Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή Λ΄

Η αρχιερατεία του Χριστού, η κάθαρση διά του Αγίου Πνεύματος, η καταδίκη των χριστολογικών αιρέσεων και το εκούσιο του σταυρικού πάθους για τη λύτρωση από τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 29 από 29

ΛΟΓΟΣ Λʹ. αʹ. Τοῖς τὸ σεπτὸν καὶ θεῖον ἱερουργοῦσι κήρυγμα, τὸ διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ Ψάλλοντος λύρας διακελεύεται λέγον· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι, καὶ κρίμα τῷ Θεῷ Ἰακώβ.» Νουμηνίαν δέ φασιν ἐν τούτοις τὸν νέον, καὶ οἷον ἀρτιθαλῆ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, «καθ᾽ ὃν τὰ ἀρχαῖα πάντα παρελήλακε, γέγονε δὲ τὰ πάντα καινὰ,» κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου. Χρὴ τοίνυν ἡμᾶς σαλπίζειν ἐν αὐτῷ, τουτέστιν, εὐσημοτάτην τε καὶ διαπρύσιον ἱέντας ἠχὴν, τοῖς ἁπανταχόσε λέγειν· «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Τί δ᾽ ἂν βούλοιτο δηλοῦν τὸ «ἐν τοῖς πυκάζουσι συστῆναι τὴν ἑορτὴν,» διειπεῖν εὖ μάλα πειράσομαι· ἐγήγερται μὲν γὰρ ἡ ἀρχαία σκηνὴ κατὰ τὴν ἔρημον· ἀλλ᾽ ἦν ἐν θέσει διπλῇ· μία μὲν γὰρ ἦν ἡ πρώτη, τὸ τῆς κατὰ νόμον λατρείας ἔχουσα θυσιαστήριον, ἐν ᾗ βουθυτεῖν ἐπετάττοντο, καὶ μηλοσφαγίαις κεχρῆσθαι, καὶ καπνοῖς, οἱ διὰ σκιᾶς ἔτι καὶ τύπων τιμῶντες Θεόν. Δευτέρα δὲ προσευχῆς τῇ πρώτῃ καὶ ἐσωτέρα, καταπετάσματος διορίζοντος, ὄνομα δὲ αὐτῷ τὰ Ἅγια τῶν ἁγίων.

Ἐνταῦθα τὸ θυσιαστήριον ἦν εἰς τύπον Χριστοῦ, πυκαζόντων αὐτὸ ταῖς πτέρυξι τῶν Χερουβὶμ, καὶ κύκλῳ περιεστηκότων, καὶ τὸ τῆς λειτουργίας τελούντων σχῆμα, καὶ περιεπόντων ὡς Θεόν. Ἔκειτο δὲ καὶ χρυσοῦν ἐκεῖ θυσιαστήριον, ἐφ᾽ ᾧ τὸ λεπτὸν καὶ σύνθετον ἐθυμιᾶτο μύρον, ἐκ πολλῶν ἀρωμάτων εὖ μάλα διηρτημένον.

Ἀλλ᾽ ὡς ὁ πάντα σοφὸς γράφει Παῦλος, «Τούτων οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει περὶ ἐαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα.» Ἕως μὲν οὖν ἡ κατὰ νόμον τὸν διὰ Μωσέως ἐκράτει λατρεία, στάσις ἦν ἐν τῇ πρώτῃ σκηνῇ τῶν ὑπὸ τοὺς τύπους. Οὐ γὰρ ἑξῆς τοῖς ἐθέλουσιν εἰς τὴν ἁγίαν καὶ ἐσωτάτω διᾴττειν σκηνήν.

