Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή ΙΗ΄

Η αναγκαιότητα της εγκράτειας με παραδείγματα νηστείας από την Παλαιά Διαθήκη, όπως του Δαβίδ, των Τριών Παίδων και του Σαμουήλ. Χριστολογική ερμηνεία των σημείων της Εξόδου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 17 από 29

ΛΟΓΟΣ ΙΗʹ. Προθεωρίᾳ. Ἡ μὲν ὑπόθεσις, ἐφ᾽ ᾖ καὶ νῦν τὴν ἐνθάδε συνοδίαν πεποιήμεθα, λαμπρὰ καὶ πολύευκτος. Δεῖ δὲ, οἷμαι, φιλοτίμων αὐτῇ λόγων, καὶ γλώττης ἐχούσης δεξιῶς, εἴς γε τὸ δύνασθαι διαρθροῦν καὶ τὰ ὑπὲρ λόγον, Ἐγὼ δὲ πρὸς τοῦτο καίτοι λίαν ἀνικάνως ἔχων, ἥκω πάλιν εἰ ὑμᾶς, ἐρῶν τὰ ἐξ ἀγαθῶν ἐννοιῶν εὑρήματα. Συγγνώμονας δὲ τοὺς ἀκροωμένους γενέσθαι πρέπει. Ἔστι γὰρ ἡμῖν οὐκ ἐπίδειξις εὐγλωττίας τὸ χρῆμά ποθεν, ἀλλ᾽ εἰσήγησις ἀναγκαία, καὶ τῷ τῆς ἁγίας ἡμῶν ἐορτῆς πρέπουσα καιρῷ.

αʹ. Ἀναλάμπει πάλιν τῆς ἁγίας ἑορτῆς ἡμῶν ὁ καιρός. Ἡμᾶς δὲ ἀνάγκη διαμεμνῆσθαι λέγοντος τοῦ πάντων κρατοῦντος Θεοῦ· «Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.» Ἐπιμαρτυρώμεθα τοίνυν, ἑστηκέναι λέγοντες τὸν καιρὸν, καθ᾽ ὃν προσῆκεν ἡμᾶς ταῖς ἁγίοις πρεπούσαις ἐπιεικείαις εὖ μάλα κατασεμνύνεσθαι, καὶ τῆς εὐαγγελικῆς πολιτείας καταπλουτεῖν τὰ αὐχήματα. Δεῖ δὲ, οἶμαι, τοὺς τῶν καλλίστων εἰσηγητὰς ἡγεῖσθαι σεπτούς. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ προφήτης, λέγων· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!» Καὶ οὐ δήπου πάντως τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα, καὶ ὅσα τοῖς γηΐνοις ἡμῶν σώμασιν εἰς τρυφὰς ὑπηρετεῖ, ἐκεῖνα δὲ μᾶλλον, ἃ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν κατώρθωται χάριτος, καὶ τρισμακαρίους ἀποφαίνει τοὺς εἰληφότας, καὶ παθῶν ἀμείνους ψυχικῶν τε ἅμα καὶ σωματικῶν ὁρᾶσθαι ποιεῖ. «Αἱρετώτερον γὰρ ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,» καθά φησιν ὁ Σολομών. Τοῖς μὲν οὖν ἐπιεικέσιν οὐδεὶς ἂν γένοιτο καιρὸς, καθ᾽ ὃν οὐ προσῆκεν αὐτοὺς ὁρᾶσθαι τοιούτους.

Εἰ δὲ δὴ προκέοιτο καὶ τὸ δεῖν ἐθελοντὰς τοὺς ὑπέρ γε τῆς ἀρετῆς ἱδρῶτας ὑπενεγκεῖν, τότε δὴ, τότε πέρα μὲν ὄκνου παντὸς τὴν διάνοιαν στήσαντες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων εὖ μάλα διᾴττοντες, τρυφὴν ἡγοῦνται τοὺς πόνους, τῇ τῶν ἐσομένων ἀγαθὼν ἐλπίδι πρὸς εὐθυμίαν τρεφόμενοι.

Γηπόνοι μὲν γὰρ εἴπερ τινὲς εἶεν τληπαθεῖς τε καὶ φιλεργέστατοι, καιροῦ παραθήγοντος ἐπὶ τὸ χρῆναι ἀροῦν τὴν γῆν, καὶ μὴν καὶ τὰς τῶν σπερμάτων ποιεῖσθαι καταβολὰς, καίτοι πλείστου τε ὅσου καὶ μακροῦ παρεισβάλλοντος πόνου τῆς τῶν ἀγρῶν εὐκαρπίας, παρ᾽ οὐδὲν τὸ χρῆμα ποιεῖσθαι σπουδάζωσι, καὶ μάλα εὐφρόνως. Ὑπάγει μὲν γὰρ τῇ ζεύγλῃ τὸν βοῦν, ἀλλ᾽ ὁρᾷ τοῖς ἀστάχυσι κομῶσαν τὴν ἄρουραν. Καὶ ἐνίησι μὲν τῇ βώλῳ τὸν κόκκον, ἐπιγάννυται δὲ τοῖς ἀμῶσι, καὶ τοῖς τῆς ἐλπίδος ὄμμασι πίπτον ἤδη σιδήρῳ θαυμάζει τὸ λήϊον, καὶ πλήρη τὴν ἅλω φαντάζεται. Ὅ γε μὴν ἑτοίμως ναυτίλλεσθαι πεφυκὼς, καὶ τεχνίτης τὰ ἐμπορικὰ, εἰ δὴ θεάσαιτο τοῖς ἠρινοῖς πνεύμασι γελῶσαν τὴν θάλασσαν, οὐκ ἀνέχεται μελλησμῶν· θαρσεῖ τὸν ἀπόπλουν, καὶ οὐκ ἠγνόηκε μὲν ὅτι κυμάτων ἀνέξεται, καὶ τῆς τῶν πνευμάτων ἀγρίας ἐμβολῆς ἔσθ᾽ ὅτε. Δέδιε δὲ ταυτὶ κατ᾽ οὐδένα τρόπον, κερδῶν ἕνεκα καὶ πλεονασμῶν.

