Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις το Λευιτικόν: Ο καθαρισμός της λέπρας και η αποκατάσταση της Συναγωγής

Η φυσική λέπρα των ανθρώπων και των οικιών ως σύμβολο της αμαρτίας, η τελετή του καθαρισμού εκτός της πύλης και η εσχατολογική επιστροφή των Ιουδαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 17 από 22

Περὶ τοῦ καθαρισμοῦ τῆς λέπρας. Βεβασίλευκεν ἡμῶν ἡ ἁμαρτία, καὶ κατεκράτησεν τῶν ἐπὶ τῆς γῆς, «διά τοι τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος,» καὶ ἀχαλίνως ἑλέσθαι παθεῖν τὴν εἰς τὰ χείρονα ῥοπὴν, ποιήσας δὲ παρ᾽ οὐδὲν τῆς ἐπιεικείας τὴν δόξαν. Ὁ δὲ Θεὸς «πλούσιος ἐν ἐλέει καὶ οἰκτιρμοῖς,» καθὰ γέγραπται, «διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ, καὶ συνήγειρε, καὶ συνεκάθισε τοῖς ἐπουρανίοις.» Πεπλουτήκαμεν γὰρ ἐν Χριστῷ τὴν ἄνωθεν ἡμερότητα, καὶ τὴν ἀκλεᾶ καὶ παμμόχθηρον ἁμαρτίαν ἀπενιψάμεθα, κεκλημένοι διὰ τῆς πίστεως εἰς ἁγιασμόν.

Καὶ πρός γε δὴ τούτοις καὶ τῆς εἰς αἰῶνας ζωῆς γεγονότες μέτοχοι, δεκτοί τε ἐσόμεθα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεισόμεθα τῷ Θεῷ καὶ Πατρί. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος γράφων, ὅτι Χριστοῦ «εὐωδία» ἐσμὲν τῷ Θεῷ. Ὅτι γὰρ, εἰ καὶ τετυράννηκεν ἡμῶν ἡ ἁμαρτία κατὰ καιροὺς, ἀλλ᾽ ἀπεκρουσάμεθα τὴν κηλίδα, διεσμήγμεθα τὸν ῥύπον κατελήξαμεν ἐν Χριστῷ τῶν ἀρχαίων ἀῤῥωστημάτων, ἱερὸς ἡμᾶς ἀναπείσει λόγος. Γέγραπται γὰρ οὕτως ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα, καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ. Καὶ προσάξει ὁ ἱερεὺς, καὶ λήψονται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καὶ καθαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον. Καὶ προσάξει ὁ ἱερεὺς, καὶ σφάξουσι τῶν ὀρνιθίων τὸ ἓν, εἰς ἀγγεῖον ὀστράκινον, ἐφ᾽ ὕδατι ζῶντι. Καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήψεται αὐτὸ, καὶ τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ ἀλαστὸν κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ βάψει αὐτὰ, καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ᾽ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται. Καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον, καὶ πλυνεῖ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτοῦ.

Καὶ ξυρηθήσεται ἀπ᾽ αὐτοῦ πᾶσαν τὴν τρίχα, καὶ λούσεται ἐν ὕδατι, καὶ καθαρισθήσεται. Καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν, καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ξυρηθήσεται πᾶσαν τὴν τρίχα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸν πώγωνα, καὶ τὰς ὀφρῦς, καὶ πᾶσαν τὴν τρίχα αὐτοῦ ξυρηθήσεται, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα ἑαυτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται.» Ὁ μὲν οὖν τῆς ἱστορίας ἐμφανὴς ἂν εἴη λόγος, κἂν εἰ μή τις ἕλοιτο διατρανοῦν, ἔχει δὲ οὐδὲν τὸ τελοῦν εἰς ὄνησιν, εἰ μὴ νοοῖτο πνευματικῶς.

Οὐκοῦν φέρε λέγωμεν μεταπλάττοντες εὐφυῶς τὸ τοῦ γράμματος ἀδρανὲς εἰς τὸ τοῦ Χριστοῦ μυστήριον. Ὀλίγα δὲ ἄττα τῶν ἀναγκαίων εἰς διασάφησιν χρησίμως ἡμῖν προειρήσεται. Λέπρα γὰρ ἀβούλητον τὸ πάθος τοῖς τινων ἐπισυμβαίνει σώμασιν. Ἔστι δὲ ὄτι μάλιστα βόρον, καὶ κατευρήσεταί πως ἀεὶ πρὸς τὸ ἐντὸς μᾶλλον ἢ πρὶν τῶν ἐν οἷς ἂν γένοιτο καταδράττεσθαι μέρος. Δυσδιάφυκτον δὲ κομιδῇ τὸ ἀῤῥώστημα, καὶ ἰατρῶν μὲν ἐπιστήμης, ἤγουν τῆς ὑπό του τῶν ταῦτα σοφῶν ἐπικουρίας οὐκ ἀνεχόμενον, ἀποχωροῦν δὲ δὴ μόλις ὥσπερ ἀντεγειρομένης αὐτῷ τῆς φύσεως, καὶ τὸ βλάβος ἀποκρουομένης ἐπαμύνοντος τοῦ Θεοῦ.

Πλὴν ὁ νόμος ὡς ἀκάθαρτον τὸν λεπρὸν ἀποπέμπεσθαι δεῖν ἔφη τῆς παρεμβολῆς. Εἴρηται γάρ που πρὸς τὸν ἱεροφάντην Μωσέα παρὰ τοῦ Θεοῦ προστάξαντος τοῖς υἱοῖς Ἰσραήλ· «Καὶ ἀποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον τῇ ψυχῇ.» Καὶ οὐ δή πού φαμεν ὅτι ταῖς τῶν σωμάτων ἀῤῥωστίαις ὁ νόμος ἐπιτιμᾷ.

Κομιδῇ γὰρ εὔηθες τοὺς ἀβουλήτως ἠῤῥωστηκότας, καίτοι μᾶλλον ἐλεεῖσθαι δέον, προστεθεῖσθαι δὲ δίκας. Ἀλλ᾽ ἦν ἐν τύποις τὰ διὰ τοῦ πανσόφου Μωσέως ὠδίνοντα τὴν ἀλήθειαν. Λέπρα μὲν γὰρ νεκροῖ τὴν σάρκα, ἁμαρτία δὲ αὖ ψυχαῖς συμβαίνουσα, καὶ εἰς νοῦν εἴπερ ἴοι τὸν ἀνθρώπινον διὰ νεκρῶν ἔργων· τοῦτον ἀχρεῖόν τε εὐθὺς καὶ ἀπεψυγμένον ἀποτελεῖ.

Ἔργα δὲ εἶναί φαμεν τὰ νεκρὰ τῆς σαρκὸς δηλονότι τὰ μυσαρὰ καὶ βέβηλα πάθη, καὶ τὸ φρονεῖν ἑλέσθαι τὰ ἐπὶ τῆς γῆς. Ταύτῃτοι καὶ ἐν ἀρχαῖς ἐλέγομεν, ὅτι νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασιν, ὁ Θεὸς καὶ Πατὴρ συνεζωοποίησε τῷ Χριστῷ. Οὐκοῦν διὰ πράγματος ἐμφανοῦς, εἰς ἐννοίας ἡμᾶς ὁ λόγος ἀποτορνεύει λεπτάς. Ἐκπέμπει γὰρ τῆς παρεμβολῆς τοὺς λελεπρωμένους· αἰνιγματωδῶς ὑποφαίνων ὅτι τοὺς τῇ ἁμαρτίᾳ νενεκρωμένους, μονονουχὶ δὲ καὶ ποικίλοις πάθεσι κατεστιγμένον ἔχοντας νοῦν, καὶ πολὺ νοσοῦντας ὡς ἔν γε δὴ σφίσιν αὐτοῖς τὸ ἀκαλλὲς, ἀποχωρεῖν ἀνάγκη τῆς τῶν ἁγίων πληθύος, καὶ ἔξω που φέρεσθαι τῶν ἱερῶν καταλόγων. Συναγελασθήσεται γὰρ οὐδαμῶς τοῖς δικαίοις ὁ πονηρὸς, τοῖς βεβήλοις ὁ ῥυπῶν, οὔτε μὴν συνέσται τοῖς ἡγιασμένοις ὁ δυσαπόνιπτον ἔχων τῆς ἁμαρτίας τὸν μολυσμόν. «Τίς γὰρ κοινωνία, φησὶ, φωτὶ πρὸς σκότος, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;» Ὅτι δὲ τοῖς ὀρθῶς ἐθέλουσι βιοῦν, ἀναγκαῖον εἰς ὄνησιν τὸ ἀποφοιτᾷν ἐπείγεσθαι πονηρῶν· αὐτὴ πάλιν ἡμᾶς ἡ θεόπνευστος Γραφὴ ἀναπείσει. Ἔφη γάρ που ὁ Θεὸς τοῖς ἑαυτοῦ γνωρίμοις· «Ἐξέλθετε, ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη τοῦ Κυρίου.» Σκεύη δὲ Κυρίου νοηθεῖεν ἂν, αἱ πολυειδεῖς ἀρεταί.

Ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος· «Ἐνδύσασθε, φησὶν, τὴν πανοπλίαν τοῦ Θεοῦ.» Οὐκοῦν ὡς ἐν τύπῳ τῶν λεπρῶν, τὸν ἠῤῥωστηκότα τὴν ἁμαρτίαν καὶ μεμολυσμένον πληθύος τῆς τῶν ἁγίων ἀποσοβεῖ Θεός. Ἀλλ᾽ ἦν δή πού τινα καὶ σφόδρα εἰκὸς τῶν ἠῤῥωστηκότων ἀποκρούεσθαι, τὸ πάθος. Καταλήγομεν γὰρ ἐξ ἁμαρτιῶν ἔσθ᾽ ὅτε μεθιστάντες τὸν νοῦν ἐπὶ τὸ δρᾷν ἑλέσθαι καὶ φρονεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα.

Τί οὖν ὁ νόμος; Ἆρα τοῖς ἐθέλουσι μετανοεῖν, οὐ καταδεικνύει τὴν ὀδόν; οὐκ ἀνοίγνυσι τῆς σωτηρίας τὴν πύλην; Μὴ τοῦτο ὑπολάβῃς. «Ἀγαθὸς γὰρ καὶ φιλάνθρωπος ὁ Δεσπότης.» Ἄκουε λέγοντος ἐναργῶς· «Ἐπιστράφητε οἱ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» Καὶ μὴν καὶ διὰ φωνῆς Ἰεζεχιήλ· «Ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος τοῦ Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας.» Ποία τοίνυν ἐστὶ τῆς σωτηρίας ἡ ὁδός; Τίς ὁ ἀπαλλάσσων τοὺς ἡμαρτηκότας τοῦ κολάζεσθαι δεῖν; Τίς ὁ λυτρούμενος καὶ ἀνασώζων εὐκόλως; Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, καὶ ἁγιάζων ἡμᾶς τῷ ἰδίῳ αἵματι.

βʹ. Ἄθρει δέ μοι πάλιν ὡς ἐν σκιαῖς ἕτι τοῖς ἐν νόμῳ γεγραμμένοις, τὸ μυστήριον. Προσεκομίζετο γὰρ ὁ λεπρὸς ἔξω γεγονότι τῆς πύλης, τῷ κατὰ νόμον ἱερατεύοντι. Διανενευκότος δὲ ὥσπερ ἐπὶ τοῦ πάθους τὸ ἄμεινον, καὶ ὅτι παύσεται λοιπὸν, καὶ καταλήξει ὑπεμφαίνοντος, ἐπληροῦντο τὰ εἰς καθαρισμὸν, κατά γε τὸ νομοθέτῃ δοκοῦν. «Ὀρνιθίων μὲν γὰρ καθαρῶν ἐλαμβάνετο δυάς· ξύλον δὲ κέδρινον καὶ κεκλωσμένον κόκκινον,» ὡς ἐν εἴδει σπαρτίου, καὶ μὴν καὶ ὕσσωπον, πόας δὲ εἶδος καὶ τοῦτο. Εἶτα τὸ μὲν ἓν τῶν ὀρνιθίων ἐφ᾽ ὕδατι κατεσφάζετο, θάτερόν γε μὴν, ὁμοῦ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, βαπτισθὲν ἐν τῷ ὕδατι, καὶ μέν τοι τοῦ τεθνεῶτος αἵματι, πεπονθὸς οὐδὲν, ἀνεῖτο λοιπόν. Εἶτα τὸν ἠῤῥωστηκότα τὴν λέπραν, ἑπτάκις τῷ ὕδατι ἐπιῤῥαίνων ὁ ἱερεὺς, τῶν ἐκ νόμου κατηγορημάτων ἐλεύθερον ἀπετέλει. Προσεξυρᾶτο δὲ τὴν τρίχα, καὶ εἰσέθει λοιπὸν ἀνεγκλήτως εἰς τὴν παρεμβολὴν, καὶ εἰς τὸν ἴδιον οἶκον, ἡμέρας ἔξω μεμηνὼς ἑπτά. Οἱ γὰρ πάλαι τὴν τῆς ἁμαρτίας περιφέροντες νέκρωσιν, καὶ πολυειδεῖ παθῶν ἀγριότητι κατεσπιλωμένοι, καὶ λέπραν ὥσπερ ἠῤῥωστηκότες τὴν νοητήν· πεπλανήμεθα γὰρ τῇ κτίσει λατρεύσαντες, προσκεκομίσμεθα τῷ Θεῷ ἱερεῖ τῷ μεγάλῳ καὶ ὁσίῳ καὶ ἀκάκῳ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Προσκεκομίσμεθα δὲ παρὰ τοῦ Θεοῦ καὶ Πατρός.

Ἔφη γάρ που Χριστὸς τοῖς Ἰουδαίοις προσλαλῶν· «Μὴ γογγύζεσθε κατ᾽ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Προσκομίζει γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἠῤῥωστηκότας ὡς ἰδίᾳ δυνάμει τῷ Υἱῷ. Παραγέγονε γὰρ ἰᾶσθαι τοὺς συντετριμμένους τὴν καρδίαν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ἐὰν λοιπὸν τὸ ἄναλκί τε καὶ ἀδρανὲς εἴς γε τὸ χρῆναι πληροῦν τὰ Θεῷ θυμήρη παραιτούμενοι, φιλεργεστάτην ἔχωμεν τὴν καρδίαν, καὶ τῶν τῆς ἐπιεικείας ἔργων ἀπρὶξ ἡμμένοι, τὴν εὐκλεᾶ καὶ ἀξιοθαύμαστον ἐπιτηδεύσωμεν πολιτείαν, τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην ἐπιγινώσκοντες, οὕτω λέγωμεν, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· «Εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.» Ἐπιτήρει δὲ ὅπως ἔξω γεγονότι τῆς πύλης τῷ ἱερεῖ, καὶ ἀποτάτω τῆς παρεμβολῆς, ὁ τὴν λέπραν πεπονθὼς εἰσκομίζεται.

Ἐξεῤῥιμμένοις γὰρ ὥσπερ ἡμῖν, καὶ πόλεως τῆς ἁγίας καὶ ἱερᾶς ἔξω που μεμενηκόσι, φημὶ δὲ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, τὴν καθ᾽ ἡμᾶς ἔχων ὁμοίωσιν ἐπεφοίτησεν ὁ Χριστός. Ἐπισκεψάμενος δὲ, ἀπέφηνε καθαροὺς διὰ τοῦ ἁγίου βαπτίσματός τε καὶ τοῦ σώματος αὐτοῦ. Τέθυται γὰρ ὑπὲρ ἡμῶν, καὶ σωτήριον ἡμῖν ἀνεδείχθη φάρμακον, τὸ καὶ αὐτὸν ὑπὲρ ἡμῶν ἀνασχέσθαι παθεῖν τὸν ἐπὶ ξύλου θάνατον.

Τουτὶ γὰρ ἡμῖν ἐν τοῖς ἱεροῖς ἐσκιαγραφεῖτο Γράμμασιν. «Δύο γὰρ ὀρνίθια καθαρὰ» λαμβάνεται. Τύπος δὲ ἦν ἄρα καὶ τοῦτο Χριστοῦ τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ. Ἀεροπετὲς γὰρ τὸ ὀρνίθιον. Καταβέβηκε δὲ πρὸς ἡμᾶς ἄνωθέν τε καὶ ἐξ οὐρανῶν ὁ Ἐμμανουήλ.