Εἰσῄει δὲ μόνος ὁ προὔχων ἐν ἱερουργοῖς, ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ «οὐ χωρὶς αἵματος,» κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ, καθά φησιν ὁ νομομαθὴς ὢν Παῦλος, καὶ τοῖς ἱεροῖς ἐντεθραμμένος Γράμμασι, «Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς πίστεως· οὐ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφ᾽ ἅπαξ εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος·» φέρε καὶ ἡμεῖς τὴν ἔν γε τῇ πρώτῃ σκηνῇ παραιτούμενοι στάσιν, ἀκολουθήσωμεν τῷ Χριστῷ, εἰσδράμωμεν εἰς τὰ Ἅγια τῶν ἁγίων, συστησώμεθα «τὴν ἑορτὴν ἐν τοῖς πυκάζουσιν·» ἔνθα τὸ ἱλαστήριον εἰς τύπον Χριστοῦ, πυκαζόντων αὐτὸ ταῖς πτέρυξι τῶν Χερουβίμ. Προσαγάγωμεν τῷ Θεῷ, μὴ τὰς δι᾽ αἱμάτων θυσίας, τὸ λεπτὸν δὲ μᾶλλον καὶ σύνθετον θυμίαμα, τουτέστιν, τὴν ἐξ ἀρετῶν εὐοσμίαν, τὴν πνευματικὴν καὶ ἀναίμακτον λατρείαν. Πλὴν ἐκεῖνο πρὸς ὑμᾶς εἰπεῖν οἰήσομαι δεῖν· «Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.» Ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀνοσιουργεῖν οὐκ ἐθέλουσιν, ἀνίπτοις ὥσπερ ἰέναι ποσὶν εἰς τὰ Ἅγια τῶν ἁγίων.

Τοῦτο γὰρ ἡμῖν ὁ τῶν ὅλων Θεὸς ὑπέφηνεν εἰπὼν πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ποίησον λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι, καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου. Καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ, καὶ νίψεται Ἀαρὼν, καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι, ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν.» βʹ. Ἀλλ᾽ ἐκεῖνα μὲν ἐν τύποις τὰ τῆς ἀληθείας ὠδίνοντα κάλλη, ἡμᾶς δὲ παντὸς ἀπαλλάττει ῥύπου Χριστὸς, ὅς ἐστιν ἡ ἀλήθεια. Πῶς ἢ τίνα τρόπον, διδάξει λέγων διὰ φωνῆς Ἡσαΐου· «Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανὸν, καὶ δικαιώσατε χήραν, δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.» Τῆς οὕτω λαμπρᾶς καὶ ἀξιεράστου χάριτος καὶ ὁ θεσπέσιος Μελῳδὸς διαμνημονεύει, λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.»

Καταλευκαίνει τοίνυν διὰ τοῦ ἁγίου βαπτίσματος, τὸ τῆς ἁμαρτίας ἐμφράττουσα στόμα, καὶ πάντα ῥύπον τὸν ἐν ἡμῖν ἐκτήκουσα, νοητῶς δηλονότι καὶ πνευματικῶς. Καὶ γοῦν ὁ θεσπέσιος Ἰωάννης τοῖς Ἰουδαίων μνήμης· προσλαλῶν· «Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, φησὶν, εἰς μετάνοιαν· ὀπίσω μου ἔρχεται ὁ ἰσχυρότερός μου, ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Ἡ γάρ τοι τοῦ ἁγίου Πνεύματος ἐνέργειά τε καὶ δύναμις, ὅταν ἐν ἡμῖν γένηται, καὶ ὑλομανοῦσαν εὕρῃ ψυχὴν, τότε δὴ τότε πυρὸς εἰσπεσοῦσα δίκην. καθάπερ ἄχρηστον ὕλην καταβόσκεται, καὶ δαπανᾷ τῆς ἁμαρτίας τοὺς μολυσμούς. Προεισβολὴ δὲ τοῦ πράγματος, καὶ ὁδὸς οἷά τις ἀποφέρουσα πρὸς τὴν οὕτω λαμπρὰν καὶ ἀξιόκτητον χάριν ἡ εἰς τὸν Χριστὸν εὑρίσκεται πίστις. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ, μονονουχὶ καὶ χεῖρα προτείνων, ταύτην ἡμῖν κατέδειξε, λέγων· «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.» Κεχρησμῴδηται μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραὴλ ὁ διὰ Μωσέως νόμος, διακονούντων ἀγγέλων. Ἀλλ᾽ ἦν μὲν ἔλεγχος ἁμαρτίας, καὶ πλημμελημάτων παραδεικτικὸς, ἀνόητος δὲ παντελῶς εἴς γε τὸ δύνασθαι δικαιῶσαί τινας. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος· «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεῷ, δῆλον. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται.» Ἐπετίθει γὰρ ἀναλόγως τοῖς ἑκάστου πταίσμασι τὰς δίκας παραχρῆμα.