Εἶναι δέ φημι τῶν ἄγαν αἰσχρῶν, τοὺς μὲν ἐπὶ πράγμασι φθαρτοῖς καὶ γηΐνοις παντὸς μὲν ἱδρῶτος βούλεσθαι κατευμεγεθεῖν, ἡμᾶς δὲ τὰ θεῖα καὶ ὑπὲρ νοῦν κερδαίνοντας, μὴ οὐχὶ τροφῆς ἡγεῖσθαι καιρὸν, τὸν πρὸ τῆς ἁγίας ἡμῶν ἑορτῆς· ἣ σιτίων μὲν καὶ ποτῶν ἐξίστησι περιττῶν, ἐμπίπλησι δὲ χαρισμάτων πνευματικῶν. Οὐκοῦν εἰς ἀνδρίαν ἡμᾶς παραθήγοντος τοῦ καιροῦ, μαλακιζέσθω μηδεὶς, ἴτω δὲ μᾶλλον ἑτοίμως ἐφ᾽ ὅπερ ἂν ἕλοιτο Θεός. Οἶμαι δὲ δεῖν ἐκεῖνο πάλιν εἰπεῖν, τὸ διὰ φωνῆς Ἱερεμίου· «Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας, προσαγάγετε εἰς πόλεμον, ἐπεισάξατε τοὺς ἵππους, ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν, προβάλλετε τὰ δόρατα, καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν.» Χρὴ γὰρ ἡμᾶς ἀντανίστασθαι φιλεῖν, καὶ μάλα νεανικῶς, ταῖς εἰς φαυλότητα καλούσαις ἡδοναῖς, καὶ ταῖς τοῦ πνεύματος παντευχίαις ἐνηρμοσμένους καταστρατεύεσθαι τῶν παθῶν. Ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις.» Ἀλλὰ κρατούσης μὲν τῆς σαρκὸς, αἰσχρός τε καὶ ἀσελγὴς ὁ νενικημένος, καὶ βορβόρου παντὸς μιαρώτερος· ἡττωμένης δὲ καὶ παραχωρούσης τῷ πνεύματι, λαμπροί τε καὶ ἀξιέραστοι τοῖς νικῶσιν οἱ στέφανοι· ἔσονται γὰρ εὐθὺς μώμου τε ἀμείνους, καὶ φαυλότητος ἀπωτάτω, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασι διαπρέποντες.

Δεῖ δὲ, οἶμαι, παντὶ σθένει χρωμένους, ἀπαλλάττεσθαι μὲν ἀεὶ τοῦ κακοῦν εἰωθότος, καὶ ἀποσπουδάζειν τὰ πονηρὰ, μεταποιεῖσθαι δὲ μᾶλλον τῶν τεθαυμασμένων. Τὴν μὲν γὰρ τοῦ σώματος εὐρωστίαν, ὡς ἔστι τριπόθητος ἀντερεῖν οἶμαι παντελῶς οὐδένα. Κἂν εἰ γένοιτό τις τοῦ νοσεῖν ἀφορμὴ, μετάπεμπτον εὐθὺς ποιεῖσθαι σπουδάζομεν τὸν ἀπαλλάττειν εἰδότα, καὶ ταῖς τοῦ πάθους ἐπιβουλαῖς ἀντανιστάντα σοφῶς τὰ ἀπὸ τῆς τέχνης. Καὶ ταῖς εἰς γαστέρα τρυφαῖς ἐῤῥῶσθαι φράσαντες τὰς τῆς νόσου πηγὰς, οἱονεί πως ἐμφράττομεν, καὶ αὐτοῦ κατόπιν ἐρχόμενοι κόρου, καὶ ταῖς ὀλιγοσιτίαις τὸ λυποῦν ἀνακόπτοντες. Καὶ ὧδε μὲν ἡμῖν ἐσπούδασται τὰ περὶ τὴν σάρκα. Εἰ δὲ δὴ τὸ ἀσυγκρίτως ἄμεινον ὁρῷτο νοσοῦν, τουτέστι ψυχὴ, εἶτα τῆς ἐπανορθώσεως ζητοῖτο τρόπος, δρῷτο δὲ οὐχ ἑτέρως, πλὴν ὅτι δι᾽ ἐγκρατείας· πῶς οὐκ ἄσμενοι παραδεξόμεθα τὴν νηστείαν, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς, καὶ τοῦ νοσεῖν ἐν ἀμείνοσι τὸ ἐῤῥῶσθαι πεποιήμεθα; Οὐκοῦν καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καθὰ γέγραπται· μεμνημένοι μὲν Θεοῦ λέγοντος διὰ φωνῆς προφητῶν· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι·» ἑνὸς δὲ τῶν ἁγίων μαθητῶν· «Ἀδελφοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.»

Τεθαύμασται μὲν οὖν, καὶ τοῦ παντὸς ἄξιον εἶναι λελόγισται τὸ ἑλέσθαι παθεῖν καὶ αὐτὸν εἰ τύχοι τὸν θάνατον, ἀμελ[λ]ητὶ κινδυνεύοντας πρός τε παίδων καὶ γυναικῶν. Κἂν εἴ πού τινες τῶν εἰωθότων καταδῃοῦν ἢ χώρας ἢ πόλεις, ἀγροῖς τε διαλυμαίνοιντο, καὶ τὰς τοῦ βίου περικόπτοιεν ἀφορμὰς, οὐ πρὸς εὐκλείας ἔσται τοῖς παθοῦσι τὸ ἠρεμεῖν· ἄμεινον δὲ μᾶλλον τὸ ἀντιφέρεσθαι τοῖς κακοῖς, καὶ τοῦ ζῇν ἀθλίως προτεθεικότας ὁρᾶσθαι τὸ πίπτειν μετ᾽ εὐανδρίας. Ὅτε τοίνυν ταῦτά τε ἡμῖν οὕτως ἔχει, καὶ οὐκ ἂν, οἶμαι, τὶς τοῖς εἰρημένοις διαμωμήσαιτο, πῶς οὐκ ἂν γένοιτο τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ ὑπεραθλῆσαι ψυχῆς, μονονουχὶ καταδῃούσης αὐτὴν τῆς σαρκὸς, ὑπεραθλήσομεν δὲ διὰ πόνων, τὸ τῆς σαρκὸς φρόνημα περιτρέποντες, εἰς τὸ ὑποκεῖσθαι δεῖν τῇ θελήσει τοῦ Πνεύματος; Βαδιούμεθα γὰρ οὕτω κατ᾽ εὐθὺ τοῦ πρέποντος τὴν εἰς πᾶν ὁτιοῦν τῶν εὐκλεεστάτων διᾴττοντες τρίβον, καὶ τῆς [εἰς] αἰῶνα ζωῆς κατακτώμενοι τὴν ἐλπίδα. Πάροικοι μὲν γὰρ καὶ παρεπίδημοι πάντες ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ· καὶ βραχὺς μὲν κομιδῇ τῆς μετὰ σώματος ζωῆς ὁ χρόνος, μακρὸς δὲ καὶ ἀτελεύτητος ὁ μετὰ τοῦτόν ἐστι.

