀντίδοσιν παρὰ τῶν λελυτρωμένων ἐζήτει Θεός. Ἔφη γὰρ οὕτω πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἁγίασόν μοι πᾶν πρωτότοκον· πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοί ἐστιν.» Εἶτα τοῦ νόμου τὴν αἰτίαν τοῖς ἐξ Ἰσραὴλ διεσάφει λέγων ὁ μακάριος Μωσῆς· «Καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτὴν, καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.» Καὶ μεθ᾽ ἕτερα πάλιν· «Ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα, λέγων· Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ, ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς ὁ Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ πρωτοτόκου ἀνθρώπων ἕως πρωτοτόκου κτηνῶν.

Διὰ τοῦτο ἐγὼ θύω τῷ Θεῷ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικὰ, καὶ πᾶν πρωτότοκον υἱῶν μου λυτρώσομαι.» Καταπαίοντι δὲ τῷ Θεῷ τοὺς ἐχθροὺς, καὶ παραδόξως ἡμᾶς τῆς τοῦ διαβόλου τυραννίδος ἐξέλκοντι, ἀπονίζοντι δὲ τῶν πάλαι πταισμάτων ἀγαθοῖς καὶ ἡμεροτάτοις νάμασιν, ἑαυτοὺς ὀφείλομεν, ἀγαπητοὶ, ἰσοστάθμοις δωροφορίαις ἀντιτιμῶντες τὸν εὐεργέτην. Φέρε δὴ οὖν, προλαμπούσης ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως, καὶ τοῖς ἐξ ἔργων ἀνδραγαθήμασι τὸν ἑαυτῶν Σωτῆρα καταγεραίρωμεν, ἐκπρεπὲς ἀνάθημα καὶ θυσίαν ὄντως πνευματικὴν τὸ χρῆμα ποιούμενοι.» Γέγραπται γὰρ, ὅτι «Παραστήσετε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» δʹ. Οὐκοῦν ἔν γε τῷ παρόντι μάλιστα καιρῷ τὴν ἀσιτίαν ἐπιτηδεύοντες, καὶ χαλινὸν ὥσπερ τινὰ τὴν νηστείαν ἐπάγοντες, σύνδρομον αὐτῇ τὸν ἐπιεικῆ καὶ νηφάλιον ποιώμεθα τρόπον. Ἐξαρκέσει μὲν γὰρ οὐδαμῶς εἰς κατόρθωσιν ἀρετῆς μόνη καὶ καθ᾽ ἑαυτὴν ἡ νηστεία· συγκατεζευγμένης δὲ ὥσπερ καὶ συνιούσης αὐτῇ τῆς ἐξ ἔργων ἀγαθῶν εὐωδίας, εὐπαράδεκτος ἔσται τῷ Θεῷ, καὶ παντὸς ἐπαίνου μεστή.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις, τοῖς ἐκ τοῦ συνειδότος ἐλέγχοις καταπτοούμενος· Τί οὖν ὅτι προκατέστιγμαι ταῖς ἁμαρτίαις, καὶ δυσαπόνιπτον ἔχω τῶν πταισμάτων τὸν ῥύπον; τίσιν οὖν ἄρα κεχρήσομαι λόγοις πρὸς τὸν τῶν ὅλων κριτήν; ἢ ποῖος ἡμῶν ἀποσκευάσει τρόπος τὴν ἐπὶ τούτοις ἀράν; Δυσδιάφυκτος ἡ δίκη· πάντα εἰδὼς γὰρ καὶ ἀπαραλόγιστος ὁ κριτής. Ἀντακούσεται δὴ ὁ τοιοῦτος· Τὴν μὲν τοῖς φιλαμαρτήμοσιν ἐπηρτημένην ἀρὰν, καλοῖς, ὦ οὗτος, προαναθρήσας ὄμμασι, καταπέφρικας εἰκότως. Ἀλλά σε τῶν ἐπὶ τούτοις δειμάτων ἀπαλλαττέτω γράφων ὁ Παῦλος· «Ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ἡμῶν, ἐν αἷς ποτε περιεπατήσαμεν κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθίας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν· καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς λοιποί. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησε τῷ Χριστῷ.» Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, «Οὕτω γὰρ ἠγάπησεν τὸν κόσμον ὁ Θεὸς καὶ Πατὴρ, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.»

Θεὸς γὰρ ὢν καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Λόγος, καὶ ἄῤῥητον ἐκ Πατρὸς τὴν γέννησιν, ἰσοσθενής τε καὶ ἰσουργὸς τῷ φύσαντι, εἰκὼν καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, κεκένωκεν ἑαυτὸν, καθεὶς εἰς ἀνθρώπου μέτρον· καὶ φύσιν οὐκ ἀτιμάσας τὴν οὕτω πεπατημένην, ἵνα ἡμᾶς ἁμαρτίας ἐξέληται· καὶ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἀπαλλάξας, ὡς Θεὸς, θανάτου καὶ φθορᾶς ἀποφήνῃ κρείττονας.