Ἀσθενοῦντος τοίνυν τοῦ νόμου, καὶ οὐκ ὄντος οἵου τε διασμῆξαι ῥύπους, ἤγουν τῶν αἰτιαμάτων ἀπαλλάξαι τινὰς τὴν διὰ πίστεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίως ἐστὶ τὴν ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν ὁ τῶν ὅλων δέδωκε Θεός.

Μαρτυρήσει δὲ πάλιν ὁ θεσπέσιος Παῦλος, γράφων· «Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Δόξα μὲν ἡ ἐξαίρετος, καὶ τῇ παντὸς ἐπέκεινα γεννητοῦ νοουμένῃ φύσει, μόνη τε καὶ ἰδικῶς ἐμπρέπουσα, τὸ ἀπλημμελὲς εἰς ἄπαν καὶ ἀδιάπτωτον παντελῶς τὸ κατὰ μηδένα τρόπον ἀφαμαρτεῖν δύνασθαι τοῦ εἰκότος. Ταυτησὶ δὲ ἡμεῖς ἡττώμεθα, ἤγουν ὑστερούμεθα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνὴν, οὐκ ἀσύνηθες ἔχοντες τὸ τοῖς τῆς ἁμαρτίας ὑποφέρεσθαι βρόχοις, καὶ ταῖς εἰς φαυλότητα ῥοπαῖς καθικνεῖσθαι πρὸς τὰ αἰσχίω. Ἀλλ᾽, ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Ἣν δὴ καὶ δεδιψηκότας κατίδῃ τις ἂν τοὺς τὸ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον ἠγνοηκότας. Γράφει γοῦν ὁ νομομαθέστατος Παῦλος, «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοὶ, εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» γʹ.

Καὶ μὴ ὑπολάβῃς ὅτι τὸν παλαιὸν νόμον ὡρίσατο Θεὸς, ὡς ἀποχρώντως ἔχοντα πρὸς τὸ δύνασθαί τινας ἀποφαίνειν ἐλευθέρους τῶν ἐξ ἀσθενείας αἰτιαμάτων· ἐπειδὴ δὲ ἀφημάρτηκε σκοποῦ, μονονουχὶ δὲ καὶ ὑστεροβουλίᾳ χρώμενος, τὴν διὰ πίστεως τῆς εἰς Χριστὸν ἐπενόησε τρίβον. Οὐχ οὕτω ταῦτ᾽ ἔχει, πολλοῦ γε καὶ δεῖ. Ἴσθι δὴ μᾶλλον ὅτι καὶ πρὶν ὅλως ἐκ γῆς διαπλάσαι τὸν πρῶτον ἄνθρωπον, οὐκ ἠγνοηκὼς τὰ ἐσόμενα, καὶ τῆς τοῦ διαβόλου σκαιότητος τὴν ἐπιβουλὴν, καὶ τὸν τῆς ἐπικουρίας ἡμῖν προαναθρήσας τρόπον, δῆλον δὲ ὅτι τὸ Χριστοῦ μυστήριον, ἔλεγχον ἁμαρτίας, καὶ τῆς διὰ πάντων ἀσθενείας κατήγορον, τὸν διὰ Μωσέως ἔστησε νόμον, καὶ τῆς δικαιούσης χάριτος τὴν κατακρίνουσαν ἐντολὴν προανέδειξε σοφῶς, ἵν᾽ ἔτι μειζόνως ἡ χάρις θαυμάζηται.