Οὕτω γάρ πού φησιν· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ Θεοῦ.» Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί.» Καθαρὰ δὲ τὰ ὀρνίθια. Καὶ γάρ ἐστιν ἀληθῶς καθαρὸς καὶ ἀβέβηλος ὁ Κύριος, οὐκ εἰδὼς ἁμαρτίαν. Καὶ οὔτι πού φαμεν, ὡς δύο νοοῦμεν Χριστοὺς, κἂν εἰ δύο λέγοιντο ὀρνίθια. Σοφὴν δὲ καὶ ἀναγκαίαν ὁ λόγος ἡμῖν εἰσκομίζει τὴν θεωρίαν. Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ Μονογενὴς, τὴν τῆς ἁγίας Παρθένου πεφόρηκε σάρκα, καὶ συντίθεται μὲν ὥσπερ ἐκ δυοῖν, φύσεως λέγω τῆς ἀνωτάτω καὶ ἀνθρωπότητος ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν. Πλὴν εἷς Κύριος Ἰησοῦς Χριστός.

Θεωρεῖ δ᾽ οὖν ὁ λόγος τὴν ἐκ δυοῖν εἰς ἕν τι συνδρομήν. Δύο οὖν ταύτῃτοι τὰ ὀρνίθια σημαίνων πολυτρόπως δὴ ὁ νόμος τὸ Χριστοῦ μυστήριον, δεῖν ἔφη παραλαμβάνεσθαι καὶ «κέδρινον ξύλον·» τύπος δ᾽ ἂν εἴη καὶ τόδε τῆς ἁγίας αὐτοῦ σαρκὸς, οὐκ ἀνεχομένης παθεῖν τὴν καταφθοράν. Ἄσηπτον γὰρ τὸ ξύλον. Ὕσσωπός γε μὴν εἶεν ἂν εἰς τύπον τοῦ ἁγίου Πνεύματος ζέων τὴν ἐνέργειαν, δι᾽ ἧς τῷ πνεύματι ζέοντες ἀποτελούμεθα τὴν ἐν σπλάγχνοις ἀκαθαρσίαν οἱονεί πως ἐκτετηγμένοι. Πόα γὰρ ἡ ὕσσωπος θερμή τε τῇ φύσει, καὶ διασμήχειν οἵα τε τὴν ἐν σπλάγχνοις συνηνεγμένην φλεγματώδη καὶ ψυχρὰν ἀκαθαρσίαν.

Ἀπαλλάττει δὲ ἡμᾶς, ὡς ἔφην, τῇ τοῦ πνεύματος ἐνεργείᾳ Χριστὸς, τῶν εἰς νοῦν ἔσω κεκρυμμένων παθῶν. Εὖ δὲ δὴ λίαν ἐφ᾽ ὕδατι ζῶντι καὶ τὸ τῆς πόας εἶδος παραλαμβάνεται. Βεβαπτίσμεθα γὰρ «ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ,» κατὰ τὸ γεγραμμένον. Θερμὴ δὲ, ὡς ἔφην, ἡ πόα, καὶ τῆς τοῦ πνεύματος ἐνεργείας παραδεκτική. Τὸ δὲ κεκλωσμένον κόκκινον, αὐτὸ δὴ πάλιν ἐφ᾽ ἑαυτῷ τὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὑπεμφαίνει τρόπον. Πέπλεκται γὰρ ὥσπερ σαρκὶ καὶ αἵματι Θεὸς ὣν ὁ Λόγος. Ἐξεικονιεῖ δὲ ὁ κόκκος, αἷμά τε καὶ σάρκα. Τοιουτόχρωος γὰρ ὁρᾶται καὶ ἔσται. Σφάζεται τοίνυν τὸ ὀρνίθιον ἐφ᾽ ὕδατι ζῶντι ἐν ᾧ τὸ περιλειφθὲν, ὁμοῦ τοῖς ἄλλοις βαπτίζεται, καὶ λοιπὸν ἀνεῖται πεπονθὸς οὐδὲν, καθάπερ ἤδη προεῖπον. Τέθυται γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός· ἀλλ᾽ ἦν ὁ αὐτὸς καὶ ἐν θανάτῳ, καὶ ὑπὲρ θάνατον. «Ἐθανατώθη μὲν γὰρ σαρκὶ, κατὰ τὸ γεγραμμένον, ἐζωοποιήθη δὲ πνεύματι,» ἐν ᾧ «καὶ τοῖς ἐν φυλακῇ ἀπειθήσασί ποτε πνεύμασιν πορευθεὶς» ἐκήρυξεν.

Ἧ μὲν γὰρ νοεῖται καὶ γέγονεν ἄνθρωπος, ὑπέστη τὸν θάνατον· ᾗ δέ ἐστιν ἀληθῶς ζωή τε καὶ ἐκ ζωῆς, θανάτου κρείττων ἐφαίνετο. Οὐκοῦν εἰς τὸν τοῦ τεθνεῶτος θάνατον, τὸ ὀρνίθιον τὸ ζῶν ἐβαπτίζετο. Τοῦ νόμου κατασημαίνοντος αἰνιγματωδῶς, ὅτι καί τοι κατὰ φύσιν ζωὴ καὶ ἐκ ζωῆς ὑπάρχων ὁ Λόγος, τῆς ἰδίας σαρκὸς οἰκειοῦται τὸν θάνατον. Οὐ γὰρ ἦν ἀλλοτρία αὐτοῦ ἡ ἀναληφθεῖσα σὰρξ, ἀλλ᾽ ἰδία αὐτοῦ.

Κατεῤῥαμμένος δὲ ὁ λεπρὸς ἑπτάκις τῷ ὕδατι τῶν ἐκ τοῦ λεπροῦσθαι λοιπὸν αἰτιαμάτων ἀπηλλάττετο. Καθαροὺς δὲ, ὡς ἔφην, καὶ ἡμᾶς ἀποφαίνει Χριστὸς, διὰ τοῦ ἁγίου βαπτίσματος ἡμᾶς ἁγιάζων. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἑπτάκις. Οὕτω τε συνεὶς ὁ μακάριος ἔφη Παῦλος· «Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Οὐκοῦν τὸ ἀμφιλαφὲς τῆς χάριτος καὶ τὸ οἱονεί πως τελείως ἔχον εἰς ἀποκάθαρσιν, διὰ τοῦ ἑπτάκις σημαίνεται. Κατεῤῥαμμένος δὲ ὁ λεπρὸς, ἐξύρετο τὴν τρίχα. Κεκαθαρμένοι γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος, οἱονεὶ καὶ τὰ σαρκὸς βλαστήματα, τουτέστι, τὰς ἐν ἡμῖν καὶ ἐμφύτους ἡδονὰς ὡς ἐν εἴδει τριχῶν νοουμένας ὁμοῦ τοῖς ἑτέροις πταίσμασιν ἀποτιθέμεθα, καὶ τοῦτο ἡμῖν ἐνεργοῦντος Χριστοῦ. Λόγος γάρ ἐστιν αὐτὸς ζῶν τε καὶ ἐναργὴς καὶ τομώτατος ἀποκείρων ἁμαρτίας, καὶ τῆς ἐκ παθῶν ἀκαθαρσίας ἀπαλλάττων τὸν νοῦν.

