Καίτοι τοῦ νομοθέτου σαφῶς διαγγέλλοντος, μὴ χρῆναι τοῖς ἀλλογενέσιν ὅλως ἐπιμίσγεσθαι τοὺς υἱοὺς Ἰσραήλ. Οὕτως γὰρ γέγραπται· «Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου.» Ἐπὶ τούτοις ὡς παρανομίας ὁ μέγας κρίνεται Μωσῆς, ὑπό τε τοῦ Ἀαρὼν καὶ τῆς Μαριὰμ, οὐ νενοηκότων, κατὰ τὸ εἰκὸς, καὶ δι᾽ αὐτοῦ πάλιν ὡς ἐν τύπῳ τὸ καλῶς οἰκονομηθὲν μυστήριον, ὅπερ ἤδη φανερὸν ὡς ἔνι καταστήσομεν, τὴν τοῦ πράγματος φύσιν εἰς αὐτὸν εὖ μάλα κατασκευάζοντες τὸν Χριστὸν, ᾧ καὶ νῦν τε Μωσέως περιθήσομεν πρόσωπον. Νομοθέτης γὰρ ὁ Χριστὸς, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὥσπερ οὖν ἦν ἀμέλει κἀκεῖνος. Ἐπεὶ καὶ οὗτος ἡμῖν κατεσήμαινε λέγων· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.» Εἰς δέ γε τὸ σχῆμα τῆς Ἰουδαίων ἱερωσύνης Ἀαρὼν ληφθήσεται, καὶ ἀναπληρώσει τῆς Συναγωγῆς τὸ πρόσωπον ἡ Μαριάμ. Κατηγόρευσαν τοίνυν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ οἱ τῶν Ἰουδαίων πρεσβύτεροι, καὶ αὐτὴ δὲ μετ᾽ ἐκείνων ἡ Συναγωγὴ, τὴν τῶν θείων ἐνταλμάτων παράβασιν ἐγκαλοῦντες αὐτῷ, διά γε τοῦ λέγειν· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Διεπρίοντο δὲ καὶ καθ᾽ ἕτερον τρόπον, ὅτι τὴν μέλαιναν, τουτέστι, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἐμνηστεύετο, καὶ ἐπεγάμει τρόπον τινὰ τῇ πρώτῃ, τουτέστι τῇ Ἰσραηλίτιδι, ἥτις ἦν πάλιν ἡ Συναγωγή.