Οὗ γάρ ἐστι τὸ λυποῦν, ἐκεῖ μάλιστα τὸ κατευφραίνειν εἰδὸς ἐκφαίνεται. Ὅτι δὲ ἀρχαῖόν ἐστι τὸ Χριστοῦ μυστήριον, ἀκονιτὶ διοψόμεθα, ὡδὶ δὴ πάλιν ἡμῖν ἱεροῦ φωνοῦντος Γράμματος. Ἔφη γάρ που πάλιν ὁ μακάριος Παῦλος· «Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.» Σύνες οὖν ὅπως ηὐλογῆσθαί φησιν ἡμᾶς, καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς, προωρίσθαι δὲ καὶ εἰς υἱοὺς ἐν Χριστῷ Ἰησοῦ. Ναὶ μὴν καὶ αὐτὸ τὸ σωτήριον βάπτισμα προανετυποῦτο τοῖς πάλαι, καὶ τοῖς μετ᾽ ἐκείνους ἡμῖν, καὶ διά γε τῆς κιβωτοῦ. Ἐσώζετο γὰρ ἐν αὐτῇ διὰ πίστεως ὁ δίκαιος Νῶε, καίτοι τῆς ὑπ᾽ οὐρανὸν μιᾷ ψήφῳ Θεοῦ κατακεκριμένης.

Ἐπαφῆκε γὰρ ἅπασι τὸν κατακλυσμόν. Γέγραπται γοῦν περὶ αὐτοῦ· «Πίστει χρηματισθεὶς Νῶε πρὸ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς, κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τῷ οἴκῳ αὑτοῦ, δι᾽ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.» Ὅτι δὲ εἰς τύπον τοῦ ἁγίου βαπτίσματος τὸ δρώμενον ἦν, πιστώσεται λέγων ὁ θεσπέσιος Πέτρος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, «Ὅτι καὶ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵν᾽ ἡμᾶς προσαγάγῃ Θεῷ, θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι.

Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πατράσι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἢν ὀλίγοι, τουτέστιν, ὀκτὼ ψυχαὶ, διεσώθησαν δι᾽ ὕδατος, ὃ καὶ ἡμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν.» Καὶ τί δὴ τοῦτό ἐστι τὸ, «ἐκ συνειδήσεως ἀγαθῆς εἰς Θεὸν ἐπερώτημα;» Τῆς εἰς Χριστὸν πίστεως ὁμολογία, ἣν δὴ καὶ ἐπὶ πολλῶν μαρτύρων ποιεῖν κατειθίσμεθα, καὶ οὐκ ἀνθρώπων μόνον, οἷς τὸ τῆς θείας ἱερουργίας ἐμπρέπει καύχημα, ἀλλὰ γὰρ καὶ δυνάμεων λογικῶν, αἳ λειτουργοῦσι Θεῷ, τὰ εἰς δόξαν αὐτοῦ κατορθοῦν σπουδάζουσαι. Χρῆναι δέ φημι, τοὺς ἀπλανῶς τῆς πίστεως τὴν ὁμολογίαν ἐκφέροντας, κατὰ μηδένα τρόπον καταδονεῖσθαι φιλεῖν. Γέγραπται γὰρ, ὅτι «Ἀδελφοί μου ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ οἴκῳ τοῦ Κυρίου πάντοτε.» δʹ. Καταχειμάζουσι γὰρ ἔσθ᾽ ὅτε τινὰς, καὶ τῶν ἤδη πεπιστευκότων, ἄνδρες ἀμαθίᾳ σύντροφοι, ποτίζοντες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, καθὰ γέγραπται, καὶ ὡς «ἐκ πονηροῦ θησαυροῦ τῆς καρδίας» αὐτῶν ἀναπτύοντες τὰ πονηρὰ, καὶ τὸν τῆς τοῦ διαβόλου σκαιότητος ἰὸν ἐρευγόμενοι.