Ταύτης ἕνεκα τῆς αἰτίας γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, γέγονεν ὑπὸ νόμου ὁ ὑπὲρ νόμον ὡς Θεός· κεχρημάτικε δοῦλος ὁ καὶ αὐταῖς ἀνωτάτω δυνάμεσιν ἐποχούμενος, καὶ διὰ φωνῆς τῶν ἁγίων Σεραφὶμ Κύριος Σαβαὼθ ὑμνούμενος. Ἆρ᾽ οὖν ἐπείπερ γέγονεν ἄνθρωπος, ἀγνοήσομεν τὸν Δεσπότην; οὐκ ἐπιγνωσόμεθα τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον; οὐ προσκυνήσομεν τὸν Ἐμμανουήλ; Ἄπαγε ταύτης τῆς ἀτοπίας! Οἱ μὲν γὰρ οὕτω φρονεῖν ἐξ ἀμαθίας τετολμηκότες, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι, ἀκούσονται τοῦ προφήτου λέγοντος· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ φλογὶ, ᾗ ἐξεκαύσατε.» Ἐποιμώξει δὲ αὐτοῖς καὶ ἡ Σοφία λέγουσα· «Ὢ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους.» Ἡμεῖς δὲ παρέντες τροχιὰν τὴν διεστραμμένην, τὴν ἐπ᾽ εὐθὺ βαδιούμεθα, ταῖς θεοπνεύστοις ἑπόμενοι Γραφαῖς· καίτοι δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γενόμενον ἄνθρωπον, οὐχ ὡς ἐν ἀνθρώπῳ γεγονότα προσκυνήσωμεν, ἀλλ᾽ ὡς αὐτοκαταφύσιν γενόμενον ἄνθρωπον.

Ὡς γὰρ ὁ μακάριος Ἰωάννης φησὶ, καὶ ὡς αὐτὴ τῶν πραγμάτων μεμαρτύρηκεν ἡ φύσις, «Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Γέγονε δέ φαμεν σάρκα τὸν Λόγον, καὶ οὐκ εἰς τὴν τῆς σαρκὸς φύσιν μετακεχωρηκέναι. Τροπὴ γὰρ τοῦτό γε, καὶ θεοπρεποῦς ἀξίας ἀλλότριον. Ἀλλ᾽ ὅτι γεγένηται μὲν ἐκ γυναικὸς, καὶ γέγονε καθ᾽ ἡμᾶς τέλειος ἄνθρωπος, ὅλῃ τῇ φύσει συγκεκραμένος, καθ᾽ ἕνωσιν δέ φημι τὴν ὑπὲρ νοῦν καὶ λόγον. Κεχρημάτικέ τε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, συνείρων δι᾽ ἑαυτοῦ τὰ τῆς ἀλλήλων ὁμογενείας φυσικοῖς εἰργόμενα λόγοις. Ἐξῆπτε μὲν γὰρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὡς Θεός. Ἐπελάβετο δὲ καὶ ἡμῶν, καθὸ γέγονεν ἄνθρωπος· ἀλλ᾽ οὐκ ἂν ἀπολισθήσειε τοῦ εἶναι Θεὸς, διὰ τὸ ἀνθρώπινον· ἀλλ᾽ ἔστι καὶ οὕτω Θεὸς, οὐ παραχωρούσης τὸ νικᾷν τῇ σαρκὶ τῆς ὑπὲρ πάντα θεότητος, ἀνακομιζούσης δὲ μᾶλλον εἰς ἰδίαν δόξαν τὸ προσληφθέν. Τοιγάρτοι καὶ ὁ σοφὸς Ἰωάννης, καίτοι γεννηθέντα διὰ γυναικὸς ἐπιστάμενος, οὐ κάτωθεν αὐτὸν, οὐδὲ ἐκ γῆς, ἄνωθεν δὲ μᾶλλον ἀφῖχθαί φησιν· «Ὁ γὰρ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστὶν,» ἀνακεκράγει σαφῶς. Διαῤῥίπτοντες τοίνυν ὡς ποῤῥωτάτω τὰ γραώδη τῶν ἀπίστων καὶ ψυχρὰ μυθάρια, τὸν ἑαυτῶν Δεσπότην ἐπιγνωσώμεθα, καὶ εἰ γέγονεν ἄνθρωπος.

Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, τὸ τῆς εὐσεβείας ἠγνοηκότες μυστήριον, ἀνθ᾽ ὅτου διώκουσι καὶ λελυττήκασιν ἀκρατῶς, ἐρομένου Χριστοῦ, ἀμαθαίνοντες ἔφασκον· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Διακεισώμεθα δὲ οὐχ οὕτως ἡμεῖς. Οὐ γὰρ ἄνθρωπος ὢν εἰς τὴν τῆς θεότητος ἀναπεφοίτηκε δόξαν, ἀλλὰ Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος. Ποῦ γὰρ ἔτι κεκένωκεν ἑαυτὸν, κατὰ τὰς Γραφάς; Θεὸς οὖν ἄρα ὑπάρχων γέγονεν ἄνθρωπος· τεθεοποίηται γὰρ οὐδαμῶς ἄνθρωπος ὤν. Διὰ τοῦτό ἐστι καὶ προσκυνεῖσθαι πρέπων, καὶ εἰ νοοῖτο μετὰ σαρκός. Ὁ μὲν γὰρ μακάριος ἔψαλλε Δαβίδ· «Ὁ Θεὸς ἐμφανῶς ἥξει· ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Ὁ δὲ θεσπέσιος Θωμᾶς ψηλαφήσας τοὺς τύπους τῶν ἥλων, καὶ λοιπὸν ἐπιγνοὺς ὡς Θεὸν, προσεκύνει λέγων· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Καὶ τὸ Θεῖόν ἐστιν ἀναφὲς καὶ ἀόρατον· ἀλλ᾽ ἐπεδήμησεν ἐμφανῶς, ὡς οὐχ ἕτερος ὢν ὁ Λόγος παρὰ τὴν ἑαυτοῦ σάρκα καὶ τὸν ἐκ Παρθένου ναὸν, ἀλλ᾽ ὡς ἓν σὺν αὐτῇ νοούμενος· καθ᾽ ἕνωσιν δὲ δηλονότι, καθ᾽ ἣν καὶ λέγεται γεγονέναι σάρξ. Τοῦτον ἠτίμησαν οἱ τάλανες Ἰουδαῖοι, καίτοι λέγοντα σαφῶς· «Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον·» καὶ, «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·» καὶ, «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.»

Ἀλλ᾽ οὐδὲν τῶν τοιούτων ὑπολογισάμενοι, θυμῷ δὲ καὶ φθόνῳ τὸ νικᾷν ἐπι[σ]τρέψαντες, τελευτῶντες ἐσταύρωσαν. Πλὴν ἐπ᾽ ἀνηνύτοις τολμήμασιν ἁλοῦσιν αὐτοῖς, ἐπηρᾶτο λέγων ὁ Ψαλμῳδός· «Κύριε, ἐν ὀργῇ σου συνταράξεις αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ· τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.

Ὅτι ἔκλιναν εἰς σὲ κακά· διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆναι.» Οὐ γὰρ ἦν ἐφικτὸν τοῖς τοῦ θανάτου δεσμοῖς ἐνέχεσθαι τὴν ζωήν. Ἐγήγερται γὰρ ἐκ νεκρῶν, σκυλεύσας τὸν ᾅδην, καὶ εἰρηκὼς «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Ὁδοποιήσας δὲ τῇ ἀνθρώπου φύσει τὸ παλινδρομεῖν εἰς ζωὴν, ἐμφανῆ τε ἑαυτὸν καταστήσας τοῖς ἁγίοις μαθηταῖς, καὶ τῆς οἰκουμένης αὐτοὺς καταστήσας μυσταγωγοὺς, καὶ βαπτίζειν ἐπιτάξας εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἀνέβη πρὸς τὸν Πατέρα, πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ τοῖς ἄνω φαινομένοις πνεύμασιν, ἵνα βάσιμον καὶ ἡμῖν αὐτοῖς καταστήσῃ τὸν οὐρανόν. Καὶ γοῦν ἔφασκε τοῖς ἁγίοις μαθηταῖς· «Πορεύσομαι, καὶ ἑτοιμάσω ὑμῖν τόπον· καὶ πάλιν ἥξω, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν· ἵνα ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὑμεῖς μετ᾽ ἐμοῦ ἦτε.» Ἐπ᾽ οὖν τούτοις ἅπασιν ἑορτάζοντες, ἀναγκαίως ἁγνιζώμεθα πόνοις, καὶ ταῖς ἀσιτίαις κατανεκροῦντες τὴν σάρκα, μᾶλλον δὲ τὴν ἐν τῇ σαρκὶ καὶ ἐκ σαρκὸς ἡδονήν· ἵνα καθαροὶ καθαρῶς τῷ ἁγίῳ Θεῷ συναπτόμενοι διὰ μεσίτου Χριστοῦ, καὶ τῆς τῶν ἁγίων λαμπρότητος ἀξίους ὄντας ἑαυτοὺς ἀποφήνωμεν.

Προστιθέντες δὲ τῇ νηστείᾳ καὶ τὰ ἐκ πράξεων ἀγαθῶν αὐχήματα, κατελεήσωμεν χήρας, ὀρφανοὺς ἐπισκεψώμεθα, διαθρύψωμεν πεινῶντι τὸν ἄρτον, ἀμφιέσωμεν τὸν γυμνὸν, τοὺς ἐν δεσμοῖς ἐπισκεψώμεθα, πτωχοὺς ἀστέγους εἰσαγάγωμεν εἰς τὸν οἶκον, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπιτηδεύσωμεν ἀρετῆς. Τότε γὰρ, τότε νηστεύσωμεν καθαρῶς· ἀρχόμενοι τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρισκαιδεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες δὲ καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, κατὰ τὴν τοῦ θείου νόμου διάταξιν. Οὕτω γὰρ ὀρθοῖς καὶ ἀγαθοῖς ἔργοις κοσμούμενοι, τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομήσομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.