Ἐξυρημένος δὴ οὖν ὁ λεπρὸς, εἰσέλθει λοιπὸν εἰς τὴν παρεμβολήν· οὔπω γε μὴν καὶ εἰς τὸν ἴδιον οἶκον. Κεκαθαρμένοι γὰρ, ὡς ἔφην, συναπτόμεθα τοῖς ἁγίοις, συνδιαιτώμεθα λοιπὸν τῷ ὁσίῳ καὶ ἱερῷ γένει· εἴσιμέν τε οὕτω καὶ ἐν οἴκῳ Θεοῦ, πλὴν οὔπω εἰς τὰς ἄνω μονάς. Τετήρηται γὰρ εἰς αἰῶνα τὸν μέλλοντα τοῖς ἁγίοις τὸ δῶρον. Ταύτῃτοι καὶ εἰσελάσει εἰς τὴν παρεμβολὴν ὁ κεκαθαρμένος, ἑπτὰ διατρίψας ἡμέρας, καὶ εἰς τὸν ἴδιον οἶκον εἰσέλθει λοιπόν. Μετὰ γάρ τοι τὸν αἰῶνα τὸν ἐνεστηκότα τὴν διὰ Χριστοῦ κάθαρσιν ἔχοντες, καὶ ἐν ταῖς ἄνω μοναῖς καταλύσομεν· ἕκαστός τε τῶν ἡγιασμένων, καθάπερ εἰς ἴδιον οἶκον τὸν ἐκνεμηθησόμενον αὐτῷ καταλύσει κλῆρον. Οὐ καταλύσει γὰρ παραυτίκα τοῖς πεπιστευκόσι τὰ γέρα· ἀλλ᾽ ἐπ᾽ ἐλπίσι μὲν ἀγαθαῖς ἡ κλῆσις, καὶ ὁ τοῦ πνεύματος ἀῤῥαβών. Ἀναλάμψει δὲ ἡ χάρις κατὰ καιρὸν, καὶ τῆς ἐλπίδος τὸ πέρας ἐν Χριστῷ, δι᾽ οὖ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ὄτι συνέβη πεσεῖν αὐτὴν ἐξ ἀπειθείας. αʹ. Τῆς Ἰουδαίων Συναγωγῆς τὸ κατεσκληκὸς ἄγαν, καὶ μέν τοι τὸ ἀπειθὲς καὶ δυσάγωγον τοῦ τρόπου, φανερὸν ἐτίθει καὶ πάλαι Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ, οὕτω λέγων, ὅτι «Πᾶς ὁ οἶκος Ἰσραὴλ, φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι.» Τοιγάρτοι καὶ αὐτὸς ὁ Σωτὴρ, ὡς τὸ σώζεσθαι παραιτουμένην, καὶ τὴν ἐνοῦσαν αὐτῇ σκαιότητα κατῃτιᾶτο, λέγων· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας· καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος.» Ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἀνασώζειν αὐτὴν διὰ μυρίων ὅσων ἤθελε τρόπων. Οἱ δὲ πολλοὶ λίαν ἀπονενευκότες εἰς τὸ ἐξήνιον, καὶ φειδοῦς τῆς ἄνωθεν ἀλογήσαντες, δειναῖς καὶ ἀκατασκέπτοις ἀπεφέροντο τροπαῖς εἰς ὄλεθρον καὶ ἀπώλειαν. Καὶ τοῦτο νομοθετήσας διὰ Μωσέως τὰ δι᾽ ὧν ἦν δύνασθαι παιδαγωγεῖσθαι καλῶς πρὸς εἴδησιν ἀρετῆς, καὶ τῆς ἀληθείας τὴν γνῶσιν ἀποκερδαίνειν εὖ μάλα, καὶ τὰς τῶν ἁγίων προφητῶν ἀναδείξεις κατὰ καιροὺς ἐποιεῖτο χρησίμως, ἵνα ἔχοιεν καὶ ἑτέρους τῶν καλλίστων εἰσηγητὰς, καταῤῥυθμίζειν εἰδότας εἰς εὐκλεᾶ πολιτείαν εἰς ἐννομωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων.

Ἀλλὰ δέον ἀνάπτειν τὰ χαριστήρια τῷ τῶν ὅλων Θεῷ, καὶ προσίεσθαι μὲν ἀσμένως τοὺς παιδαγωγοὺς, τιμῆς δὲ πάσης αὐτοὺς ἀξιοῦν, μεταπλάττεσθαι δὲ ὥσπερ καὶ μάλα προθύμως πρὸς τὰ ἀμείνω, καὶ φωνῇ ἑλέσθαι τῇ πρεπωδεστέρᾳ· σκληροί τε καὶ ἄτεγκτοι καὶ τὰ ἕτι χείρω νοσοῦντες ἡλίσκοντο. Τοιγάρτοι καὶ διολώλασιν, καὶ ἐπ᾽ αὐτοῖς ὁ προφήτης Ἱερεμίας ὧδέ φησιν· «Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ἀναστήσας αὐτόν.» Ἄθρει δέ μοι τὸ χρῆμα πάλιν, καὶ διὰ τῶν Μωσέως γραμμάτων αἰνιγματωδῶς φωνούμενον. Ἔχει γὰρ οὕτως ἐν τῷ Λευιτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν ἐν κλήρῳ, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῖν. Καὶ ἥξει τινὸς αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων· Ὥσπερ ἁφὴ ἑώραταί μοι ἐν τῇ οἰκίᾳ. Καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ τοῦ εἰσελθεῖν τὸν ἱερέα ἰδεῖν τὴν ἁφὴν, καὶ οὐ μὴ ἀκάθαρτα γενέσθαι πάντα ὅσα ἐὰν ᾖ ἐν τῇ οἰκίᾳ. Καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν τὴν οἰκίαν, καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν.

Καὶ ἰδοὺ ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, κοιλάδας χλωριζούσας ἢ πυριζούσας, καὶ ὄψις αὐτοῦ ταπεινοτέρα τῶν τοίχων. Καὶ ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας, ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας. Καὶ πάλιν ἥξει ὁ ἱερεὺς τῇ ἡμέρα τῇ ἑβδόμῃ, καὶ ὄψεται τὴν οἰκίαν· καὶ ἰδοὺ διεχύθη ἡ ἀφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, καὶ προστάξει ὁ ἱερεὺς, καὶ ἐξελοῦσι τοὺς λίθους ἐν οἷς ἐστιν ἡ ἀφή· καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως, εἰς τόπον ἀκάθαρτον. Καὶ τὴν οἰκίαν ἀποξύσουσιν ἔσωθεν κύκλῳ, καὶ ἐκχεοῦσι τὸν χοῦν τὸν ἀπεξυσμένον ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. Καὶ λήψονται λίθους ἑτέρους ἀπεξυσμένους, καὶ θήσουσιν ἀντὶ τῶν λίθων, καὶ χοῦν ἕτερον λήψονται, καὶ ἐξαλείψουσι τὴν οἰκίαν. Ἐὰν δὲ ἐπέλθῃ πάλιν ἡ ἁφὴ, καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξελεῖν τοὺς λίθους, καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν, καὶ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτός ἐστι. Καὶ καθελοῦσι τὴν οἰκίαν, καὶ τὰ ξύλα αὐτῆς, καὶ τοὺς λίθους αὐτῆς, καὶ πάντα τὸν χοῦν τῆς οἰκίας ἐξοίσουσιν ἔξω τῆς πόλεως, εἰς τόπον ἀκάθαρτον.» Εἶτα τὸν ἐν αὐτῇ κοιμώμενον καὶ ἐσθίοντα καὶ ὅλως εἰσβαίνοντα προειρηκὼς ἀκάθαρτον, εἰσάγει πάλιν ἐπισκοποῦντα τὸν ἱερέα.

Λέγει γάρ· «Ἐὰν δὲ παραγενόμενος ὁ ἱερεὺς εἰσέλθῃ καὶ ἴδῃ, καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν, ὅτι ἰάθη ἡ ἁφή. Καὶ λήψεται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια καθαρὰ ζῶντα, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ ὕσσωπον. Καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἓν εἰς σκεῦος ὀστράκινον ἐν ὕδατι ζῶντι.

Καὶ λήψεται τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ κεκλωσμένον κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ τὸ ὀρνίθιον τὸ ζῶν, καὶ βάψει αὐτὰ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου ἐφ᾽ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις. Καὶ ἀφαγνιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου ἐσφαγμένου, καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι, καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται.» Ὅλον ἡμῖν ἐν τούτοις ἀναφαίνεται σαφῶς τὸ περὶ τῆς Ἰουδαίων Συναγωγῆς μυστήριον, καὶ τὰ ἐξ ἀρχῆς μέχρι τέλους ἐπ᾽ αὐτῆς γεγονότα ἤδη, καὶ ἐσόμενα παρὰ Χριστοῦ. Καὶ φέρε δὴ πάλιν ὡς ἔνι λεπτῶς διεξιόντες ἕκαστα, καὶ τὴν ἐν τῷ γράμματι παχύτητα διαπτύσσοντες, τῆς ἐγκεχωσμένης αὐτῷ θεωρίας τὸ κάλλος ἀπογυμνοῦν σπουδάσωμεν.