Κατεπαίρονται γὰρ τῆς ἐπέκεινα πάντων οὐσίας τε καὶ δόξης· καὶ τό τε ἧκον ἐπ᾽ αὐτοῖς τῶν ὑπερτάτων κατακομίζουσι θρόνων τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, ἐναριθμοῦντες τοῖς κτίσμασι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην· ὃν πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ τοῖς τῆς ἀληθείας, κατὰ φύσιν, θεότητος ἀξιώμασιν εὖ μάλα κατεστεμμένον· «Συνάπτει γὰρ αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Εἰσὶ δὲ πρὸς τούτοις, οἳ μερίζουσι τὸν ἀμέριστον, φημὶ δὴ τὸν ἕνα Χριστὸν, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας παρασημαίνουσι κάλλος, καίτοι γεγραφότος ἡμῖν τοῦ θεσπεσίου Παύλου σαφῶς τε καὶ ἐναργῶς· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Ἀλλ᾽ εἴπερ ἦσαν κύριοι δύο, πάντως που καὶ πίστεις δύο, τοσαῦτα δὲ εἶναι χρῆν καὶ βαπτίσματα. Τοὺς ὧδε ταῦτα ἔχειν ὑπειληφότας, ὡς ὀλέθρους καὶ φθόρους παρατρέχωμεν, ἔξω τε πάγης ἰόντες πόδα, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο λέγωμεν· «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Ἐκλελυτρώμεθα γὰρ ἐν θανάτῳ Χριστοῦ, «Δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός.»

Ἐπειδὴ γὰρ, ὡς ἤδη φθάσαντες εἴπομεν, διὰ τῆς κατὰ τὸν νόμον λατρείας, οὐδὲν ἐχούσης ἕτερον, πλὴν ὅτι τύπους καὶ σκιὰς, οὐκ ἦν ἐφικτὸν τοὺς τῆς φαυλότητος, ἤτοι τοὺς τῆς ἁμαρτίας ἀποπλύνεσθαι μολυσμοὺς, αὐτὸς δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, γενόμενος ἄνθρωπος μετὰ τοῦ εἶναι ὃ ἦν, τουτέστι Θεὸς, δέδωκε τῷ θανάτῳ τὸ ἴδιον σῶμα, ἵνα ἡμᾶς ἐκπρίηται τοὺς ὑπὸ θανάτου καὶ φθορᾶς, αἵματι τῷ ἰδίῳ. Καὶ γοῦν ἔφη που διὰ φωνῆς τοῦ Δαβὶδ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα τε καὶ Θεὸν, «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, σῶμα δὲ κατηρτίσω μοι. Τότε εἶπα, Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἐβουλήθην.» Ἄθρει δὴ οὖν, ἄθρει λέγοντα σαφῶς· «Σῶμα δὲ κατηρτίσω μοι.» Καὶ γὰρ ἦν τε καὶ ἕστιν ἀσώματος, ὡς Θεός. Εἶτα πῶς ἠγνόησας, Ἰουδαῖε, τὴν οὕτως ἀπόῤῥητον καὶ σεπτὴν οἰκονομίαν; πῶς οὐ παρεδέξω σαρκωθέντα διὰ σὲ τὸν ἀσώματον; ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις καθειμένον οἰκονομικῶς, τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν; τὴν σὴν φοροῦντα πτωχείαν τὸν πλουτίζοντα τοὺς ἐν οὐρανῷ; τὴν δούλου λαβόντα μορφὴν, τὸν τῶν ὅλων Κύριον; Ἀλλ᾽ ἵσως πρὸς τοῦτο ἐρεῖς, Ἄνθρωπος ἦν ὁρώμενος καθ᾽ ἡμᾶς.