Χρὴ τοίνυν ἡμᾶς τῶν προσκαίρων τῶν νῦν ἀποστήσαντας, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν τὴν μέθεξιν ὡς ἀκλεᾶ τε καὶ βέβηλον εὖ μάλα παρωθουμένους, διψῇν τὰ ἐσόμενα, καὶ τοῦ παντὸς ἀξιοῦν λόγου τε καὶ θαύματος τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα παρὰ Θεοῦ. «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Τίς οὖν ἄρα ἐστὶν ὁ τρόπος τῆς εὐδοκιμήσεως τῶν ἠγαπηκότων αὐτὸν, φέρε λέγωμεν ὡς ἔνι, πρόκλησιν ὥσπερ τινὰ ταῖς εἰς τὸ ἀγαθὸν ὑμῶν προθυμίαις τὸ χρῆμα ποιούμενοι.

βʹ. Οὐκοῦν ὁ θεσπέσιος Δαβὶδ, καίτοι τοὺς τῆς βασιλείας διέπων θάκους, ἀναριθμήτῳ τε πληθύϊ τῶν ὑπὸ χεῖρα περιχεόμενος, οὐκ ἀσύνηθες ἐχόντων τὸ εὐδοκιμεῖν ἐν μάχαις, εἰ δήπου τινες τῶν ὁμόρων ἐθνῶν τοῖς Ἰουδαίοις ἐπεσάλευον τοῦ πολέμου τὴν ἔφοδον, ἐν ὅπλοις μὲν εἶναι τὸ μάχιμον γένος διεκελεύετο, καὶ τὰς τῶν ἀντιπάλων εἰσδέχεσθαι προσβολὰς, ἐπικουρίαις γε μὴν ταῖς ἄνωθεν ὁμοῦ τοῖς ἄλλοις ἑαυτὸν περιφράττων, ἐκτενεστάτας ἐποιεῖτο τὰς λιτὰς, καὶ τὸν τῶν Δυνάμεων ἐλιπάρει Κύριον συνασπίσαι τε αὐτῷ, καὶ κατανεῦσαι κρατεῖν, καὶ τῆς τῶν πολεμούντων σκαιότητος ἀποφῆναι κρείττονα.

Ἐκβέβηκε δὲ οὐκ ἀπὸ σκοποῦ τὰ τῆς ἐλπίδος αὐτῷ, καὶ δὴ καὶ ἀκούσῃ λέγοντος· «Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείαις τὴν ψυχήν μου· καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.» Ἀκούεις ὅτι νενήστευκε καὶ ἠμπέσχετο σάκκον, τουτέστι πενθοῦντι προσεοικὼς διετέλει, κατηφὴς δηλονότι καὶ δεδακρυμένος· οὐχ ἁβροδίαιτος καὶ φιλόγελως, καὶ κεχυμένος εἰς τρυφὴν, ἀλλὰ τῷ τῆς ἀσιτίας πόνῳ κατηχθισμένος. Τίς οὖν ὁ καρπός; ἢ ποία τυχὸν ἐντεῦθεν ἡ ὄνησις; Αὐτοῦ λέγοντος ἀρτίως ἠκούσαμεν· «Ἡ προσευχή μου εἰς τὸν κόλπον μου ἀποστραφήσεται.» Οἱ μὲν γὰρ δῶρα διδόντες τισὶ, καὶ τῆς ἐνούσης αὐτοῖς μεγαλοψυχίας ποιούμενοι τὴν ἐπίδειξιν, εἰς κόλπον ἐντίθενται, μικρὰ τὰ χειρῶν ἀποφαίνοντες πλάτη. Ὁ δέ γε τῶν ὅλων Θεὸς, ὅτε πλουσίοις νεύμασι κατευφραίνει τινὰς, κατὰ τὸν ἴσον τρόπον ἐκείνοις, οἷον εἰς κόλπον δίδωσι τῇ τῶν δωρεῶν ἀμφιλαφείᾳ τοῦ παρακαλοῦντος λαβεῖν νικῶν τὴν ἐλπίδα. Οὐκοῦν νενήστευκεν ὁ Δαβὶδ, ὃν δὴ καὶ παντὸς ἀξιοῦν ἐπαίνου, μᾶλλον δὲ ἤδη καὶ θαύματος, ἄριστόν τε καὶ σοφὸν, ὁ τὸν τῆς βασιλείας στέφανον αὐχήσας ἑλεῖν, ὁ τρυφαῖς καὶ πλούτῳ κομῶν, ἐν πένθει καὶ ἐν ἀσιτίαις ἦν, ἵνα τῆς ἄνωθεν εὐμενείας ἔχοι τὴν μέθεξιν. Ἐκράτει γοῦν τῶν ἐχθρῶν, ἐνίκα μαχόμενος· λαμπρὸς καὶ ἀξιοζήλωτος παρὰ πᾶσιν ὤν.

Εἰ δὲ δή τις βούλοιτο πρὸς τοῦτο κἀκείνους ἰδεῖν τοὺς τρεῖς νεανίας, Ἀνανίαν φημὶ, καὶ Ἀζαρίαν, καὶ Μισαὴλ, ὀνησιφόρον εὑρήσει πανταχῆ τὴν ἐγκράτειαν· γεγόνασι μὲν γὰρ Ἰουδαῖοι τὸ γένος.

