Ἐπειδὴ δὲ ὁμοῦ τοῖς ἰδίοις τέκνοις, καὶ ἅπασι τοῖς συνειλεγμένοις ἐξέτορέ τε λοιπὸν καὶ τῶν ὑδάτων ἀπηλλαγμένην τὴν γῆν ἐθεάσατο, θυσιαστήριον εὐθὺς ἀνεδείματο· καὶ ὁλοκαυτοῦν ἐσπούδαζε τὰ καθαρὰ καὶ ἀβέβηλα τῶν κτηνῶν καὶ τῶν πετεινῶν· ἀνατιθεὶς, οἶμαί που, τὰ χαριστήρια τῷ διασώσαντι Θεῷ. Οὗ γεγονότος, «Ὠσφράνθη,» φησὶ, «Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας, καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ μὴ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων· ὅτι ἔγκειται ἡ διάνοια ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ. Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμὸς, ψύχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι.» Καὶ πρὸς τούτοις, «Ἔτι καὶ εὐλόγησε,» φησὶ, «Κύριος ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ὑπὸ χεῖρας ὑμῖν δέδωκα.» δʹ. Ἀφιγμένου δὲ ἤδη πρὸς τοῦτο ἡμῖν τοῦ λόγου, ὡς ἐν ἀφηγήσει λοιπὸν τῇ κατὰ τὸ γράμμα καὶ ἱστορικῶς, ἐνδεῖ, ὥς γε οἶμαι, παντελῶς οὐδέν.