Εἶτα πῶς τῶν Μωσαϊκῶν ἐπελάθου γραμμάτων; Ἔφη γάρ που περὶ αὐτοῦ πρὸς ὑμᾶς, «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμὲ, κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ, αὐτοῦ ἀκούσεσθε.» Ὡς ἄνθρωπον αὐτὸν καὶ ὡς τῶν ἁγίων προφητῶν προκαταμεμήνυκε λόγος. Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας· «Ἰδοὺ, φησὶν, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ Θεός. Καὶ παράδοξος μὲν τοῦ Ἐμμανουὴλ ἡ γέννησις· ἐξ ἀπειρογάμου γὰρ προῆλθε Παρθένου. Πλὴν ἐκ γυναικὸς, τοῖς τῆς ἀνθρωπότητος ἑπόμενος νόμοις, ἄνθρωπον αὐτὸν τεθεᾶσθαι φὴς, τό γε ἦκον εἰς σῶμα καὶ εἶδος. Ἀλλ᾽ εἶδες αὐτὸν πρὸς τούτῳ θεοπρεπεστάτην ἔχοντα δόξαν, εὐκλείαις ταῖς ἀνωτάτω καταχρυσούμενον, πληροῦντα τὰ ἔργα τοῦ Πατρός. Μόνῃ γὰρ ἔνεστι τῇ ὑπερτάτῃ πασῶν οὐσίᾳ τὸ ζωοποιεῖν δύνασθαι νεκροὺς κατεφθαρμένους ἤδη καὶ ὀδωδότας, τοῖς ὀμμάτων ἐστερημένοις ἐνιέναι τὸ φῶς, χωλοὺς ἀρτίποδας ἀποφαίνειν, καὶ τοὺς ἐν λέπρᾳ τοῦ πάθους ἐλευθεροῦν ἁφῇ καὶ νεύματι. Ἀλλ᾽ ἤθελες, εἰπέ μοι, γυμνῇ τῇ θεότητι τοῖς ἐπὶ γῆς ἐπιλάμψαι τὸν τῶν ὅλων Δημιουργὸν καὶ τεχνίτην τοῦ Θεοῦ Λόγον. Εἶτα τίς οὕτω ὑπέστη τὴν οὕτω φρικτὴν καὶ ἀπόῤῥητον ὄψιν; ἢ οὐχ ὁρᾷς ὅτι τῆς Κυριακῆς ἀκτῖνος τὴν προσβολὴν ὁ τοῦ σώματος ὀφθαλμὸς οὐκ εὐάντητον ἔχειν;

εἶτα πῶς ἂν ἴσχυσεν ἰδεῖν τὸ πρόσβλητον ἐκεῖνο, καὶ ὑπὲρ θαῦμα φῶς; Ἐπεδήμησεν τοίνυν ἡμῖν ὡς ἄνθρωπος, οἰστὸν ἑαυτὸν ἅπασι τιθεὶς, ἵν᾽ ὡς εἷς τῶν καθ᾽ ἡμᾶς, ὁμόσε τε ἰὼν καὶ συνδιαιτώμενος, τῆς εὐσεβοῦς πολιτείας καταδείξῃ τὴν ὁδὸν, ἵνα βρόχων ἐξέληται δυσειδαιμονίας· Ἑλληνικῆς, ἵνα τῆς ἀληθοῦς καὶ πνευματικῆς λατρείας ἐπιμελητὰς ἀποφήνῃ. Ἀλλ᾽ οὐκ ἠρέμει τὸ βδελυρὸν καὶ βάσκανον, καὶ ἀνόσιον θηρίον, τουτέστιν, ὁ Σατανᾶς, ὁ πᾶσαν ὑπὸ χεῖρα λαβὼν τὴν ὑπ᾽ οὐρανὸν ἐξ ἀπάτης καὶ πλεονεξίας, καὶ τοῖς τῆς ἁμαρτίας ἐναποπνίξας τέλμασιν, εἶδεν ἑαυτὸν ἐκπίπτοντα τῆς καθ᾽ ἡμῶν ἀρχῆς, ἀδοκήτως ἐξωθούμενον τοῦ δύνασθαι κρατεῖν τῶν πάλαι διηρπασμένων, ᾠήθη καὶ αὐτὸν καθ᾽ ἕνα τῶν πάλαι προφητῶν ἄνθρωπον εἶναι, καὶ ἕτερον οὐδέν. Οὓς δὴ καὶ τεθνάναι παρεσκεύασε, καταθήξας ἐπ᾽ αὐτοῖς τὴν τῶν Ἰουδαίων σκαιότητα.