βʹ. Λέπρα μὲν οὖν ἡ εἰς σῶμα γινομένη τὸ ἀνθρώπινον, πάθος ἐστὶν, ἰατρῶν μὲν τέχναις ἀποκρούεσθαι μὴ δυνάμενον, μόνῃ δὲ ὑπείκει μετὰ τῶν ἄλλων τῇ μεγάλῃ καὶ πανσθενεῖ δεξιᾷ, καὶ τῇ παντουργῷ δυνάμει τοῦ Θεοῦ νικώμενον. Ἐν δὲ τοῖς ἅπαξ παθοῦσι, φαίνεται καθ᾽ ἑτέραν ὄψιν ἤπερ ἦν ἐν ἀρχαῖς ἡ σάρξ. Ἑτεροχροιὰ γάρ τις ἐπισυμβαίνουσα τὴν φύσιν διαψεύδεται, μεθισταμένης εἰς τὸ παρὰ φύσιν, ὅσον εἰς τὴν θέαν τοῦ σώματος τοιαύτην τινὰ προσῆκεν ὑπολαμβάνειν, καὶ τῆς ἐν ἡμῖν προαιρέσεως τὴν μεταβολὴν, καὶ τὴν ἐκ τῶν ἀμεινόνων ἐπὶ τὰ χείρω κατάστασιν. Πολλοὶ γὰρ πολλάκις ἐξ ἀγαθῆς τινος γνώμης εἰς τὴν αἰσχίω μεταχωρήσαντες, καὶ τὸ τῇ φύσει πρέπον ἐκβαίνοντες, πολυτρόπῳ φαυλότητι τὴν ἑαυτῶν ψυχὴν καταστίζουσιν, οἱονεὶ σώζοντες ἑκατέρου τὴν ὄψιν ἑαυτοῖς· οὔτε γὰρ πάντως εἰς παντελῆ τοῦ ἀγαθοῦ ζημίαν ἐκπίπτουσιν, οὔτε μὴν εἰς ὁλόκληρον φαυλότητά τε καὶ ἀτραπίαν ἐκτρέχουσι.

Τῆς τοιαύτης τοιγαροῦν ἐν ἡμῖν γενομένης ἔσθ᾽ ὅτε καταστάσεως, καὶ τῶν ὅσα περὶ τὴν ἀνθρωπίνην ἕξιν τε καὶ προαίρεσιν γενέσθαι φιλεῖ, τὸν λελεπρωμένον εἰκόνα ποιεῖ πολλάκις ἡ θεία Γραφή· καὶ ὅτε μὲν τὸν ἑκάστου τρόπον, καθάπερ ἐν πίνακι καταδείκνυσι, πρόσωπον ἑνὸς αὐτοῦ λαμβάνουσα παρατίθησιν εἰς μέσον. Ὅτε δὲ καὶ κατάστασίν τινα τοιαύτην, ἢ ἔθνους, ἢ πόλεως, ἢ χώρας ὑπεμφαίνειν βούλεται, τότε τῆς οἰκίας παρεισάγουσα σχῆμα, διὰ τὸ εἶναι περιεκτικὸν τῶν οἰκούντων ἐν αὐτῇ, πληθυντικὴν ποιεῖται τὴν δήλωσιν. Νοήσεις τοίνυν οἰκίαν λελεπρωμένην ἀκούων, ὅλην εἰσάπαξ τὴν τῶν Ἰουδαίων Συναγωγὴν τοῖς ἰδίοις δηλονότι κατεφθαρμένην πάθεσι, καὶ τῶν μὲν θεόθεν αὐτῇ κεχρησμῳδημένων οὐ σφόδρα φροντίζουσαν, ἀποκλίνουσαν δέ πως εἰς τὸ καὶ δύνασθαι δρᾷν ἅπερ ἦν αὐτοῖς πρὸς ἡδονὴν μᾶλλον, ἢ ἅπερ ἔμελλον ἀποδείξειν ἀγαθήν. Ἀναγγεῖλαι δέ τι τῷ ἱερεῖ λέγων, ὥσπερ ἁφὴ λέπρας ὁρᾶται ἐν τῇ οἰκίᾳ, καὶ οὐδέ πού φαμεν κατηγορήσαντά τινα τῆς οἰκίας τῆς ἑαυτοῦ ἰέναι πρὸς τὸν ἱερέα τὸν νομοθέτην εἰπεῖν, ὥσπερ δὲ μᾶλλον ἐξ ἰατροῦ τῷ συμβεβηκότι φάρμακον ἐξαιτήσοντα. Ἐπειδὴ δὲ λελεπρῶσθαι δεδώκαμεν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, φέρε τίς ὁ ἀναγγέλλων τὸ πάθος ἐστί; τίς δ᾽ αὖ πάλιν ὁ ἱερεὺς, ὡς ἔνι καλῶς θεωρήσωμεν.

Περικείσθω δὴ οὖν τὸ τοῦ ἀναγγέλλοντος πρόσωπον, τῶν ἁγίων προφητῶν ὁ χορὸς, οἳ καὶ ἐξήγγειλον τῷ πάντων ἀρχιερεῖ καὶ προστάτῃ τῶν ἡμετέρων ψυχῶν, τουτέστι Χριστῷ, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῆς Ἰουδαίων ἀπονοίας τὰ πάθη, καὶ τὴν τῶν τρόπων ἀνοσιότητα καὶ καταφθορὰν οὐ μίσει καὶ ἀπεχθείᾳ πρὸς ἐκείνους ποθὲν, ἀλλ᾽ αἰδοῖ τῇ περὶ τὸν εὐεργέτην νικώμενοι, καὶ συνομολογοῦντες μὲν οὐκ ἀδακρυτὶ τὰ ἐκείνων πλημμελήματα, ἐλεεῖσθαι δ᾽ οὖν ὅμως παρακαλοῦντες αὐτήν.

Καί μοι πάλιν εἰς τοῦτο δέχου τρόπον τινὰ τὴν Ἰουδαίων οἰμώζοντα λέπραν, καὶ ἐπ᾽ αὐτῇ λίαν καταδακνώμενον τὸν μακάριον προφήτην Ἱερεμίαν, δι᾽ ὧν οὕτω φησὶν προσευχόμενος· «Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, Κύριε. Ποίησον ἡμῖν ἕνεκεν τοῦ ὀνόματος, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου. Σοὶ ἡμάρτομεν. Ὑπομονὴ Ἰσραὴλ, Κύριε, καὶ σώσεις ἐν καιρῷ κακῶν. Ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα; Μὴ ἔσῃ ὡς ἄνθρωπος ὑπνῶν, ἢ ὡς ἀνὴρ μὴ δυνάμενος σώζειν; Καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ᾽ ἡμᾶς, μὴ ἐπιλάθῃ.» Καὶ πάλιν· «Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει.

Πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν.» Ἐν γὰρ τοῖς τοιούτοις θρηνήμασι τῶν προφητῶν, τὴν περὶ τοῦ λεπρῶσθαι τὸν Ἰσραὴλ παραγγελίαν παραδεξόμεθα. Προστάττει γε μὴν ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν Φοβερωτάτη μὲν γὰρ ἡ ἐπὶ τοῖς πλημμελήμασι τοῖς ἡμετέροις ἐπισκοπὴ τοῦ Θεοῦ γίνεται. Κολάζεσθαι δὲ ἀνάγκη τοὺς ἐνόχους ὅντας, οἷς ἂν ἤδη κακοῖς διὰ τοῦτο φιλάνθρωπος ὢν, παραγγέλλει καθαρισμοὺς ἀγαπᾷν καὶ τὴν ἐπισκήψασαν νόσον ἀποσκευάζεσθαι, φθάνειν τε οὕτω τὴν ἐκ τῆς ἐπισκέψεως δίκην, ὡς ἐν τῷ «Ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλὴμ, ἵνα σωθῇς. Ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;» Πόνων δὲ διαλογισμοί τινες ἂν νοοῖντ᾽ ἂν εἰκότως, ἢ ἐκεῖνοι δὴ πάντως δι᾽ ὦν εἰς πόνους καὶ τὰς ἐπὶ ταῖς πλημμελείαις δίκας εἰσηλθόμεθα. Ὅρα τοίνυν ἐν τούτοις ἐπιτάττοντα τὸν ἱερέα προαποσκευάζεσθαι τὰς αἰτίας, ἐφ᾽ αἷς ἂν νοοῖτ᾽ ἄν τις εἰκότως ὑποπεσεῖσθαι ταῖς τιμωρίαις.

