Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολὴ κανονικὴ πρὸς Δόμνον

Κύριλλος Ἀλεξανδρείας

Κανονική εξέταση της υπόθεσης του επισκόπου Πέτρου

Εξέταση της υπόθεσης του επισκόπου Πέτρου, υπογράμμιση της ανάγκης για κανονική ακρόαση και επισήμανση της αποφυγής απονομής ψιλών τίτλων χωρίς πραγματική ιερατική διακονία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Κύριλλος Δόμνῳ Α Περὶ τοῦ ἐπίσκοπον καθαιρεθέντα καὶ τοῦ ἱερουργεῖν παύεσθαι. Ἕκαστα τῶν καθ᾽ ἡμᾶς πραγμάτων, ὅταν εὐθὺ φέρωνται κανονικῆς εὐταξίας, οὐδένα μὲν ἡμῖν ἐντίκτει θόρυβον, ἀπαλάττει δὲ καὶ τῆς παρά τινων δυσφημίας, μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφημίας ἡμῖν προξενεῖ. Τίς γὰρ οὐκ ἂν ἀποδέξαιτο ψῆφον ἀπροσκλινῆ, ἥπερ ἂν γένοιτο περί τινων, ἢ πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παντὸς ἐπαίνου μεστόν;

Καὶ ταῦτα γράφω νυνί, τῆς σῆς θεοσεβείας ἐν τοῖς ἑαυτῆς γράμμασι, τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν ὁσιώτατόν τε καὶ θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Πρόκλον, ἐπίσκοπον μὲν ὀνομαζούσης τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Πέτρον, αὐτοῦ δὲ κλαίοντος καὶ τῆς ἐκνεμηθείσης ἐκκλησίας αὐτῷ παραλόγως κεκινῆσθαι λέγοντος. Ἦν δ᾽ ἀκόλουθον, ἢ τὸ τῆς ἱερωσύνης ὄνομα μετὰ τοῦ πράγματος ἔχειν αὐτόν, ἢ γοῦν, εἴπερ ἦν ἄξιος τοῦ μὴ προεστάναι θείου θυσιαστηρίου, μηδ᾽ αὐτῇ τιμᾶσθαι τῇ κλήσει τῆς ἐπισκοπῆς. Ἀλλ᾽ ἴσως δόξειεν ἂν τῇ σῇ θεοσεβείᾳ σκληρὸς εἶναί τις καὶ ἀφιλάλληλος ὁ παρ᾽ ἐμοῦ λόγος, ἔχει δὲ οὐχ οὕτω κατὰ τὸ ἀληθές· ἐλεῆσαι γὰρ τάχα που νομίζομεν τὸν πρεσβύτην, μόνην αὐτῷ τὴν κλῆσιν ἀφέντες· μακρῷ δὲ ἦν ἄμεινον ἐννοῆσαι καὶ τὸ ἕτερον· φάσκει γὰρ δύνασθαι μὲν συστῆναι τῇ οἰκείᾳ ὑπολήψει, οὐ λαβεῖν δὲ καιρὸν ἀπολογίας, οὔτε μὴν ἀκρόασιν αὐτῷ προστεθῆναι κανονικήν. Εἰ δ᾽ ἐγεγόνει τι τοιοῦτον, αὐτὴ τῶν ὑπομνημάτων ἡ σύστασις διήλεγξεν ἂν αὐτόν, ἢ ἁλόντα τοῖς αἰτιάμασιν ἔνοχον ἀποπεφασμένον καὶ οὐδὲν ἔχοντα λοιπὸν εἰπεῖν ὡς ἠδικημένον, ἢ γοῦν ἐλεύθερον ἀποφήνασα πάλιν ἐδίδου τὸ προεστάναι τῆς ἐκκλησίας, ἣ καὶ ὑπὸ χεῖρα γέγονε τὴν αὐτοῦ.

Οὐδενὸς δὲ πεπραγμένου τοιούτου, καταβοᾷ τοῦ πράγματος· ἀδικίαν ἀφόρητον ὑποστῆναί φησι, καὶ ἀθέσμως ἐκβεβλῆσθαι, προσεπάγων ὅτι καὶ ἡρπάσθη πάντα τὰ προσήκοντα αὐτῷ χρήματα. Ἡ σὴ τοιγαροῦν ὁσιότης ἐννοοῦσα καὶ τὸ τοῖς θείοις κανόσι δοκοῦν καὶ τὸ πρέπον ἐκκλησίᾳ καὶ τοῖς τεταγμένοις εἰς ἱερὰν λειτουργίαν, ἔτι τε πρὸς τούτοις καὶ τὰ παρ᾽ ἡμῶν δυσωπηθεῖσα γράμματα, στησάτω τοῦ πρεσβύτου τὸ δάκρυον.

Καὶ εἰ μὲν ἕλοιτο δικάσασθαι πρὸς τοὺς ἐπάγοντας αὐτῷ τὰς αἰτίας, δικαζέσθω κατὰ τὸ εἰωθὸς ἐπὶ τῆς σῆς θεοσεβείας, συμπαρόντων δηλονότι τῶν ὑπὸ τὴν αὐτῆς χεῖρα θεοσεβεστάτων ἐπισκόπων, ἐκτὸς εἰ μὴ παραιτοῖτό τινας ὡς ὑπόπτους· οὐδένα μὲν γὰρ τῶν θεοσεβεστάτων ἐπισκόπων ἐχθρὰ φρονεῖν ἀδελφῷ πιστεύομεν, ἵνα δὲ μὴ πρόφασις αὕτη γένηται, τὴν ἐσομένην ἐπ᾽ αὐτῷ κρίσιν παραλύουσα, πρὸς τὸ μὴ ἐν δίκῃ πεποιῆσθαι δοκεῖν, οὐδὲν ἐστὶ τὸ λυποῦν ἀπεῖναι τοῦ συνεδρίου τῶν ἐν ὑποψίᾳ τινάς.