Ἐπειδὴ δὲ εἰλήφασι τὴν Ἱερουσαλὴμ οἱ τὰ Περσῶν ἰθύνοντες κράτη, καὶ ὁμοῦ τοῖς ἄλλοις ἀπεκόμιζον εἰς αἰχμαλωσίαν αὐτοὺς, μοῖρα μὲν ἦσαν, καὶ κλῆρος ὥσπερ ἐξαίρετος ταῖς βασιλέως αὐλαῖς. Ἐπειδὴ δὲ τὰ Περσῶν ἀεί ἐστιν ἐν φιλοκομπίαις ἐτρέφετο τῷ παρ᾽ αὐτοῖς βασιλεῖ τῶν αἰχμαλώτων, πᾶν ὅσον ἀπόλεκτον ἦν, ὥρᾳ τε σωμάτων καὶ μέντοι ταῖς ἡλικίαις τῶν ἄλλων διενεγκόν. Καὶ δὴ καὶ κρεῶν αὐτοῖς ἀμφιλαφεστάτη λίαν παρέκειτο μέθεξις, ὡς ἂν εὔσαρκοί τε εἶεν ἀεὶ, καὶ πολὺ ἐπίχαρι τοῖς προσώποις ἐπηνθηκὸς τοῖς ὁρῶσι καταδεικνύντες, ταῖς βασιλέως εὐκλείαις οὐκ ἀσυντελῆ ποιοῖντο τὴν παράστασιν. Τί οὖ ἄρα πρὸς τούτοις ἔδρων τὰ εὐγενῆ μειράκια; περιεφρόνουν τραπέζης Συβαριτικῆς, καὶ τῆς περιέργου καρυκείας ὀλίγα πεφροντικότες, ὡς ἁπάσης αὐτοῖς κοσμιότητος μητέρα καὶ τροφὸν ἠσπάζοντο τὴν νηστείαν, καὶ τρυφὴν ἡγοῦντο τοὺς πόνους. Καὶ τί δὴ τὸ ἐντεῦθεν; Ἐθαυμάζοντο παρ᾽ ἐχθροῖς. Ἐκράτουν ἐπιβουλευόμενοι, καὶ ἀμείνους ἦσαν τῶν παρ᾽ ἐκείνοις λαμπρῶν, εὐμενῆ καὶ ἐπόπτην τὸν τῶν ὅλων ἔχοντες Θεόν. Κατηγωνίζοντο φλόγα, καὶ πυρὸς ἀκμῆς ἐπέκεινα γεγονότες, ταῖς ἄνω δυνάμεσι συνεχόρευον, καὶ παιδευταὶ γεγόνασι τοῖς ὑπ᾽ οὐρανὸν, ὅλην ἀναπείθοντες ὥσπερ τὴν κτίσιν στεφανοῦν τὸν κτίσαντα ταῖς αὐτῷ πρεπούσαις δοξολογίαις.

Οὐκοῦν εἴπερ ἕλοιτό τις τῆς τῶν ἁγίων ἐπιεικείας ἀπομιμεῖσθαι τὸ κάλλος, τῶν ἴσων που πάντως τεύξεται γερῶν. Περιέσται μὲν γὰρ ἀμοχθεὶ τῶν ἀνθεστηκότων, καὶ τῆς τῶν ἐχθρῶν σκαιότητος κρατήσει ῥᾳδίως, κἂν εἰ πυρὸς δίκην, καὶ οἷά τινες φλόγες ἐμπίπτωσιν εἰς νοῦν αἱ πρὸς τὰ αἰσχίω καλοῦσαι τῶν ἡδονῶν, κατευμεγεθήσει καὶ αὐτῶν, ἐνισχύοντος Θεοῦ. Ἄγγελος μὲν γὰρ τοῖς ἀμφὶ τὸν Ἀνανίαν συνεισβεβληκὼς εἰς τὴν κάμινον τοῦ πυρὸς καθημέρου τὴν φλόγα, καὶ τῶν ἀνθρωπίνων σωμάτων ἡττᾶσθαι τὸ πῦρ παραδόξως ἀνέπειθεν. Ἡμῖν δὲ εἰς νοῦν καὶ καρδίαν γεγονὼς ὁ Χριστὸς διὰ τοῦ ἁγίου Πνεύματος, κατευνάσει πάντως τῶν ἀτόπων ἐπιθυμιῶν τὴν ἀτίθασσον φλόγα, καὶ τῆς τῶν δαιμονίων ἐπιβουλῆς ἀποφήνας κρείττονας, οὐρανοῦ πολίτας ἐργάσεται, καὶ ἁπάσης ἡμῖν ἀρετῆς κατευρύνει τρίβον. Ὅτι γὰρ νηστείας ὀψώνιον, καὶ ἀγαθῶν ἱδρώτων καρπὸν εὑρήσομεν τὸ εὐοδοῦσθαι παρὰ Θεοῦ, σαφηνιεῖ πάντα τὸ Γράμμα τὸ ἱερόν. Γέγραπται γὰρ οὕτως ἐν τῷ Ἔσδρᾳ· «Καὶ ἠρξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρ᾽ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς σὺν ἡμῖν τέκνοις ἡμῶν, καὶ κτήνεσιν. Ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππέας, καὶ προπομπὴν, ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν.

Εἴπομεν γὰρ τῷ βασιλεῖ, ὅτι ἰσχὺς Κυρίου μεθ᾽ ἡμῶν ἔσται, μετὰ τῶν ἐπιζητούντων αὐτὸν, εἰς πᾶσαν ἐπανόρθωσιν. Καὶ πάλιν ἐδεήθημεν τοῦ Κυρίου ἡμῶν κατὰ ταῦτα, καὶ εὐϊλάτου ἐτύχομεν.» Συνίης ὅπως εὐοδίαν αὐτῶν καὶ νεῦμα τὸ ἄνωθεν, καὶ τὴν ἄθραυστον ἐπικουρίαν τοῦ σώζειν ἰσχύοντος νενηστευκέναι φησὶν, εὐϊλάτου τε τυχεῖν τοῦ πάντα εὐκόλως κατορθοῦντος Θεοῦ, καὶ πλουσίᾳ χειρὶ διανέμοντος τοῖς αἰτοῦσι τὰ ἀγαθά. Ῥύσεται δὴ οὖν καὶ ἡμᾶς νηστεύοντας, καὶ παντὸς ἐξελεῖται κακοῦ, βάσιμόν τε ἀποφανεῖ πάντα τρόπον ἐπιεικείας· καὶ καταψιλώσει μὲν εὐκόλως τὸ ἄναντες εἶναι δοκοῦν, ἕτοιμον δὲ καὶ λεῖον ἐργάσεται τὸ δυσπόρευτον.