γʹ. Εἶτά φησι· «Καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καταμαθεῖν τὴν οἰκίαν, καὶ ὄψεται τὴν ἁφὴν, καὶ ἰδοὺ ἡ ἁφὴ ἐν τοῖς τοίχοις.» Καὶ πάλιν· «Ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας.» Μετὰ γὰρ τὴν ἐξ ἀγαθότητος προσδιαστολὴν, καὶ τὸ ἐπὶ ἑπτὰ δεῖν προκαθῆρται, φαινομένη πάλιν ἡ φαυλότης ἐν σχήματι λέπρας εἰς εὔλογον ἀγανάκτησιν κέκληκεν εἰκότως τὸν ἱερέα, τὸ θεῖον ἐν τούτοις φοροῦντα πρόσωπον.

Διὸ δὴ πάλιν ἐποπτεύσας τὴν ἁφὴν, τουτέστι, τὰ τοῦ πάθους σημεῖα καὶ σύμβολα, τὴν οἰκίαν ἀφώρισεν εἰς ὅλας ἡμέρας ἑπτά. Λελυπημένος γὰρ καὶ λίαν εἰκότως ἐπὶ ταῖς εἰς τὸν νόμον παροινίαις τῶν ἐξ Ἰσραὴλ, καί τοι φιλάνθρωπος ὢν ὁ Θεὸς, ἐξέπεμψε πάντας εἰς αἰχμαλωσίαν, παραδοὺς εἰς χεῖρα τῶν Βαβυλωνίων ἐφ᾽ ὅλοις ἔτεσι τὸν ἀριθμὸν ἑβδομήκοντα· ἡμέραν δὲ μίαν εἰς δέκα τεθεικώς.

Ἑπτά φησιν εἶναι τὰς ἡμέρας τοῦ ἀφορισμοῦ τῆς οἰκίας, τὴν ἡμέραν εἰς ἐνιαυτοὺς δέκα λογιζόμενος, κατὰ τὸ εἰρημένον τῷ προφήτῃ Ἰεζεχιήλ· «Ἡμέραν ἐνιαυτὸν τέθεικά σοι.» Ἐπισφραγιεῖ καὶ τὸν λόγον, καὶ ὁ περὶ τῆς Συναγωγῆς εὐχόμενος ἄγγελος ἐν τῷ Ζαχαρίᾳ, λέγων· «Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; Τοῦτο ἑβδομηκοστὸν ἔτος.» Εἶτα πάλιν φησὶν, ὅτι «Ἐπανήξει ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.» Τὴν δὲ τοῦ ἱερέως ἐπάνοδον, νοήσεις ἐν τούτοις ἕτερον οὐδὲν, ἢ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν εἰς τὸ ἔθνος ἐπιστροφήν· ὡς τῷ διὰ τοῦτο τάδε λέγει Κύριος· «Ἐπιστρέψω ἐπὶ τὴν Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἱερουσαλήμ.» Ἢ καὶ πάλιν, ὡς ἐν ἐκείνῳ· «Τίσι διαθῶ Ἐφραῒμ, ὑπερασπιῶ σου, Ἰσραήλ; Ὡς Ἄδαμα θήσομαί σε, καὶ Βοείμ. Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ· συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω σοι κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι Ἐφραΐμ. Διότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.» Ὅταν οὖν φησιν· ἐπανήκοι μὲν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἰδεῖν τὴν οἰκίαν, καὶ ἰδοὺ διεχύθη ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας· καὶ προστάξει ὁ ἱερεὺς, καὶ ἐξελοῦσι τοὺς λίθους ἐν οἷς ἐστιν ἡ ἁφὴ, καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως.

Καὶ μεθ᾽ ἕτερα· «Καὶ λήψονται λίθους ἀπεξυσμένους ἑτέρους, καὶ ἀντιθήσουσιν ἀντὶ τῶν λίθων ἐκείνων.» Μετὰ γὰρ τὸ ἀνεθῆναι τῆς ἐπὶ τοῖς παρῳχηκόσιν αἰτίας, περισκεψάμενος πάλιν τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὁ τὰ πάντα ἐν ἡμῖν ἐτάζων Θεὸς, καὶ πᾶσαν μὲν, κατὰ τὸ εἰκὸς, οὐκ ἔτι λεπρῶσαν, πλὴν οὐκ εἰσάπαν τῆς ἀρχαίας φαυλότητος ἀπηλλαγμένην εὑρὼν, οὐ κατὰ πάντων ἐποιήσατο τὴν ὀργὴν, μόνον δὲ κατὰ ἐκείνων οἵπερ ἦσαν αἴτιοι τοῦ πάσχειν αὐτὴν, καὶ τῆς νόσου γεγόνασιν ἀφορμή· οὓς καὶ λίθους ὀνομάζει, μέρη τινὰ τῆς ὅλης οἰκίας ἤτοι τοῦ ἔθνους ὑποδεικνύς. Οὗτοι δὲ ἦσαν, τινὲς μὲν τῶν κατὰ καιροὺς βασιλέων εἰς ἑτέρας λατρείας περιπλανῶντες τὸν λαόν· τινὲς δὲ τῶν ψευδοπροφητῶν, τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὰ γέγραπται, καὶ τὴν τῶν ἀκροωμένων εὐλάβειαν παραλύοντες, οὓς καὶ ὑπεξαιρεῖσθαι τῆς οἰκίας κελεύει, σημαίνων τὸν ἐκείνων ἀφορισμὸν, ἤτοι τὴν εἰς ἀφανισμὸν ἐκβολήν. Ὁποῖόν ἐστιν ἐπὶ μὲν τῷ Ἰεχονίᾳ τὸ εἰρημένον παρὰ Θεοῦ· «Γῆ, ἄκουε τῶν λόγων Κυρίου. Γράψον τὸν ἄνδρα τοῦτον, ἐκκήρυκτον ἄνθρωπον.» Ἐπὶ δὲ τοῖς ψευδομάντεσι· «Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. Ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου.» Καὶ πάλιν ἐκεῖνο· «Διὰ τοῦτο ἡγούμενοι λαοῦ ἀποῤῥιφήσονται ἐξ οἴκου τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν.» Καὶ πάλιν· «Ἕνεκεν ἀκαθαρσίας, διεφθάρη φθορᾷ.»

Τὸ δὲ ἀντὶ τῶν ὑφαιρεθέντων λίθους ἑτέρους ἀντεισάγεσθαι πάλιν, καθαροὺς καὶ ἀπεξυσμένους, δηλοῖ τὸ κατὰ καιρὸν ἀναδείκνυσθαί τινας διὰ τῆς τοῦ Θεοῦ βουλῆς, τοὺς ἀντιστηρίζοντας τὸν οἶκον Ἰσραὴλ, καὶ συνέχοντας εἰς ἀδιάφθορον τόπον, ἢ βασιλέας δηλονότι, ἢ προφήτας, ἢ ἁγίους. Ὡς ἐν τῷ πρὸς τὸν μακάριον Ἡσαΐαν εἰρημένῳ παρὰ Θεοῦ· «Τάδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸ παστοφόριον, πρὸς Ὀμνᾶν τὸν ταμίαν, καὶ εἰπὸν αὐτῷ· Τί σὺ ὧδε; καὶ τί σοί ἐστιν ὧδε; ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγλυψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν. Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ ἐκτρίψαι ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου, καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ.

Καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα. Καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου, καὶ ἐκ τῆς στάσεώς σου. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καλέσω τὸν παῖδά μου Ἐλειακεὶμ τὸν τοῦ Χελκίου, καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ, καὶ τὸ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ, καὶ ἔσται ὡς πατὴρ τοῖς οἰκοῦσιν ἐν Ἱερουσαλήμ.» Ἀλλὰ καὶ χοῦν ἕτερον, φησὶν, λήψονται, καὶ ἐξαλείψουσι τὴν οἰκίαν·» τὸ Ἐξαλείψουσιν, ἀντὶ τοῦ περιαλείψουσι τεθεικώς.

Σημαίνει δὲ καὶ τοῦτο τὴν διὰ τῶν ἁγίων προφητῶν γεγενημένην παράκλησιν τῷ Ἰσραὴλ, οἳ καλοῖς τε καὶ ἀγαθοῖς περιαλείφοντες λόγοις τοὺς ἁμαρτάνοντας, ἀνέπειθον ἰέναι προθύμως ἐπὶ τὸ δοκοῦν τῷ Θεῷ, καὶ ἀποτρίβεσθαι μὲν τὴν ἐκ παθῶν βεβήλωσιν, ζηλοῦν δὲ μᾶλλον καὶ ἐπείγεσθαι ἐφ᾽ οἷς ἂν ὁ νομοθέτης εἰδέναι χρήσιμον τοὺς λατρεύοντας αὐτῷ.

Ὁποῖόν ἐστι τὸ δι᾽ ἑνὸς τῶν ἁγίων πρὸς αὐτοὺς εἰρημένον· «Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσεσθε, καὶ ἔσται Κύριος ὁ Θεὸς, ὁ παντοκράτωρ οὕτως μεθ᾽ ὑμῶν.» Καὶ μετὰ τοῦτό φησιν· «Ἐὰν δὲ ἐπέλθῃ πάλιν ἁφὴ τῆς λέπρας, καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξελθεῖν τοὺς λίθους, καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν, καὶ μετὰ τὸ ἐξαλειφθῆναι.

Καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ. Λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ· ἀκάθαρτός ἐστιν. Καὶ καθελοῦσι τὴν οἰκίαν, καὶ τὰ ξύλα αὐτῆς, καὶ τοὺς λίθους αὐτῆς, καὶ πάντα τὸν χοῦν τῆς οἰκίας ἐξοίσουσιν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον.» Ὅτε γὰρ ἅπας ἐπενοήθη θεραπείας τρόπος τοῖς ἐξ Ἰσραὴλ, καὶ ὠφέλησαν μὲν οὐδὲν ὑπεξαιρεθέντες οἱ ψωριῶντες λίθοι, ἀνόνητος δὲ ἀπεδείχθη λοιπὸν καὶ ἡ διὰ τῶν προφητῶν ἀλοιφὴ, τουτέστι, παράκλησις, εἰσέρχεται πάλιν ἐπισκεψόμενος τὴν λεπρῶσαν ὁ ἱερεύς. Εἰσβέβηκε γὰρ ἐν τῷδε τῷ κόσμῳ μετὰ σώματος ὁ Μονογενής. Ὅτε γέγονεν ἄνθρωπος, πόσην ἢ τίνα μεταβολὴν ἐκ τῆς ἀρχαίας φαυλότητος εἰς πολλὴν ἀγαθὴν πολιτείαν ἐλέγχει Συναγωγὴ περισκεψόμενος ἀκριβῶς. Ἐπειδὴ δὲ πάθεσι τοῖς ἐξ ἀρχῆς ἐνεχομένην ἔτι κατέλαβε, καὶ νοσοῦσαν ἔμμονον τὴν ἀκαθαρσίαν, καθαιρεῖσθαι προστάττει λοιπὸν, ἐκπέμπεσθαι δὲ εἰς τόπον ἀκάθαρτον.

Λέλυται γὰρ ὅλη τῶν Ἰουδαίων ἡ διὰ νόμου σύστασις, καὶ τὸ ἔθνος εἰς πάντα διεσκορπίσθη τόπον ἀκάθαρτον, κατὰ τὸ ἐν προφήταις εἰρημένον· «Καὶ διασκορπιῶ αὐτοὺς εἰς πάντα ἄνεμον.» Ἢ «Λικμιῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη.» Παραλήψῃ εἰς τοῦτο καλῶς, καὶ τὸ παρὰ τοῦ Σωτῆρος εἰρημένον ἐπὶ τῷ ναῷ τῷ παρ᾽ αὐτοῖς· «Βλέπετε ταῦτα πάντα. Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθήσεται.» Ἐπιλέγει δὲ τούτοις, ὅτι «Πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν, πάσας τὰς ἡμέρας ἃς ἀφωρισμένη ἐστὶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

Καὶ ὁ κοιμώμενος ἐν τῇ οἰκίᾳ, πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ὁ ἐσθίων ἐν τῇ οἰκίᾳ, πάλιν ὁμοίως·» ἐκεῖνο σαφῶς ὑποδηλῶν ὅτι πᾶς ὁ τοῖς Ἰουδαίοις καθ᾽ οἱονοῦν τινα τρόπον, διὰ τοῦ τὰ ἴσα φρονεῖν κολλώμενος, ἕσται δὴ πάντως καὶ τῆς ἐκείνων ἀκαθαρσίας μέτοχος.

Εἶτα πάλιν ἐπαθρήσοντα τὴν λεπρῶσαν, καὶ αὖθις εἰσφέρει τὸν ἱερέα· «Ἐὰν γὰρ παραγενόμενος εἰσέλθῃ, φησὶν, ὁ ἱερεὺς ἴδῃ. Καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, ὅτι ἰᾶται ἡ ἁφή.» Καθῃρέθη μὲν γὰρ διὰ τὴν εἰς Χριστὸν παροινίαν ὡς ἀκάθαρτος ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ τῆς Θεοῦ φιλίας ἐξώλισθε.

Πλὴν ἐν τούτῳ μακρὸν παρατείνασα χρόνον, «ἄχρις ἂν εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν,» κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐλεηθήσεται παρὰ Χριστοῦ. Ἐπισκεπτομένου δὴ πάλιν αὐτὴν κατὰ τὸ λεληθὼς ὡς Θεοῦ, καὶ πάλιν εἰς δικαιοσύνην ἐπ᾽ ἐσχάτοις ἐπανάγοντος χρόνοις, δικαιοσύνην δὲ πάντως τὴν διὰ πίστεως καὶ ἀγάπης τῆς εἰς αὐτόν. Παραγενήσεται τοίνυν ἐπισκοπήσων, καὶ εἰσαῦθις αὐτὴν ὁ πάντων ἀρχιερεύς· καὶ βελτιουμένην εὑρὼν, παραχρῆμα καθαριεῖ, καὶ προσδέξεται, κατὰ τὸ εἰρημένον διὰ τῶν ἁγίων προφητῶν· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν ἀπωσμένην, καὶ τὴν συντετριμμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην. Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλημμα.» Καὶ ἐν ἑτέρῳ δὲ πάλιν· «Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν. Ὅταν οὖν ἐπισκοπήσῃ τὴν λεπρῶσαν, φησὶν, ὁ ἱερεὺς, καὶ καθαρίσῃ αὐτήν· καὶ λήψονται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζῶντα καθαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ τὴν ὕσσωπον.»

Καὶ πάλιν· «Τὸ ὀρνίθιον τὸ ζῶν βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου ἐσφαγμένου ἐν τῷ ὕδατι ζῶντι, καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς πεδίον καθαρὸν, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται» δʹ. Ὅλον δὴ πάλιν ἐν τούτοις περιάθρει σαφῶς τοῦ Σωτῆρος ἡμῶν τὸ μυστήριον, καὶ τὸν διὰ τοῦ ἁγίου βαπτίσματος καθαρισμόν. Δύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελεύει ζῶντα καὶ καθαρά· ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπον ὁμοῦ καὶ Θεὸν, εἰς δύο μὲν φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστῃ πρέποντα λόγον διαιρούμενον. Λόγος γὰρ ἦν ὁ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας, ἐν σαρκὶ τῇ ἐκ γυναικὸς, πλὴν οὐ μεριζόμενος. Εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός.