Καὶ γοῦν ἐνῆκε πάλιν αὐτοῖς τὸν τῆς ἑαυτοῦ δυστροπίας ἰόν. Οἱ δὲ, τῆς ἑαυτῶν ἀφειδήσαντες σωτηρίας, ἐπεπήδων αὐτῷ θρασεῖς, καὶ ἀγέρωχοι, καὶ μιαιφονίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, καὶ δὴ καὶ ἐσταύρωσαν.

Ἆρ᾽ οὖν οὐχ ἑκόντος κεκρατήκασιν, ἤγουν οὐκ εἰδότος ὅτι πείσεται; Καίτοι προεγνωκὼς ὁρᾶται τὸ πάθος, καὶ τὰ τῆς τῶν Ἰουδαίων ἀφιλοθεΐας τολμήματα, καὶ γοῦν διὰ προφητῶν ἁγίων ποτὲ μὲν ἔφασκε· «Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,» ποτὲ δὲ πάλιν, «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Διὰ δέ γε τῆς Ἡσαΐου φωνῆς, «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Οὐκοῦν οὐκ ἠγνόει ὅτι μὲν πείσεται. Εἶτα παρὸν ἔξω φέρεσθαι βρόχων, δέδωκεν ἑκὼν τῷ θανάτῳ πρὸς βραχὺ τὸ ἴδιον σῶμα, ἵν᾽ ἐγερθεὶς ἐκ νεκρῶν τὸ τοῦ θανάτου καταλύσῃ κράτος, ἵνα τὸν τοῦ διαβόλου παραλύσῃ φθόνον, δι᾽ οὗ καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ὁ θάνατος, ἵνα ἡμᾶς ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν καὶ ἀμήρυτον ζωήν. «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες· ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἐγήγερται γοῦν τριήμερος σκυλεύσας τὸν ᾅδην, καὶ παλινδρομήσας εἰς τὸν οὐρανὸν, σύνεδρός ἐστι τῷ ἰδίῳ Πατρί. Ἥξει τε κατὰ καιροὺς, ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς.

εʹ. Ὡς οὖν ἀπολογήσεσθαι μέλλοντες τῷ κριτῇ, πάντα ῥίψαντες ὄκνον, καὶ πάσης ἁμαρτίας δραμόντες ἐπέκεινα, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσαντες, κατορθώσωμεν δικαιοσύνην, ἐγκράτειαν, ἀγάπην, φιλοπτωχίαν, τοῖς ἐν δεσμοῖς ἐπισκεψώμεθα, τοὺς ἐν ἀῤῥωστίαις σωματικαῖς ἀνακτησώμεθα, ἐπικουρήσωμεν ὀρφανοῖς, χήρας δάκρυον κατοικτείρωμεν, ἀγαπῶμεν ἀλλήλους ἐκτενῶς. Οὕτω γὰρ πολιτευσάμενοι, τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας τεσσαρακοστῆς, ἀπὸ ἕκτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σεπτοῦ καὶ σωτηριώδους Πάσχα, ἀπὸ ἑνδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες δὲ τὰς νηστείας τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτῳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑπτακαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, ἵνα καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.