γʹ. Χρῆναι δέ φημι συνεπιτηδεύεσθαι τῇ νηστείᾳ τὴν προσευχήν. Ἀγχίθυροι γὰρ ὥσπερ ἀλλήλαις αἱ ἀρεταὶ, καὶ χρειωδέστατα συνεισβάλλουσαι. Τὸ δὲ, οἶμαι, λείπεσθαι μιᾶς ἀργοτέραν εἰς ὄνησιν ἀποφαίνει τὴν ἑτέραν, καὶ μονονουχὶ χωλεύοντα τῆς ἐπιεικείας τὸν τρόπον. Προσευξόμεθα γὰρ καθαρῶς νηστεύοντες. Πλείστη δὲ ὅση τῆς πρὸς Θεὸν ἱκετείας ἡ δύναμις· καὶ ἐξ αὐτῆς τοῦτο πάλιν εἰσόμεθα τῆς θεοπνεύστου Γραφῆς. Ηὐλίζετο μὲν γὰρ κατὰ τὴν ἔρημον Ἰσραήλ· ἐπειδὴ δὲ ἀνοσίῳ φθόνῳ διακεκαυμένος τὸν νοῦν ὁ ἀπόπληκτος Ἀμαλὴκ (ἔθνος δὲ τοῦτο βάρβαρον), τὸν πολέμου νόμον ὡπλίζετο, προσέταττε δὲ ὁ θεσπέσιος Μωσῆς τῷ Ἰησοῦ λέγων· «Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατούς· καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον.» Καὶ ἦσαν μὲν ἐν ὅπλοις οἱ νεανίαι, καὶ τῶν εἰδότων τὰ τακτικὰ πολλὴ καὶ ἀλκιμωτάτη πληθὺς ταῖς τῶν πολεμίων φάλαγξιν ἀντετάττετο. Αὐτός γε μὴν ὁ θεσπέσιος Μωσῆς, γηλόφῳ προσεστηκὼς, τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτάς· καὶ ποία τις ἦν ἐντεῦθεν τοῖς μαχίμοις ὄνησις, ἐκ τῶν γεγραμμένων εἰσόμεθα· «Καὶ ἐγένετο γὰρ, φησὶν, ὅταν ἐπῆρε Μωσῆς τὰς χεῖρας, κατίσχυεν Ἰσραήλ· ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ.» Ἄθρει δὴ οὖν ὅπως ὅπλων τε ἀμείνους, καὶ φάλαγγος ἱππικῆς αἱ Μωσέως ἐγίνοντο χεῖρες· ἕως μὲν γὰρ ἀνετείνοντο πρὸς λιτὰς, δυσάντητος ἦν τοῖς ἐπιοῦσιν ὁ Ἰσραήλ· εἰ δὲ δὴ καθῆντο, καὶ ἴσχυεν Ἀμαλήκ.

Γράφει δὲ ἡμῖν ὁ θεσπέσιος Παῦλος περὶ τῶν τοῖς ἀρχαίοις συμβεβηκότων, ὅτι «Ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε.» Καὶ ἀπόχρη μὲν, ὥς γε οἶμαι, ταυτὶ πρὸς τὸ ἀποφῆναι δύνασθαι τῆς προσευχῆς τὴν ὄνησιν. Λυπεῖ δὲ οὐδὲν τὸ καὶ ἑτέρου πάλιν ἡμᾶς ἅψασθαι διηγήματος, ἀδελφὴν τοῖς εἰρημένοις ὠδίνοντος ἔννοιαν. Σεσάλευτό ποτε τῶν Ἰουδαίων ὁ νοῦς, εἰς τὸ δεῖν ἑλέσθαι λίθοις τε καὶ ξύλοις προσκυνεῖν· καὶ δὴ τὸν ἕνα καὶ φύσει παρέντες Θεὸν, ἕκαστοι τὸ δοκοῦν ἐποιοῦντο σέβας. Ἐπειδὴ δὲ ταύτης ἕνεκα τῆς αἰτίας, ἐφ᾽ ἑαυτοῖς παραθήγοντες τὸν Δεσπότην, δέδονται τῶν ὁμόρων τισὶ, καὶ δεδουλεύκασιν ἐχθροῖς, ἁλούσης αὐτοῖς τῆς χώρας· τότε δὴ μόλις ταῖς τῶν συμφορῶν ὑπερβολαῖς οὐ μετρίως περιαλγήσαντες, καὶ τῆς ἑαυτῶν ἀνοσίου βουλῆς πλείστην ὅσην ποιούμενοι τὴν καταβολὴν, καὶ τὰ αἰσχίω μεταμανθάνοντες, τὸν ἐκ μετανοίας ἐζήτουν ἔλεον, προσῄεσάν τε τῷ μακαρίῳ προφήτῃ Σαμουήλ· ἤκουον λέγοντος εὐθύς· «Ἀθροίσατε πάντα ἄνδρα Ἰσραὴλ εἰς Μασηφὰθ, καὶ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον. Καὶ συνήχθη ὁ λαὸς εἰς Μασηφὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν, καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ εἶπαν· Ἡμαρτήκαμεν τῷ Κυρίῳ. Καὶ ἐδίκασε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασηφάθ.»

Καὶ πάλιν· «Καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραὴλ, καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων.

Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ· Μὴ παρασιωπήσῃς ὑφ᾽ ἡμῶν τοῦ μὴ βοᾷν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων. Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ, καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος· καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ. Καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πρὸς τοὺς ἀλλοφύλους· καὶ συνήχθησαν, καὶ ἔπεσον ἐνώπιον Ἰσραήλ.» Ὅτι μὲν οὖν χρῆμά τί ἐστιν οὐκ ἀκερδὲς, καὶ παρά γε τοῖς ἀρτίοις τὴν φρένα τεθαυμασμένον ἡ νηστεία, συνθεούσης αὐτῇ καὶ προσευχῆς, δέδεικται σαφῶς καὶ διὰ τῶν ἥδη προειρημένων, οὐχ ἥκιστα δὲ διὰ τοῦ παροισθέντος ἡμῖν ἀρτίως διηγήματος. Ἐπῄεσαν μὲν γὰρ οἱ πάλαι νικῶντες τὸν Ἰσραὴλ, αὐτίκα δὴ μάλα καὶ ἀμοχθεὶ, τοὺς ἀντεξάγειν ἐθέλοντας αἱρήσειν ὑπειληφότες. Ἀλλ᾽ ἥττηνται καὶ πεπτώκασιν, οὐ πληθὺν εὑρόντες ἐμπειροπόλεμον, καὶ ἐν εἰδήσει τῶν τακτικῶν, οὐ πεζόμαχον ὁπλίτην, οὐ παράταξιν ἱππικὴν, ἄμαχον δὲ τὴν ἀντίστασιν ἐπικουροῦντος Θεοῦ· κατεβρόντησε γὰρ αὐτῶν δεινὸν καὶ ἐξαίσιον ὁ οὐρανὸς, καὶ οἱ μὲν πάλιν φυσῶντες μέγα συντεθραυσμένοι τοῖς δήμασιν, ἐτράποντο πρὸς φυγήν. Οἱ δὲ ἦσαν τῶν κρατούντων ἀμείνους διὰ νηστείας καὶ προσευχῆς.

δʹ. Φέρε δὴ, εἰ δοκεῖ, πολυπραγμονῶμεν ἐπὶ καιροῦ, τίς δὴ ἄρα γέγονεν αὐτοῖς τῆς θυσίας ὁ τρόπος. Εὑρήσομεν γὰρ ἐν Χριστῷ σεσωσμένους καὶ νενικηκότας, εἰ καὶ ἐν τύποις ἔτι καὶ αἰνίγμασι τὸ δρώμενον ἦν, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ὑποφαίνων ἀστείως. «Συνήχθη τοίνυν, φησὶ, ὁ λαὸς εἰς Μασηφὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν.» Εἶτα τί τοῦτό ἐστι; φαίη τις ἂν εἰκότως, ἢ ποίας ἂν ἔχοι θυσίας δύναμιν, ἢ τί πεπράχασι τῶν ἀρεσκόντων Θεῷ; Ὁ νόμος μὲν γὰρ ὁ διὰ Μωσέως βουθυτεῖν ἐκέλευε, τρυγόνας τε καὶ ἀφιεροῦν τῷ Θεῷ καὶ περιστερὰς, προστέταχε δὲ οὐδαμῶς θυσίας ποιεῖσθαι τρόπον τὸ δεῖν ὕδωρ ἐπιχέαι τῇ γῇ. Τί οὖν οἱ πάλαι δεδράκασι, καὶ σὺν αὐτοῖς ὁ προφήτης, καίτοι τῶν ἱερῶν καὶ θείων θεσπισμάτων ἀξιόκτητον ἐν ἑαυτῷ συνειλοχὼς τὴν γνῶσιν; Φαμὲν οὖν ὅτι προφήτης ὑπάρχων, ἔμπλεώ τε τὸν νοῦν τοῦ ἁγίου Πνεύματος ἔχων, ἔγνω που πάντως τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ σεπτὸν καὶ μέγα μυστήριον· διελογίζετο δὲ ὅτι σώζειν δύναται τοὺς κινδυνεύοντας καὶ αὐτὸς τῆς ἀληθείας ὁ τύπος, καταγράφων ὥσπερ ἐφ᾽ ἑαυτῷ τῆς διὰ Χριστοῦ σωτηρίας τὴν δύναμιν. Πῶς οὖν ἄρα τὸ ἀληθὲς ὡς ἐν σκιαῖς διεπράττετο, φέρε λέγωμεν ὡς ἔνι.

Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καθίκετο μὲν οὖν εἰς ἑκούσιον κένωσιν, γέγονε δὲ καθ᾽ ἡμᾶς, τουτέστιν, ἄνθρωπος, οὐ τροπὴν ὑπομείνας τὴν ἀπό γε τῆς ἰδίας φύσεως εἰς σάρκα τὴν ἀπὸ γῆς· ἐρήρεισται γὰρ ἡ Θεοῦ φύσις ἐν ἰδίοις ἀγαθοῖς· ἀλλ᾽ ὅτι τὸ γήϊνον ἠμπέχετο σῶμα ἡμῶν, ψυχὴν ἔχον τὴν λογικήν. Τοῦτο τοῖς ἀρχαιοτέροις ὁ προφήτης Σαμουὴλ, ὡς ἐν ὕδασι γράφων, ὕδωρ ἐπηφίει τῇ γῇ. Σύμβολον δὲ ζωῆς μὲν, τὸ ὕδωρ· σαρκὸς δὲ, ἡ γῆ. Γέγονε δὲ σὰρξ ὁ Λόγος, κατὰ τὴν τοῦ θεηγόρου Ἰωάννου φωνὴν, καὶ συνδεδραμήκασι πρὸς ἕνωσιν ἀποῤῥήτως τε ἅμα καὶ ὡς οὐκ ἔστι νοεῖν, θεότης τε ἡ ζωοποιὸς, καὶ ἡ ἐκ γῆς ἀνθρωπότης· οὕτω τε νοοῦμεν ἕνα λοιπὸν ἐξ ἀμφοῖν τὸν Ἐμμανουὴλ, οὔτε τῶν τῆς θεότητος ὅρων ἐκπεφοιτηκότα διὰ τὴν πρόσληψιν τῆς σαρκὸς, οὔτε μὴν τὸ γενέσθαι καθ᾽ ἡμᾶς διαπτύσαντα, διὰ τὴν ἔμφυτον ἡμερότητα, καὶ τὴν ἐκ τοῦ πράγματος σοφωτάτην οἰκονομίαν.