Καὶ διὰ τοῦτο ὡς δύο λαμβάνεται τὰ ὀρνίθια, καὶ νοεῖται πάλιν, ὡς ἓν ἀμφότερα, πλὴν ζῶντα καὶ καθαρά. Ζωῆς γὰρ καὶ καθαρότητος ἁπάσης παρεκτικὸς καὶ αὐτὸς καθ᾽ ἑαυτὸν ὁ Λόγος, καὶ ὁ ἐκ Παρθένου ναὸς τὸν ζῶντα Λόγον ἔχων ἐν ἑαυτῷ. Ἦν γὰρ ἴδιον αὐτοῦ τὸ σῶμα, καὶ οὐκ ἀλλότριον φόρημα. Διάτοι τοῦτο εἷς Κύριος Ἰησοῦς Χριστός. Πρὸς δέ γε τοῖς ὀρνιθίοις, καὶ ξύλον κέδρινον λαμβάνειν κελεύει, ἵνα διὰ τούτου ἄφθαρτον εἶναι τὸ σῶμα νοήσῃς Χριστοῦ.

Οὐ γὰρ οἶδε διαφθοράν· παραιτεῖται γὰρ ἡ κέδρος τὸ φθείρεσθαι. Διὰ δὲ τοῦ μὴ κατεφθάρθαι νοεῖν τὸ ἅγιον σῶμα Χριστοῦ, πιθανὸς δὴ λίαν ὁ περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγος εἰσφέρεται. Τὸ δὲ κεκλωσμένον κόκκινον, τὴν ἐπὶ τῷ θανάτῳ τοῦ Σωτῆρος ἡμῶν ὁμολογίαν ὑποσημαίνει. Καὶ γοῦν εἴρηταί που περὶ τῆς Ἐκκλησίας ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ὡς σπαρτίον κόκκινον χείλη σου, ἀδελφή μου νύμφη.» Ἐπειδὴ γὰρ ἀεὶ τῆς Ἐκκλησίας τὰ χείλη τὴν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ σωτηρίαν ἀνακηρύττει, καὶ ἐπ᾽ αὐτῷ τῆς πίστεως τὴν ὁμολογίαν ποιεῖσθαι κελεύει τὸν προσερχόμενον, σπαρτίῳ κοκκίνῳ παρεικάζει καλῶς τὰ χείλη αὐτῆς· καὶ αὐτῆς δὲ τῆς μυστικῆς εὐλογίας ἡ μέθεξις καταγγελίαν ἔχει τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ τοῦ Χριστοῦ.

Ἃ καὶ πρότερον ὁμολογεῖν ἀναπείθοντες τοὺς πιστεύοντας, προσάγομέν τε τῷ ἁγίῳ βαπτίσματι, καὶ τελειοῦμεν ἐν αἵματι Διαθήκης αἰωνίου, καθὰ γέγραπται. Καὶ γὰρ τὴν ἐπὶ τῷ αἵματι τοῦ Χριστοῦ τῆς πίστεως ὁμολογίαν, διὰ τοῦ κοκκίνου σημαίνει· διὰ δὲ τῆς ὑσσώπου, τὴν τοῦ ἁγίου Πνεύματος ζέσιν.

Θερμὴ γὰρ ἡ πόα, καὶ τῶν ἐκ ψυχρότητος παθῶν σμηκτική. Τοιαύτη δὲ καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐν ἡμῖν ἐνέργειά τε καὶ δύναμις. «Λήψεται τοίνυν, φησὶν, ὁ ἁγνίζων τὴν λελεπρωμένην, τὸ ὀρνίθιον τὸ ζῶν, καὶ τὸ κέδρινον ξύλον, καὶ τὸ κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ βάψει αὐτὰ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου, ἐφ᾽ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις. Καὶ ἀφανιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου, καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ.» Οὐ γὰρ ἑτέρως δύνασθαι τὴν τῶν Ἰουδαίων Συναγωγὴν τὸν ἐξ ἀπειθείας ἀποπλύνασθαι μολυσμὸν, καὶ τὴν ἐκ τῶν ποικίλων πλημμελημάτων ἀποθέσθαι κηλίδα, πάλιν ἡμῖν ὁ νόμος ὑποδηλοῖ, εἰ μὴ διὰ μόνης εὐλογίας τῆς παρὰ Χριστοῦ, καὶ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως, τελειουμένης δηλονότι καὶ ἁγιαζομένης διὰ τοῦ βαπτίσματος τοῦ ἁγίου. Ἐπιτήρει γὰρ ὅπως διὰ τῶν εἰρημένων ὁλόκληρος ἡμῖν ζωγραφεῖται Χριστὸς, καὶ ἡ ἐν αὐτῷ πίστις τε καὶ ὁμολογία σημαίνεται. Διὰ μὲν γὰρ τοῦ ὀρνιθίου τοῦ ζῶντος, τὸν ἀεὶ ζῶντα, καὶ ζωοποιὸν καὶ οὐράνιον νοήσαις Λόγον, διὰ δὲ τοῦ ἐσφαγμένου, τὸ τίμιον αἷμα τοῦ παθόντος ναοῦ.

Σαρκὶ γὰρ αὐτὸν πεπονθέναι φαμὲν, πλὴν ὡς ἐν ἰδίῳ σώματι. Διὰ δὲ τοῦ ἀσήπτου ξύλου, τὴν σάρκα τὴν ἀδιάφθορον· διὰ δὲ τῆς ὑσσώπου, τὸ Πνεῦμα· διὰ δὲ τοῦ κοκκίνου, τὴν ἐφ᾽ αἵματι Διαθήκης τὴν ὁμολογίαν· διὰ δὲ τοῦ ζῶντος ὕδατος, τὴν ζωοποιὸν τοῦ βαπτίσματος χάριν, ἣν καὶ ἐν αὐτῷ τῷ πάθει καλῶς ὑπεσήμαινεν ἡ ἁγία τοῦ Σωτῆρος ἡμῶν πλευρὰ, ὕδωρ τῷ αἵματι συνεκπέμπουσα, ᾧ καὶ χρῆναι τὴν οἰκίαν ἐπιῤῥαίνεσθαί φησιν, ἵνα καὶ ἀφαγνίζηται, κατὰ τὸ εἰρημένον Ἰεζεχιὴλ τῷ προφήτῃ· «Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω ὑμᾶς ἐκ τῶν χωρῶν, καὶ ῥανῶ ἐφ᾽ ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε.» Περιῤῥαίνεσθαι δὲ καὶ οὐκ εἰσάπαξ αὐτὴν, ἀλλ᾽ ἑπτάκις κελεύει. «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Εἶτα τούτοις ἐπάγει πάλιν ὁ νομοθέτης, ὅτι καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται. Εἰς τύπον τῆς Ἰουδαίων Συναγωγῆς, ἤτοι παντὸς τοῦ ἔθνους, τὴν ἀρτίως ἡμῖν κατωνομασμένην «Οἰκίαν» ἐλάβομεν. Πόλιν δὲ εἶναι δώσομεν, τὴν πολλῶν οἰκιῶν περιεκτικήν. Τοιαύτην τινὰ εἶναι νοήσεις τὴν καθ᾽ ἡμᾶς οἰκουμένην, πολλὰ μὲν ἀνθρώπων συνέχουσαν γένη· τείχει δὲ ὥσπερ τινὶ κύκλῳ περιεζωσμένην τῷ στερεώματι· μεθ᾽ ὃ λοιπὸν ἤδη τὸ πλατύ τε καὶ καθαρὸν τῶν ἄνω κόσμων νοεῖται πεδίον.

Διδάσκει τοίνυν ὁ νομοθέτης διὰ τοῦ πρὸς τὸ ἔξω τῆς πόλεως πεδίον ἀνίεσθαι τὸ ὀρνίθιον, τήν τε ἀπὸ κόσμου μετάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ. Γεγονὼς γὰρ οὗτος πρὸς τὸν Πατέρα καὶ Θεὸν, ὑπὲρ ἁπάντων ἡμῶν καὶ τῆς Ἰουδαίων Συναγωγῆς, ἐξιλάσεται, καὶ καθαρισθησόμεθα. Ὥσπερ γὰρ ὁ σοφώτατός φησι μαθητὴς Ἰωάννης· «Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον. Καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.» Καλῶς οὖν ἄρα πρὸς Ἰουδαίους ἔφασκεν· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Δι᾽ οὗ καὶ μεθ᾽ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.