Πλὴν ἐν τούτῳ μακρὸν παρατείνασα χρόνον, «ἄχρις ἂν εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν,» κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐλεηθήσεται παρὰ Χριστοῦ. Ἐπισκεπτομένου δὴ πάλιν αὐτὴν κατὰ τὸ λεληθὼς ὡς Θεοῦ, καὶ πάλιν εἰς δικαιοσύνην ἐπ᾽ ἐσχάτοις ἐπανάγοντος χρόνοις, δικαιοσύνην δὲ πάντως τὴν διὰ πίστεως καὶ ἀγάπης τῆς εἰς αὐτόν. Παραγενήσεται τοίνυν ἐπισκοπήσων, καὶ εἰσαῦθις αὐτὴν ὁ πάντων ἀρχιερεύς· καὶ βελτιουμένην εὑρὼν, παραχρῆμα καθαριεῖ, καὶ προσδέξεται, κατὰ τὸ εἰρημένον διὰ τῶν ἁγίων προφητῶν· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν ἀπωσμένην, καὶ τὴν συντετριμμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην. Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλημμα.» Καὶ ἐν ἑτέρῳ δὲ πάλιν· «Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν. Ὅταν οὖν ἐπισκοπήσῃ τὴν λεπρῶσαν, φησὶν, ὁ ἱερεὺς, καὶ καθαρίσῃ αὐτήν· καὶ λήψονται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζῶντα καθαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ τὴν ὕσσωπον.»