Ἐπειδὴ γὰρ ἔμελλε τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑποστῆναι θάνατον, δῆλον δὲ ὅτι τὸν κατὰ σάρκα, ἵνα καὶ ἐγερθεὶς ἐκ νεκρῶν τὸ τοῦ θανάτου πατήσῃ κράτος, ὡς ζωὴ καὶ Θεὸς, ἴδιον ἐποιήσατο σῶμα τὸ ἀποθνήσκειν εἰδὸς, τουτέστι τὸ ἀνθρώπινον, ἤτοι τὴν σάρκα, ἵνα καὶ δι᾽ αὐτῆς τὴν πάλαι δυσάντητον καταργήσας φθορὰν, τὴν ἀνθρώπου φύσιν ἀνακομίσῃ πρὸς ζωήν. Ἐγήγερται γὰρ οὐ τῇ ἰδίᾳ φύσει, καθὸ νοεῖται καὶ ἔστι Θεὸς, κατορθῶν τὴν ἀνάστασιν, ἀλλ᾽ ἵν᾽ ἡμεῖς ἐν αὐτῷ τὸ χρῆμα πλουτήσωμεν. Διὰ τοῦτο καὶ «ἀπαρχὴ τῶν κεκοιμημένων» ὠνόμασται, καὶ «πρωτότοκος ἐκ νεκρῶν.» Καὶ τοῦτο αὐτὸ καταδεικνὺς τοῖς ἀρχαιοτέροις, ὁ θεσπέσιος Σαμουὴλ, ὅτε τὰς ὑπέρ γε τοῦ Ἰσραὴλ ἐποιεῖτο λιτὰς, οὐ μόνον αὐτοῖς ὡς ἐν σκιᾷ καὶ αἰνίγματι τὸν τῆς ἐνανθρωπήσεως τύπον ἐπλήρου διὰ τοῦ τὸ ὕδωρ ἐπιχέαι τῇ γῇ, ἀλλὰ γὰρ εὐθὺς προσετίθει τὸ λεῖπον, τουτέστι, τὴν ὑπὲρ παντὸς τοῦ κόσμου σφαγήν. «Ἔλαβε γὰρ, φησὶ, Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ Κυρίῳ.

Καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος.» Ἀκούεις ὅπως κατέθυσε τὸν ἀμνὸν, εἰς εἰκόνα καὶ τύπον τοῦ ἀληθινοῦ Θεοῦ; ὃν καὶ ὁ μακάριος Ἰωάννης μονονουχὶ καὶ χεῖρα προτείνων κατεδείκνυε λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Χριστὸς γάρ ἐστι τὸ ἄμωμον ἱερεῖον, οὗ τῷ τιμίῳ αἵματι σεσώσμεθά τε καὶ ἡγιάσμεθα. Οὕτως ἡμῖν τὸ ἐπ᾽ αὐτῷ μυστήριον καὶ διὰ τοῦ πανσόφου Μωσέως προανατυποῦσθαι προστέταχεν ὁ Θεὸς καὶ Πατήρ.

Ἐδούλευε μὲν γὰρ Αἰγυπτίοις ὁ Ἰσραήλ. Οἱ δὲ ἦσαν ἀμείλικτοι, καὶ πολὺ νοσοῦντες τὸ ἀπηνές· εἶτα κατωδύνων αὐτῶν τὴν ζωὴν, καθὰ γέγραπται, πηλῷ καὶ πλινθείᾳ, καὶ ταῖς ἐκ πόνων αἰκίαις καταφορτίζοντες. Ἐπειδὴ δὲ πεπραχότας αὐτοὺς ἀθλίως κατηλέει Θεός· εἶτα τῆς τῶν κρατούντων πλεονεξίας ἀπαλλάττειν ἤθελε, προστέταχε τῷ πανσόφῳ Μωσῇ προσλαλεῖν αὐτοῖς, ὅτι τε κατηλέηνται, καὶ ὅσον οὐδέ πω βαδιοῦνται πρὸς τὴν τοῖς πατράσιν ἐπηγγελμένην γῆν, τὸ τῆς ἀφορήτου δουλείας ἄχθος ἀποσεισάμενοι.

Ἐπειδὴ δὲ ἦν εἰκὸς, τῆς εἰς τὰ ἀμείνω λοιπὸν ἐλπίδος ὠλισθηκότας, τὸν τοῦ Μωσέως αὐτοὺς μὴ προσηκοῦσθαι λόγον· θαυματουργεῖν ὁ τῶν ὅλων ἐκέλευε Θεός. Ἕλκον γὰρ ἀεί πώς ἐστι τὸ θαῦμα πρὸς πίστιν, καὶ οὐκ ἀνικάνως ἔχον ἀνενεγκεῖν εἰς ἐλπίδα τὴν ἐπ᾽ ἀγαθοῖς καὶ νοῦν τὸν σφόδρα κατεῤῥιμμένον εἰς ἀκηδείας. Δύο δὲ προσεπιτάξας ἐπιδεῖξαι σημεῖα, προσετίθει, λέγων· «Ἐὰν δὲ μὴ πιστεύσωσί σοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου· καὶ ἔσται ἐὰν μὴ πιστεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.» εʹ. Πηγῇ μὲν γὰρ ἥ τε τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ τοῦ Υἱοῦ παρεικάζεται φύσις, ποταμὸς δὲ καὶ ὕδωρ, ποτὲ μὲν ὁ Πατὴρ, ποτὲ δ᾽ αὖ καὶ ὁ Υἱὸς, ἤτοι τὸ ἅγιον Πνεῦμα. Διὰ μὲν γὰρ τῆς Ἱερεμίου φωνῆς ὁ Θεὸς καὶ Πατὴρ περὶ ἑαυτοῦ φησι· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλέον σφόδρα, λέγει Κύριος, ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δύνανται ὕδωρ συνέχειν.»

Αὐτός γε μὴν ὁ Υἱὸς περὶ ἑαυτοῦ φησι διὰ φωνῆς προφητῶν· «Ἰδοὺ ἐγὼ ἐκκλινῶ ἐπ᾽ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Περὶ ἑαυτοῦ δὲ πάλιν ὁ θεσπέσιος Δαβὶδ, λύραν ἡμῖν ἀνακρούων τὴν πνευματικὴν, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα φησίν· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι.

Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.» Αὐτός γε μὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ ἐκ Πατρὸς δι᾽ αὐτοῦ προχεόμενον Πνεῦμα ζωοποιὸν ὠνόμαζεν ὕδωρ, πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα τὰς διαλέξεις ποιούμενος. Ἔφη γάρ· «Εἰ εἴδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, οὐκ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν·» καὶ πάλιν· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν. Πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.» Οὐκοῦν ὡς ἀπὸ πηγῆς ἤτοι ποταμοῦ τοῦ Θεοῦ καὶ Πατρὸς, ὕδωρ ἐστὶ τὸ ζωοποιοῦν ὁ Υἱός· ζωογονεῖ τὰ πάντα, καὶ «ἐν αὐτῷ ζῶμέν τε καὶ κινούμεθα, καὶ ἐσμέν.» Καὶ τοῦτο πάλιν ἡμῖν ὡς διὰ τύπων ἐμφαίνων, καὶ οἷον ἐκ μικρῶν ἔτι παραδειγμάτων γνώριμον καθίστη Θεὸς, οὕτω λέγων τῷ πανσόφῳ Μωσεῖ· «Καὶ λήψῃ ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς αὐτὸ ἐπὶ τὴν γῆν·» ποταμῷ μὲν γὰρ, ὡς ἔφην, παρεικαστέον εὖ μάλα τὴν τοῦ Πατρὸς φύσιν, ὕδατί γε μὴν τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον Υἱόν. Τοῦτο δὴ τὸ ὕδωρ τὸ ἐκ τοῦ ποταμοῦ μέμικται τῇ γῇ· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος» καθ᾽ ἕνωσιν οἰκονομικήν. Ὅτι δὲ ἅπαξ γενόμενος ἄνθρωπος, πάντη τε καὶ πάντως ἔμελλεν ὑπὲρ ἡμῶν καὶ τεθνάναι σαρκικῶς, ὑπέφηνεν εἰπών· «Καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.»

Σημαίνει δὲ ἡμῖν ἕτερον οὐδὲν ἐν τούτοις τὸ αἷμα, πλὴν ὅτι τὸν θάνατον. Ἕως μὲν γὰρ οὔπω σὰρξ ἦν ὁ Λόγος, οὐ γέγονεν αἷμα· θανάτου γὰρ ἐπέκεινα παντελῶς ἡ ζῶσά τε καὶ ζωοποιός ἐστι φύσις.

Ἐπειδὴ δὲ γέγονε καθ᾽ ἡμᾶς, τότε δὴ, τότε τὸν τῆς ἰδίας σαρκὸς οἰκειοῦται θάνατον, καὶ ὡς αὐτὸς ὑπὲρ ἡμῶν τε τεθνάναι λέγεται, αἵματί τε τῷ ἰδίῳ κατακτήσασθαι τὴν ὑπ᾽ οὐρανὸν, ἰδίαν μὲν οὖσαν ἀεί· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν ὅλων δημιουργός· ἀποσκιρτήσασαν δὲ διὰ μέσου, διά τοι τὸ λίαν ἀπονεῦσαι πρὸς ἁμαρτίας, καὶ προσκυνεῖν ἑλέσθαι τῇ κτίσει, καὶ τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτειν τὸ σέβας. Τὰ μὲν Ἑλλήνων ἐν τούτοις. Ἰουδαῖοι δὲ τὸ διὰ Μωσέως τεθεσπισμένον ὀλίγα πεφροντικότες, ἐτράποντο πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων, καὶ ᾗ φησιν ὁ θεσπέσιος Δαβίδ· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Ταύτης ἕνεκα τῆς αἰτίας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐπεφάνη μετὰ σαρκὸς, «καὶ τοῖς ἀνθρώποις συνανεστράφη,» καθὰ γέγραπται, διεκήρυξέ τε τῷ Ἰσραὴλ, καὶ πρό γε τῶν ἄλλων, τὰ εἰς σωτηρίαν καὶ ζωήν· ἀλλ᾽, ᾗ φησιν ὁ μακάριος Ἰωάννης, «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Προσήκαντο γὰρ οὐδαμῶς τὸν τῶν ὅλων Σωτῆρα, διατετελέκασι δὲ μᾶλλον ἐμπαροινοῦντες αὐτῷ, καὶ πάντα τρόπον ἀνοσιότητος ἀγρίως ἐπιτηδεύοντες· καθήκοντο δὲ πρὸς τοῦτο μανίας, ὥστε καὶ σταυρῷ προσηλῶσαι τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ νομίσαι δύνασθαι θανάτῳ νικᾷν τὸν θανάτου κρείττονα.

Ἀνεβίω γὰρ τριήμερος κενώσας τὸν ᾄδην, καὶ τοῖς κάτω πνεύμασιν ἀνεὶς τοῦ θανάτου τὰς πύλας, ὁδὸς δὲ καὶ θύρα καὶ ἀπαρχὴ γεγονὼς τῇ ἀνθρώπου φύσει πρὸς ἀφθαρσίαν, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ ἔστιν ὁμόθρονος αὐτῷ, καὶ συγκατάρχει τῶν ὅλων· ἥξει δὲ κατὰ καιροὺς, «ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» καθὰ γέγραπται. Οὐκοῦν ἐπειδήπερ, καθά φησιν ὁ σοφώτατος Παῦλος, «τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον·» νηστεύσωμεν καθαρῶς, πάντα τρόπον ἁμαρτίας παρωθούμενοι, καὶ πᾶν εἶδος ἀκαθαρσίας τῆς ἑαυτῶν διανοίας ἐκπέμποντες· γινώμεθα δὲ πρὸς τούτοις χρηστοὶ, φιλάλληλοι, φιλοικτίρμονες, ἐλεοῦντες ὀρφανοὺς, ἐπαμύνοντες χήραις, τοῖς ἐν ἀῤῥωστίαις συγκαθιστάμενοι, τοῖς ἐν δεσμοῖς συναλγοῦντες, καὶ ἁπαξαπλῶς, πάντα τρόπον ἐπιεικείας ἀποπεραίνειν σπουδάζοντες.

Οὕτω γὰρ, οὕτω λαμπρῷ καὶ θεοφιλεῖ διαπρέποντες βίῳ, καθαρῶς ἑορτάσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρίτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης καὶ εἰκάδος τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ τοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὸ εὐαγγελικὸν ῥητόν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετάρτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς.

Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν.